Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία Θ’. Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν», καὶ πρὸς τοὺς λέγοντας, διὰ τὶ τὰ θηρία ἐδημιουργήθη; Καὶ τὶ τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν.
Προηγούμενο: Ὁμιλία Ζ’. Καὶ εἶπεν ὁ Θεὸς· «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς τῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Η’. Καὶ εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς τῇς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς».

α’. Φέρε καὶ σήμερον, ἐπειδὴ μετὰ πολλῆς τῆς προθυμίας ἠκούσατε χθὲς τῶν παρ’ ἡμῶν λεγομένων, τὰ πρόσφατον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, πρότερον ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ τὰ πρότερα ἐναποτίθεσθαι ὑμῶν τῇ διανοίᾳ, ἵνα μὴ μάτην καὶ εἰκῇ τοσοῦτον πόνον ὑπομένωμεν. Τὸ γὰρ σπουδαζόμενον, ἡμῖν, μετὰ ἀκριβείας ὑμᾶς εἰδέναι τῶν γεγραμμένων τὴν δύναμιν, ὥστε μὴ μόνον ὑμᾶς ταῦτα ἐπίστασθαι, ἀλλὰ καὶ ἑτέροις διδασκάλους γίνεσθαι, ἵνα δύνησθε, κατὰ τὸν μακάριον Παῦλον, εἷς τὸν ἕνα οἰκοδομεῖν. Ἐὰν γὰρ ὑμεῖς προκόπτητε ἐν Κυρίῳ, καὶ περὶ τὴν τῶν πνευματικῶν διδασκαλίαν ἐπίδοσίν τινα ἐπιδείκνυσθε, πολλὴν καὶ ἡμῖν παρέξετε τὴν εὐφροσύνην. Τοῦτο γὰρ ἡμῶν ἐστιν ἡ πᾶσα εὐημερία, καὶ ἡ μεγίστη ἑορτή. «Τὶς γὰρ ἡμῶν ἡ ἐλπίς, ἢ χαρά, ἢ στέφανος, φησί, καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς», καὶ ἡ ὑμετέρα κατὰ Θεὸν ἐπίδοσις; Ἐπεὶ καὶ τῶν διδασκάλων ἕκαστος, ἐπειδὰν ἴδῃ τὸν μαθητευόμενον τῶν προτέρων διδαγμάτων τὴν μνήμην ἀκριβῶς ἐμπήξαντα τῇ διανοίᾳ καὶ τὸν καρπὸν διὰ τῶν ἔργων ἐπιδεικνύμενον, μετὰ πλείονος τῆς προθυμίας καὶ τῶν ἑξῆς τὴν γνῶσιν αὐτῷ παρακατατίθεται. Καὶ ἡμεῖς τοίνυν ὅσῳ ἂν ἴδωμεν ὑμῶν τὴν διάνοιαν διεγηγερμένην, καὶ τὸν πόθον αὐξανόμενον, καὶ λογισμὸν ἐπτερωμένον, τοσούτῳ πλέον προθυμότεροι γινόμεθα πρὸς τὸ δαψιλεστέραν ὑμῖν προτιθέναι τὴν διδασκαλίαν. Ὅσῳ γὰρ ἂν πλείονα προχέωμεν ὑμῖν τὰ νάματα ταῦτα τὰ πνευματικά, τοσούτῳ καὶ ἡμῖν εὔξεται τὰ τῆς ἐπιῤῥοῆς διὰ τὴν οἰκοδομὴν τὴν ὑμετέραν, διὰ τὴν ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν· οὐδὲ γὰρ ἐστιν ἐνταῦθα συμβῆναι, ὅπερ ἐπὶ τῶν χρημάτων γίνεσθαι εἰκός. Ἐκεῖ μὲν γὰρ ὁ καταβαλῶν τῷ πλησίον τὸ ἀργύριον, ἠλάττωσε τὴν οἰκείαν περιουσίαν, καὶ ὅσῳ ἂν πλείονα καταβάλῃ, τοσούτῳ καὶ τὰ τῆς οὐσίας αὐτῷ μειοῦται· ἐνταῦθα δὲ ἀπεναντίας. Τότε μᾶλλον ἡμῖν αὔξεται τὰ τῆς περιουσίας, τότε πλέον ἐπιδίδωσι τὰ τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ, ὅταν μετὰ δαψιλείας προχέωμεν τὰ τῆς διδασκαλίας τοῖς ἀρύεσθαι βουλομένοις. Ἐπεὶ οὖν τοῦτο καὶ ἡμῖν πλείονος πλούτου καὶ περιουσίας ὑπόθεσις γίνεται, καὶ ὑμεῖς ἀκορέστως ἔχετε περὶ τὴν πνευματικὴν ταύτην τροφήν, φέρε ἴδωμεν τὶ καὶ σήμερον ὁ μακάριος Μωϋσῆς διδάσκει ἡμᾶς διά, τῶν ἀναγνωσθέντων, μᾶλλον δὲ τὶ ἡ τοῦ Πνεύματος χάρις διὰ τῆς τούτου γλώττης πᾶσιν ἡμῖν διαλέγεται. «Καὶ εἶπε, φησίν, ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν». Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοί, τὰ εἰρημένα, ἀλλὰ διερευνησώμεθα ἑκάστην λέξιν, καὶ πρὸς τὸ βάθος κατελθόντες ἀνιχνεύσωμεν τὴν ἐγκεκρυμμένην δύναμιν τοῖς βραχέσι τούτοις ῥήμασιν. Εἰ γὰρ καὶ ὀλίγα τὰ ῥήματα, ἀλλὰ πολὺς ὁ ἐγκεκρυμμένος θησαυρός, καὶ προσήκει τοὺς νήφοντας καὶ ἐγρηγορότας μὴ μέχρι τῆς ἐπιφανείας ἵστασθαι. Ἐπεὶ καὶ οἱ τὸν αἰσθητὸν τοῦτον θησαυρὸν ἀνορύττειν ἐπιχειροῦντες, οὐκ ἐξεπιπολῆς μόνον διασκάπτουσιν, οὐδὲ τὴν ἐπιφάνειαν διερευνῶνται, ἀλλ’ ἐπειδὰν εἰς πολὺ βάθος κατέλθωσι, τότε τοὺς κόλπους τῆς γῆς ἀνιχνεύουσι, καὶ οὕτω διὰ τῆς οἰκείας ἐπιστήμης χωρίζουσι τῆς γῆς τὸ χρυσίον, καὶ μετὰ τὸν πολὺν πόνον καὶ ἱδρῶτα πολλάκις ὀλίγα ψήγματα μόγις εὑρεῖν ἠδυνήθησαν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ ὁ πόνος ἐλάττων, καὶ ἡ περιουσία ἄφατος. Τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά.

β’. Μὴ τοίνυν γενώμεθα χείρους τῶν περὶ τὰ αἰσθητὰ ἐπτοημένων, ἀλλὰ διερευνήσωμεν· καὶ ἡμεῖς τὸν θησαυρὸν τοῦτον τὸν πνευματικὸν τὸν τοῖς ῥήμασι τούτοις ἐναποκείμενον, καὶ πρῶτον ἴδωμεν τὶ τὸ καινὸν καὶ παράδοξον τῶν εἰρημένων, καὶ τίνος ἕνεκεν τοσαύτῃ τῇ ἐναλλαγῇ τῶν ῥημάτων ἐχρήσατο ὁ μακάριος οὗτος προφήτης, μᾶλλον δὲ ὁ φιλάνθρωπος Θεὸς διὰ τοῦ προφήτου φθεγγόμενος. Καὶ φησί· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν». Πρῴην μὲν γὰρ ἠκούομεν αὐτοῦ λέγοντος μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν, «Γενηθήτω φῶς, καὶ Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος»· καὶ πάλιν, «Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά», καὶ «Γενηθήτωσαν φωστῆρες», καὶ «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν». Εἶδες λόγῳ μόνον καὶ προστάγματι πᾶσαν τὴν κτίσιν δημιουργουμένην ἐν ταῖς πέντε ἡμέραις; Σκόπει σήμερον πόση τῶν ῥημάτων ἡ διαφορά. Οὐκέτι γὰρ φησί, γενηθήτω ἄνθρωπος, ἀλλὰ τί; «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν». Τὶ τὸ καινόν; Τὶ τὸ ξένον; Τὶς ἆρα οὗτός ἐστιν ὁ δημιουργούμενος, ὅτι τοσαύτης βουλῆς καὶ σκέψεως ἐδέησε τῷ δημιουργῷ πρὸς τὴν τούτου κατασκευήν; Μὴ ξενισθῇς, ἀγαπητέ. Τὸ γὰρ τιμιώτερον ἁπάντων τῶν ὁρωμένων ζώων ἐστὶν ὁ ἄνθρωπος, δι’ ὃν καὶ ταῦτα ἅπαντα παρήχθη, οὐρανός, γῆ, θάλαττα, ἥλιος, σελήνη, ἀστέρες, τὰ ἑρπετά, τὰ κτήνη, πάντα τὰ ἄλογα ζῶα. Καὶ τίνος ἕνεκεν, φησίν, εἰ τούτων ἁπάντων τιμιώτερον τυγχάνει, ὕστερον παρήχθη; Εἰκότως. Καθάπερ γὰρ βασιλέως μέλλοντος εἰς πόλιν εἰσελαύνειν, τοὺς δορυφόρους ἀνάγκη προηγεῖσθαι, καὶ τοὺς ἄλλους ἅπαντας, ἵνα εὐτρεπισμένων τῶν βασιλειῶν, οὕτως ὁ βασιλεὺς εἰς τὰ βασίλεια παραγίνηται· τὸν αὐτὸν δὴ τρόπον καἰ νῦν, καθάπερ βασιλέα τινὰ καὶ ἄρχοντα μέλλων ἐφιστᾷν πᾶσι τοῖς ἐπὶ τῆς γῆς, πᾶσαν ταύτην τὴν διακόσμησιν πρότερον ἐτεκτήνατο, καὶ τότε τὸν μέλλοντα ἐφίστασθαι παρήγαγε, δεικνὺς ἡμῖν δι’ αὐτῶν τῶν πραγμάτων ὅσον τιμᾶται τουτὶ τὸ ζῶον. Ἀλλ’ ἐρώμεθα τὸν Ἰουδαῖον, καὶ ἴδωμεν τὶ φησι, πρὸς τίνα εἴρηται τό, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν»; Μωϋσέως γὰρ ἐστι τὰ γράμματα, ᾧ λέγουσι μὲν πιστεύειν, οὐ πιστεύουσι δέ· καθὼς καὶ ὁ Χριστὸς φησίν, «Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί». Ἀλλὰ τὰ μὲν γράμματα πάρ· αὐτοῖς, τὰ δὲ νοήματα παρ’ ἡμῖν. Πρὸς τίνα οὖν εἴρηται, «Ποιήσωμεν ἄνθρωπον», καὶ τίνι τὴν βουλὴν ταύτην προτίθησιν ὁ Δεσπότης; Οὐκ ἐπειδὴ βουλῆς δεῖται καὶ σκέψεως· μὴ γένοιτο· ἀλλὰ τῷ προσχήματι τῶν ῥημάτων ἐνδείξασθαι ἡμῖν βούλεται τὴν ὑπερβάλλουσαν τιμήν, ἣν περὶ τὸν ἄνθρωπον τὸν δημιουργούμενον ἐπιδείκνυται. Τὶ οὖν φασὶν οὗτοι οἱ τὸ κάλυμμα ἔχοντες ἔτι ἐπικείμενον ἐν ταῖς καρδίαις αὐτῶν, καὶ μηδὲν τῶν ἐγκειμένων συνιέναι βουλόμενοι; Πρὸς ἄγγελον, φησί, ταῦτα λέγει ἢ ἀρχάγγελον. Ὣ τῆς μανίας· ὣ τῆς πολλῆς ἀναισχυντίας. Καὶ πῶς ἂν ἔχοι λόγον, ὧ ἄνθρωπε, ἄγγελον κοινωνεῖν γνώμης τῷ Δεσπότῃ, καὶ δημιουργήματα τῷ δημιουργῷ; Ἀγγέλων οὐκ ἐστι τὸ γνώμης κοινωνεῖν, ἀλλὰ παρεστάναι, καὶ τὴν λειτουργίαν ἀναπληροῦν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ μεγαλοφωνοτάτου Ἠσαΐου λέγοντος περὶ τῶν ἀνωτέρω τῶν ἀγγέλων δυνάμεων, ὅτι «Εἶδον τὰ Χερουβὶμ ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ τὰ Σεραφίμ, καὶ κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν ἐν ταῖς πτέρυξι, καὶ τοὺς πόδας». Διὰ τὸ μὴ φέρειν δηλονότι τὴν ἐκεῖθεν ἐκπηδῶσαν ἀστραπήν, ἀλλ’ εἱστήκεισαν μετὰ πολλοῦ τοῦ φόβου καὶ τρόμου. Καὶ γὰρ τῶν δημιουργημάτων ἴδιον τὸ παρεστάναι τῷ Δεσπότῃ.

γ’. Ἀλλ’ οὗτοι μηδὲν τῶν ἐγκειμένων συνιέντες, ἁπλῶς τὸ ἔπιόν φθέγγονται. Διόπερ προσήκει τὴν ἐκείνων ληρωδίαν παρωσαμένους, διδάξαι τῆς Ἐκκλησίας τὰ τέκνα τῶν εἰρημένων τὴν ἀλήθειαν. Τὶς οὖν ἐστιν οὗτος, πρὸς ὃν φησι, «Ποιήσωμεν ἄνθρωπον»; Τὶς δὲ ἄλλος, ἀλλ’ ἢ ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, ὁ θαυμαστὸς σύμβουλος, ὁ ἐξουσιαστής, ὁ ἄρχων τῆς εἰρήνης, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς, ὁ τῷ Πατρὶ ὅμοιος κατὰ τὴν οὐσίαν, δι’ οὗ τὰ πάντα παρήχθη; Τούτῳ φησί, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν». Ἐνταῦθα καὶ τοῖς τὰ Ἀρείου φρονοῦσι καιρίαν δίδωσι τὴν πληγήν. Οὐδὲ γὰρ προστακτικῶς εἶπε, ποίησον, ὡς ὑποδεεστέρῳ, ἢ ὡς ἐλάττονι κατὰ τὴν οὐσίαν, ἀλλὰ μετὰ πολλῆς τῆς ἰσοτιμίας, «Ποιήσωμεν»· καὶ τὸ ἑξῆς δὲ πολλὴν δείκνυσιν ἡμῖν τῆς οὐσίας τὴν ὁμοιότητα. «Ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν». Ἂλλ’ ἐνταῦθα πάλιν ἐπιφύονται ἕτεροι αἱρετικοί, λυμαινόμενοι τῆς Ἐκκλησίας τὰ δόγματα, καὶ φασιν, ἰδοὺ εἶπε, «Κατ’ εἰκόνα ἡμετέραν», καὶ ἐντεῦθεν βούλονται ἀνθρωπόμορφον λέγειν τὸ θεῖον, ὅπερ ἐσχάτης ἂν εἴη παραπληξίας, τὸν ἀσχημάτιστον, καὶ ἀνείδεον, καὶ ἀναλλοίωτον εἰς μορφὴν ἀνθρωπίνην κατάγειν, καί, σχήματα καὶ μέλη περιτιθέναι τῷ ἀσωμάτῳ. Τὶ τῆς μανίας ταύτης ἴσον γένοιτ’ ἄν, ὅταν μὴ μόνον κερδαίνειν μὴ βούλωνται ἀπὸ τῆς τῶν θεοπνεύστων Γραφῶν διδασκαλίας, ἀλλὰ καὶ μέγιστα ἐντεῦθεν βλάπτωνται; Τοιοῦτον γὰρ οἱ νοσοῦντες, καὶ οἱ τὰς ὄψεις ταύτας τὰς σωματικὰς ἀσθενῶς διακείμενοι. Καθάπερ γὰρ οὗτοι καὶ πρὸς τὸ ἡλιακὸν φῶς ἀπεχθάνονται διὰ τὴν τῆς ὄψεως ἀσθένειαν, καὶ οἱ νοσοῦντες καὶ τὰ ὑγιεινότερα τῶν σιτίων ἀποστρέφονται· οὕτω δὴ καὶ οὗτοι νοσοῦντες τὴν ψυχήν, καὶ τὸ τῆς διανοίας ὄμμα πεπηρωμένοι, πρὸς τὸ φῶς τῆς ἀληθείας ἐνατενίσαι οὐκ ἰσχύουσι. Διὸ τὰ παρ’ ἡμῶν αὐτῶν πληρώσωμεν, καὶ χεῖρα αὐτοῖς ὀρέξωμεν, μετὰ πολλῆς τῆς ἐπιεικείας πρός αὐτοὺς διαλεγόμενοι. Καὶ γὰρ ὁ μακάριος Παῦλος οὕτω παρῄνεσε λέγων, «Ἐν πραότητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, μὴ ποτε δῷ αὐτοῖς ὁ Θεός, φησί, μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα». Ὁρᾷς πῶς ἐνέφηνε διὰ τῶν ῥημάτων, ὅτι καθάπερ ὑπὸ μέθης τινὸς εἰσι κατακεχωσμένοι; Τὸ γὰρ εἰπεῖν, Ἀνανήψωσιν, ἔδειξε κάτω που βεβαπτισμένους αὐτούς. Καὶ πάλιν, Ἐζωγρημένοι, φησίν, ὑπὸ τοῦ διαβόλου, μονονουχὶ λέγων, καθάπερ ἐν δικτύοις εἰσὶν ἀπειλημμένοι. Καὶ δεῖ πολλῆς ἡμῖν τῆς ἐπιεικείας, καὶ τῆς μακροθυμίας, ὥστε δυνηθῆναι αὐτοὺς ἐξαρπάσαι, καὶ ἐξαγαγεῖν ἐκ τῶν παγίδων τοῦ διαβόλου. Εἴπωμεν τοίνυν πρὸς αὐτούς, ἀνανήψατε μικρόν, διαβλέψατε πρὸς τὸ φῶς τῆς δικαιοσύνης, ἐννοήσατε τῶν ῥημάτων τὴν ἀκρίβειαν. Οὐδὲ γὰρ εἰπών, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν», μέχρι τούτου ἔστη, ἀλλὰ διὰ τῆς ἐπαγωγῆς δῆλον ἡμῖν ἐποίησε, κατὰ ποῖον λογισμὸν τὸ ὄνομα τῆς εἰκόνος ἔλαβε. Τὶ γὰρ φησι; «Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς». Κατὰ τὴν τῆς ἀρχῆς οὖν «Εἰκόνα» φησίν, οὐ καθ’ ἕτερόν τι· καὶ γὰρ πάντων τῶν ἐπὶ τῆς γῆς ἄρχοντα τὸν ἄνθρωπον ἐδημιούργησεν ὁ Θεός, καὶ οὐδὲν τῶν ἐπὶ τῆς γῆς ἐστι τούτου μεῖζον, ἀλλὰ πάντα ὑπὸ τὴν ἐξουσίαν τὴν τούτου τυγχάνει.

δ’. Εἰ δὲ ἔτι καὶ μετὰ τὴν τοσαύτην τῶν εἰρημένων ἀκρίβειαν φιλονεικοῦντες λέγοιεν, κατὰ τὴν τῆς μορφῆς εἰκόνι εἰρῆσθαι, ἐροῦμεν πρὸς αὐτούς· οὐκοῦν οὐ μόνον ὁ ἄνθρωπος, ἀλλὰ καὶ ἡ γυνὴ δηλονότι· τὴν αὐτὴν γὰρ μορφὴν ἑκάτεροι ἔχουσιν. Ἀλλ’ οὐκ ἂν ἔχοι τοῦτο λόγον. Ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ἡ δὲ γυνὴ δόξα ἀνδρὸς ἐστιν». Ὁ μὲν γὰρ ἄρχει, ἡ δὲ ὑποτέτακται, καθὼς καὶ ὁ Θεὸς ἐξ ἀρχῆς πρὸς αὐτὴν φησι, «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφὴ σου, καὶ αὐτὸς σου κυριεύσει». Ἐπειδὴ γὰρ κατὰ τὸν τῆς ἀρχῆς λόγον τὸ τῆς εἰκόνος παρείληφε, καὶ οὐ κατὰ τὴν μορφήν, ὁ δὲ ἄνθρωπος ἄρχει πάντων, ἡ δὲ γυνὴ ὑποτέτακται, διὰ τοῦτό φησι περὶ τοῦ ἀνδρὸς ὁ Παῦλος, ὅτι εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχει, ἡ δὲ γυνὴ δόξα ἀνδρὸς ἐστιν. Εἰ δὲ περὶ μορφῆς ἔλεγεν, οὐκ ἂν διεῖλεν· ὁ γὰρ αὐτὸς τύπος καὶ ἀνδρὸς καὶ γυναικός. Εἶδες τῆς ἀληθείας τὴν περιουσίαν, πῶς οὐδεμίαν καταλιμπάνει ἀπολογίας πρόφασιν τοῖς ἀναισχυντεῖν βουλομένοις; Ἀλλ’ ὅμως καὶ τούτων οὕτως ἐχόντων μὴ παυσώμεθα πολλῇ τῇ μακροθυμίᾳ πρὸς αὐτοὺς κεχρημένοι, «Μὴ ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας». Μὴ τοίνυν ναρκήσωμεν πολλὴν τὴν ἐπιείκειαν ἐπιδεικνύμενοι, εἴπως δυνηθείημεν αὐτοὺς ἐξαρπάσαι τῆς τοῦ διαβόλου ἀπάτης»· καί, εἰ δοκεῖ, πάλιν ἐπιστήσωμεν αὐτοῖς τὸν μακάριον Παῦλον οὕτω λέγοντα πρὸς τοὺς τὰς Ἀθήνας οἰκοῦντας· «Οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, ἢ χαράγματι τέχνης ἢ ἐνθυμήσεως ἀνθρώπου τὸ Θεῖον εἶναι ὅμοιον». Εἶδες τὸν σοφὸν διδάσκαλον, μεθ’ ὅσης ἀκριβείας πᾶσαν αὐτῶν ἐξέκοψε τὴν ἀπάτην; Οὐ μόνον γὰρ τύπου σωματικοῦ ἔφησεν ἀπηλλάχθαι τὸ Θεῖον, ἀλλὰ μηδὲ ἐνθύμησιν ἀνθρώπου δυνατὴν εἶναι ἀναπλάσαι τι τοιοῦτον. Ταῦτα πρὸς αὐτοὺς συνεχῶς διαλεγόμενοι, μὴ παύσησθε τὰ παρ’ ἑαυτῶν εἰσφέροντες, ἂν ἆρα ἐνδῶσιν, ἂν ἄρα βουληθῶσι διαβλέψαι πρὸς τὴν ἀλήθειαν. Καὶ ἐκείνοις μὲν μετὰ πολλῆς ἐπιεικείας καὶ τῆς ἀσφαλείας διαλεγόμενοι μὴ παύσησθε, αὐτοὶ δέ, παρακαλῶ, μετὰ ἀκριβείας τὰ δόγματα τῆς Ἐκκλησίας κατέχετε, μὴ συγχέοντες τῶν εἰρημένων τὴν ἀκολουθίαν, ἀλλὰ πρὸς μὲν Ἰουδαίους καταλλήλως διαλεγόμενοι, καὶ δεικνύντες, ὅτι οὐ πρὸς τινα τῶν λειτουργικῶν δυνάμεων ταῦτα τὰ εἰρημένα, ἀλλὰ πρὸς αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν· πρὸς δὲ τοὺς τὰ Ἀρείου φρονοῦντας πάλιν ἐντεῦθεν τὴν ὁμοτιμίαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἀποδεικνύντες· καὶ πρὸς τοὺς ἀνθρωπόμορφον τὸ Θεῖον εἶναι φανταζομένους τὰ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένα εἰς μέσον παραγαγόντες, ἀνατρέπετε μὲν τὰ ζιζανίων δίκην ἐπιφυόμενα ὀλέθρια νοσήματα τοῖς τῆς Ἐκκλησίας δόγμασι· σπουδάζετε δὲ κρατύνειν ἐν ἑαυτοῖς τὰ εὐσεβῆ διδάγματα. Βούλομαι γὰρ καὶ εὔχομαι πάντας ὑμᾶς διδασκάλων τάξιν ἐπέχειν, καὶ μὴ μόνον ἀκροατὰς εἶναι τῶν παρ’ ἡμῶν λεγομένων, ἀλλὰ καὶ ἑτέροις διαπορθμεύειν, καὶ σαγηνεύειν τοὺς ἔτι πλανωμένους πρὸς τὴν τῆς ἀληθείας ὁδόν· καθάπερ καὶ Παῦλός φησιν, «Εἰς τὸν ἕνα οἰκοδομεῖτε», καί, «Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε». Οὕτως ἡμῖν καὶ ἡ Ἐκκλησία εἰς πλῆθος ἐπιδώσει, καὶ ὑμεῖς πλείονος ἀπολαύσεσθε τῆς ἄνωθεν ῥοπῆς, πολλὴν τῶν ὑμετέρων μελῶν τὴν πρόνοιαν ποιούμενοι.

ε’. Οὐδὲ γὰρ ἑαυτῷ μόνον ἀρκεῖν ὁ Θεὸς βούλεται τὸν Χριστιανόν, ἀλλὰ καὶ ἑτέρους οἰκοδομεῖν οὐ διὰ τῆς διδασκαλίας μόνον, ἀλλὰ καὶ διὰ τοῦ βίου, καὶ τῆς ἀναστροφῆς· οὐδὲν γὰρ οὕτως ἐνάγει πρὸς τὴν τῆς ἀληθείας ὁδόν, ὡς πολιτείας ἀκρίβεια· οὐδὲ γὰρ τοῖς παρ’ ἡμῶν λεγομένοις οὕτω προσέχουσιν, ὡς τοῖς ὑφ’ ἡμῶν πραττομένοις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὕτως ἔχει (κἂν γὰρ μυριάκις φιλοσοφῶμεν τοῖς λόγοις, καὶ περὶ ἀνεξικακίας διαλεγώμεθα, καιροῦ δὲ παραπεσόντος μὴ διὰ τῶν ἔργων ταύτην ἐπιδειξώμεθα, οὐ τοσοῦτον ὁ λόγος ὠφέλησεν ὅσον ἡ πρᾶξις ἔβλαψεν· ἂν δὲ καὶ πρὸ τῶν λόγων καὶ μετὰ τοὺς λόγους τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ποιώμεθα, ἀξιόπιστοι ἐσόμεθα ἐκεῖνα παραινοῦντες, ἃ καὶ διὰ τῶν ἔργων πληροῦμεν, ἐπεὶ καὶ ὁ Χριστὸς τούτους ἐμακάρισε λέγων, «Μακάριος ὁ ποιήσας, καὶ διδάξας»)· σκόπει πῶς πρότερον τὴν ποίησιν ἔθηκεν, καὶ τότε τὴν διδασκαλίαν. Τῆς πράξεως γὰρ προηγουμένης, κἂν μὴ ἕπεται ἡ διδασκαλία, ἀρκεῖ τὰ ἔργα φωνῆς λαμπρότερον διδάξαι τοὺς εἰς ἡμᾶς ὁρῶντας. Τοῦτο οὖν πανταχοῦ σκοπῶμεν πρότερον τοῖς ἔργοις διδάσκειν, καὶ τότε τοῖς λόγοις, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν παρὰ τοῦ Παύλου. «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις»; Καὶ ὅταν βουλώμεθά τινι παραινέσαι, ὥστε κατορθῶσαί τι τῶν ἀναγκαίων, πρότερον αὐτοὶ σπουδάζωμεν τοῦτο κατορθοῦν, ἵνα μετὰ πλείονος τῆς παῤῥησίας τὴν διδασκαλίαν ποιώμεθα, καὶ πᾶσα ἡμῶν ἡ φροντὶς ἔστω περὶ τῆς κατὰ ψυχὴν σωτηρίας, καὶ ὅπως δυνηθείημεν τὰ σκιρτήματα τῆς σαρκὸς χαλινώσαντες τὴν ἀληθινὴν νηστείαν ἐπιδείξασθαι, λέγω δὴ τὴν τῶν κακῶν ἀποχήν· τοῦτο γὰρ νηστεία. Καὶ γὰρ ἡ τῶν βρωμάτων ἀποχῇ διὰ τοῦτο παρείληπται, ἵνα τὸν τόνον τῆς σαρκὸς χαλινώσῃ, καὶ εὐήνιον ἡμῖν τὸν ἵππον ἐργάσηται. Τὸν νηστεύοντα μάλιστα πάντων προσήκει τὸν θυμὸν χαλινοῦν, πραότητα πεπαιδεῦσθαι καὶ ἐπιείκειαν, συντετριμμένην ἔχειν τὴν καρδίαν, τῶν ἐπιθυμιῶν τῶν ἀτόπων ἐξορίζειν τὰς ἐνθυμήσεις, πρὸ ὀφθαλμῶν λαμβάνοντα τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμόν, καὶ τὸ κριτήριον τὸ ἀδέκαστον· χρημάτων κρείττονα γίνεσθαι, περὶ τὴν ἐλεημοσύνην πολλὴν τὴν δαψίλειαν ἐπιδείκνυσθαι, πᾶσαν κακίαν τὴν περὶ τῶν πλησίον ἐκ τῆς ψυχῆς ἀπελαύνειν. Αὕτη ἀληθὴς ἡ νηστεία, καθάπερ καὶ Ἠσαΐας φησὶν ἐκ προσώπου τοῦ Θεοῦ φθεγγόμενος· «Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος, οὐδ’ ἂν κάμψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ’ οὕτω καλέσετε νηστείαν δεκτήν, λέγει Κύριος». Ἀλλὰ ποίαν, εἰπέ; «Λύε, φησί, στραγγαλιὰς βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, πτωχὸν ἄστεγον εἰσάγαγε εἰς τὸν οἶκόν σου». Καὶ ἐὰν ταῦτα πράξῃς, φησί, τότε «ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ».

Ϛ’. Εἶδες, ἀγαπητέ, ποῖα ἐστὶν ἀληθὴς νηστεία; Ταύτην ἀσκήσωμεν, καὶ μὴ ἁπλῶς κατὰ τοὺς πολλοὺς νομίζωμεν ἐν τούτῳ τὰ τῆς νηστείας ἡμῖν περιορίζεσθαι, ἐὰν μέχρι τῆς ἑσπέρας ἄσιτοι διαμείνωμεν. Οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ’ ἵνα μετὰ τῆς τῶν βρωμάτων ἀποχῆς καὶ τὴν ἀποχὴν τῶν βλαπτόντων ἐπιδειξώμεθα, καὶ περὶ τὴν τῶν πνευματικῶν ἐργασίαν πολλὴν σπουδὴν ποιησώμεθα. Τὸν νηστεύοντα κατεσταλμένον εἶναι χρή, ἡσύχιον, ἥμερον, ταπεινόν, ὑπερορῶντα τῆς δόξης τοῦ παρόντος βίου. Ὥσπερ γὰρ τῆς ψυχῆς ὑπερεῖδεν, οὕτω προσήκει καὶ τῆς κενῆς δόξης ὑπεριδεῖν, καὶ πρὸς ἐκεῖνον μόνον ὁρᾶν τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας τὰς εὐχὰς καὶ τὰς ἐξομολογήσεις ποιεῖσθαι πρὸς τὸν Θεόν, καὶ κατὰ δύναμιν τὴν διὰ τῆς ἐλεημοσύνης βοήθειαν ἑαυτῷ παρέχειν. Αὕτη γάρ, αὕτη μάλιστα ἡ ἐντολὴ ἀφανίσαι δύναται ἡμῖν πάντα τὰ ἡμαρτημένα, καὶ τοῦ πυρὸς τῆς γεέννης ἐξαρπάσαι, μόνον ἐὰν μετὰ δαψιλείας αὐτὴν ἐπιδειξώμεθα, καὶ μὴ πρὸς ἐπίδειξιν τῶν ἀνθρώπων τοῦτο ποιῶμεν. Καὶ τὶ λέγω, μὴ πρὸς ἐπίδειξιν; Εἰ γὰρ ἦμεν εὐγνώμονες, καὶ δι’ αὐτὸ μόνον τὸ καλόν, καὶ τὸ περὶ τοὺς ὁμογενεῖς συμπαθές, ταύτην ἐπιδείκνυσθαι ἐχρῆν, οὐ διὰ τοὺς ἐπηγγελμένους μισθοὺς παρὰ τοῦ Δεσπότου. Ἀλλ’ ἐπειδὴ οὐδὲν ὑψηλὸν φαντασθῆναι δυνάμεθα, κἂν διὰ τοῦτο αὐτὴν μετερχώμεθα, μηδαμοῦ τὴν παρὰ τῶν ἀνθρώπων θηρώμενοι δόξαν, ἵνα μὴ καὶ τὴν δαπάνην ὑπομένωμεν, καὶ τοῦ μισθοῦ ἀποστερηθῶμεν. Καὶ τοῦτο μὴ μόνον ἐπὶ τῆς ἐλεημοσύνης, ἀλλὰ καὶ ἐφ’ ἑκάστῳ κατορθώματι πνευματικῷ σκοπῶμεν, καὶ μηδὲν πρὸς τὴν τῶν ἀνθρώπων εὐφημίαν ἀφορῶντες ποιῶμεν· ἐπεὶ οὐδὲν ἡμῖν ὄφελος ἔσται, οὔτε ἐὰν νηστεύωμεν, οὔτε ἐὰν εὐχώμεθα, οὔτε ἐὰν ἐλεῶμεν, οὔτε ὅπερ ἂν ἕτερον ἐργαζώμεθα, ἂν μὴ δι’ ἐκεῖνον μόνον γίνεται, τὸν εἰδότα καὶ τὰ λανθάνοντα, καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας ἡμῶν ἀποκείμενα. Εἰ γὰρ παρ’ ἐκείνου τὰς ἀμοιβὰς ἀναμένεις, ἄνθρωπε, τίνος ἕνεκεν παρὰ τοῦ ὁμογενοῦς βούλει ἐπαινεῖσθαι; Καὶ τὶ λέγω ἐπαινεῖσθαι; Πολλάκις οὗτος οὐκ ἐπαίνει, ἀλλὰ καὶ βασκαίνει. Εἰσὶ γὰρ πολλοὶ οὕτω μοχθηρῶς διακείμενοι, ὅτι καὶ τὰ καλῶς ὑφ’ ἡμῶν γινόμενα εἰς τὸ ἐναντίον περιτρέπουσι. Τίνος οὖν ἕνεκεν, εἶπε μοι, τὴν διεφθαρμένην τούτων κρίσιν περὶ πολλοῦ ποιῇ; Τὸν γὰρ ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν οὐδὲν ἐστιν ὃ λανθάνει τῶν παρ’ ἡμῶν γινομένων, καὶ δεῖ τοῦτο ἐννοοῦντας μετὰ τοσαύτης ἀκριβείας τὸν ἑαυτῶν βίον οἰκονομεῖν, ὡς μετ’ οὐ πολὺ μέλλοντας καὶ ῥημάτων καὶ πράξεων καὶ αὐτῶν τῶν ἐνθυμήσεων εὐθύνας ὑπέχειν. Μὴ τοίνυν καταφρονῶμεν τῆς ἑαυτῶν σωτηρίας. Οὐδὲν γὰρ ἀρετῆς ἴσον, ἀγαπητέ· αὕτη γὰρ ἡμᾶς καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς γεέννης ἐξαρπάζει, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἡμῖν τὴν ἀπόλαυσιν χαρίζεται, καὶ ἐν τῷ παρόντι βίῳ πάντων ἀνωτέρους καθίστησι τῶν μάτην καὶ εἰκῆ ἐπιδουλεύειν ἐπιχειρούντων, καὶ οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν δαιμόνων, καὶ τοῦ ἐχθροῦ τῆς σωτηρίας τῆς ἡμετέρας, τοῦ διαβόλου λέγω, ἰσχυροτέρους ἀπεργάζεται. Τὶ οὖν ἂν εἴη ταύτης ἴσον, ὅταν μὴ μόνον τῶν ἀνθρώπων τῶν ἐπιβουλευόντων, ἀλλὰ καὶ τῶν δαιμόνων ἀνωτέρους ποιῇ τοὺς αὐτὴν μετιόντας; Ἀρετὴ δὲ ἐστι τὸ πάντων τῶν ἀνθρωπίνων ὑπερορᾷν, τὸ τὰ μέλλοντα ἐφ’ ἑκάστης ὥρας φαντάζεσθαι, τὸ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, ἀλλ’ εἰδέναι, τὶ πάντα τὰ ἀνθρώπινα σκιὰ ἐστι καὶ ὄναρ, καὶ εἲ τι τούτων εὐτελέστερον. Ἀρετὴ ἐστι τὸ καθάπερ νεκρὸν οὕτω διακεῖσθαι πρὸς τὰ τοῦ βίου τούτου πράγματα, καὶ πρὸς μὲν τὰ λυμαινόμενα τὴν τῆς ψυχῆς σωτηρίαν, ὡσανεὶ νεκρὸν ὄντα, οὕτως εἶναι ἀνενέργητον, πρὸς δὲ τὰ πνευματικὰ μόνον ζῆν καὶ ἐνεργεῖν, καθάπερ καὶ Παῦλος ἔλεγε· «Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός». Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοί, ὡς τὸν Χριστὸν ἐνδεδυμένοι, οὕτως ἅπαντα πράττωμεν, καὶ μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅταν οὖν ἐνοχληθῶμεν ὑπὸ πάθους, ἢ ἐπιθυμίας ἀτόπου, ἢ ὀργῆς, ἢ θυμοῦ, ἢ βασκανίας, ἐννοῶμεν τὸν ἐν ἡμῖν ἐνοικοῦντα, καὶ φυγαδεύωμεν πόῤῥῳ πᾶσαν τὴν τοιαύτην ἐνθύμησιν. Αἰδεσθῶμεν τῆς παρὰ τοῦ Θεοῦ παρασχεθείσης ἡμῖν χάριτος τὴν ὑπερβολήν, καὶ χαλινώσωμεν πάντα τῆς σαρκὸς τὰ πάθη, ἵνα, νομίμως ἀθλήσαντες ἐν τῷ βραχεῖ τούτῳ καὶ ἐπικήρῳ βίῳ, τῶν μεγάλων ἐκείνων στεφάνων ἀξιωθῶμεν ἐν τῇ μελλούσῃ ἡμέρᾳ ἐκείνῃ, τῇ φοβερᾷ μὲν ἡμῖν τοῖς ἁμαρτωλοῖς, ποθεινῇ δὲ τοῖς τὴν ἀρετὴν ἐνδεδυμένοις, καὶ καταξιωθῶμεν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία Θ’. Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν», καὶ πρὸς τοὺς λέγοντας, διὰ τὶ τὰ θηρία ἐδημιουργήθη; Καὶ τὶ τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν.
Προηγούμενο: Ὁμιλία Ζ’. Καὶ εἶπεν ὁ Θεὸς· «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς τῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος