Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία Ι’. Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν», καὶ εἰς τό, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Προηγούμενο: Ὁμιλία Η’. Καὶ εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς τῇς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Θ’. Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν», καὶ πρὸς τοὺς λέγοντας, διὰ τὶ τὰ θηρία ἐδημιουργήθη; Καὶ τὶ τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν.

α’. Οἱ φιλόπονοι τῶν γηπόνων, ἐπειδὰν ἴδωσι λιπαρὰν καὶ βαθύγειον ἄρουραν, δαψιλῆ τὰ σπέρματα καταβάλλοντες πολλὴν καὶ συνεχῆ τὴν ἐπιμέλειαν ποιοῦνται, καθ’ ἑκάστην ἡμέραν περισκοποῦντες, μήπου τι τῶν λυμαίνεσθαι δυναμένων τοῖς σπέρμασιν ἀνόνητον αὐτοῖς τὸν προλαβόντα καταστήσῃ πόνον. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς ὁρῶντες ὑμῶν τὸν πόθον τὸν πνευματικόν, καὶ τὴν πολλὴν φιληκοΐαν, καθ’ ἑκάστην ἡμέραν τὰ ἀπὸ τῶν θείων Γραφῶν νοήματα ἐνιέναι ὑμῶν τῇ διανοίᾳ σπουδάζομεν, ὑποδεικνύντες ὑμῖν καὶ τὰ βλάπτειν δυνάμενα τὸν σπόρον τοῦτον τὸν πνευματικόν, ὥστε μὴ ἁλῶναι, μηδὲ τὴν ὑγιῆ τῶν δογμάτων διδασκαλίαν ἐπιθολῶσαι τῇ λύμῃ τῶν ἐπιχειρούντων τὰ ἐκ τῶν οἰκείων λογισμῶν ἐπεισάγειν τοῖς τῆς Ἐκκλησίας δόγμασιν. Ὑμέτερον δ’ ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυλάττειν τὰ παρακατατιθέμενα, καὶ τὴν μνήμην ἀδιάπτωτον διασώζειν, ἵνα καὶ τοῖς ἑξῆς μετ’ εὐκολίας δύνησθε παρακολουθεῖν. Εἰ γὰρ μὴ νῦν καὶ ἡμεῖς καταβαίημεν πρὸς τὰ βαθύτερα τῶν νοημάτων, καὶ ὑμεῖς συντείνητε ὑμῶν τὴν διάνοιαν, ὅτε νηστείας καιρός, ὅτε κούφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα τῆς διανοίας, τῷ πονηρῷ τῇς τρυφῆς μὴ ἐνοχλούμενον ῥεύματι, διαρκέστερον δὲ τὸ πνεῦμα πρὸς τὸ μὴ ἀποπνίγεσθαι· πότε δυνησόμεθα τοῦτο ποιῆσαι; Ὅτε τρυφή, καὶ μέθη, καὶ ἀδηφαγία, καὶ τὰ ἀπὸ τούτων τικτόμενα κακά; Ἢ οὐχ ὁρᾶτε, ὅτι καὶ οἱ τοὺς λίθους τούτους τοὺς ἀπὸ τῆς θαλάσσης εὑρίσκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγιαλὸν καθήμενοι, καὶ τὰ κύματα ἀριθμοῦντες, οὕτω τὴν εὕρεσιν ποιοῦνται, ἀλλ’ εἰς αὐτὸ τὸ βάθος καθιέντες ἑαυτούς, καὶ εἰς αὐτοὺς ὡς εἰπεῖν τοὺς κόλπους τῆς ἀβύσσου κατιόντες, οὕτω τῶν σπουδαζομένων ἐπιτυγχάνουσι; Καίτοι τὶ μέγα ὄφελος εἰσενέγκοι ἂν εἰς τὸν βίον τὸν ἡμέτερον ἢ τῶν λίθων ἐκείνων εὕρεσις; Εἴθε μὲν οὖν μὴ μεγάλην τὴν βλάβην καὶ πολλὴν τὴν ζημίαν εἰσέφερεν. Ἐντεῦθεν γὰρ τὰ μυρία τίκτεται κακά, ἀπὸ τῆς τῶν χρημάτων μανίας, καὶ τῆς περὶ ταῦτα λύσσης. Ἀλλ’ ὅμως καὶ τοσαύτης ἐξ ἐκείνων τικτομένης βλάβης, πρὸς οὐδὲν ὀκνοῦσιν οἱ περὶ ταῦτα ἐσχολακότες· ἀλλὰ καὶ κινδύνοις ἑαυτοὺς ἐκδιδόασι, καὶ πολὺν πόνον ὑπομένουσιν, ὥστε δυνηθῆναι εὑρεῖν τὸ ζητούμενον. Ἐπὶ δὲ τῶν θείων Γραφῶν, καὶ τῶν πνευματικῶν τούτων καὶ τιμίων λίθων, οὔτε κίνδυνόν ἐστιν ὑπιδέσθαι, καὶ ὁ πόνος οὐ πολύς, καὶ τὸ κέρδος ἄφατον, μόνον ἐὰν ἡμεῖς μετὰ προθυμίας τὰ παρὰ ἑαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ χάρις ἕτοιμός ἐστιν, ἐπιζητοῦσα τοὺς μετὰ δαψιλείας αὐτὴν ὑποδεχομένους. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ ψυχὴν διεγηγερμένην καὶ πόθον ζέοντα, τὸν οἰκεῖον πλοῦτον μετὰ δαψιλείας χορηγεῖ ὑπερβαίνοντα τὴν αἴτησιν τῇ οἰκείᾳ φιλοτιμίᾳ.

β’. Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοί, ἐκκαθάραντες ὑμῶν τὸν λογισμὸν ἀπὸ τῶν βιωτικῶν πραγμάτων, καὶ εὐρύναντες ὑμῶν τὸ πλάτος τῆς διανοίας, μετὰ πολλῆς τῆς προθυμίας δέχεσθε τὰ παρὰ τοῦ Πνεύματος χορηγούμενα, ἵνα καθάπερ γῆ λιπαρὰ καὶ γόνιμος πολυπλασιάσητε τὰ καταβαλλόμενα, καὶ ποιήσητε ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Ἠκούσατε ἐν ταῖς προλαβούσαις ἡμέραις τὴν ἄφατον σοφίαν τοῦ τὰ ὁρώμενα πάντα τεκτηναμένου, καὶ ὅπως ῥήματι μόνον καὶ θελήματι τὰ πάντα παρήγαγεν. Εἶπε γάρ, «Γενηθήτω», καὶ ἐγένετο, καὶ εὐθέως παρήχθη ἅπαντα τὰ στοιχεῖα, καὶ ἤρκεσε τὸ ῥῆμα πρὸς τὴν τῶν γενομένων σύστασιν, οὐκ ἐπειδὴ ῥῆμα ἦν ἁπλῶς, ἀλλ’ ἐπειδὴ ῥῆμα Θεοῦ. Μέμνησθε τῶν τότε κινηθέντων ἡμῖν πρὸς τοὺς ἐξ ὑποκειμένης ὕλης λέγοντας τὰ ὄντα γεγενῆσθαι, καὶ τὴν οἰκείαν ληρωδίαν ἐπεισφέροντας τοῖς τῆς Ἐκκλησίας δόγμασιν. Ἐμάθετε τίνος ἕνεκεν τὸν μὲν οὐρανὸν ἀπηρτισμένον παρήγαγε, τὴν δὲ γῆν ἀμόρφωτον καὶ ἀδιατύπωτον. Καὶ γὰρ δύο αἰτίας τότε εἰρήκαμεν, μίαν μέν, ἵνα ἐν τῷ βελτίονι στοιχείῳ καταμαθόντες τὴν δύναμιν τοῦ Δεσπότου, μηκέτι ἀμφιβάλλωμεν νομίζοντες δι’ ἀσθένειαν δυνάμεως τοῦτο γενέσθαι· ἑτέραν δέ, ἐπειδὴ αὕτη καἰ μήτηρ καὶ τροφὸς ἡμῖν γεγένηται, καὶ ἐξ αὐτῆς καὶ τρεφόμεθα, καὶ πάντων τῶν ἄλλων ἀπολαύομεν, καὶ πρὸς αὐτὴν πάλιν ἐπάνιμεν· αὕτη γὰρ ἡμῖν καὶ πατρὶς καὶ τάφος ἐστίν· ἵνα γοῦν μὴ τὸ τῆς χρείας ἀναγκαῖον παρασκευάσῃ μέγα τι καὶ περὶ αὐτῆς φαντάζεσθαι, δείκνυσιν αὐτὴν ἐξ ἀρχῆς ἀμόρφωτον· ἵνα παιδευώμεθα καὶ δι’ αὐτῶν τῶν πραγμάτων, μηκέτι τῇ φύσει τῆς γῆς λογίζεσθαι τὰ προειρημένα ἅπαντα, ἀλλὰ τῇ δυνάμει τοῦ παραγαγόντος. Ἐμάθετε πάλιν πῶς τὸν χωρισμὸν τῶν ὑδάτων εἰργάσατο, τὸ στερέωμα τοῦτο τὸ δρώμενον παραχθῆναι προστάξας· εἴδετε τὰ ζῶα τὰ ἔμψυχα, καὶ ἐκ τῶν ὑδάτων, καὶ ἐκ τῆς γῆς ἀναδιδόμενα. Ταῦτα οὐχ ἁπλῶς οὐδὲ μάτην νῦν ἀναγκάζομαι ἐπαναλαμβάνειν καὶ δευτεροῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης· ἀλλ’ ἵνα τοῖς μὲν ἀκηκοόσιν ὑπόθεσις γένηται, καὶ ἀσφαλέστερον αὐτὰ ἐναποθῶνται τῇ διανοίᾳ· τοῖς δὲ τότε μὴ παραγενομένοις ἀρκοῦσα γένηται ἡ διδασκαλία, καὶ μηδεμίαν ἐκ τοῦ μὴ παρεῖναι ζημίαν ὑπομένωσιν. Ἐπεὶ καὶ πατὴρ φιλόστοργος τοῖς ἀπολειφθεῖσι παισὶ τῆς τραπέζης τὰ λείψανα διαφυλάττει, ἵνα παραγενόμενοι παραμυθίαν τῆς ἀπουσίας εὕρωσι τὴν τούτων φυλακήν. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς πάντων ἐνταῦθα συνιόντων ὡς οἰκείων μελῶν κηδόμενοι, καὶ τὴν ὑμετέραν προκοπὴν οἰκείαν εὐδοκίμησιν τιθέμενοι, ἐπιθυμοῦμεν ἅπαντας τελείους καὶ ἀπηρτισμένους ἀποδειχθῆναι εἰς δόξαν Θεοῦ, καὶ εἰς εὐδοκίμησιν τῆς Ἐκκλησίας, καὶ εἰς καύχημα ἡμέτερον. Καὶ εἰ μὴ δοκῶ παρενοχλεῖν, φέρε δι’ ὀλίγων καὶ τῶν χθὲς ἡμῖν εἰρημένων ὑπομνήσωμεν ὑμῶν τὴν ἀγάπην. Εἴδετε τὴν διαφορὰν τῆς δημιουργίας τῶν κτισμάτων, καὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως· ἠκούσατε ὅσης τιμῆς ἠξίωσε τὸν ἀρχηγὸν τοῦ γένους τοῦ ἡμετέρου, καὶ ἐν αὐτῇ τῇ διαπλάσει πῶς δι’ αὐτῶν τῶν ῥημάτων καὶ τῆς τῶν λέξεων παχύτητος ἐνέφηνε τὴν τιμὴν τὴν εἰς τὸν μέλλοντα δημιουργεῖσθαι, λέγων, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν». Ἐμάθετε τὶ ἐστι τὸ «Κατ’ εἰκόνα», ὅτι οὐκ οὐσίας ἐστὶν ἀξία, ἀλλ’ ἀρχῆς ὁμοιότης, καὶ ὅτι οὐ κατὰ τὴν τῆς μορφῆς εἰκόνα εἶπεν, ἀλλὰ κατὰ τὸν τῆς ἀρχῆς λόγον· διὸ καὶ ἐπήγαγε· «Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν τῆς γῆς».

γ’. Ἀλλ’ ἐνταῦθα ἐπιφύονται ἡμῖν Ἕλληνες λέγοντες, ὅτι οὐκ ἀληθὴς ὁ λόγος εὑρίσκεται· οὐ γὰρ ἄρχομεν τῶν θηρίων, καθάπερ ὑπέσχετο, ἀλλ’ αὐτὰ ἡμῶν ἄρχει. Μάλιστα μὲν οὖν οὐδὲ τοῦτο ἀληθές. Ἔνθα γὰρ ἄνεσις ἄνθρωπος, εὐθέως φυγαδεύεται τὰ θηρία. Εἰ δὲ ποτε ἢ λιμοῦ καταναγκάζοντος, ἣ ἡμῶν αὐτοῖς ἐπιόντων τὴν ἀπ’ αὐτῶν βλάβην δεξώμεθα, τοῦτο λοιπὸν οὐ παρὰ τὸ ἐκεῖνα ἡμῶν ἄρχειν γίνεται, ἀλλὰ παρὰ τὴν ἡμετέραν αἰτίαν. Ἐπεὶ καὶ λῃστῶν ἡμῖν ἐπιόντων, εἰ μὴ ῥᾳθυμήσαιμεν, ἀλλ’ ὁπλιζοίμεθα, οὐ τῆς ἐκείνων ἀρχῆς τὸ πρᾶγμά ἐστιν, ἀλλὰ τῆς οἰκείας σωτηρίας πρόνοια.

Ἀκούσωμεν δὲ τέως τῶν εἰρημένων. «Ποιήσωμεν, φησίν, ἀνθρώπων κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν». Ὥσπερ Εἰκόνα εἶπε τὴν τῆς ἀρχῆς δηλῶν εἰκόνα, οὕτω καὶ Ὁμοίωσιν, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην ὁμοίους ἡμᾶς γίνεσθαι Θεῷ, κατὰ τὸ ἥμερον λέγω καὶ πρᾶον ἐξομοιοῦσθαι αὐτῷ, καὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον, ὥσπερ καὶ ὁ Χριστὸς φησί, «Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς». Ὥσπερ γὰρ ἐν τῇ πλατείᾳ ταύτῃ γῇ καὶ εὐρυχώρῳ τῶν ζώων τὰ μὲν ἐστιν ἡμερώτερα, τὰ δὲ θηριωδέστερα, οὕτω καὶ ἐν τῷ πλάτει τῆς ψυχῆς τῆς ἡμετέρας τῶν λογισμῶν οἱ μὲν εἰσιν ἀλογώτεροι καὶ κτηνώδεις, οἱ δὲ θηριωδέστεροι καὶ ἀγριώτεροι. Δεῖ τοίνυν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν ἀρχὴν τούτων παραδιδόναι. Καὶ πῶς ἂν τις περιγένοιτο, φησί, λογισμοῦ θηριώδους; Τὶ λέγεις, ἄνθρωπε; Λεόντων περιγινόμεθα, καὶ τὰς ψυχὰς αὐτῶν ἡμεροῦμεν, καὶ ἀμφιβάλλεις εἰ λογισμοῦ θηριωδίαν πρὸς ἡμερότητα μεταβαλεῖν δυνήσῃ; Καίτοι τῷ θηρίῳ μὲν κατὰ φύσιν πρόσεστι τὸ ἄγριον, παρὰ φύσιν δὲ τὸ ἥμερον· σοὶ δὲ τὸ ἐναντίον, κατὰ φύσιν μὲν τὸ ἥμερον παρὰ φύσιν δὲ τὸ ἄγριον καὶ θηριῶδες. Ὁ τοίνυν τὸ κατὰ φύσιν ἐκβαλών, καὶ τὸ παρὰ φύσιν ἐνθεὶς τῇ θηρίου ψυχῇ, τὸ κατὰ φύσιν αὐτὸς οὐ δύνασαι διατηρῆσαι; Καὶ πόσης οὐκ ἂν εἴη τοῦτο καταγνώσεως; Καὶ τὸ δὴ τούτου θαυμαστότερον καὶ παραδοξότερον, ἐπὶ μὲν τῆς τῶν λεόντων φύσεως καὶ ἑτέρα δυσκολία μετὰ ταύτης ἐστί· λογισμῶν γὰρ ἐστιν ἔρημον τὸ θηρίον, ἀλλ’ ὅμως ὁρῶμεν πολλάκις λέοντας ἡμέρους διὰ τῆς ἀγορᾶς ἀγομένους· πολλοὶ δὲ καὶ τῶν ἐπὶ τῶν ἐργαστηρίων καὶ ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι μισθὸν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι’ ἧς τὸ θηρίον ἡμέρωσεν· ἐπὶ δὲ τῆς σῆς ψυχῆς καὶ λογισμὸς ἐστι, καὶ Θεοῦ φόβος, καὶ πολλὴ πολλαχόθεν ἡ βοήθεια· μὴ τοίνυν σκήψεις λέγε καὶ προφάσεις. Δυνατὸν γάρ, ἐὰν θέλῃς ἥμερος εἶναι καὶ πρᾷος καὶ ἐπιεικής. «Ποιήσωμεν, φησίν, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν».

δ’. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ζήτημα πάλιν ἐπανίωμεν. Δείκνυται γὰρ ἐκ τῶν εἰρημένων, ὅτι ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀπηρτισμένην εἶχε τὴν ἀρχὴν ὁ ἄνθρωπος τὴν κατὰ τῶν θηρίων. «Ἀρχέτωσαν γάρ, φησί, ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν τῆς γῆς». Ὅτι δὲ νῦν φοβούμεθα τὰ θηρία, καὶ δεδοίκαμεν, καὶ τῆς ἀρχῆς ἐκπεπτώκαμεν, οὐδὲ αὐτὸς ἀντιλέγω· ἀλλ’ οὐ τοῦτο ψευδῆ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν δείκνυσι. Παρὰ γὰρ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ἀλλ’ ἐδεδοίκει καὶ ἔτρεμε τὰ θηρία, καὶ ὑπέκυπτε τῷ δεσπότῃ. Ἐπειδὴ δὲ τῆς παῤῥησίας ἐξέπεσε διὰ τὴν παρακοήν, καὶ τὰ τῆς ἀρχῆς ἠκρωτηριάσθη. Ὅτι γὰρ ὑποτεταγμένα ἦν ἅπαντα, τῷ ἀνθρώπῳ, ἄκουσον τῆς Γραφῆς λεγούσης· «Ἤγαγε, φησί, τὰ θηρία καὶ πάντα τὰ ἄλογα πρὸς τὸν Ἀδάμ, ἰδεῖν τὶ καλέσει αὐτά». Καὶ ὁρῶν πλησίον αὐτοῦ γινόμενα τὰ θηρία, οὐκ ἀπεπήδησεν, ἀλλὰ καθάπερ τις δεσπότης δούλοις ὑποκειμένοις ὀνόματα ἐπιτιθείς, οὕτως ἅπασι τὰς προσηγορίας ἐπέθηκεν· «Καὶ πᾶν ὃ ἐκάλεσεν αὐτό, φησίν, Ἀδάμ, τοῦτο ὄνομα αὐτῷ»· καὶ τοῦτο γὰρ δεσποτείας σύμβολον. Διὰ τοῦτο καὶ ὁ Θεὸς βουλόμενος καὶ διὰ τούτου διδάξαι αὐτὸν τὸ τῆς ἐξουσίας ἀξίωμα, αὐτῷ τῶν ὀνομάτων τὴν θέσιν ἐπέτρεψεν. Ἱκανὸν μὲν οὖν τοῦτο δεῖξαι τὸ μὴ φοβερὰ εἶναι ἐξ ἀρχῆς τῷ ἀνθρώπῳ τὰ θηρία. Ἔστι δὲ καὶ ἕτερον οὐκ ἔλαττον τούτου, ἀλλὰ καὶ πολλῷ σαφέστερον. Τὶ δὴ τοῦτό ἐστιν; Ἡ πρὸς τὴν γυναῖκα τοῦ ὄφεως διάλεξις. Εἰ γὰρ ἦν φοβερὰ τὰ θηρία τῷ ἀνθρώπῳ, οὐκ ἂν ἰδοῦσα ἡ γυνὴ τὸν ὄφιν ἔμεινεν, οὐκ ἂν ἐδέξατο τὴν συμβουλήν, οὐκ ἂν μετὰ τοσαύτης αὐτῷ διελέχθη τῆς ἀδείας, ἀλλ’ εὐθέως ἂν τὴν πρόσοψιν ἐξεπλάγη, καὶ ἀπεπήδησε. Νῦν δὲ καὶ διαλέγεται, καὶ οὐ φοβεῖται· οὔπω γὰρ ἦν ὁ φόβος οὗτος. Ἀλλ’ ἐπειδὴ ἡ ἁμαρτία εἰσῆλθεν, ἀφῃρέθη λοιπὸν καἰ τὰ τῆς τιμῆς, καὶ τὰ τῆς ἐξουσίας. Καὶ ὥσπερ ἐπὶ τῶν οἰκετῶν οἱ μὲν εὐδοκιμοῦντες φοβεροὶ καὶ τοῖς συνδούλοις εἰσίν, οἱ προσκεκρουκότες καὶ τοὺς συνδούλους δεδοίκασιν· οὕτω καὶ ἐπὶ τοὐ ἀνθρώπου γέγονεν. Ἕως μὲν γὰρ εἶχε τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν, φοβερὸς καὶ τοῖς θηρίοις ἦν· ἐπειδὴ δὲ προσέκρουσε, καὶ τοὺς ἐσχάτους τῶν συνδούλων ἐδεδοίκει λοιπόν. Εἰ δὲ μὴ ἀνέχῃ τῶν παρ’ ἡμῶν λεγομένων, σὺ μοι δεῖξον πρὸ τῆς ἁμαρτίας, ὅτι φοβερὰ τῷ ἀνθρώπῳ τὰ θηρία ἦν. Ἀλλ’ οὐκ ἂν ἔχοις. Εἰ δὲ μετὰ ταῦτα εἰσῆλθεν ὁ φόβος, καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας μέγιστον τεκμήριον. Εἰ γάρ, καὶ τῆς ἐντολῆς παραβαθείσης ὑπὸ τοῦ ἀνθρώπου, ἡ τιμὴ ἡ δοθεῖσα αὐτῷ ἀκίνητος ἔμεινεν, οὐκ ἂν ἀνέστη ῥᾳδίως ἀπὸ τοῦ πτώματος. Ὅταν γὰρ καὶ παρακούοντες οἱ ἄνθρωποι, καὶ μὴ παρακούοντες τῆς αὐτῆς ἀπολαύωσι τιμῆς, παιδοτριβοῦνται πρὸς πονηρίαν μᾶλλον, καὶ οὐ ταχέως ἀφίστανται τῆς κακίας. Εἰ γὰρ καὶ νῦν φόβων, καὶ τιμωριῶν, καὶ κολάσεων ἐπικειμένων οὐκ ἀνέχονται σωφρονεῖν, τίνες ἂν ἦσαν, εἰ μηδὲν ἔπασχον ὑπὲρ ὧν ἐπλημμέλουν δεινῶν; Ὥστε κηδόμενος ἡμῶν καὶ φροντίζων ἐξέβαλεν ἡμᾶς τῆς ἀρχῆς.

ε’. Σὺ δὲ μοι, ἀγαπητέ, καὶ ἐντεῦθεν σκόπει τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, πῶς ὁ μὲν Ἀδὰμ πᾶσαν ἀνέτρεψε τὴν ἐντολήν, καὶ πάντα παρέβη τὸν νόμον· ὁ δὲ Θεὸς φιλάνθρωπος ὧν, καὶ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημμελήματα, οὐ πᾶσαν ἔλυσε τὴν τιμήν, οὐδὲ πάσης ἐξέβαλεν αὐτὸν τῆς δεσποτείας, ἀλλ’ ἐκεῖνα μόνον ἔξω τῆς ἀρχῆς ἀφῆκεν εἶναι τὰ ζῶα, ἃ μὴ σφόδρα αὐτῷ συνετέλει πρὸς τὴν τῆς ζωῆς χρείαν· τὰ δὲ ἀναγκαῖα καὶ χρήσιμα, καὶ πολλὴν εἰσφέροντα τὴν λειτουργίαν εἰς τὴν ζωὴν τὴν ἡμετέραν, ταῦτα εἴασε μένειν ἐν τῇ ὑποταγῇ καὶ τῇ δουλείᾳ. Ἀφῆκε γοῦν βοῶν ἀγέλας, ἵνα ἄροτρον ἕλκωμεν, ἵνα τὴν γῆν ἀνατέμνωμεν, ἵνα τὰ σπέρματα καταβάλλωμεν· ἀφῆκε καὶ τῶν ὑποζυγίων τὰ γένη, ἵνα πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν συναντιλαμβάνηται τῶν πόνων ἡμῖν· ἀφῆκε τῶν προβάτων τὰς ποίμνας, ἵνα ἔχωμεν ἐν τῇ περιβολῇ τῶν ἐνδυμάτων χορηγίαν ἀρκοῦσαν καὶ ἕτερα δὲ γένη τῶν ζώων εἴασε πολλὴν ἡμῖν τὴν χορηγίαν παρέχοντα. Ἐπειδὴ γὰρ κολάζων τὸν ἄνθρωπον διὰ τὴν παρακοὴν ἔλεγεν, «Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου»· ἵνα μὴ ὁ ἱδρὼς οὗτος καὶ ὁ πόνος ἀφόρητος ᾖ, ἐπεκούφισε τὸ βαρὺ καὶ φορτικὸν τοῦ ἱδρῶτος τῷ πλήθει τῶν ἀλόγων τῶν συνεφαπτομένων ἡμῖν τοῦ πόνου καὶ τῆς ταλαιπωρίας, καὶ ταὐτὸν πεποίηκεν, οἷον ἂν εἰ καὶ δεσπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν αὐτοῦ μαστίξας, θεραπείαν τινὰ προσαγάγῃ ταῖς μάστιξιν· οὕτω δὴ καὶ ὁ Θεὸς καταδίκην ἐπιτιθεὶς τῷ ἡμαρτηκότι, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφοτέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν. Ὥστε καὶ τὸ δοῦναι τὴν τιμήν, καὶ τὸ πάλιν ἀφελέσθαι, καὶ τὸ τὸν φόβον ἐπιστῆσαι τῶν θηρίων, καὶ πάντα, ἂν τις ἀκριβῶς ἐξετάζοι καὶ εὐγνωμόνως, πολλῆς γέμει σοφίας, πολλῆς κηδεμονίας, πολλῆς τῆς φιλανθρωπίας. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστῶμεν αὐτῷ, καὶ εὐγνώμονες γενώμεθα περὶ τὸν τοσαῦτα ἡμᾶς εὐηργετηκότα. Οὐδὲ γὰρ βαρὺ τι καὶ ἐπαχθὲς ἐπιζητεῖ παρ’ ἡμῶν, ἀλλ’ ἢ τὸ ὁμολογεῖν μόνον τὰς τοσαύτας εὐεργεσίας, καὶ τὰς ὑπὲρ τούτων αὐτῷ εὐχαριστίας ἀναφέρειν· οὐκ ἐπειδὴ αὐτὸς δεῖται τούτου· ἀνενδεὴς γὰρ ὑπάρχει· ἀλλ’ ἵνα ἡμεῖς παιδευώμεθα τὸν χορηγὸν ἐπισπάσασθαι τῶν ἀγαθῶν, καὶ μὴ ἀγνώμονες γενώμεθα, ἀλλ’ ἀξίαν τῶν εὐεργεσιῶν καὶ τῆς τοσαύτης κηδεμονίας τὴν ἀρετὴν εἰσφέρωμεν. Οὕτω γὰρ καὶ αὐτὸν εἰς πλείονα τὴν περὶ ἡμᾶς ἐκκαλεσόμεθα κηδεμονίαν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, παρακαλῶ, ἀλλ’ ἕκαστος ὑμῶν καθ’ ἑκάστην ὥραν, εἰ οἷόν τε, ἀναλογιζέσθω καθ’ ἑαυτόν, μὴ μόνον τὰς χώνας εὐεργεσίας, ἀλλὰ καὶ τὰς ἰδίας εἰς αὐτὸν γινομένας, μὴ τὰς ὡμολογημένας, καὶ πᾶσι δήλους, ἀλλὰ καὶ τὰς ἰδιαζούσας καὶ λανθανούσας τοὺς πολλούς· οὕτω γὰρ δυνήσεται διηνεκῆ τὴν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ. Τοῦτο μεγίστη θυσία, τοῦτο προσφορὰ τελεία, τοῦτο παῤῥησίας ἡμῖν ὑπόθεσις γενήσεται· καὶ πῶς, ἐγὼ λέγω. Ὁ γὰρ ταῦτα διηνεκῶς στρέφων ἐν τῇ διανοίᾳ τῇ ἑαυτοῦ, καὶ τὴν μὲν οἰκείαν εὐτέλειαν καταμανθάνων μετὰ ἀκριβείας, ἐννοῶν δὲ τὴν ἄφατον καὶ ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ὅπως οὐ πρὸς ἀξίαν τῶν ἠμαρτημένων ὑφ’ ἡμῶν, ἀλλὰ πρὸς τὴν οἰκείαν ἀγαθότητα ἀφορῶν, οὕτω τὰ καθ’ ἡμᾶς οἰκονομεῖ, συστέλλεται τὴν διάνοιαν, συντρίβεται τὸν λογισμόν, πάντα τῦφον καὶ ἀπόνοιαν καταστέλλει, μετριάζειν μανθάνει, ὑπερορᾷν τῇς δόξης τοῦ παρόντος βίου, καταγελᾷν πάντων τῶν ὁρωμένων, φαντάζεσθαι τὰ μέλλοντα ἀγαθά, καὶ τὴν ζωὴν τὴν ἀτελεύτητον, καὶ πέρας οὐκ ἔχουσαν. Ὁ δὲ οὕτω τὴν ψυχὴν διακείμενος, τὴν ἀληθῆ καὶ ἐπέραστον θυσίαν τῷ Θεῷ ἀναφέρει, καθὼς ὁ προφήτης φησί· «Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει». Τοὺς γὰρ εὐγνώμονας τῶν οἰκετῶν οὐχ οὕτως αἱ κολάσεις καὶ αἱ τιμωρίαι ἐπιστρέφουσιν, ὡς αἱ εὐεργεσίαι, καὶ τὸ εἰδέναι, ὅτι οὐ πρὸς ἀξίαν τῶν πεπλημμελημένων τὴν δίκην δεδώκασι.

Ϛ’. Συντρίψωμεν τοίνυν ἡμῶν τὸν λογισμόν, παρακαλῶ, ταπεινώσωμεν τὴν διάνοιαν, καὶ μάλιστα νῦν ὅτε τῆς νηστείας ὁ καιρὸς πολλὴν ἡμῖν εἰς τοῦτο τὴν συμμαχίαν εἰσφέρει. Ἐὰν γὰρ οὕτως ὦμεν διακείμενοι, δυνησόμεθα καὶ τὰς εὐχὰς μετὰ πολλῆς τῆς νήψεως ποιεῖσθαι, καὶ ἐξομολογούμενοι τὰ πεπλημμελημένα πολλὴν ἐπισπάσασθαι τὴν ἄνωθεν χάριν. Καὶ ἵνα μάθητε ὅτι ταῖς τοιαύταις ἀρέσκεται ψυχαῖς ὁ Δεσπότης, ἄκουε αὐτοῦ λέγοντος· «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους»; Διὰ τοῦτο καὶ ὁ Χριστὸς διαλεγόμενος ἔλεγε· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Ὁ γὰρ ὄντως ταπεινῶν ἑαυτὸν οὐκ ἂν δυνηθείη ποτὲ εἰς θυμὸν ἐξενεχθῆναι, οὐδὲ τῷ πλησίον ὀργισθῆναι, τῆς ψυχῆς κατεσταλμένης, καὶ τὰ καθ’ ἑαυτὴν σκοπουμένης. Τῆς δὲ οὕτω διακειμένης ψυχῆς τὶ ἂν γένοιτο μακαριώτερον; Ὁ τοιοῦτος ἐν λιμένι διηνεκῶς κάθηται παντὸς χειμῶνος ἀπηλλαγμένος, καὶ ἐντρυφῶν τῇ ἀπὸ τῶν λογισμῶν γαλήνῃ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· «Καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Ὥσπερ οὖν ὁ τὰ πάθη ταῦτα κατευνάσας πολλῆς ἀπολαύει τῆς ἀναπαύσεως, οὕτως ὁ ῥάθυμος, καὶ ἀναπεπτωκώς, καὶ μὴ δυνάμενος δεόντως ἡνιοχεῖν τὰ ἐν αὐτῷ τικτόμενα πάθη, ἐν διηνεκεῖ σάλῳ καθέστηκεν, οἴκοθεν τὸν πόλεμον ἔχων, καὶ οὐδενὸς παρόντος ταραττόμενος, καὶ πολὺν τὸν χειμῶνα ὑπομένων· διὸ καὶ τῶν κυμάτων κορυφουμένων, καὶ τῆς τῶν πονηρῶν πνευμάτων καταιγίδος ἐπιούσης, πολλάκις ὑποβρύχιος γίνεται, καταβαπτισθέντος τοῦ σκάφους διὰ τὴν ἀπειρίαν τοῦ κυβερνήτου. Διὸ χρὴ νήφειν, καὶ ἐγρηγορέναι, καὶ διηνεκῆ τὴν μέριμναν ἔχειν καὶ ἀδιάλειπτον τῆς κατὰ ψυχὴν σωτηρίας. Τὸν γὰρ Χριστιανὸν ἀεὶ παρατετάχθαι χρὴ πρὸς τὰ πάθη τῆς σαρκός, καὶ τοὺς νόμους τοὺς τεθέντας ἡμῖν παρὰ τοῦ κοινοῦ πάντων Δεσπότου ἐναύλους ἔχειν, καὶ τούτοις τειχίζεσθαι, καὶ τῇ πολλῇ αὐτοῦ περὶ ἡμᾶς μακροθυμίᾳ εἰς δέον κεχρῆσθαι, καὶ μὴ ἀναμένειν τὴν διὰ τῶν ἔργων πεῖραν, καὶ τότε συστέλλεσθαι, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται, «Ὅταν ἀπέκτεινεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν». Ἔχοντες οὖν, ἀγαπητοί, σύμμαχον τῆς νηστείας τὴν παρουσίαν, πάντες ἐπὶ τὴν ἐξομολόγησιν τῶν πεπλημμελημένων ἐπειγώμεθα, καὶ ἀπεχώμεθα μὲν πάσης κακίας, μετίωμεν δὲ πᾶσαν ἀρετήν. Οὕτω γὰρ καὶ ὁ μακάριος προφήτης Δαυῒδ διδάσκει λέγων· «Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν». Ἂν οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων καὶ τὴν ἀποχὴν τῆς κακίας ἐπιδειξώμεθα, δυνησόμεθα καὶ αὐτοὶ πλείονος ἀπολαῦσαι τῆς παῤῥησίας, καὶ δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας, καὶ ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, εὐχαῖς καὶ πρεσβείαις τῶν εὐαρεστησάντων αὐτῷ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία Ι’. Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν», καὶ εἰς τό, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Προηγούμενο: Ὁμιλία Η’. Καὶ εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς τῇς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος