Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία Η’. Καὶ εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς τῇς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς».
Προηγούμενο: Ὁμιλία Ϛ’. Καὶ εἶπεν ὁ Θεός· Γεννηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνάμεσον τῆς ἡμέρας καὶ ἀνάμεσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Ζ’. Καὶ εἶπεν ὁ Θεὸς· «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς τῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.

α’. Ἱκανῶς χθὲς καθηψάμεθα τῶν εἰς τὰς ἱπποδρομίας αὐτομολησάντων, δείξαντες αὐτοῖς τῆς βλάβης τὸ μέγεθος, ἧς ἐπέστησαν, τὸν συλλεγέντα ἀπὸ τῆς νηστείας αὐτοῖς πλοῦτον πνευματικὸν ἀθρόον ἐκχέαντες, καὶ ἀπὸ τῆς πολλῆς περιουσίας ἐξαίφνης εἰς ἐσχάτην ἀνίαν ἑαυτοὺς καταστήσαντες. Φέρε δὴ σήμερον προσηνεστέρῳ χρησώμεθα τῷ φαρμάκῳ, καὶ καθάπερ μέλη ἡμέτερα, οὕτως αὐτῶν τὰ τῆς ψυχῆς τραύματα ἐπιδήσωμεν· ἐπεὶ καὶ χθὲς αὐστηρότερα τὰ φάρμακα ἐπεθήκαμεν, οὐχ ἵνα ἁπλῶς λυπήσωμεν, καὶ τὴν ἀλγηδόνα ἐπιτείνωμεν, ἀλλ’ ἵνα τῇ σφοδρότητι καθικέσθαι δυνηθῶμεν τοῦ ἕλκους. Καὶ γὰρ καὶ ἰατροὶ καὶ πατέρες οὕτω ποιεῖν εἰώθασιν· οἱ μὲν δραστικώτερα πρότερον ἐπιτιθέασι, καὶ ἐπειδὰν ῥήξῃ τὸ ἕλκος, τότε τὰ καταγλυκαίνειν δυνάμενα φάρμακα προσάγουσι· καὶ πατέρες δὲ ὅταν ἴδωσι τοὺς παῖδας τοὺς ἑαυτῶν ἀτακτοῦντας, πρότερον ἐπιπλήξεσι σφοδροτέραις κέχρηνται, μετὰ δὲ ταῦτα νουθεσίαις καὶ παρακλήσεσι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, εἰ καὶ χθὲς σφοδρότερον ἐχρησάμεθα τῷ λόγῳ, ἀλλὰ σήμερον προσηνεστέραν ποιησόμεθα τὴν διάλεξιν, καὶ καθάπερ μέλη ἡμέτερα θεραπεύσομεν. Ὥσπερ γὰρ ἡ προκοπὴ ἡ ὑμετέρα ἡμῖν πλείονα τὴν παῤῥησίαν προξενεῖ. Καὶ τοῦτο ἡμῶν ἐστιν ὁ πλοῦτος ὁ πνευματικός, τὸ ὁρᾷν ὑμᾶς ἐν τοῖς πνευματικοῖς ἐπιδιδόντας, καὶ ἐν ἀρετῇ διαλάμποντας, καὶ τῶν βλάπτειν δυναμένων ἀπεχομένους· οὕτως ἐπειδὰν ἴδωμεν ὑμᾶς ὑποσκελιζομένους, καὶ ὑπαγομένους ταῖς ἀπάταις ταῖς διαβολικαῖς, κατηφείας πληρούμεθα, καὶ αἰσχύνη τις, ὡς εἰπεῖν, κατασκεδάζεται τῆς ἡμετέρας ψυχῆς. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, «Τότε ἡμεῖς ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ». Ὡς οὖν τέλειοι καὶ πεπληρωμένοι συνέσεως, οὕτω τῶν μὲν ὄπισθεν ἐπιλανθάνεσθε, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνεσθε, καὶ τὰς συνθήκας, ἃς πρὸς τὸν Χριστὸν ἔθεσθε, ἀνακαλεσάμενοι, βεβαίας ταύτας εἰς τὸ ἑξῆς διαφυλάττετε, καὶ λογισμῷ σώφρονι πᾶσαν εἴσοδον ταῖς τοῦ διαβόλου μηχαναῖς ἀποκλείσαντες, τῇ μετὰ ταῦτα σπουδῇ τὴν ἀπὸ τῆς ῥᾳθυμίας προστριβεῖσαν ὑμῖν κηλῖδα ἀπονίψασθε, περιγενόμενοι τῆς ἀκαίρου συνηθείας καὶ ἐπιβλαβοῦς, καὶ λογισάμενοι, ὡς οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ὅτι ἑαυτοῖς πολλὴν τὴν βλάβην προστρίβοντες οἱ αὐτόθι παραγενόμενοι, ἀλλ’ ὅτι καὶ πολλοῖς ἑτέροις σκανδάλου ὑπόθεσις γίνονται. Ὅταν γὰρ ἴδωσιν Ἕλληνες καὶ Ἰουδαῖοι τὸν ἐφ’ ἑκάστης ἡμέρας εἰς τὴν ἐκκλησίαν διημερεύοντα, καὶ συνεχοῦς ἀπολαύοντα διδασκαλίας, ἀθρόον ἐκεῖ φαινόμενον, καὶ μετ’ αὐτῶν συμφυρόμενον, πῶς οὐ νομίσουσιν ἀπάτην εἶναι τὰ ἡμέτερα, καὶ περὶ πάντων τῶν παρ’ ἡμῖν τὴν αὐτὴν ὑπόληψιν ἕξουσιν; Ἢ οὐκ ἀκούεις τοῦ μακαρίου Παύλου παραινοῦντος, λαμπρᾷ τῇ φωνῇ, καὶ συμβουλεύοντος, «Ἀπρόκοποι γίνεσθε»; Εἶτα ἵνα μὴ νομίσῃς περὶ τῶν οἰκείων μόνον τὴν παραγγελίαν παρ’ αὐτοῦ γίνεσθαι, καὶ τῶν μεθ’ ἡμῶν τεταγμένων, προσέθηκεν, «Καὶ Ἰουδαίοις καὶ Ἕλλησι», καὶ τότε ἐπήγαγε, «Καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ». Οὐδὲν γὰρ οὕτω λυμαίνεται καὶ βλάπτει τὴν θρησκείαν τὴν ἡμετέραν, ὡς καὶ τοῖς ἀπίστοις λαβὴν τινα παρέχειν. Ὅταν οὖν ἴδωσί τινας ἐν ἀρετῇ διαλάμποντας παρ’ ἡμῖν, καὶ πολλὴν τῶν βιωτικῶν ὑπεροψίαν ποιουμένους, οἱ μὲν αὐτῶν καὶ ἀποπνίγονται, οἱ δὲ πολλάκις καὶ εἰς θαῦμα ἔρχονται ἐκπληττόμενοι, ὅτι τῆς αὐτῆς αὐτοῖς φύσεως ὄντες οὐ τὰ αὐτὰ αὐτοῖς μετίασιν. Ἀμέλει ἐπειδὰν θεάσωνταί τινα μικρὰν ῥᾳθυμίαν προσγενομένην, εὐθέως τὴν γλῶτταν ἀκονοῦσι κατὰ πάντων ὁμοῦ, καὶ ἀπὸ τῆς τοῦ ἑνὸς ῥᾳθυμίας κατὰ παντὸς τοῦ τῶν Χριστιανῶν ἔθνους τὰ αὐτὰ ψηφίζονται. Καὶ οὐδὲ μέχρι τούτου ἵστανται, ἀλλ’ εὐθέως κατὰ τῆς ἑαυτῶν κεφαλῆς φθεγγόμενοι, διὰ τὴν τῶν δούλων ῥᾳθυμίαν, καὶ τὸν κοινὸν δεσπότην βλασφημεῖν τολμῶσι, καὶ νομίζουσι τῆς οἰκείας πλάνης παραπέτασμα αὐτοῖς γίνεσθαι τὴν ἑτέρων ῥᾳθυμίαν.

β’. Ὅτι δὲ μέγιστον φέρει τοῦτο κίνδυνον τοῖς ἀφορμὴν αὐτοῖς τῆς βλασφημίας παρέχουσιν, ἀκούσωμεν τοῦ προφήτου βοῶντος, καὶ λέγοντος ἐκ προσώπου τοῦ Θεοῦ, «Οὐαὶ ὑμῖν, ὅτι δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι». Φοβερὸν τὸ ῥῆμα καὶ φρίκης γέμον. Τὸ γὰρ «Οὐαί» τοῦτο ὡσανεὶ θρηνοῦντός ἐστι τοὺς μέλλοντας ὑπὸ τὴν ἀπαραίτητον ἐκείνην κόλασιν γίνεσθαι. Ὥσπερ οὖν τοῖς διὰ τῆς οἰκείας ἀμελείας αἰτίαν ἐκείνοις παρέχουσι τῆς βλασφημίας τοσαύτη κεῖται τιμωρία, οὕτω πάλιν τοῖς τῆς ἀρετῆς ἐπιμελουμένοις μυρίων στεφάνων ὑπόθεσις γίνεται. Τὸ αὐτὸ τοῦτο διδάσκων ὁ Χριστὸς ἔλεγε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς». Ὃν γὰρ τρόπον ἐκεῖνοι διὰ τὴν τινων ῥαθυμίαν σκανδαλιζόμενοι τὴν γλῶτταν ἀκονοῦσι κατὰ τοῦ Δεσπότου τοῦ ἡμετέρου· οὕτω, φησίν, ἐπειδὰν τὴν ἀρετὴν μετίητε, δρῶντες ὑμᾶς οἱ ἄνθρωποι, οὐ μέχρι τῆς ὑμετέρας εὐφημίας ἵστανται, ἀλλ’ ὅταν ἴδωσιν ὑμῶν τὰ ἔργα λάμποντα καὶ καταυγάζοντα ὑμῶν τὰς ὄψεις, εἰς δοξολογίαν κινοῦνται τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς· τούτου δὲ ὑπ’ ἐκείνων γινομένου, πάλιν ἡμῖν τὰ τῆς ἀμοιβῆς πολυπλασιάζεται, καὶ ὑπὲρ τῆς ἐκείνων εὐφημίας τὰ μυρία ἡμῖν ἀγαθὰ χαρίζεται ὁ Δεσπότης· «Τοὺς δοξάζοντάς μὲ γάρ, φησί, δοξάσω». Πάντα τοίνυν ποιῶμεν, ἀγαπητοί, ὥστε δοξάζεσθαι τὸν ὑμέτερον Δεσπότην, καὶ μηδενὶ σκανδάλου αἰτίαν παρέχωμεν. Τοῦτο γὰρ διηνεκῶς ἡμᾶς διδάσκει ὁ τῆς οἰκουμένης διδάσκαλος ὁ μακάριος Παῦλος, ποτὲ μὲν λέγων· «Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφὸν μου, οὐ μὴ φάτω κρέα εἰς τὸν αἰῶνα»· καὶ πάλιν ἐν ἑτέρῳ φησιν· «Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε». Σφόδρα ἡ ἀπειλὴ καὶ μεγάλην ἔχουσα τὴν κατάκρισιν. Μὴ γὰρ νομίσῃς, φησίν, εἰς ἐκεῖνον μόνον περιστήσεσθαι τὴν βλάβην· εἰς αὐτὸν διαβαίνει τὸν Χριστὸν τὸν δι’ ἐκεῖνον σταυρωθέντα. Εἰ τοίνυν ὁ Δεσπότης σου σταυρωθῆναι οἱ· αὐτὸν οὐ παρῃτήσατο, σὺ οὐκ ἀνέχῃ πάντα ποιῆσαι, ὥστε μηδεμίαν αὐτῷ σκανδάλου ἀφορμὴν παρέχειν; Καὶ πανταχοῦ εὑρήσεις αὐτὸν ταῦτα συμβουλεύοντα τοῖς μαθητευομένοις· τοῦτο γὰρ ἐστιν, ὃ συνέχει τὴν ζωὴν τὴν ἡμετέραν. Διὰ τοῦτο καὶ ἀλλαχοῦ γράφων ἔλεγε· «Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος»· καὶ πάλιν ἑτέρωθι· «Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ». Εἶδες σύνεσιν ἀποστολικήν; Εἰ καὶ ἔξεστί μοι, φησί, τὶ διαπράξασθαι, καὶ μηδὲν μοι τοῦτο λυμαίνεται, ἀλλὰ διὰ τὸ μὴ ἕπεσθαι τὴν τοῦ πλησίον οἰκοδομήν, οὐκ ἂν ἀνασχοίμην αὐτὸ πρᾶξαι. Εἶδες ψυχὴν φιλόστοργον, καὶ πῶς οὐδαμοῦ τὸ ἑαυτοῦ σκοπεῖ, ἀλλὰ διὰ πάντων δείκνυσι μεγίστην ἀρετὴν ταύτην οὖσαν, τὸ τῆς τῶν πλησίον οἰκοδομῆς πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν; Ταῦτα δὴ πάντα γινώσκοντες φυλαττώμεθα, παρακαλῶ, καὶ ἀπεχώμεθα τῶν λυμαίνεσθαι τὸν πλοῦτον τῆς ἡμετέρας ἀρετῆς δυναμένων, καὶ μηδέποτέ τι πράττωμεν, ὃ τῷ πλησίον παρέχει τινὰ βλάβην. Τοῦτο γὰρ καὶ τὸ ἁμάρτημα ἐπιτείνει, καὶ τὴν κόλασιν ἡμῖν σφοδροτέραν προξενεῖ. Καὶ μηδὲ τοῦ τυχόντος καταφρονῶμεν, μηδὲ λέγωμεν τὰ ψυχρὰ ἐκεῖνα ῥήματα, τὶ δὲ μοι μέλλει, ἐὰν ὁ δεῖνα σκανδαλίζηται; Τὶ λέγεις, εἰπὲ μοι; Τὶ σοι μέλει; Προσέταξεν ὁ Χριστὸς οὕτω σου λάμπειν τὸν βίον, ὡς μὴ μόνον σε θαυμάζεσθαι ὑπὸ τῶν ὁρώντων, ἀλλὰ καὶ τὸν Δεσπότην τὸν σὸν δοξολογεῖσθαι καὶ σὺ τὸ ἐναντίον ἐργαζόμενος, καὶ παρασκευάζων ἀντὶ δοξολογίας Βλασφημίας εἰς αὐτὸν γίνεσθαι, οὐδένα λόγον ποιῇ; Καὶ ποῦ τοῦτο ψυχῆς εὐλαβοῦς, καὶ τοὺς Θεοῦ νόμους ἀκριβῶς ἐπισταμένης;

γ’. Ἀλλ’ καὶ πρότερον ταῦτά τις ὑπὸ τῆς συνηθείας ἑλκόμενος ἀδιαφόρως ἐφθέγξατο, νῦν, παρακαλῶ, δεξάμενος ἡμῶν τὴν νουθεσίαν, παυέσθω τῶν ἀκαίρων τούτων λόγων, καὶ οὕτως ἅπαντα πράττειν σπουδαζέτω, ὡς μήτε ὑπὸ τοῦ ἀκοιμήτου ἐκείνου ὀφθαλμοῦ κατακρίνεσθαι, μήτε ὑπὸ τοῦ συνειδότος καταγινώσκεσθαι, μήτε ὑπὸ τῶν εἰς αὐτὸν ὁρώντων βλασφημίας κινεῖσθαι κατὰ τοῦ Δεσπότου. Ἐὰν γὰρ μετὰ τοσαύτης φυλακῆς τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, πολλῆς ἀπολαυσόμεθα καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ διαφευξόμεθα τοῦ διαβόλου τὰς μηχανάς. Ὅταν γὰρ ἴδῃ ἡμᾶς οὕτω νήφοντας καὶ ἐγρηγορότας, ἐννοῶν ὡς ἀνονήτοις ἐπιχειρήσειε, καλυψάμενος ἀποστήσεται. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· φέρε δὴ λοιπὸν τὰ ἀναγνωσθέντα προθέντες ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τὴν πνευματικὴν ὑμῖν παραθῶμεν ἑστίασιν, καὶ ἴδωμεν μαθόντες τὶ καὶ σήμερον ὁ μακάριος Μωϋσῆς, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τούτου γλώττης ἡμᾶς διδάξαι βούλεται. Τὶ οὖν φησί; «Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως». Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς τάξει τινὶ καὶ ἀκολουθίᾳ πᾶσαν τὴν δημιουργίαν ἡμᾶς διδάσκει. Πρότερον ἐδίδαξεν ἡμᾶς πῶς τὴν γῆν εἰς τὴν τῶν καρπῶν γένεσιν τῷ αὐτοῦ ἐπιτάγματι διήγειρεν· εἶτα τὴν δημιουργίαν τῶν δύο φωστήρων διδάξας, προσέθηκεν καὶ τὴν τῶν ἀστέρων ποικιλίαν, δι’ ὢν τοῦ οὐρανοῦ φαιδρότερον τὸ κάλλος εἰργάσατο· σήμερον λοιπὸν μεταβαίνει ἐπὶ τὰ ὕδατα, καὶ δείκνυσιν ἡμῖν, τῷ λόγῳ αὐτοῦ καὶ τῷ ἐπιτάγματι ζῶα ἔμψυχα ἐξ αὐτῶν ἀναδιδόμενα. «Ἐξαγαγέτω γάρ, φησί, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς τῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ». Ποῖος λόγος, εἰπὲ μοι ἐφικέσθαι δυνήσεται τοῦ θαύματος; Ποῖα ἀρκέσει γλῶττα πρὸς εὐφημίαν τοῦ δημιουργοῦ; Εἶπε μόνον, «Βλαστησάτω ἡ γῆ», καὶ εὐθέως πρὸς τὰς ὠδῖνας αὐτὴν διήγειρε· νῦν λέγει, «Ἐξαγαγέτω τὰ ὕδατα». Ὅρα πῶς κατάλληλα αὐτοῦ τὰ προστάγματα· ἐκεῖ, «Βλαστησάτω», ἐνταῦθα, «Ἐξαγαγέτω τὰ ὕδατα, φησί, ἑρπετὰ ψυχῶν ζωσῶν». Καθάπερ γὰρ ἐπὶ τῆς γῆς εἶπε μόνον, Βλαστησάτω, καὶ διάφορος καὶ ποικίλη τῶν ἀνθῶν ἡ ποικιλία, καὶ τῶν βοτανῶν, καὶ τῶν σπερμάτων ἐδόθη, καὶ ἑνὶ λόγῳ τὰ πάντα παρήχθη· οὕτω καἰ ἐνταῦθα εἶπεν, «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν», καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἀθρόον τοσαῦτα γένη ἑρπετῶν, τοσαύτη διαφορὰ πετεινῶν ἐδημιουργεῖτο, ὅσην οὐδὲ τῷ λόγῳ ἀπαριθμήσασθαι δυνατόν. Καὶ τὸ μὲν ῥῆμα βραχύ, καὶ ῥῆμα ἕν, τὰ δὲ γένη τῶν ζώων διάφορα καὶ ποικίλα. Ἀλλὰ μὴ ξενισθῇς, ἀγαπητέ· ῥῆμα γὰρ ἦν Θεοῦ, καὶ ὁ λόγος αὐτοῦ τὴν σύστασιν τοῖς γινομένοις ἐχαρίσατο. Ὁρᾷς πῶς ἅπαντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει; Εἶδες διδασκαλίας ἀκρίβειαν; Εἶδες συγκατάβασιν Δεσπότου, ὅσην ἐπιδείκνυται περὶ τὸ γένος τὸ ἡμέτερον; Πόθεν γὰρ ταῦτα ἡμεῖς οὕτω μετὰ ἀκριβείας μαθεῖν ἂν ἠδυνήθημεν, εἰ μὴ αὐτὸς διὰ πολλὴν καὶ ἄφατον φιλανθρωπίαν κατηξίωσε διὰ τῆς τοῦ προφήτου γλώττης διδάξαι τὴν τῶν ἀνθρώπων φύσιν, ἵνα εἰδέναι ἔχωμεν καὶ τῶν δημιουργηθέντων τὴν τάξιν, καὶ τοῦ δημιουργήσαντος τὴν δύναμιν, καὶ ὅπως ὁ λόγος αὐτοῦ ἔργον ἐγένετο, καὶ τὸ ῥῆμα αὐτοῦ τὴν σύστασιν καὶ τὴν εἰς τὸ εἶναι πάροδον αὐτοῖς ἐχαρίσατο;

δ’. Ἀλλ’ εἰσὶ τινες τῶν ἀγνωμόνων, οἳ καὶ μετὰ τοσαύτην διδασκαλίαν ἀπιστεῖν ἐπιχειροῦντες, καὶ μὴ συγχωροῦντες μήτε δημιουργὸν ἔχειν τὰ ὁρώμενα, ἄλλοι μὲν αὐτόματα αὐτὰ φάσκοντες εἶναι, ἕτεροι δὲ ἐξ ὑποκειμένης τινὸς ὕλης γεγενῆσθαι. Σκόπει τοῦ διαβόλου πόση ἡ ἀπάτη, πῶς ἀπεχρήσατο τῇ εὐκολίᾳ τῆς γνώμης τῶν τῇ πλάνῃ δουλευόντων. Διὰ τοῦτο ὁ μακάριος Μωϋσῆς μετὰ τοσαύτης ἡμᾶς ἀκριβείας διδάσκει ὑπὸ τοῦ θείου Πνεύματος ἐνηχούμενος, ἵνα μὴ τὰ αὐτὰ τούτοις πάθωμεν, ἀλλ’ εἰδέναι ἔχωμεν σαφῶς, καὶ τὴν ἀκολουθίαν τῶν δημιουργηθέντων, καὶ ὅπως ἕκαστον ἐδημιουργήθη. Εἰ γὰρ μὴ τῆς ἡμετέρας κηδόμενος σωτηρίας ὁ Θεὸς οὕτως ὡδήγησε τοῦ προφήτου τὴν γλῶτταν, ἤρκει εἰπεῖν, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανόν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὰ ζῶα, καὶ μήτε τάξιν θεῖναι ἡμερῶν, μήτε τὶ μὲν πρῶτον, τὶ δὲ ὕστερον γεγένηται. Ἀλλ’ ἵνα μηδεμίαν τοῖς ἀγνωμονεῖν βουλομένοις καταλείπηται ἀπολογίας πρόφασιν, οὕτω διαιρεῖ σαφῶς καὶ τὴν τῶν γινομένων τάξιν, καὶ τῶν ἡμερῶν τὸν ἀριθμόν, καὶ πάντα μετὰ πολλῆς τῆς συγκαταβάσεως ἡμᾶς διδάσκει, ἵνα μαθόντες τὴν ἀλήθειαν ἅπασαν, μηκέτι τῇ πλάνῃ τῶν ἐξ οἰκείων λογισμῶν ἅπαντα φθεγγομένων προσέχωμεν, ἀλλ’ εἰδέναι ἔχωμεν τοῦ δημιουργοῦ τοῦ ἡμετέρου τὴν ἄφατον δύναμιν. «Καὶ ἐγένετο, φησίν, οὕτως». Εἶπεν, «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ὑπήκουσε τὸ στοιχεῖον, καὶ ἐπλήρωσε τὸ ἐπιταχθέν. Καὶ ἐγένετο, φησίν, οὕτως, ὡς ἐκέλευσεν ὁ Δεσπότης· καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά, καὶ ηὐλόγησεν αὐτὰ ὁ Θεός, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τὰ ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς». Θέα μοι πάλιν ἐνταῦθα, πόση τοῦ Πνεύματος ἡ σοφία. Εἰπὼν γὰρ ὁ μακάριος Μωϋσῆς, ὅτι «Ἐγένετο οὕτως», διδάσκει ἡμᾶς κατὰ μέρος ἐπάγων καὶ λέγων, «Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά». Ἐνταῦθα τῶν ἀπερισκέπτως ἅπαντα φθεγγομένων πάλιν ἀναιρεῖ τὴν τόλμαν. Ἵνα γὰρ μὴ τις ἔχῃ λέγειν, καὶ τίνος ἕνεκα τὰ κήτη γέγονε; Ποίαν ἡμῖν χρείαν συντελεῖ; Τὶ τὸ ὄφελος ἐκ τῆς τούτων δημιουργίας; Διὰ τοῦτο εἰπών, «Ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, καὶ τὰ πετεινά, εὐθέως ἐπήγαγε, Καὶ εἶδεν ὁ Θεός, ὅτι καλά». Μὴ γὰρ ἐπειδὴ σύ, φησί, τὸν λόγον ἀγνοεῖς τῶν γεγενημένων, ἐπισκήπτειν ἐπιχειρεῖ τοῖς δημιουργήμασιν.· Ἤκουσας τοῦ Δεσπότου ψηφιζομένου, καὶ λέγοντος, ὅτι καλά, καὶ πῶς σὺ μέμηνας τολμῶν λέγειν, διὰ τὶ γεγένηται; Καὶ ὡς περιττὴν αὐτῶν τὴν δημιουργίαν διαβάλλεις; Ἐὰν γὰρ εὐγνώμων ᾗς, δυνήσῃ καὶ ἐκ τῆς τούτων δημιουργίας καὶ τὴν δύναμιν τοῦ σοῦ Δεσπότου, καὶ τὴν ἄφατον φιλανθρωπίαν καταμαθεῖν· τὴν μὲν δύναμιν ὅτι τῷ λόγῳ καὶ ἐπιτάγματι ἐκ τῶν ὑδάτων τοιαῦτα ζῶα παραχθῆναι πεποίηκε· τὴν δὲ φιλανθρωπίαν, ὅτι καὶ παραγαγὼν ἰδίαν τινὰ χώραν αὐτοῖς ἀπένειμε, καὶ τὸ ἄπλετον μέρος τῆς θαλάσσης αὐτοῖς ἀπεκλήρωσεν, ὥστε μηδένα λυμαίνεσθαι, ἀλλ’ ἐνδιαιτᾶσθαι μὲν τοῖς ὕδασι, καὶ διὰ τῆς ὄψεως τοῦ δημιουργοῦ διδάσκειν τὴν ὑπερβάλλουσαν δύναμιν, μηδεμίαν δὲ βλάβην παρέχειν τῷ τῶν ἀνθρώπων γένει. Ἢ μικρὸν οἴει τοῦτο μέρος εἶναι φιλανθρωπίας, τὸ διπλῆν ἐξ αὐτῶν σοι γίνεσθαι τὴν ὠφέλειαν; Καὶ γὰρ εἰς θεογνωσίαν ἐνάγει τοὺς εὐγνωμονεῖν βουλομένους, καὶ ἐκπλήττεσθαι παρασκευάζει τῆς φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, ὅτι τῆς ἀπ’ αὐτῶν βλάβης ἠλευθέρωσε τὴν τῶν ἀνθρώπων φύσιν. Οὐδὲ γὰρ εἰς χρείαν ἡμῖν μόνον ἅπαντα παρ’ αὐτοῦ δεδημιούργηται, ἀλλὰ διὰ τὴν πολλὴν αὐτοῦ φιλοτιμία, τὰ μὲν εἰς χρείαν, τὰ δὲ καὶ διὰ τοῦτο παρήχθη, ἵνα κηρύττηται τοῦ ποιήσαντος αὐτὰ ἡ δύναμις. Ἀκούων τοίνυν, ὅτι «Εἶδεν ὁ Θεὸς ὅτι καλά», μηκέτι τόλμα ἀντιφθέγγεσθαι τῇ θείᾳ Γραφῇ, μηδὲ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, καὶ λέγειν, διὰ τὶ τὸ καὶ τὸ ἐγένετο; «Καἰ εὐλόγησεν αὐτὰ ὁ Θεός, φησί, καὶ εἶπεν· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς.

ε’. Αὕτη ἐστὶν ἡ εὐλογία, τὸ εἰς πλῆθος αὐτὰ ἐπιδοῦναι. Ἐπειδὴ ἔμψυχα ᾖν τὰ ζῶα τὰ δημιουργηθέντα, ἐβούλετο δὲ διηνεκῆ τούτων εἶναι τὴν σύστασιν»· διὰ τοῦτο ἐπήγαγε· «Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός, καὶ εἶπεν· Αὐξάνεσθε, καὶ πληθύνεσθε». Τὸ γὰρ ῥῆμα ἐκεῖνο μέχρι τοῦ παρόντος ταῦτα συγκρατεῖ, καὶ τοσοῦτο μῆκος χρόνου παρέδραμε, καὶ οὐδὲ ἐν τούτων γένος ἠλαττώθη. Ἡ γὰρ εὐλογία ἡ παρὰ τοῦ Θεοῦ, καὶ τὸ ῥῆμα τὸ λέγον, «Αὐξάνεσθε καὶ πληθύνεσθε», τὴν σύστασιν αὐτοῖς καὶ τὴν διαμονὴν ταύτην ἅπασαν ἐχαρίσατο. «Καὶ ἐγένετο, φησίν, ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη». Εἶδες πῶς καὶ τὰ κατὰ τὴν πέμπτην ἡμέραν δημιουργηθέντα ζῶα ἐδίδαξεν ἡμᾶς ἡ θεῖα Γραφή; Ἀλλὰ μικρὸν ἀνάμεινον, καὶ ὄψει πάλιν τοῦ σοῦ Δεσπότου τὴν φιλανθρωπίαν. Οὐδὲ γὰρ μόνον τὰ ὕδατα πρὸς τὴν τῶν ζώων γένεσιν διήγειρεν, ἀλλὰ καὶ ἐκ τῆς γῆς πάλιν ἀναδοθῆναι προσέταξε ζῶα χερσαῖα. Οὐδὲν γὰρ ἄτοπον μικρὸν ἐφάψασθαι σήμερον καὶ τῶν κατὰ τὴν ἕκτην ἡμέραν γενομένων. «Καὶ εἶπε, φησίν, ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετά, καὶ θηρία ἐπὶ τῆς τῆς, καὶ τὰ κτήνη, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος. Καὶ ἐγένετο οὕτως». Ὅρα καὶ τὴν γῆν πάλιν διπλῆν καρποφορίαν παρέχουσαν, καὶ τῷ προστάγματι τοὐ Δεσπότου ὑπηρετουμένην. Τότε μὲν γὰρ τῶν σπερμάτων τὴν βλάστην ἐξέδωκε, νῦν δὲ ζῶα ἔμψυχα, τετράποδα, ἑρπετά, θηρία καὶ κτήνη. Ἰδοὺ ὅπερ ἔφθην εἰπών, τοῦτο καὶ νῦν δείκνυται, ὅτι οὐ διὰ χρείαν ἡμετέραν μόνον ἅπαντα παρήγαγεν, ἀλλὰ καὶ δι’ ὠφέλειαν, ἵνα ὁρῶντες τὴν ἄφθονον περιουσίαν τῶν αὐτοῦ δημιουργημάτων, ἐκπληττώμεθα τοῦ δημιουργοῦ δύναμιν, καὶ εἰδέναι ἔχωμεν ὡς σοφίᾳ τινὶ καὶ ἀφάτῳ φιλανθρωπίᾳ διὰ τὴν εἰς τὸν μέλλοντα ἄνθρωπον γίνεσθαι τιμήν, ταῦτα ἅπαντα παρήχθη.

«Καὶ ἐποίησε, φησίν, ὁ Θεός· τὰ θηρία τῆς γῆς κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη κατὰ γένος ἀνθρώπων, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν». Καὶ εἶδεν ὁ Θεός, ὅτι καλά. Ποῦ νῦν εἰσιν οἱ τολμῶντες λέγειν; Διὰ τὶ θηρία; Διὰ τὶ ἑρπετά; Ἀκουέτωσαν τῆς θείας Γραφῆς λεγούσης, «Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά». Εἰπὲ μοι, αὐτὸς ὁ δημιουργήσας ἐπαίνει τὰ γινόμενα, καὶ οὐ ἐπισκήπτειν τολμᾷς; Καὶ πόσης οὐκ ἂν εἴη τοῦτο μανίας; Ἐπεὶ καὶ ἐν τοῖς σπέρμασι καὶ ἐν τοῖς φυτοῖς οὐ μόνον ἔγκαρπα δένδρα ἀνέδωκεν ἡ γῆ, ἀλλὰ καὶ ἄκαρπα, καὶ οὐ μόνον ἀχρησίμους βοτάνας ἀλλὰ καὶ ἡμῖν ἀγνώστους ἐκφέρει, πολλάκις καὶ ἐπιβλαβεῖς· ἀλλ’ οὐ διὰ τοῦτο τολμήσει τις μέμφεσθαι τοῖς γινομένοις· οὐδὲν γὰρ μάτην, οὐδὲ ἁπλῶς γεγένηται. Οὐδὲ γὰρ ἂν τὸν ἔπαινον ἐδέξατο παρὰ τοῦ Δεσπότου, εἰ μὴ πρὸς χρείαν τινὰ ἐπωφελῆ δεδημιούργηται. Καθάπερ οὖν ἐπὶ τῶν δένδρων οὐ πάντα ἐστὶν ἔγκαρπα, ἀλλὰ καὶ ἄκαρπα πολλά, καὶ οὐκ ἔλαττον τῶν ἐγκάρπων κἀκεῖνα θαυμαστὴν ἡμῖν τὴν χρείαν παρέχεται, πρὸς τὴν ἀνάπαυσιν τὴν ἡμετέραν συντελοῦντα· καὶ γὰρ καὶ οἰκοδομὰς ἐξ αὐτῶν, καὶ πολλὰς ἑτέρας χρείας πρὸς τὴν ἡμετέραν ἀνάπαυσιν συντελούσας κατασκευάζομεν, καὶ ὅλως οὐδὲν ἐστιν, ὃ μὴ λόγῳ τινὶ δεδημιούργηται, εἰ καὶ ἡ ἀνθρωπίνη φύσις οὐκ ἰσχύει πάντων μετὰ ἀκριβείας εἰδέναι τὸν λόγον· ὥσπερ οὐχ ἐπὶ τῶν δένδρων, οὕτω καὶ ἐπὶ τῶν ζώων τὰ μὲν πρὸς βρῶσιν ἡμῖν ἐστιν ἐπιτήδεια, τὰ δὲ πρὸς ὑπηρεσίαν. Καὶ τῶν θηρίων δὲ τὰ γένη, καὶ τῶν ἑρπετῶν οὐ μικρὰν ἡμῖν χρείαν συντελεῖ, καὶ εἰ βουληθείη τις εὐγνωμόνως καταμαθεῖν, εὑρίσκει καὶ νῦν, ὅτε τῆς ἀρχῆς αὐτῶν ἀφῃρέθημεν διὰ τὴν τοῦ πρωτοπλάστου παρακοήν, πολλὴν τὴν ἀπ’ αὐτῶν ὠφέλειαν ἡμῖν προσγινομένην. Πολλὰ γὰρ καὶ ἐκ τούτων λαμβάνοντες ἰατρῶν παῖδες κατασκευάζουσι πρὸς τὴν τῶν ἡμετέρων σωμάτων ὑγίειαν συντελεῖν δυνάμενα. Ἄλλως δὲ ποία βλάβη ἐκ τῆς τῶν θηρίων δημιουργίας, ὁπότε καθάπερ τὰ ἥμερα, οὕτω καὶ αὐτὰ ὑπὸ τὴν ἐξουσίαν τυγχάνειν ἤμελλε, τοῦ μετ’ οὐ πολὺ μέλλοντος δημιουργεῖσθαι; Τοῦτο γὰρ τέως φημί.

Ϛ’. Ἵνα δὲ μάθῃς τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, ἣν περὶ τὸ γένος τὸ ἡμέτερον ἐπιδείκνυται, ἐπειδὴ ἐξέτεινε τὸν οὐρανόν, ἥπλωσε τὴν γῆν, ἐδημιούργησε τὸ στερέωμα, καθάπερ τι μέσον τειχίον τὴν διαίρεσιν τῶν ὑδάτων ἐργαζόμενον, εἶτα τὴν συναγωγὴν τῶν ὑδάτων γενέσθαι προστάξας, τὰ μὲν θαλάσσας ὠνόμασε, τὴν δὲ ξηρὰν γῆν, εἶτα ταύτην ἐκαλλώπισε ταῖς τῶν σπερμάτων ἀναδόσεσι, καὶ τῶν λοιπῶν βοτανῶν. Μετῆλθε πάλιν ἐπὶ τὴν τῶν δύο μεγάλων φωστήρων δημιουργίαν, καὶ τῶν ἀστέρων τὴν ποικιλίαν, δι’ αὐτῶν τὸ κάλλος τοῦ οὐρανοῦ κατακοσμήσας· εἶτα τὰ ἐκ τῶν ὑδάτων ζῶα ἔμψυχα παραγαγών, καὶ τὰ πετεινὰ τὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ πληρώσας τῶν πέντε ἡμερῶν τὸν ἀριθμόν, ἐπειδὴ ἐχρῆν καὶ τὰ ἀπὸ τῆς γῆς ζῶα δημιουργηθῆναι, προστάξας καὶ ταῦτα ἀναδοθῆναι, τὰ τε πρὸς τροφὴν ἐπιτήδεια, τὰ τε πρὸς τὴν ὑπηρεσίαν χρήσιμα. Καὶ τὰ θηρία καὶ τὰ ἑρπετά, τότε λοιπὸν ἐπειδὴ πάντα κατεκόσμησε, καὶ τὴν προσήκουσαν ἐπέθηκεν εὐταξίαν καὶ διακόσμησιν τοῖς ὁρωμένοις, καὶ τὴν τράπεζαν πολυτελῆ παρεσκεύασε ποικίλων καὶ παντοδαπῶν πεπληρωμένην τῶν ἐδεσμάτων, καὶ πολλὴν τὴν ἀφθονίαν καὶ τὸν πλοῦτον ἔχουσαν, καὶ τὰ βασίλεια, ὡς ἂν εἴποι τις, πανταχόθεν λαμπρὰ εἰργάσατο τὰ ἄνω, τὰ κάτω ποικίλως φαιδρύνας, τότε λοιπὸν τὸν τούτων ἁπάντων ἀπολαύειν μέλλοντα δημιουργεῖ, τὴν ἐξουσίαν τῶν ὁρωμένων ἁπάντων αὐτῷ παραδιδούς, καὶ δεικνὺς ὅσῳ τῶν δημιουργηθέντων ἁπάντων τιμιώτερον τὸ μέλλον διαπλάττεσθαι ζῶον, εἴγε πάντα τὰ γενόμενα ὑπὸ τὴν τούτου ἐξουσίαν, καὶ ἐπιτροπὴν γενέσθαι κελεύει. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ κατὰ τὴν διάπλασιν τοῦ θαυμαστοῦ τοῦτον ζῶον τοῦ λογικοῦ καὶ ἐμψύχου, τοῦ ἀνθρώπου λέγω, τὴν συνήθη παράκλησιν ὑμῖν καὶ νῦν προσάγοντες, ὥστε καὶ τῶν εἰρημένων τὴν μνήμην διαφυλάττειν, καὶ διὰ πάντων τῶν ὁρωμένων εἰς τὴν τοῦ Δεσπότου δοξολογίαν ἑαυτοὺς διεγείρειν. Καὶ τὸ μὴ ἐφικνεῖσθαι, μηδὲ δύνασθαι πάντων τῶν δημιουργηθέντων τὸν λόγον καταλαβεῖν, μὴ γενέσθω ἡμῖν ἀπιστίας ὑπόθεσις, ἀλλὰ δοξολογίας ἀφορμή. Ὅταν γὰρ ἀτονήσῃ ὁ λογισμός, καὶ μὴ χωρήσῃ ἡ διάνοια, ἐννόει τοῦ Δεσπότου σου τὸ μέγεθος, καὶ ἐξ αὐτοῦ τούτου, ὅτι τοσαύτη αὐτοῦ ἡ δύναμις ὡς μηδὲ τὸν λόγον ἡμᾶς μετὰ ἀκριβείας εἰδέναι τῶν ὑπ’ αὐτοῦ γεγενημένων. Τοῦτο διανοίας εὐγνώμονος, τοῦτο ψυχῆς νηφούσης. Ἐπεὶ καὶ Ἕλληνες οὕτως ἐπλανήθησαν, τοῖς οἰκείοις λογισμοῖς τὰ πάντα ἐπιτρέψαντες καὶ μὴ θελήσαντες πρὸς τὸ ἀσθενὲς τῆς οἰκείας φύσεως ἀπιδεῖν, ἀλλὰ τὰ ὑπὲρ αὐτοὺς φαντασθέντες, καὶ τῶν οἰκείων ὅρων ὑπερβάντες τὸ μέτρον, καὶ τῆς προσούσης αὐτοῖς ἀξίας ἐξέπεσον. Οἱ γὰρ λόγῳ τετιμημένοι καὶ τοσαύτην προεδρίαν λαθόντες παρὰ τοῦ δημιουργοῦ, καὶ τῶν κτισμάτων ἁπάντων τῶν ὁρωμένων τιμιώτεροι, οὗτοι εἰς τοσαύτην ἀλογίαν κατηνέχθησαν, ὡς κύνας, καὶ πιθήκους, καὶ κροκοδείλους, καὶ τὰ ἀτιμότερα τούτων προσκυνεῖν. Καὶ τὶ λέγω ζῶα ἄλογα; Πολλοὶ τούτων εἰς τοσαύτην ἄνοιαν καὶ ἀναισθησίαν ἐξέπεσον, ὡς καὶ κρόμμυα, καὶ τὰ τούτων εὐτελεστέρα σέβειν. Διὰ τοῦτο ὁ προφήτης τούτους αἰνιττόμενος ἔλεγε· «Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς». Ὁ λόγῳ, φησί, τετιμημένος, καὶ τοσαύτης σοφίας ἀξιωθείς, τῶν ἀλόγων γέγονεν ὅμοιος, τάχα δὲ καὶ χείρων. Ἐκεῖνα μὲν γὰρ ἅτε ἄλογα ὄντα οὐδὲ εὐθύνας ὑφέξει· ὁ δὲ λόγῳ τετιμημένος εἰς τήν; Ἐκείνων ἀλογίαν μεταπεσών, εἰκότως μεγάλας δώσει τὰς εὐθύνας, ἀγνώμων γενόμενος περὶ τὴν τοσαύτην εὐεργεσίαν. Ἐντεῦθεν καὶ λίθους καὶ ξύλα λοιπὸν θεοὺς προσηγόρευσαν, καὶ ταῦτα τὰ ὁρώμενα στοιχεῖα ἐθεοποίησαν· ἅπαξ γὰρ ἐκτραπέντες τῆς εὐθείας ὁδοῦ, κατὰ κρημνῶν ἤχθησαν, καὶ εἰς αὐτὴν τὴν ἄβυσσον τῆς κακίας ἐξώκειλαν.

ζ’. Ἀλλ’ ἡμεῖς μηδὲ οὕτως ἀπογνῶμεν τῆς σωτηρίας αὐτῶν, ἀλλὰ τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν, καὶ μετὰ πάσης προθυμίας καὶ μακροθυμίας αὐτοῖς διαλεγώμεθα, δεικνύντες καὶ τοῦ πράγματος τὴν ἀτοπίαν, καὶ τῆς βλάβης τὸ μέγεθος, καὶ μηδέποτε ἀπαγορεύωμεν αὐτῶν τὴν σωτηρίαν. Εἰκὸς γὰρ αὐτοὺς πεισθήσεσθαι τοῦ χρόνου προϊόντος, καὶ μάλιστα ἂν ἡμεῖς οὕτω πολιτευώμεθα, ὡς μηδεμίαν αὐτοῖς παρέχειν λαβήν. Πολλοὶ γὰρ τούτων, ἐπειδὰν ἴδωσί τινας τῶν μεθ’ ἡμῶν τεταγμένων τῷ ῥήματι μὲν καὶ τῇ προσηγορίᾳ Χριστιανοὺς ὀνομαζομένους, ὁμοίως δὲ ἐκείνοις ἁρπάζοντας, πλεονεκτοῦντας, βασκαίνοντας, ἐπιβουλεύοντας, δόλους ῥάπτοντας, τὰ ἀλλὰ ἅπαντα ἐργαζομένους, τρυφῇ καὶ ἀδηφαγίᾳ προσέχοντας, οὐκέτι οὐδὲ τὴν ἀπὸ τῶν λόγων νουθεσίαν προσίενται, νομίζοντες ἀπάτην εἶναι τὰ ἡμέτερα, καὶ τοῖς αὐτοῖς ἅπαντας ὑπευθύνους εἶναι. Ἐννόει μοι τοίνυν πόσων ἂν οἱ τοιοῦτοι γένοιντο κολάσεων ἄξιοι, ὅταν μὴ μόνον ἑαυτοῖς ἐπισωρεύωσι τὸ πῦρ τὸ ἄσβεστον, ἀλλὰ καὶ ἑτέροις αἴτιοι γένωνται τοῦ τῇ πλάνῃ προσηλῶσθαι, καὶ πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν μετιοῦσι διαβολῆς ἀφορμὴν παρέχουσι, καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅταν δι’ αὐτῶν ὁ Δεσπότης βλασφημῆται. Ὁρᾷς ὅση τῆς κακίας ἡ λύμῃ; Ὁρᾷς ὡς οὐ τῇ τυχούσῃ κολάσει ὑπευθύνους ἑαυτοὺς καθιστῶσιν οἱ τὴν κακίαν μετιόντες, ἀλλὰ καὶ σφόδρα βαρυτάτη, εἴγε μέλλοιεν ὑπὲρ ἁπάντων εὐθύνας ὑπέχειν, οὐ μόνον ὑπὲρ τῆς ἑαυτῶν ἀπωλείας, ἀλλὰ καὶ ὑπὲρ τοῦ τῶν πεπλανημένων σκανδάλου, καὶ ὑπὲρ τῆς κατηγορίας τῶν τὴν ἀρετὴν μετιόντων, καὶ ὑπὲρ τῆς εἰς τὸν Θεὸν βλασφημίας; Ταῦτα δὴ πάντα ἐννοοῦντες μὴ ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ τῆς κατὰ Θεὸν πολιτείας πολλὴν ποιώμεθα τὴν φροντίδα, εἰδότες ὅτι ἐντεῦθεν μάλιστα ἢ κατακρινόμεθα, ἢ τῆς παρ’ αὐτοῦ φιλανθρωπίας ἀξιούμεθα. Οὕτω τοίνυν πάντα πράττωμεν, ὥστε καὶ ἡμᾶς ἀγαθῷ συνειδότι συζῆν, καὶ τοὺς ἔτι πλανωμένους διὰ τῆς ἡμετέρας κατὰ Θεὸν ἀναστροφῆς ἐπὶ τὴν ἀλήθειαν χειραγωγεῖν, καὶ δι’ ἡμῶν καὶ τοὺς ἄλλους ἅπαντας τοὺς μεθ’ ἡμῶν τεταγμένους χρηστῆς εὐφημίας ἀπολαύειν, καὶ πρὸ τούτων ἁπάντων δοξάζεσθαι τὸν ἡμέτερον Δεσπότην, καὶ πλείονα τὴν περὶ ἡμᾶς ἐπιδείκνυσθαι κηδεμονίαν. Ὅταν γὰρ εἰς ἡμᾶς ὁρῶντες οἱ ἄνθρωποι κερδαίνωσι, καὶ τὴν εἰς τὸν Θεὸν εὐφημίαν ἀναφέρωσι, πλείονος καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς παρ’ αὐτοῦ ῥοπῆς. Τὶ γὰρ ἂν εἴη μακαριώτερον ἀνθρώπου, ὅταν οὕτω πολιτεύηται, ὥστε τοὺς ὁρῶντας ἐκπλήττεσθαι, καὶ λέγειν, Δόξα σοι, ὧ Θεός· ποταποὶ εἰσιν οἱ Χριστιανοί; Πόσην ἐπιδείκνυνται φιλοσοφίαν; Πῶς ὑπερορῶσι τῶν παρόντων; Πῶς ἅπαντα σκιὰ αὐτοῖς καὶ ὄναρ νενόμισται, καὶ οὐδενὶ τῶν ὁρωμένων προστετήκασιν, ἀλλὰ καθάπερ ἐν ξένῃ πολιτευόμενοι, οὕτως ἅπαντα διαπράττονται, καθ’ ἑκάστην ἡμέραν πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἐπειγόμενοι; Πόσην οἴει τὰ ῥήματα ταῦτα κομίζειν τοῖς οὕτω πολιτευομένοις ἐντεῦθεν ἤδη τὴν παρὰ τοῦ Θεοῦ ἀμοιβήν; Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ αὐτοὶ οἱ ταῦτα περὶ ἡμῶν ψηφιζόμενοι ταχέως τῆς πλάνης ἀποστήσονται, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήξουσι. Τοῦτο δὲ ὅσην τοῖς τοιούτοις ἐκεῖ τὴν παῤῥησίαν προξενεῖ παντὶ ποῦ δῆλόν ἐστιν. Εἰδότες τοίνυν, ὡς ὑπεύθυνοι καὶ τῆς ὠφελείας καὶ τῆς βλάβης τῶν πλησίον ἐσμέν, οὕτω τὸν ἑαυτῶν οἰκονομῶμεν βίον, ὡς μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ τοῖς ἄλλοις διδασκαλίας ὑπόθεσις γίνεσθαι, ἵνα καὶ ἐνταῦθα πολλὴν τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπασώμεθα, καὶ ἐν τῷ μέλλοντι δαψιλῶς ἀπολαύσωμεν τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μεθ’ οὐ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία Η’. Καὶ εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς τῇς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς».
Προηγούμενο: Ὁμιλία Ϛ’. Καὶ εἶπεν ὁ Θεός· Γεννηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνάμεσον τῆς ἡμέρας καὶ ἀνάμεσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος