Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΙΑ’. Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μιμεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι ῥᾳθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία.
Προηγούμενο: Ὁμιλία Θ’. Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν», καὶ πρὸς τοὺς λέγοντας, διὰ τὶ τὰ θηρία ἐδημιουργήθη; Καὶ τὶ τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Ι’. Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν», καὶ εἰς τό, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.

α’. Ἐλάττων ἡμῖν ὁ σύλλογος σήμερον, καὶ βραχὺ τὸ θέατρον τῶν συνδεδραμηκότων. Τίνος ἕνεκεν, καὶ διὰ τί; Τάχα τινὲς ἠρυθρίασαν μετὰ τὴν αἰσθητὴν τράπεζαν εἰς τὴν πνευματικὴν ταύτην ἑστίασιν παραγενέσθαι, καὶ τοῦτο αὐτοῖς αἴτιον γεγένηται τῆς ἀπολείψεως· ἀλλ’ ἀκουέτωσαν σοφοῦ τινος λέγοντος· «Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις» Οὐκ ἐστιν αἰσχύνης ἄξιον, τραπέζης μετασχόντα σωματικῆς ἐλθεῖν ἐπὶ τὴν πνευματικὴν ἑστίασιν. Οὐδὲ γὰρ καθάπερ τὰ ἀνθρώπινα πράγματα, οὕτω καὶ τὰ πνευματικὰ καιροῖς ἀφωρισμένοις διατετύπωται. Ἡ γὰρ περὶ τῶν πνευματικῶν διάλεξις πάντα τῆς ἡμέρας τὸν καιρὸν ἐπιτήδειον ἔχει. Καὶ τὶ λέγω τῆς ἡμέρας τὸν τὸν καιρόν; Κἂν νὺξ καταλάβῃ, οὐδὲ οὕτω κώλυμα γίνεται τῇ πνευματικῇ διδασκαλίᾳ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε Τιμοθέῳ γράφων· «Ἐπίστηθι εὐκαίρως, ἀκαίρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον». Καὶ πάλιν ἄκουε τοῦ μακαρίου Λουκᾶ λέγοντος, ὅτι «Μέλλων ἐξιέναι, φησί, τῇ ἐπαύριον ὁ Παῦλος ἀπὸ τῆς Τρῳάδος διελέγετο αὐτοῖς, καὶ παρέτεινεν τὸν λόγον μέχρι μεσονυκτίου». Μὴ τι ὁ καιρὸς ἐλυμήνατο, εἰπὲ μοι, ἢ διέκοψε τὸν τῆς διδασκαλίας λόγον; Ὁ νήφων ἀκροατής. Κἂν ἠριστηκὼς ᾗ, ἄξιος ἂν εἴη τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, ὥσπερ οὖν ὁ ῥάθυμος καὶ ἀναπεπτωκώς, κἂν ἄσιτος διαμείνῃ, οὐδεμίαν ἐντεῦθεν δέξεται τὴν ὠφέλειαν. Καὶ ταῦτα λέγω οὐ τὸν τόνον τῆς νηστείας ἐκλύων, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἔπαινών καἰ ἀποδεχόμενος τοὺς νηστεύοντας· ἀλλὰ βουλόμενος διδάξαι ὑμᾶς, λογισμῷ τινι νήφοντι μετιέναι τὰ πνευματικά, καὶ μὴ συνηθείᾳ κατακολουθεῖν. Οὐ γὰρ τὸν μεταλαβόντα τροφῆς αἰσχρὸν παραλαβεῖν τῇ πνευματικῇ ταύτῃ διδασκαλίᾳ, ἀλλὰ τὸ ῥᾳθυμούσῃ διανοίᾳ, καὶ τὸ ὑπὸ τῶν παθῶν πολιορκεῖσθαι, καὶ μὴ καταστέλλειν τὰ τῆς σαρκὸς σκιρτήματα. Οὐ τὸ φαγεῖν κακόν, μὴ γένοιτο, ἀλλ’ ἡ ἀδηφαγία βλαβερόν, καὶ τὸ ὑπὲρ τὴν χρείαν ἐμπίπλασθαι, καὶ διαῤῥήγνυσθαι τὴν γαστέρα· τοῦτο γὰρ καὶ τὴν ἡδονὴν τὴν ἀπὸ τῆς τροφῆς λυμαίνεται· ὥσπερ οὖν οὐδὲ τὸ οἴνου συμμέτρου μετασχεῖν πονηρόν, ἀλλὰ τὸ μέθῃ ἑαυτὸν ἐκδοῦναι, καὶ τῶν λογισμῶν τὸ κριτήριον παρατρέψαι διὰ τῆς ἀμετρίας. Εἰ δὲ δι’ ἀσθένειαν σωματικήν, ἀγαπητέ, μὴ δύναιο ἄσιτος παρατείνειν τὴν ἡμέραν, οὐδεὶς εὖ φρονῶν ὑπὲρ τούτου σοι ἐγκαλέσαι δυνήσεται. Δεσπότην γὰρ ἔχομεν ἥμερον καὶ φιλάνθρωπον, καὶ οὐδὲν τῶν ὑπὲρ δύναμιν παρ’ ἡμῶν ἐκζητοῦντα. Οὐδὲ γὰρ τὴν ἀποχὴν τῶν βρωμάτων, καὶ τὴν νηστείαν ἁπλῶς ἀπαιτεῖ παρ’ ἡμῶν γίνεσθαι, οὐδὲ δι’ αὐτὸ τοῦτο, ἵνα ἄσιτοι διαμένωμεν μόνον, ἀλλ’ ἵνα ἀφιστῶντες ἑαυτοὺς ἀπὸ τῶν βιωτικῶν πραγμάτων, πᾶσαν τὴν σχολὴν ἐν τοῖς πνευματικοῖς ἀναλίσκωμεν. Ὡς εἰ τὰ νηφούσης διανοίας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, καὶ περὶ τὰ πνευματικὰ πᾶσαν τὴν σχολὴν ἐπιδεικνύμεθα, καὶ τῇ τροφῇ οὕτω προσίωμεν, ὡς τὴν χρείαν μόνον πληροῦν, καὶ ἐν ταῖς ἀγαθαῖς πράξεσιν ἅπαντα τὸν βίον καταναλίσκειν, οὐδὲ χρεία ἡμῖν ἦν τῆς βοηθείας τῆς ἀπὸ τῆς νηστείας. Ἀλλ’ ἐπειδὴ ῥᾴθυμός ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη, καὶ τῇ ἀνέσει καὶ τῇ τρυφῇ μᾶλλον ἑαυτὴν ἐπιδίδωσι, διὰ τοῦτο καθάπερ πατὴρ φιλόστοργος τὴν ἀπὸ τῆς νηστείας ἡμῖν ἰατρείαν ἐπενόησεν ὁ φιλάνθρωπος Δεσπότης, ἵνα καὶ τὰ τῆς τρυφῆς ἐκκόπτηται, καὶ τὴν περὶ τὰ βιωτικὰ φροντίδα μεταγάγωμεν ἐπὶ τὴν τῶν πνευματικῶν ἐργασίαν. Ἂν τοίνυν ὦσί τινες τῶν ἐνταῦθα συνιόντων ὑπὸ ἀσθενείας σωματικῆς κωλυόμενοι, καὶ μὴ δυνάμενοι, ἄσιτοι διαμένειν, τούτοις παραινῶ καὶ τὴν ἀσθένειαν τὴν σωματικὴν παραμυθεῖσθαι, καὶ τῆς διδασκαλίας ταύτης τῆς πνευματικῆς μὴ ἀποστερεῖν ἑαυτούς, ἀλλὰ ταύτῃ μᾶλλον πλείονα τὴν σπουδὴν ἐπιδείκνυσθαι.

β’. Εἰσὶ γάρ, εἰσιν ὁδοὶ πολλῷ μείζους τῆς ἀποχῆς τῶν βρωμάτων, αἱ δυνάμεναι τὰς θύρας ἡμῖν ἀνοίγειν τῆς παῤῥησίας τῆς πρὸς τὸν Θεόν. Ὁ τροφῆς τοίνυν μεταλαμβάνων, καὶ νηστεύειν μὴ δυνάμενος, δαψιλεστέραν τὴν ἐλεημοσύνην ἐπιδεικνύσθω, εὐχὰς ἐκτενεῖς, τὴν προθυμίαν ἐπιτεταμένην ἐχέτω περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων· ἐνταῦθα οὐδὲν ἡ τοῦ σώματος ἀσθένεια ἐμπόδιον ἡμῖν γίνεται· τοῖς ἐχθροῖς καταλλαττέσθω, πᾶσαν μνησικακίαν ἐξοριζέτω τῆς ἑαυτοῦ ψυχῆς. Ἂν ταῦτα κατορθοῦν βούληται, τὴν ἀληθῆ νηστείαν ἐπεδείξατο, καὶ ἣν μάλιστα πάντων ἀπαιτεῖ παρ’ ἡμῶν ὁ Δεσπότης. Ἐπεὶ καὶ ταύτην τὴν ἀποχὴν τῶν βρωμάτων διὰ τοῦτο κελεύει γίνεσθαι, ἵνα χαλινοῦντες τὰ σκιρτήματα τῆς σαρκός, εὐήνιον αὐτὴν ἐργαζώμεθα πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν. Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ τῆς νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπιδείκνυσθαι, λανθάνομεν ἑαυτοὺς τὰ μέγιστα ζημιούμενοι. Εἰ γὰρ καὶ μετὰ νηστείας ἡ τῶν προειρημένων κατορθωμάτων ἔλλειψις οὐδὲν ἡμᾶς ὀνίνησι, πολλῷ μᾶλλον εἰ μηδὲ τῷ φαρμάκῳ τῇς νηστείας χρήσασθαι δυνάμενοι, πλείονα τὴν ῥᾳθυμίαν ἐπιδειξόμεθα. Ταῦτα δὴ μαθόντες παρ’ ἡμῶν, παρακαλῶ, οἱ νηστεύειν δυνάμενοι, αὐτοὶ τε καθ· ὅσον οἷόν τε ἐπιτείνετε ὑμῶν τὴν καλὴν ταύτην καὶ ἐπαινετὴν προθυμίαν. «Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται». Ἡ γὰρ νηστεία τὸ μὲν σῶμα κατατείνει, καὶ χαλινοῖ τὰ ἄτακτα σκιρτήματα, τὴν δὲ ψυχὴν διαυγεστέραν ἐργάζεται, καὶ πτεροῖ, καὶ μετάρσιον καὶ κούφην ποιεῖ. Καὶ τοὺς ἀδελφοὺς δὲ τοὺς ὑμετέρους, ὅσοι διὰ σωματικὴν ἀσθένειαν νηστεύειν οὐ δύνανται, προτρέπεσθε μὴ ἀπολιμπάνεσθαι τῆς πνευματικῆς ταύτης τροφῆς, διδάσκοντες αὐτούς, καὶ τὰ παρ’ ἡμῶν αὐτοῖς διαπορθμεύοντες, καὶ δεικνύντες, ὅτι ὁ φαγὼν καὶ πιὼν μετρίως οὐκ ἀνάξιός ἐστι ταύτης τῆς ἀκροάσεως, ἀλλ’ ὁ ῥᾴθυμος καὶ διακεχυμένος. Καὶ λέγετε πρὸς αὐτοὺς καὶ τὸ ἀποστολικὸν λόγιον, ὅτι «Καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει, καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ». Καὶ ὁ νηστεύων τοίνυν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι δύναμιν ἔσχε δυναμένην ἀντισχεῖν πρὸς τὸν πόνον τῆς νηστείας· καὶ ὁ ἐσθίων πάλιν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι οὐδὲν αὐτὸν τοῦτο λυμήνασθαι δύναται πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, ἐὰν θέλῃ. Τοσαύτας γὰρ ἡμῖν ὁδοὺς ἔτεμεν ὁ φιλάνθρωπος Θεός, ὅσας οὐδὲ εἰπεῖν ἐστι, δι’ ὧν δυνατὸν ἐστιν ἡμᾶς, ἐὰν βουλώμεθα, τῆς ἀνωτάτω παῤῥησίας μετασχεῖν. Ταῦτα οὖν ἀρκούντως τῶν ἀπολειφθέντων ἕνεκεν διελέχθημεν, περιελόντες αὐτῶν τῆς αἰσχύνης τὴν πρόφασιν, καὶ δείξαντες, ὅτι οὐ δεῖ ἐπὶ τούτῳ αἰσχύνεσθαι· οὐ γὰρ τὸ φαγεῖν αἰσχύνην ἡμῖν προξενεῖ, ἀλλὰ τὸ κακὸν τὶ διαπράξασθαι. Μεγάλη αἰσχύνη ἡ ἁμαρτία· ἐὰν ταύτην ἐργασώμεθα, οὐ μόνον αἰσχύνεσθαι ὀφείλομεν, ἀλλὰ καὶ ἐγκαλύπτεσθαι, καὶ καθάπερ οἱ προσκεκρουκότες, οὕτως ἑαυτοὺς ταλανίζειν· μᾶλλον δὲ μηδὲ τότε ἀπαγορεύειν ἑαυτούς, ἀλλὰ πρὸς ἐξομολόγησιν ἐπείγεσθαι καὶ πρὸς εὐγνωμοσύνην. Τοιοῦτον γὰρ ἔχομεν Δεσπότην, οὐδὲν ἕτερον παρ’ ἡμῶν ἐπιζητοῦντα μετὰ τὴν τῆς ἁμαρτίας πρᾶξιν, εἲ ποτε διὰ ῥᾳθυμίαν ἁλῶμεν, ἢ τὸ ὁμολογῆσαι τὰ ἐπταισμένα, καὶ μέχρι τούτου στῆναι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Ἐὰν δὲ τροφῆς συμμέτρου μεταλάβωμεν, μηδέποτε αἰσχυνώμεθα· σώματι γὰρ ἡμᾶς τοιούτῳ συνέπλεξεν ὁ Δεσπότης, ᾧ μὴ δυνατὸν ἑτέρως συνεστάναι, εἰ μὴ ταύτης μεταλάβοι, μόνον τὰ τῆς ἀμετρίας ἐκκοπτέσθω· τοῦτο γὰρ ἡμῖν καὶ πρὸς τὴν ὑγίειαν τούτου καὶ εὐεξίαν τὰ μέγιστα συμβάλλεται. Ἢ οὐχ ὁρᾶτε καθ’ ἑκάστην ἡμέραν ἀπὸ τῶν πολυτελῶν τραπεζῶν καὶ τῆς ἀμέτρου ἀδηφαγίας τὰ μυρία ἐπαγόμενα νοσήματα; Πόθεν ποδαλγίαι; Πόθεν καρηβαρίαι; Πόθεν ὁ τῶν χυμῶν τῶν διεφθαρμένων πλεονασμός; Πόθεν τὰ ἀλλὰ μυρία νοσήματα; Οὐκ ἀπὸ τῆς ἀμετρίας καὶ τοῦ πλέον τοῦ δέοντος ἐγχέειν ἑαυτοῖς τὸ ἄκρατον; Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτίζεται, καὶ ὑποβρύχιον γίνεται· οὕτω καὶ ὁ ἄνθρωπος, ὅταν τῇ ἀδηφαγίᾳ καὶ τῇ μέθῃ ἑαυτὸν ἐκδῷ, κατὰ κρημνῶν ἄπεισι, καὶ ὑποβρύχιον ἀπεργάζεται τὸν λογισμόν, καὶ κεῖται λοιπὸν καθάπερ νεκρὸς ἔμψυχος, πρὸς μὲν τὰ κακὰ πολλάκις ἐνεργεῖν δυνάμενος, πρὸς δὲ τὰ ἀγαθὰ ἅπαντα οὐδὲν ἄμεινον τῶν νεκρῶν διακείμενος.

γ’. Διὸ παρακαλῶ, κατὰ τὸν μακάριον Παῦλον, «Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας», ἀλλὰ πρὸς τὸ συνεστάναι, καὶ δύνασθαι μετὰ πλείονος προθυμίας ἐν τῇ τῶν πνευματικῶν ἐργασίᾳ πολλὴν τὴν σπουδὴν ἐπιδείκνυσθαι. Ταῦτα δὴ πάντα διαλεγόμενοι πρὸς τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους, πείθετε αὐτοὺς τῆς πνευματικῆς ταύτης τροφῆς μηδέποτε ἑαυτοὺς ἀποστερεῖν, ἀλλὰ κἂν ἠριστηκότες ὦσιν, ἐρχέσθωσαν μετὰ πάσης προθυμίας, ἵνα δεξάμενοι τὴν ἐντεῦθεν διδασκαλίαν, δύνωνται γενναίως ἵστασθαι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ἡμεῖς δὲ λοιπὸν φέρε τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ τῆς σπουδῆς τῆς περὶ τὴν ἀκρόασιν ἀμειψώμεθα τὴν ὑμετέραν ἀγάπην, καὶ τὸ χρέος ἐκτίσωμεν, ὅπερ ὀφείλομεν ὑμῖν. Ἴστε γὰρ πάντως καὶ μέμνησθε, ὅτι περὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως ἀρξάμενοι διαλέγεσθαι, ὑπὸ τοῦ καιροῦ στενοχωρηθέντες οὐκ ἰσχύσαμεν παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, ἀλλ’ εἰς τὸν περὶ τῶν θηρίων λόγον τὴν διδασκαλίαν ἐτελέσαμεν δεικνύντες, ὅτι τὴν κατ’ αὐτῶν ἀρχὴν πρότερον ἔχων ὁ ἄνθρωπος, διὰ τὴν τῆς παρακοῆς ἁμαρτίαν ταύτην ἀφῃρέθη. Διὸ βουλόμεθα σήμερον τὰ λειπόμενα ὑμῖν ἀποδόντες, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψαι. Ἀλλ’ ἵνα ὑμῖν σαφὴς ἡμῶν ὁ λόγος γένηται, ἀναγκαῖον ὑμᾶς ὑπομνῆσαι, ποῦ τότε τὴν διδασκαλίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν ἀρξάμενοι, οὕτω τὰ λείποντα ἀναπληρώσωμεν. Ποῦ οὖν τὸν λόγον τότε κατελύσαμεν; Εἰπόντες εἰς τό, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ», ἐπειδὴ εἰς πολὺ μῆκος ὁ λόγος ἐξετάθη, καὶ πολὺ πέλαγος ἡμῖν ἐτέχθη νοημάτων, οὐ συνεχωρήθη ἡμῖν περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στάντες τῶν ἑξῆς οὐκ ἐφηψάμεθα. Διόπερ ἀναγκαῖον νῦν αὐτὴν τὴν ἀκολουθίαν ἀναγνῶναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα εἰδέναι ἔχοιτε, τίνα ἐστίν, ἃ μέλλομεν ἐρεῖν πρὸς ὑμᾶς. Εὐθέως οὖν ἐπήγαγεν ἡ θεῖα Γραφή· «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς». Βραχέα τὰ ῥήματα, ἀλλὰ πολὺς ὁ ἐγκείμενος θησαυρὸς τοῖς βραχέσι τούτοις ῥήμασι. Πνεύματι γὰρ φθεγγόμενος ὁ μακάριος οὗτος προφήτης, ἀπόῤῥητά τινα ἡμᾶς νῦν διδάσκειν βούλεται. Ἐπειδὴ γὰρ εἶπε· «Ποιήσωμεν ἄνθρωπον», καὶ βουλήν, ὡς εἰπεῖν, καὶ σκέψιν προσέθηκεν ὁ τῶν ἁπάντων δημιουργός, διὰ τοῦ σχήματος τούτου τὴν τιμὴν ἐπιδεικνύμενος τὴν περὶ τοῦ μέλλοντος διαπλάττεσθαι, καὶ πρὸ τῆς διαπλάσεως ἐδίδαξεν ἡμᾶς· καὶ τὸ μέγεθος τῆς ἀρχῆς, ἧς μέλλει ἐγχειρίζειν τῷ δημιουργεῖσθαι μέλλοντι. Εἰπὼν οὖν· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν», ἐπήγαγε· «Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης». Ὅρα πῶς ἐκ προοιμίων τὸν θησαυρὸν ἡμῖν τὸν ἐγκεκρυμμένον ὑποδείκνυσι. Πνεύματι γὰρ θείῳ φθεγγόμενος ὁ προφήτης, καὶ τὰ μηδέπω ὑφεστῶτα ὡς ὑφεστῶτα καὶ γεγενημένα ὁρᾷ. Τίνος οὖν ἕνεκεν, εἰπὲ μοι, εἰπών· «Ποιήσωμεν ἄνθρωπον», νῦν λέγει· «Καὶ ἀρχέτωσαν»; Λανθάνον τι μυστήριον ἡμῖν ἐντεῦθεν ἤδη λοιπὸν παραδηλοῖ. Τίνες ἀρχέτωσαν; Ἢ δῆλον ὅτι τὴν τῆς γυναικὸς αἰνιττόμενος διάπλασιν τοῦτο εἴρηκεν. Ὁρᾷς ὅπως οὐδὲν ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ ἁπλῶς καὶ εἰκῆ κείμενον, ἀλλὰ καὶ τὸ τυχὸν ῥῆμα πολὺν ἔχει ἐναποκείμενον τὸν θησαυρόν.

δ’. Καὶ μὴ ξενίσῃ σε, ἀγαπητέ, τὸ εἰρημένον. Τοιοῦτον γὰρ ἔθος ἅπασι τοῖς προφήταις, περὶ τῶν μηδέπω γεγενημένων ὡς γεγενημένων διαλέγεσθαι. Ἐπειδὴ γὰρ τοῖς πνευματικοῖς ἑώρων ὀφθαλμοῖς τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν μέλλοντα γίνεσθαι, διὰ τοῦτο ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν κείμενα κατοπτεύοντες τὰ πράγματα, οὕτως ἅπαντα διελέγοντο. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουε τοῦ μακαρίου Δαυῒδ λέγοντος, καὶ πρὸ τοσούτων γενεῶν τὰ κατὰ τὸν σταυρὸν τοῦ Χριστοῦ προφητεύοντος καὶ βοῶντος· «Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου»· καὶ πάλιν, «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς». Ὁρᾷς πῶς τὰ μέλλοντα μετὰ χρόνον πολὺν ἔσεσθαι ὡς ἤδη γεγενημένα προανεφώνει; Οὕτω καὶ ὁ μακάριος οὗτος προφήτης ἤδη αἰνιττόμενος ἡμῖν τὴν τῆς γυναικὸς διάπλασιν αἰνιγματωδῶς φησί, «Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης». Εἶτα προϊὼν πάλιν σαφέστερόν φησι, «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς». Σκόπει πόσῃ κέχρηται τῇ ἀκριβείᾳ, καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγων, ἵνα δυνηθῇ ἐναποτεθῆναι τῇ τῶν ἀκροατῶν διανοίᾳ τὰ λεγόμενα. Εἰ γὰρ μὴ τοῦτο ἦν αὐτῷ τὸ σπουδαζόμενον, ἤρκει εἰπεῖν, «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον»· ἀλλὰ πάλιν προστίθησι· «Κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν». Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς διὰ τῶν προλαβόντων, κατὰ τὶ εἴρηται τό, Κατ’ εἰκόνα, διὰ τοῦτο πάλιν ἐνταῦθα τὸν αὐτὸν ἐπαναλαμβάνων λόγον, φησί, «Κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν». Καὶ ἵνα μηδὲ ἀναίσχυντον καταλίπῃ ἀπολογίας πρόφασιν τοῖς μάχεσθαι βουλομένοις τοῖς τῆς Ἐκκλησίας δόγμασι, κατὰ μικρὸν προϊὼν διδάσκει τὰ αὐτὰ πάλιν, ὅτι κατὰ τὸ ἄρχειν καὶ ὑποτεταγμένα ἔχειν ἅπαντα τὰ δημιουργήματα, κατὰ τοῦτο τῷ τῇς εἰκόνος ὀνόματι ἐχρήσατο. Τέως δὲ ἴδωμεν τὶ φησί· «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς». Ὅπερ ἀνωτέρω ἠνίξατο, εἰπών, «Καὶ ἀρχέτωσαν», καὶ ἐνταῦθα σαφέστερον εἶπε· καὶ αὐτὸ δὲ ὅμως κεκρυμμένως ἡμᾶς ἐδίδαξεν· οὐδέπω γὰρ περὶ τῆς διαπλάσεως ἡμᾶς διδάξας, οὐδὲ εἰπών, πόθεν ἡ γυνὴ παρήχθη, φησὶν· «Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς». Εἶδες πῶς τὸ μηδέπω γεγονὸς ὡς γεγονὸς διηγήσατο; Τοιοῦτον γὰρ οἱ πνευματικοὶ ὀφθαλμοί· οὐδὲ γὰρ οὕτως οἱ σωματικοὶ οὗτοι ὀφθαλμοὶ τὰ ὁρώμενα βλέπειν δύνανται, ὡς οἱ τοῦ πνεύματος ὀφθαλμοὶ τὰ μὴ ὁρώμενα, μηδὲ τὰ ὑφεστῶτα. Εἰπὼν τοίνυν, «Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς», ὡς πρὸς ἀμφοτέρους τὴν εὐλογίαν ποιεῖται, καὶ φησί· «Καὶ ηὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε, τῶν ἰχθύων τῆς θαλάσσης.». Ἰδοὺ τὸ ἐξαίρετον εὐλογίας. Τὸ γάρ, «Αὐξάνεσθε, καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν», καὶ ἐπὶ τῶν ἀλόγων ζώων, καὶ ἐπὶ τῶν ἑρπετῶν ἴδοι τις ἂν εἰρημένον· τὸ δέ, «Κατακυριεύσατε, καὶ ἄρχετε», ἐπὶ τοῦ ἀνθρώπων καὶ τῆς γυναικός. Ὅρα φιλανθρωπίαν Δεσπότου· καὶ πρὶν ἢ παραγαγεῖν αὐτήν, κοινωνὸν αὐτὴν τῆς ἀρχῆς ἀπεργάζεται καὶ τῆς εὐλογίας αὐτὴν ἄξιοί. «Καὶ ἄρχετε, φησί, τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς».

ε’. Εἶδες ἐξουσίαν ἄφατον; Εἶδες ἀρχῆς μέγεθος; Εἶδες πάντα τὰ δημιουργηθέντα ὑπὸ τὴν τούτου ὑποταγὴν γενόμενα; Μηδὲν λοιπὸν μικρὸν φαντασθῇς περὶ ζώου τούτου τοῦ λογικοῦ, ἀλλ’ ἐννοῶν τῆς τιμῆς τὸ μέγεθος, καὶ τὴν περὶ αὐτὸ εὔνοιαν τοῦ Δεσπότου, ἐκπλήττου τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. «Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὃ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως». Θέα μοι τῶν ῥημάτων τὴν ἀκρίβειαν, ἀγαπητέ, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ μηδὲν ἁπλῶς παραδράμῃς τῶν εἰρημένων. «Καὶ εἶπε, φησίν, ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον»· ὡς πρὸς τοὺς δύο ἡ διάλεξις γίνεται, καὶ ταῦτα, μηδέπω τῆς γυναικὸς παραχθείσης. Εἶτα ἵνα μάθῃς αὐτοῦ τὴν ὑπερβάλλουσαν ἀγαθότητα, ὅρα πῶς οὐ μέχρι τοῦ ἀνθρώπου καὶ τῆς γυναικὸς τῆς μηδέπω παραχθείσης τὴν φιλανθρωπίαν ἐπιδείκνυται, καὶ τὴν ὑπερβάλλουσαν φιλοτιμίαν, ἀλλὰ καὶ μέχρις αὐτῶν τῶν ἀλόγων. Εἰπὼν γάρ, «Ὑμῖν ἔσται εἰς βρῶσιν»’ ἐπήγαγε, «Καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς». Ὅρα πάλιν ἑτέραν ἄβυσσον φιλανθρωπίας. Οὐ μόνον γὰρ τῶν ἀλόγων τῶν ἡμέρων, καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτηδείων, καὶ πρὸς ὑπηρεσίαν, πρόνοιαν πεποίηται, ἀλλὰ καὶ τῶν θηρίων. Καὶ τὶς ἂν κατ’ ἀξίαν ἐφίκοιτο τῆς ἀπείρου ταύτης ἀγαθότητος; «Ὑμῖν ἔσται εἰς βρῶσιν, φησί, καὶ πᾶσι τοῖς θηρίοις τῆς τῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν». Πολλὴ τοῦ Δεσπότου δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τὸν ὑπ’ αὐτοῦ δημιουργηθέντα πρόνοια. Ἐπειδὴ γὰρ αὐτὸν παρήγαγε, καὶ πᾶσαν αὐτῷ τὴν ἀρχὴν τῆς δημιουργίας ἐνεχείρισεν, ἵνα μὴ εὐθέως καὶ ἐκ προοιμίων ὁρῶν τῶν ἀλόγων τὸ πλῆθος, δυσχεραίνειν ἔχῃ, ὡς οὐ μὴ δυνάμενος ἀρκέσαι πρὸς τὴν τοσούτων ζώων τροφήν, πρὶν ἢ κἂν ἔννοιαν αὐτὸν τινα δέξασθαι περὶ τούτου, προλαβὼν ὁ ἀγαθὸς Δεσπότης παραμυθούμενος αὐτόν, ὡς εἰπεῖν, καὶ δεικνὺς ὡς καὶ αὐτὸς καὶ τὰ ἄλογα πάντα πολλὴν ἕξει τὴν ἀφθονίαν, τῆς γῆς τῷ προστάγματι τοῦ Δεσπότου πρὸς τὴν διατροφὴν τούτων ὑπηρετουμένης, εἰπών, «Ὑμῖν ἔσται εἰς βρῶσιν», εὐθέως ἐπήγαγε, «Καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω». Πάντα ὅσα προσέταξεν ὁ Δημιουργός, φησίν, εἰς ἔργον ἐξῆλθε, καὶ πάντα εἰς τὴν προσήκουσαν εὐταξίαν ἀποκατέστη· διὰ τοι τοῦτο εὐθέως ἐπήγαγε, «Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν».

Ϛ’. Τὶ ἂν κατ’ ἀξίαν ἀνυμνήσειε τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν; Ἰδοὺ γὰρ καὶ ἐνταῦθα διὰ μιᾶς λέξεως εἰποῦσα, «Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε», πάντων τῶν μετὰ ταῦτα ἀντιλέγειν ἐπιχειρούντων τὴν γλῶτταν ἐπεστόμισε. «Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο τὸ πρωΐ, ἡμέρα ἕκτη». Ἐπειδὴ γὰρ ἐφ’ ἑκάστου τῶν δημιουργηθέντων ἔλεγε, «Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν», νῦν ὅτε τὰ πάντα συνετελέσθη, καὶ τὰ τῆς ἕκτης ἡμέρας ἔργα τέλος ἔλαβε, καὶ ὁ μέλλων πάντων τῶν δημιουργηθέντων ἀπολαύειν εἰς τὸ μέσον παρήχθη, φησί· «Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν». Σκόπει πῶς συλλαβὼν τὰ δημιουργήματα ἅπαντα διὰ τῆς λέξεως ταύτης τῆς, «Πάντα», τοῖς δημιουργηθεῖσι τὸν ἔπαινον ἀπεκλήρωσεν. Οὐδὲ γὰρ εἰποῦσα, «Ἅπαντα», ἠρκέσθη, ἀλλ’ ἐπήγαγεν, «Ὅσα ἐποίησε»· καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλά, «Καὶ ἰδοὺ καλά», καί, «Λίαν καλά», φησί, τοῦτ’ ἐστι, πάνυ καλά. Ὅταν οὖν ὁ Δεσπότης, ὁ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών, καλὰ καὶ πάνυ καλὰ τὰ δημιουργήματα προσείποι, τις ἂν τολμήσειε, κἂν αὐτομανίας ᾖ πεπληρωμένος, διᾶραι τὸ στόμα καὶ ἀντιφθέγξασθαι τοῖς τοῦ Θεοῦ ῥηθεῖσιν; Ἐπειδὴ γὰρ ἐν τοῖς ὁρωμένοις οὐ μόνον φῶς ἐδημιουργήθη, ἀλλὰ καὶ σκότος ἀπ’ ἐναντίας τῷ φωτί, καὶ οὐ μόνον ἡμέρα, ἀλλὰ καὶ νὺξ ἀπ’ ἐναντίας τῇ ἡμέρᾳ, καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδιδομένων σπερμάτων, οὐ μόνον βοτάναι χρήσιμοι, ἀλλὰ καὶ ὀλέθριαι, καὶ δένδρα οὐ μόνον ἔγκαρπα, ἀλλὰ καὶ ἄκαρπα, καὶ ζῶα οὐ μόνον ἥμερα, ἀλλὰ καὶ ἄγρια καὶ ἀτίθασα· καὶ ἐπὶ τῶν ἐκ τῶν ὑδάτων ἀναδοθέντων, οὐ μόνον ἰχθύες, ἀλλὰ καὶ κήτη καὶ ἑτέρα θηρία θαλάττια· καὶ γῆ οὐ μόνον οἰκουμένη, ἀλλὰ καὶ ἀοίκητος· καἰ μόνον ὕπτια πεδία, ἀλλὰ καὶ ὅρη καὶ νάπαι· καὶ ἐπὶ τῶν πετεινῶν, οὐ μόνον ἡμέρα καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτήδεια, ἀλλὰ καὶ ἄγρια καὶ ἀκάθαρτα ζῶα, καὶ ἰκτῖνες, καὶ γῦπες, καὶ ἑτέρα πολλὰ τοιαῦτα· καὶ ἐπὶ τῶν τῆς γῆς ἀναδοθέντων, οὐ μόνον ἥμερα ζῶα, ἀλλὰ καὶ ὄφεις, καὶ ἔχεις, καὶ δράκοντες, καὶ λέοντες, καὶ παρδάλεις· καὶ ἐπὶ τοῦ ἀέρος πάλιν οὐ μόνον ὑετοὶ καὶ ἐμοὶ ἐπιτήδειοι, ἀλλὰ καὶ χάλαζαι, καὶ χιόνες· καὶ εἲ τις καθ’ ἕκαστον ἐπεξιέναι βούλοιτο, πολλὰ εὑρήσει εφ’ ἑκάστῳ τῶν δημιουργηθέντων, οὐ μόνον ἡμῖν (οὐ) χρήσιμα, ἀλλὰ καὶ βλαβερὰ νομιζόμενα· ἳν’ οὖν μηδενὶ ἐξῇ τῶν μετὰ ταῦτα πρὸς τὰ δημιουργηθέντα ἀποβλεπόντων ἐπισκήπτειν τοῖς γεγενημένοις, καὶ λέγειν· Διὰ τὶ τοῦτο; Εἰς τὶ τοῦτο; Καί, Τὸ μὲν καλῶς γεγένηται, τὸ δὲ οὐ καλῶς· διὰ τοῦτο ἡ ἁγία Γραφὴ πάντας, ὡς εἰπεῖν, τοὺς ἀγνωμονεῖν ἐπιχειροῦντας ἐπιστομίζουσα, κατὰ τὴν ἕκτην ἡμέραν μετὰ τὴν ἁπάντων δημιουργίαν, ἧσί· «Καὶ εἶδεν ὁ Θεὸς τὸ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν». Τὶ ταύτης τῆς ἀξιοπιστίας ἴσον γένοιτ’ ἄν, ὅταν αὐτὸς ὁ δημιουργὸς τῶν ἁπάντων ψηφίζεται, καὶ λέγῃ, ὅτι πάντα τὰ γεγενημένα καλά, καὶ καλὰ λίαν; Ὅταν τοίνυν ἴδῃς τινὰ ἐξ οἰκείων λογισμῶν κινούμενον, καὶ βουλόμενον ἀντιφθέγξασθαι τῇ θείᾳ Γραφῇ, ὡς μαινόμενον ἀποστράφηθι· μᾶλλον δὲ μηδὲ ἀποστραφῇς, ἀλλ’ ἐλεῶν αὐτὸν τῆς ἀγνοίας, πάραγε τὸ παρὰ τῆς θείας Γραφῆς εἰρημένον, καὶ λέγε, ὅτι «Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε», καὶ εἶπεν, «Ἰδοὺ καλὰ λίαν»· καὶ ἴσως ἐπισχεῖν αὐτοῦ δυνήσῃ τὴν ἀκόλαστον γλῶτταν. Εἰ γὰρ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, ἐπειδὰν ἴδωμέν τινας τῶν ἐν ἀξιώμασι ψηφιζομένους τοῖς γεγενημένοις, οὐκ ἀντιτείνομεν, ἀλλὰ συγκατατιθέμεθα, καὶ τῆς οἰκείας κρίσεως πολλάκις προτιμῶμεν τὴν παρ’ ἐκείνων ψῆφον· πολλῷ μᾶλλον ἐπὶ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ δημιουργοῦ τῶν ὁρωμένων ἁπάντων, τοῦτο ποιεῖν χρή, καὶ μαθόντας τὴν παρ’ αὐτοῦ ψῆφον, κατακοιμίζειν τοὺς ἡμετέρους λογισμούς, καὶ μηδὲν περαιτέρω τολμᾷν, ἀλλ’ εἰδέναι καὶ πεπληροφορῆσθαι, ὅτι πάντα λόγῳ τινὶ καὶ φιλανθρωπία παρ’ αὐτοῦ παρήχθη, καὶ οὐδὲν ἐστιν ἁπλῶς καὶ εἰκῆ γεγενημένον· ἀλλὰ κἂν ἡμεῖς διὰ τὴν ἀσθένειαν τῶν ἡμετέρων λογισμῶν ἀγνοῶμεν τὴν χρείαν τῶν γεγενημένων, αὐτὸς κατὰ τὴν αὐτοῦ σοφίαν καὶ εὐμήχανον φιλανθρωπίαν ἅπαντα παρήγαγε.

ζ’. «Καὶ ἐγένετο, φησίν, ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη». Τῷ τέλει τῆς ἕκτης ἡμέρας καὶ τὸ τέλος τῶν δημιουργημάτων ἁπάντων ἐπέθηκε· διὰ τοῦτο καὶ ἐπήγαγε· «Καὶ συνετελέσθησαν ὁ οὐρανός, καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν». Σκόπει τὸ ἀνεπαχθὲς καὶ ἀπέριττον τῆς θείας Γραφῆς. Τῶν συνεκτικωτάτων στοιχείων μνημονεύσασα, οὐκέτι κατὰ μέρος τῶν λοιπῶν ἐμνήσθη, ἀλλ’ εἰποῦσα, «Συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ, φησί, καὶ πᾶς ὁ κόσμος αὐτῶν»· ἐμφαίνουσα διὰ τούτου τὰ κατὰ τὴν γῆν ἅπαντα καὶ τὸν οὐρανόν. Κόσμος γὰρ τῆς γῆς τὰ ἐξ αὐτῆς ἀναδιδόμενα, ἡ βλάστη τῶν βοτανῶν, τῶν καρπῶν ἡ φορά, τῶν δένδρων οἱ καρποί, τὰ ἀλλὰ ἅπαντα, οἷς αὐτὴν ὁ Δημιουργὸς κατεκόσμησε· καὶ τοῦ οὐρανοῦ πάλιν κόσμος, ἥλιος, σελήνη, τῶν ἄστρων ἡ ποικιλία, καὶ τὰ ἐν μέσῳ ἅπαντα δημιουργήματα. Διὰ τοῦτο τοῦ οὐρανοῦ καὶ τῆς γῆς μνημονεύσασα ἡ θεῖα Γραφή, πᾶσαν τὴν δημιουργίαν διὰ τούτων τῶν στοιχείων συμπεριέλαβε. «Καὶ συνετέλεσε, φησίν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε». Σκόπει πῶς καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγει, ἵνα μάθωμεν ὅτι μέχρι τῆς ἕκτης ἡμέρας τὰ τῆς δημιουργίας ἅπαντα γεγένηται. «Συνετέλεσε γάρ, φησί, τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε». Τὶ ἐστι, «Καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμη ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε»; Θέα πῶς ἀνθρωπίνως καὶ διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἅπαντα διαλέγεται ἡ θεῖα Γραφή· οὐδὲ γὰρ ἦν ἄλλως ἡμᾶς συνιέναι τὶ τῶν λεγομένων μὴ τοσαύτης ἀξιωθέντας συγκαταβάσεως. «Καὶ κατέπαυσε, φησίν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν». Ἔστη, φησί, τοῦ δημιουργεῖν, καὶ παράγειν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Πάντα γὰρ ὅσα ἐχρῆν παρήγαγε, καὶ τὸν μέλλοντα τούτων ἀπολαύειν ἐδημιούργησε. «Καὶ εὐλόγησε, φησίν, ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιεῖν». Ἐπειδὴ γὰρ ἔστη δημιουργῶν, καὶ πάντα ὅσα ἐβουλήθη κατὰ τὴν οἰκείαν φιλανθρωπίαν παρήγαγεν εἰς τὸ μέσον τῷ οἰκείῳ προστάγματι, καὶ τέλος ἐπέθηκε τοῖς δημιουργουμένοις κατὰ τὴν ἕκτην ἡμέραν· οὐδὲν δὲ ἕτερον ἐβούλετο παραγαγεῖν ἐν τῇ ἑβδόμῃ διὰ τὸ πάντα ὅσα ἐβούλετο πεπληρῶσθαι· ἳν’ ἔχῃ τὶ προτέρημα καὶ ἡ ἡμέρα αὕτη, καὶ μὴ δοκῇ ἔλαττόν τι ἔχειν διὰ τὸ μηδὲν ἐν αὐτῇ δεδημιουργῆσθαι, εὐλογίας αὐτὴν ἄξιοί. «Καὶ εὐλόγησε, φησίν, ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν». Τὶ οὖν; Αἱ λοιπαὶ οὐκ ἦσαν εὐλογημέναι; Ναί, φησίν, ἀλλ’ ἤρκει ἐκείναις ἀντὶ πάσης εὐλογίας τὸ καθ’ ἑκάστην αὐτῶν τὰ δημιουργήματα παραχθῆναι· διὸ ἐπ’ ἐκείνων μὲν οὐκ εἶπεν, Εὐλόγησεν, ἐπὶ δὲ τῆς ἑβδόμης μόνης τοῦτο εἰπὼν προσέθηκε, «Καὶ ἡγίασεν αὐτήν». Τὶ ἐστι, «Καὶ ἡγίασεν αὐτήν»; Ἀφώρισεν αὐτήν. Εἶτα διδάσκουσα ἡμᾶς ἡ θεῖα Γραφὴ καὶ τὴν αἰτίαν δι’ ἦν εἴρηκεν, «Καὶ ἡγίασεν αὐτήν», προσέθηκεν, «Ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι». Ἤδη ἐντεῦθεν ἐκ προοιμίων αἰνιγματωδῶς διδασκαλίαν ἡμῖν ὁ Θεὸς παρέχεται, παιδεύων τὴν μίαν ἡμέραν ἐν τῷ κύκλῳ τῇς ἑβδομάδος ἅπασαν ἀνατιθέναι καὶ ἀφορίζειν τῇ τῶν πνευματικῶν ἐργασίᾳ. Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης ἐν ἒξ ἡμέραις τὰ τῆς δημιουργίας ἅπαντα πληρώσας, τὴν ἑβδόμην εὐλογίας ἀξιώσας ἡγίασε, διὰ τὸ ἐν αὐτῇ καταπαῦσαι ἀπὸ τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι. Ἀλλ’ ἐντεῦθεν πάλιν ὁρῶ πέλαγος ἀχανὲς νοημάτων ἡμῖν τικτόμενον, καὶ βούλομαι μὴ ἁπλῶς αὐτὸ παραδραμεῖν, ἀλλὰ καὶ ὑμᾶς κοινωνοὺς λαθεῖν τῆς ἐμπορίας ταύτης τῆς πνευματικῆς. Τὶ οὖν ἐστι τὸ ἐντεῦθεν ἀνακύπτον ἡμῖν ζήτημα; Τῆς θείας Γραφῆς ἐνταῦθα λεγούσης, ὅτι κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς φησίν, «Ὁ Πατὴρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι». Οὐ δοκεῖ ἐκ τῆς προφορᾶς τῶν ῥημάτων ἐναντίωσίς τις εἶναι ἐν τοῖς λεγομένοις; Ἀλλὰ μὴ γένοιτο· οὐδὲν γὰρ ἐναντίον τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων. Ἐνταῦθα γὰρ εἰποῦσα ἡ Γραφή, ὅτι κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων ὁ αὐτοῦ, διδάσκει ἡμᾶς ὅτι τοῦ δημιουργεῖν καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν ἐπαύσατο κατὰ τὴν ἑβδόμην ἡμέραν· ὁ δὲ Χριστὸς λέγων, ὅτι «Ὁ Πατὴρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», τὴν διηνεκῆ αὐτοῦ πρόνοιαν ἡμῖν παραδηλοῖ, καὶ ἐργασίαν λέγει τὸ διακρατεῖν τὰ γεγενημένα, καὶ τὴν διαμονὴν αὐτοῖς χαρίζεσθαι, καὶ ἡνιοχεῖν τὸν σύμπαντα χρόνον. Εἰ γὰρ μὴ τοῦτο ἦν, πῶς ἂν συνέστη τόδε τὸ πᾶν, μὴ τῆς ἄνωθεν χειρὸς κυβερνώσης καὶ διοικούσης καὶ τὰ ὁρώμενα ἅπαντα καὶ τὸ τῶν ἀνθρώπων γένος; Καὶ ἐὰν τις βουληθῇ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης ἅπαντα κατ’ εἶδος ἐποπτεῦσαι τὰ καθ’ ἑκάστην ἡμέραν ἐπ’ εὐεργεσίᾳ ἡμετέρᾳ ὑπὸ τοῦ τῶν ἁπάντων δημιουργοῦ ἐπιτελούμενα, ἄβυσσον εὑρήσει φιλανθρωπίας. Ποῖος γὰρ λογισμός, ἢ ποῖα διάνοια ἐφικέσθαι δυνήσεται τῆς ἀφάτου ἀγαθότητος, ἣν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐνδείκνυται, ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ πᾶσαν τὴν ἄλλην ἀφθονίαν χορηγῶν; Τάχα περαιτέρω τοῦ δέοντος τὸν λόγον ἐξετείναμεν, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο ποιήσαντες, ἀλλ’ ἵνα δι’ ὑμῶν μάθωσιν οἱ ἀπολειφθέντες, ὅσον ἑαυτοὺς ἐζημίωσαν, διὰ τὴν σωματικὴν τροφὴν ἀποστερήσαντες ἑαυτοὺς τῆς πνευματικῆς διδασκαλίας. Ἀλλ’ ἵνα μὴ ἐπιτείνηται αὐτοῖς τὰ τῆς ἀθυμίας, τὴν ἀδελφικὴν περὶ αὐτοῖς ἐπιδείξασθε εὔνοιαν, διαβιβάσαντες αὐτοῖς τὰ παρ’ ἡμῶν εἰρημένα· τοῦτο γὰρ γνησίας ἀγάπης τεκμήριον. Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων οἱ τοῦτο ποιοῦντες, καὶ τὰ ἀπὸ τῆς τραπέζης τοῖς αὐτῶν γνωρίμοις διαφυλάττοντες, μέγιστον ἀγάπης τεκμήριον ἐκφέρουσι, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο γινόμενον πολὺν ἡμῖν παρέξει τὸν ἔπαινον· πάλιν γὰρ εἰς ἡμᾶς τὰ τῆς ὠφελείας περιστήσεται. Ὁ γὰρ τὸν πλησίον διδάσκειν σπουδάζων, οὐ τοσοῦτον ἐκεῖνον εὐεργετεῖ, ὅσον ἑαυτῷ μείζονα προξενεῖ τὸν μισθόν, καὶ διπλοῦν καρποῦται τὸ κέρδος, τῆς τε παρὰ τοῦ Θεοῦ ἀμοιβῆς πλείονος ἀπολαύων, καὶ αὐτὸς δι’ ὧν τὸν ἀδελφὸν διδάσκειν ἐπιχειρεῖ, εἰς ὑπόμνησιν ἐρχόμενος, καὶ ἀνανεῶν παρ’ ἑαυτῷ τὴν μνήμην τῶν εἰρημένων.

η’. Τὸ κέρδος τοίνυν ἐννοοῦντες τὸ ὑμέτερον, μὴ φθονήσητε τοῖς ἀδελφοῖς τοῖς ὑμετέροις, ἀλλὰ νῦν μὲν τὰ παρ’ ἡμῶν λεγόμενα παρ’ ὑμῶν μανθανέτωσαν. Ἵνα δὲ μὴ ἐν χάριτος μέρει παρ’ ὑμῶν μέλλωσι ταῦτα διδάσκεσθαι, ἕλκετε αὐτοὺς πρὸς ἡμᾶς, πείθοντες ὡς οὐδέποτε κώλυμα γίνεται πρὸς τὴν διδασκαλίαν τὴν πνευματικὴν ἡ τῆς τροφῆς τῆς σωματικῆς μετάληψις· ἀλλὰ δεῖ πάντα καιρὸν ἐπιτήδειον ἡγεῖσθαι πρὸς τὴν τῶν πνευματικῶν γῶν διάλεξιν. Ἂν ταῦτα μετὰ ἀκριβείας ἴδωμεν, δυνησόμεθα καὶ ἐπὶ οἰκίας διατρίβοντες, καὶ μετὰ τὴν ἑστίασιν, καὶ πρὸ τῆς ἑστιάσεως μετά χεῖρας λαβόντες τὰ θεία βιβλία τὴν ἐξ αὐτῶν καρποῦσθαι ὠφέλειαν, καὶ τὴν πνευματικὴν τροφὴν τῇ ψυχῇ παρέχειν. Ὥσπερ γὰρ τὸ σῶμα δεῖται τῆς αἰσθητῆς τροφῆς, οὕτω καὶ ἡ ψυχὴ χρῄζει καθημερινῆς ὑπομνήσεως, καὶ τροφῆς πνευματικῆς, ἵνα νευρουμένη ἀντέχειν δύνηται πρὸς τὰς ἐπαναστάσεις τῆς σαρκός, καὶ πρὸς τὸν διηνεκῆ πολέμιον τὸν ἐπικείμενον ἡμῖν, καὶ αἰχμάλωτον ἡμῶν ἀπεργαζόμενον μένον τὴν ψυχήν, ἐὰν κἂν πρὸς βραχὺ ῥαθυμῆσαι βουληθῶμεν. Διὸ καὶ ὁ προφήτης Δαυῒδ μακάριον ἐκεῖνον ἐκάλεσε τὸν ἐν τῷ νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτός· καὶ ὁ μακάριος δὲ Μωϋσῆς, παιδεύων τὸ τῶν Ἰουδαίων ἔθνος, ἐδίδασκεν αὐτοὺς λέγων, «Φαγὼν καὶ πιών, καὶ ἐμπλησθεὶς μνήσθητι Κυρίου τοῦ Θεοῦ σου». Ὁρᾷς πῶς καὶ τότε μάλιστα προσήκει, μετὰ τὴν τῆς τροφῆς ἀπόλαυσιν, τὴν πνευματικὴν ἑστίασιν ἑαυτοῖς παρατιθέναι, ἵνα μηδὲ μετὰ τὴν πλησμονὴν τῆς σωματικῆς τροφῆς ῥαθυμήσαντα ἡ ψυχὴ εἰς ὄλεθρόν τινα ἐκπέσῃ, καὶ χώραν δῷ ταῖς τοῦ διαβόλου μηχαναῖς, πάντα καιρὸν ἐπιτηροῦντος καὶ βουλομένου καιρίαν ἡμῖν δοῦναι τὴν πληγήν; Καὶ πάλιν δὲ ἑτέρωθι ἔλεγεν ὁ αὐτὸς οὗτος προφήτης· «Κοιταζόμενοι καὶ διανιστάμενοι μνημονεύετε Κυρίου τοῦ Θεοῦ ὑμῶν». Εἶδες πῶς οὐδέποτε ἡμᾶς προσήκει τὴν μνήμην ταύτην ἐκβαλεῖν τῆς ψυχῆς, ἀλλ’ ἐγκεκολαμμένην ἔχειν τῷ συνειδότι, καὶ διηνεκῶς ἐναγωνίους εἶναι, καὶ μηδέποτε ἀνακωχὴν ἑαυτοῖς παρέχειν, ἀλλὰ τὴν μανίαν εἰδότας τοῦ τὴν πρὸς ἡμᾶς ἔχθραν ἀραμένου, νήφειν καὶ ἐγρηγορέναι, καὶ ἀποτειχίζειν αὐτῷ τὰς ἐφόδους, καὶ μηδέποτε ἀμελεῖν τροφῆς πνευματικῆς; Τοῦτο γὰρ ἡμῶν ἡ σωτηρία, τοῦτο ὁ πλοῦτος ὁ πνευματικός, τοῦτο ἡ ἀσφάλεια. Ἐὰν οὕτως ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν τειχίζωμεν, καὶ δι’ ἀναγνώσεως, καὶ δι’ ἀκροάσεως, καὶ διαλέξεως πνευματικῆς, δυνησόμεθα καὶ αὐτοὶ ἀχείρωτοι γενέσθαι, καὶ τοῦ πονηροῦ δαίμονος ἄκυρα ποιῆσαι τὰ μηχανήματα, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, με’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΙΑ’. Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μιμεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι ῥᾳθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία.
Προηγούμενο: Ὁμιλία Θ’. Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν», καὶ πρὸς τοὺς λέγοντας, διὰ τὶ τὰ θηρία ἐδημιουργήθη; Καὶ τὶ τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος