Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΙΔ’. Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῇς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.
Προηγούμενο: Ὁμιλία ΙΒ’. Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΙΓ’. Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν

α’. Ὁρῶν ὑμῶν τὸν πόθον τὸν ἀκόρεστον, καὶ τὴν ἐπιθυμίαν τὴν πολλήν, καὶ συντεταμένην τὴν διάνοιαν, καὶ πάντας κεχηνότας, καὶ ἀνεπτερωμένους πρὸς τὴν πνευματικὴν διδασκαλίαν, καίτοι πολλὴν ἐμαυτῷ πενίαν συνειδώς, συνεχῶς καὶ καθ’ ἑκάστην ἡμέραν τὴν πτωχὴν ταύτην καὶ εὐτελῆ τράπεζαν ὑμῖν παρατιθέναι σπουδάζω, θαῤῥῶν ὅτι τῇ ἐπιθυμίᾳ ἐκκαιόμενοι μετὰ προθυμίας δέξεσθε τὰ λεγόμενα, ἐπεὶ καὶ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Ὅταν μὲν γὰρ διεγηγερμένην ἔχωσι τὴν ὄρεξιν οἱ δαιτυμόνες, κἂν πτωχὴ τις τυγχάνῃ ἡ τράπεζα, κἂν εὐτελὴς ᾗ ὁ ἑστιάτωρ, μετὰ πολλῆς τῆς ἡδονῆς δαπανῶσι τὰ παρατιθέμενα· ὅταν δὲ καταβεβλημένην ἔχωσιν ὄρεξιν οἱ ἑστιώμενοι, κἂν πολυτελὴς τυγχάνῃ ἡ τράπεζα, καὶ ἔχῃ καὶ διάφορα τὰ ἐδέσματα, οὐδὲν ὄφελος, οὐκ ὄντων τῶν δυναμένων χρήσασθαι τοῖς παρασκευασθεῖσιν.Ἐνταῦθα δέ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ ἡ προθυμία ὑμῶν διεγηγερμένη τυγχάνει, καὶ ἡ τράπεζα πνευματική, μετὰ πολλοῦ τοῦ πόθον καὶ αὐτοὶ λέγομεν, εἰδότες ὅτι νηφούσαις ἀκοαῖς παρατιθέμεθα τὰ θεία ταῦτα διδάγματα. Ἐπεὶ καὶ γηπόνος ἐπειδὰν λιπαρᾶν εὕρῃ καὶ βαθύγειον ἄρουραν τὰ παρ’ ἑαυτοῦ πάντα εἰς αὐτὴν ἐπιδειξάμενος, καὶ τοὺς αὔλακας ἀνατεμών, καὶ τὸ ἄροτρον ἑλκύσας, καὶ τὰς ἀκάνθας ἀνασπάσας, μετὰ δαψιλείας καταβάλλει τὰ σπέρματα, καὶ ταῖς χρησταῖς ἐλπίσιν ἤδη τρεφόμενος καθ’ ἑκάστην ἡμέραν τὴν βλάστησιν ἀναμένει τῶν καταβληθέντων, τῷ γονίμῳ τῇς γῆς προσέχων, καὶ πολλαπλασίονα τῶν σπερμάτων ἕτοιμος ὣν ὑποδέξασθαι τὸν ἀμητόν. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ὁρῶντες ὑμῶν ἐφ’ ἑκάστης ἡμέρας αὐξανομένην τὴν προθυμίαν. Τὸν πόθον ἀκμάζοντα, τὴν σπουδὴν ἐπίδοσιν λαμβάνουσαν, καὶ περὶ ὑμῶν χρηστὰς ἔχομεν τὰς ἐλπίδας, καὶ αὐτοὶ πλείονι προθυμίᾳ καὶ σπουδῇ τὰ εἰς δύναμιν ἡμετέραν εἰσφέρειν ἐπειγόμεθα εἰς οἰκοδομὴν τῆς ὑμετέρας ἀγάπης, εἰς δόξαν Θεοῦ, εἰς καύχημα τῆς τοῦ Θεοῦ Ἐκκλησίας. Φέρε οὖν, εἰ δοκεῖ, μικρὰ τῶν πρῴην εἰρημένων ἀναλαβόντες, ἀκολούθως τοῖς σήμερον ἀναγνωσθεῖσιν ἐπεξέλθωμεν. Τὶ δὲ ἡμῖν ἦν τὸ πρῴην κινούμενον, καὶ μέχρι ποῦ τὸν λόγον ἐκτείναντες κατελύσαμεν τὴν διδασκαλίαν, ἀναγκαῖον εἰπεῖν. «Καὶ ἔπλασε, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν». Ὅπερ τότε ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ διηνεκῶς λέγων οὐ παύσομαι, ὅτι πολλὴ καὶ ἄφατος ἡ φιλανθρωπία τοῦ κοινοῦ πάντων Δεσπότου ἡ περὶ τὸ γένος τὸ ἡμέτερον. Καὶ γὰρ πολλῇ συγκαταβάσει ἐχρήσατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ πολλῆς τιμῆς ἠξίωσε τουτὶ τὸ ζῶον, τὸν ἄνθρωπον λέγω, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων δεικνύς, ὡς πάντων τῶν ὁρωμένων πλείονα τὴν περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται. Οὐδὲν γὰρ κωλύει καὶ σήμερον τὰ αὐτὰ διερευνήσασθαι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καθάπερ γὰρ ἡ τῶν θυμιαμάτων φύσις,ὅσῳ ἂν ὑπὸ τῶν δακτύλων τῶν ἡμετέρων περιστρέφηται, πλείονα τὴν εὐωδίαν παρέχει· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν Γραφῶν ἐστιν ἰδεῖν γινόμενον ὅσῳ ἂν τις ἐπὶ πλέον ταύτας ἐπιέναι σπουδάζοι,τοσούτῳ μᾶλλον κατοπτεύειν δύναται τὸν ἐγκεκρυμμένον θησαυρὸν καὶ πολὺν καὶ ἄφατον τὸν πλοῦτον ἐντεῦθεν καρποῦσθαι. «Καὶ ἔπλασε, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς τῆς». Σκόπει μοι τὴν διαφορὰν εὐθέως ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν λόγων. Ἐπὶ μὲν γὰρ ἄλλων ἁπάντων τῶν δημιουργηθέντων ἐδίδαξεν ἡμᾶς ὁ μὲν Μωϋσῆς τὸν τρόπον λέγων τῆς δημιουργίας, ὅτι «Εἶπεν ὁ Θεός, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτω στερέωμα καί, Συναχθήτω τὸ ὕδωρ», φησί· καί, «Γενηθήτωσαν φωστῆρες· καί, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καί, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν»· καί, «Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν». Εἶδες πῶς λόγῳ τὰ πάντα ἐδημιουργήθη; Ἀλλ’ ἴδωμεν λοιπὸν ἐπὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας τὶ φησι. «Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον». Ὅρα πῶς διὰ τῆς τῶν ῥημάτων συγκαταβάσεως, οἷς διὰ τὴν ἡμετέραν ἀσθένειαν ἐχρήσατο,ὁμοῦ καὶ τὸν τρόπον τῆς δημιουργίας διδάσκει, καὶ τὸ ἐνηλλαγμένον καὶ μονονουχί, ἵνα ἀνθρωπίνως εἶπε, ταῖς χερσὶν αὐτὸν διαπλαττόμενον ὑποδείκνυσι τοῦ Θεοῦ καθὼς καὶ ἕτερος προφήτης φησίν· «Ἅι χεῖρές σου ἐποίησὰν με, καὶ ἔπλασάν με». Εἰ γὰρ προσέταξεν ἁπλῶς εἰπὲ μοι, ἐκ τῆς γῆς ἀναδοθῆναι τὸν ἄνθρωπον, οὐκ ἂν παρήχθη τὸ προσταχθέν; Ἀλλ’ ἵνα διὰ τοῦ τρόπου τῆς δημιουργίας διδασκαλίαν ἡμῖν ἐναποθῆται διηνεκῆ, ὥστε μὴ πλέον τι τῆς φύσεως φαντάζεσθαι, διὰ τοῦτο οὕτω μετὰ ἀκριβείας ἅπαντα διηγεῖται, καὶ φησιν· «Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς».

β’. Ὅρα καὶ ἐν τούτῳ αὐτῷ τὴν τιμήν. Οὐ γὰρ ἁπλῶς γῆν λαμβάνει, ἀλλὰ χοῦν, τὸ λεπτότατον, ὡς ἂν εἴποι τις, τῆς γῆς, καὶ τοῦτον αὐτὸν τὸν χοῦν τὸν ἀπὸ τῆς τῆς τῷ οἰκείῳ προστάγματι εἰς σώματος φύσιν μετέστησεν . Ὥσπερ γὰρ αὐτὴν τὴν οὐσίαν τῆς γῆς οὐχ ὑφεστῶσαν παρήγαγεν, οὕτω καὶ νῦν, ὅτε ἐβουλήθη, τὸν χοῦν ἀπὸ τῆς τῆς γῆς εἰς σῶμα μετέστησεν. Ἐνταῦθα ἀναβοῆσαι καλὸν τὸ παρὰ τοῦ μακαρίου Δαυῒδ εἰρημένον· «Τις λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ»; Ὅτι ἀπὸ χοὸς τοιοῦτον ζῶον ἀνέδειξε, καὶ εἰς τοσαύτην τιμὴν ἀνήγαγε, καὶ τοσαύτας εὐεργεσίας εἰς αὐτὸν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπιδείκνυται, δεικνὺς διὰ πάντων τὴν οἰκείαν φιλανθρωπίαν. «Καὶ ἐνεφύσησε, φησίν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν».

Ἐνταῦθά τινες τῶν ἀγνωμόνων, ἐξ οἰκείων λογισμῶν κινούμενοι, καὶ οὐδὲν θεοπρεπὲς ἐννοοῦντες οὔτε τὴν συγκατάβασιν τῶν ῥημάτων λογιζόμενοι. Λέγειν ἐπιχειροῦσιν, ὅτι ἐκ τῆς τοῦ Θεοῦ οὐσίας ἐστὶν ἡ ψυχή. Ὣ τῆς μανίας· ὣ τῆς παραφροσύνης· πόσας ὁδοὺς ἀπωλείας ὁ διάβολος ἔτεμε τοῖς αὐτὸν θεραπεύειν βουλομένοις; Καὶ ἵνα μάθῃς, σκόπει πῶς ἀπεναντίας ἀλλήλοις ἔρχονται. Οἱ μὲν γὰρ αὐτῶν ἐπιλαβόμενοι τῆς λέξεως τῆς λεγούσης, ὅτι «Ἐνεφύσησε, λέγουσιν, ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τυγχάνουσιν αἱ ψυχαί· ἕτεροι πάλι φασίν, ὅτι καὶ εἰς τὴν τῶν ἀτιμοτάτων ἀλόγων οὐσίαν μεθίστανται αὗται. Τὶ ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ’ ἄν; Ἐπειδὴ γὰρ ἐσκοτίσθη ὁ λογισμὸς αὐτῶν, καὶ τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν ἠγνόησαν, καθάπερ πηρωθέντες τὸ ὄμμα τῆς διανοίας, ἀπεναντίας ἀλλήλοις κατὰ κρημνῶν φέρονται, οἱ μὲν ὑπὲρ τὴν ἀξίαν αὐτὴν ἀνάγοντες, οἱ δὲ παρὰ τὴν ἀξίαν κατάγοντες. Εἰ γὰρ μέλλοιεν διὰ τὸ λέγειν τὴν Γραφήν,«Ἐνεφύσησεν» εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ στόμα περιτιθέναι τῷ Θεῷ, ἀνάγκῃ καὶ χεῖρας αὐτῷ περιάπτειν ἐπειδὴ εἶπεν, «Ἔπλασε τὸν ἄνθρωπον». Ἀλλ’ ἵνα μὴ βουλόμενοι τὴν ἐκείνων ληρωδίαν εἰς μέσον προτιθέναι, ἀναγκαζώμεθα καὶ αὐτοὶ τὰ μὴ πρέποντα φθέγγεσθαι, φέρε δὴ λοιπὸν τὴν μὲν ἄνοιαν αὐτῶν, καὶ τὴν πολλὴν φρενοβλάβειαν ἐκτρεπώμεθα, κατακολουθήσωμεν δὲ τῷ σκοπῷ τῇς θείας Γραφῆς ἑαυτὴν ἑρμηνευούσης, μόνον ἐὰν ἡμεῖς μὴ τῇ παχύτητι τῶν ῥημάτων προσέχωμεν, ἀλλ’ ἐκεῖνο ἐννοῶμεν. ὅτι αἰτία τῆς τῶν λέξεων παχύτητος ἡ ἀσθένεια τυγχάνει ἡ ἡμετέρα. Οὐδὲ γὰρ ἦν ἑτέρως τὴν ἀκοὴν τὴν ἀνθρωπίνην δέξασθαι τὰ λεγόμενα, μὴ τοσαύτης ἀπολαύσασαν τῆς συγκαταβάσεως. Ἐννοοῦντες τοίνυν καὶ τὴν ἑαυτῶν ἀσθένειαν, καὶ ὅτι περὶ Θεοῦ ἐστι τὰ λεγόμενα, οὕτω δεχώμεθα τὰ εἰρημένα, ὡς εἰκὸς περὶ Θεοῦ λέγεσθαι, μὴ εἰς σωμάτων σχηματισμὸν καὶ μελῶν σύνθεσιν τὸ Θεῖον κατάγοντες, ἀλλὰ θεοπρεπῶς ἅπαντα νοοῦντες. Ἁπλοῦν γὰρ καὶ ἀσύνθετον καὶ ἀσχημάτιστον τὸ Θεῖον· ἐπὶ εἰ μέλλοιμεν ἐξ ἑαυτῶν ὁρμώμενοι, καὶ μελῶν σύνθεσιν περιτιθέναι τῷ Θεῷ, λανθάνομεν ἑαυτοὺς εἰς τὴν Ἑλληνικὴν ἀσέβειαν ἐκπίπτοντες. Ὅταν οὖν ἀκούσῃς τῇς Γραφῆς λεγούσης, «Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον», τὴν αὐτὴν νόει δύναμιν τῷ, «Γενηθήτω»· καὶ πάλιν ὅταν ἀκούσῃς, ὅτι «Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς», τοῦτο πάλιν λογίζου, ὅτι ἔδοξεν αὐτῷ, καθάπερ τὰς ἀσωμάτους δυνάμεις παρήγαγεν, οὕτω καὶ τὸ σῶμα τοῦτο τὸ ἀπὸ τοῦ χοὸς ψυχὴν ἔχειν λογικὴν τὴν τοῖς μέλεσι τοῦ σώματος κεχρῆσθαι δυναμένην. Δημιουργηθὲν γὰρ τουτὶ τὸ σῶμα κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, καθάπερ ὄργανον ἔκειτο δεόμενον τοῦ κινοῦντος αὐτό, μᾶλλον δὴ καθάπερ λύρα χρῄζουσά τινος τοῦ δυναμένου διὰ τῆς οἰκείας τέχνης καὶ σοφίας, ὥσπερ διὰ δονάκων τινῶν, διὰ τῶν μελῶν τῶν ἐν ἑαυτῷ προσήκουσαν μελῳδίαν ἀναφέρειν τῷ Δεσπότῃ. «Ἐνεφύσησε, φησίν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν». Τὶ ἐστιν; «Ἐνεφύσησε πνοὴν ζωῆς»; Τὸ σῶμα, φησί, τοῦτο τὸ δημιουργηθὲν ἐβουλήθη καὶ προσέταξε ζωτικὴν ἔχειν δύναμιν, ἥτις ἐγένετο τῷ ζῴῳ εἰς ψυχὴν ζῶσαν, τοῦτ’ ἐστιν ἐνεργοῦσαν, καὶ τὴν ἑαυτῆς τέχνην διὰ τῆς τῶν μελῶν κινήσεως ἐπιδείκνυσθαι δυναμένην.

γ’. Καὶ σκόπει καὶ ἐν αὐτῷ τούτῳ τὴν διαφορὰν τοῦ θαυμαστοῦ τούτου ζώου τοῦ λογικοῦ, καὶ τῆς τῶν ἀλόγων δημιουργίας. Ἐπ’ ἐκείνων μὲν γὰρ φησιν· «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν», καὶ ὁμοῦ ἀνεδίδοτο ἐκ τῶν ὑδάτων ζῶα ἔμψυχα· καὶ ἐπὶ τῆς γῆς πάλιν ὡσαύτως· «Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν». Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ οὕτως, ἀλλὰ πρότερον ἀπὸ τοῦ χοὸς τὸ σῶμα δημιουργεῖται, καὶ μετὰ ταῦτα ἡ ζωτικὴ δύναμις αὐτῷ δίδοται, ὅπερ ἐστὶν ἡ τῆς ψυχῆς οὐσία. Διὰ τοῦτο καὶ περὶ τῶν ἀλόγων ἔλεγε Μωϋσῆς, ὅτι «Τὸ αἷμα αὐτοῦ ἡ ψυχὴ αὐτοῦ ἐστιν». Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐσία τὶς ἐστιν ἀσώματος καὶ ἀθάνατος πολλὴν πρὸς τὸ σῶμα τὴν ὑπεροχὴν κεκτημένη, καὶ τοσαύτην, ὅσην εἰκὸς τὸ ἀσώματον τοῦ σώματος. Ἀλλ’ ἴσως εἴποι τις ἄν, καὶ τίνος ἕνεκεν, εἰ τιμιώτερον ἡ ψυχὴ τοῦ σώματος, τὸ ἔλαττον πρῶτον δημιουργεῖται, καὶ τότε τὸ μεῖζον καὶ ὑπερέχον; Οὐχ ὁρᾷς, ἀγαπητέ, ὅτι καὶ ἐπὶ τῆς κτίσεως τὸ αὐτὸ τοῦτο γέγονεν;

Ὥσπερ γὰρ οὐρανός, καὶ γῆ, καὶ ἥλιος, καὶ σελήνη, καὶ τὰ ἄλλα πάντα ἐδημιουργήθη, καὶ τὰ ζῶα τὰ ἄλογα, καὶ μετὰ ταῦτα ἅπαντα ὁ ἄνθρωπος, ὁ τούτων ἁπάντων τὴν ἀρχὴν μέλλων ἐγχειρίζεθαι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν αὐτῇ τῇ διαπλάσει τοῦ, ἀνθρώπου πρότερον τὸ σῶμα παράγεται, καὶ τότε ἡ ψυχὴ ἡ τιμιωτέρα. Ὃν γὰρ τρόπον τὰ ἄλογα τὰ πρὸς ὑπηρεσίαν μέλλοντα ἀνθρώπῳ εἶναι χρήσιμα, πρὸ τοῦ ἀνθρώπου δημιουργεῖται, ἵνα ἑτοίμην ἔχῃ τὴν ὑπηρεσίαν ὁ μέλλων τῆς τούτων χρείας ἀπολαύειν· οὕτω καὶ πρὸ τῆς ψυχῆς τὸ σῶμα δημιουργεῖται, ἵνα ἐπειδὰν κατὰ τὴν ἀπόῤῥητον αὐτοῦ σοφίαν ἡ ψυχὴ παραχθῇ, ἔχῃ τὰς οἰκείας ἐνεργείας ἐπιδείκνυσθαι διὰ τῆς τοῦ σώματος κινήσεως. «Καὶ αἱ ἐφύτευσε, φησίν, ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν». Ἐπειδὴ τὴν οἰκείαν φιλανθρωπίαν ἐπεδείξατο ὁ τῶν ὅλων Δεσπότης, καὶ δι’ ὃν πάντα τὰ ὁρώμενα ἐδημιούργησεν, καὶ παρήγαγεν εἰς μέσον, εὐθέως ἄρχεται τὰς εἰς αὐτὸν εὐεργεσίας κατατίθεσθαι. «Καὶ ἐφύτευσεν ὁ Θεός, φησί, παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς». Σκόπει καὶ ἐνταῦθα, ἀγαπητέ, ὅτι ἐὰν μὴ θεοπρεπῶς τὰ ῥῆ μάτα δεχώμεθα, εἰς βαθὺν κρημνὸν ἀνάγκη κατενεχθῆναι. Τὶ γὰρ ἂν εἰπεῖν ἔχοιεν, καὶ ἐπὶ τούτου τοῦ ῥήματος, οἱ πάντα τὰ περὶ τοῦ Θεοῦ λεγόμενα ἀνθρωπίνως ἐκλαμβάνειν τολμῶντες; «Καὶ ἐφύτευσεν ὁ Θεός, φησί, παράδεισον». Τὶ οὖν; Εἶπε μοι· σκαπάνης ἐδεήθη καὶ γεωργίας, καὶ τῆς ἄλλης ἐπιμελείας, ἵνα νὰ καλλωπίσῃ τὸν παράδεισον; Μὴ γένοιτο. Πάλιν γὰρ καὶ ἐνταῦθα τό, «Ἐφύτευσεν», οὕτω δεῖ νοεῖν, ὅτι προσέταξε παράδεισον ἐν τῇ γῇ γενέσθαι, ὥστε τὸν παραχθέντα ἄνθρωπον τούτῳ ἐνδιαιτᾶσθαι. Ὅτι γὰρ διὰ τοῦτον τὸν παράδεισον παρήγαγεν, ἄκουσον αὐτῆς τῆς Γραφῆς λεγούσης· «Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν».

Διὰ τοῦτο καὶ τὸ ὄνομα τοῦ τόπου ἐντίθησιν ἐν τοῖς γράμμασιν ὁ μακάριος Μωϋσῆς, ἵνα μὴ ἐξῇ τοῖς φλυαρεῖν μάτην βουλομένοις ἀπατᾷν τῶν ἀφελεστέρων τὰς ἀκοάς, καὶ λέγειν, μὴ εἶναι ἐν τῇ γῇ τὸν παράδεισον, ἀλλ’ ἐν οὐρανῷ, καὶ μυθολογίας τινὰς τοιαύτας ὀνειροπολεῖν. Εἰ γὰρ καὶ τοσαύτη χρησαμένης ἀκριβείᾳ τῇς θείας Γραφῆς, οὐ παρῃτήσαντό τινες τῶν ἐπὶ εὐγλωττία μεγαλοφρονούντων, καὶ τῇ σοφίᾳ τῇ ἔξωθεν, ἀπεναντίας τοῖς γεγραμμένοις φθέγγεσθαι, καὶ εἰπεῖν, μὴ ἐπὶ τῆς γῆς εἶναι τὸν παράδεισον, καὶ πολλὰ ἑτέρα τῶν εἰρημένων παρεγγυῶντες, μὴ ὡς γέγραπται φρονεῖν, ἀλλ’ ἀπεναντίας ἔρχεσθαι, καὶ τὰ ἐπὶ τῆς γῆς εἰρημένα περὶ τῶν ἐν οὐρανοῖς νομίζειν εἰρῆσθαι· εἰ μὴ τῇ ταπεινότητι τούτων τῶν λόγων, καὶ τῇ συγκαταβάσει ὁ μακάριος Μωϋσῆς ἐχρήσατο, τοῦ ἁγίου Πνεύματος τὴν γλῶτταν αὐτοῦ κινοῦντος, ποῦ οὐκ ἂν ἐξεκυλίσθησαν, καίτοι γε τῆς ἁγίας Γραφῆς, ἐπειδὰν βούληταί τι τοιοῦτον ἡμᾶς διδάσκειν, ἑαυτὴν ἑρμηνευούσης, καὶ οὐκ ἀφιείσης πλανᾶσθαι τὸν ἀκροατήν; Ἀλλ’ ἐπειδὴ οἱ πολλοὶ οὐ διὰ τὸ καρπώσασθαί τι κέρδος ἐκ τῶν θείων Γραφῶν, ἀλλὰ τέρψεως ἕνεκεν τὰς ἀκοὰς ὑπέχουσι τοῖς τὰ παριστάμενα λέγουσι· διὰ τοῦτο οὐ τοῖς ὠφελοῦσιν, ἀλλὰ τοῖς τέρπειν μᾶλλον ὁ δυναμένοις προσέχειν σπουδάζουσι. Διό, παρακαλῶ, πᾶσι τοῖς τοιούτοις τὰς ἀκοὰς ἀποτειχίσαντες, τῷ. Κανόνι τῆς ἁγίας Γραφῆς κατακολουθήσωμεν. Καὶ ὅταν ἀκούσῃς, ἀγαπητέ, ὅτι «Ἐφύτευσε παράδεισον ὁ Θεὸς ἐν Ἐδὲμ κατὰ ἀνατολάς», τὸ μέν, «ἐφύτευσε», θεοπρεπῶς ἐπὶ Θεοῦ νόει, ὅτι προσέταξε, τὸ δὲ ἑξῆς πίστευε, ὅτι καὶ παράδεισος γέγονε, καὶ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα καὶ ἡ Γραφῇ ἐπεσημήνατο. Τὸ γὰρ μὴ πιστεύειν τοῖς ἐν τῇ θείᾳ Γραφῇ κειμένοις, ἀλλ’ ἕτερα ἐπεισάγειν ἐξ οἰκείας διανοίας, πολὺν ἡγοῦμαι κίνδυνον φέρειν τοῖς τοῦτο ποιεῖν τολμῶσι. «Καὶ ἔθετο, φησίν, ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν».

δ’. Ὅρα εὐθέως, πόσην τὴν τιμὴν εἰς αὐτὸν ἐπιδείκνυται. Ἕξω τοῦ παραδείσου τούτοιν δημιουργήσας,εὐθέως αὐτὸν παραγαγών, ἵνα διὰ τῶν πραγμάτων αἴσθησιν αὐτῷ τῇς εὐεργεσίας παράσχῃ, καὶ γνῷ διὰ τῶν ἔργων τὴν τιμήν, ἣν εἰς αὐτὸν ἐπιδείκνυται, εἰς τὸν παράδεισον αὐτὸν εἰσήγαγε. «Καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε». Καὶ τό. «Ἔθετο», πάλιν οὕτω νοῶμεν, ἀντὶ τοῦ προσέταξεν ἐκεῖ αὐτὸν διάγειν, ἵνα καὶ ἡ ὄψις καὶ ἡ διαγωγὴ πολλὴν αὐτῷ τὴν ἡδονὴν παρέχῃ, καὶ εἰς εὐχαριστίας εὐγνωμοσύνην αὐτὸν διεγείρῃ, ἐννοοῦντα ὅσον εὐεργέτηται οὐδὲν οὐδέπω ἐπιδειξάμενος. Μὴ τοίνυν ξενιζέτω σε ἡ τοῦ· «Ἔθετο» λέξις· ἔθος γὰρ ἀεὶ τῇ Γραφῇ δι’ ἡμᾶς καὶ τὴν ὠφέλειαν τὴν ἡμετέραν ταῖς ἀνθρωπίναις κεχρῆσθαι λέξεσι. Καὶ ἵνα μάθῃς, ὅρα πῶς προλαβοῦσα, καὶ ἐπὶ τῆς τῶν ἀστέρων δημιουργίας τῇ αὐτῇ λέξει ἐχρήσατο εἰποῦσα, «Καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ», οὐχ ἵνα ἐμπεπῆχθαι αὐτοὺς τῷ οὐρανῷ νοήσωμεν (καὶ γὰρ ἕκαστος αὐτῶν τὸν οἰκεῖον δρόμον διανύει τόπους ἐκ τόπων ἀμείβων), ἀλλ’ ἵνα διδάξῃ, ὅτι ἐν τῷ οὐρανῷ αὐτοὺς εἶναι προσέταξε, καθάπερ καὶ τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ διάγειν. «Καὶ ἐξανέτειλε, φησίν, ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ». Ἰδοὺ καὶ ἕτερον εὐεργεσίας εἶδος πάλιν διὰ τὴν εἰς τὸν δημιουργηθέντα τιμήν. Ἐπειδὴ γὰρ αὐτὸν ἐν τῷ παραδείσῳ διάγειν ἐβουλήθη, προσέταξεν ἐκ τῆς γῆς ἀναδοθῆναι δένδρα διάφορα, ὁμοῦ καὶ τέρπειν αὐτὸν δυνάμενα διὰ τῆς θέας, καὶ πρὸς βρῶσιν ἐπιτήδεια. «Πᾶν γὰρ ξύλον, φησίν, ὡραῖον εἰς ὅρασιν», τοῦτ’ ἐστιν εἰς θέαν· «Καὶ καλὸν εἰς βρῶσιν», τοῦτ’ ἐστι καὶ εὐφραίνειν δυνάμενα διὰ τῆς ὄψεως, καὶ ἡδονὴν πολλὴν παρέχοντα διὰ τῆς βρώσεως, καὶ τῷ πλήθει δὲ καὶ τῇ ἀφθονίᾳ πολλὴν τὴν εὐφροσύνην προξενοῦντα τῷ μέλλοντι τούτων ἀπολαύειν. «Πᾶν γάρ, φησί, ξύλον, ὅπερ ἂν εἴπῃς, ἀναδοθῆναι πεποίηκεν». Εἶδες διαγωγὴν ἀταλαίπωρον; Εἶδες βίον θαυμαστόν; Καθάπερ γὰρ ἄγγελός τις, οὕτως ἐπὶ τῆς γῆς διέτριβεν ὁ ἄνθρωπος, σῶμα μὲν περικείμενος, ἔξω δὲ τῶν σωματικῶν ἀναγκῶν τυγχάνων, καὶ καθάπερ βασιλεὺς ἁλουργίδι καὶ διαδήματι κεκοσμημένος, καὶ πορφυρίδα ἀναβεβλημένος, οὕτως ἐνετρύφα τῇ τοῦ παραδείσου διαγωγῇ μετὰ ἀδείας πολλὴν ἔχων τὴν ἀφθονίαν. «Καὶ τὸ ξύλον, φησί, τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ». Μετὰ τὸ διδάξαι ἡμᾶς, ὅτι πᾶν ξύλον ἐξέδωκεν ἡ γῆ κατὰ τὸ τοῦ Δεσπότου πρόσταγμα, καὶ ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, τότε φησί· «Καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ». Προειδὼς γὰρ ὁ φιλάνθρωπος Δεσπότης, ὡς δημιουργός, τὴν ἐκ τῆς πολλῆς ἀδείας μέλλουσαν τοῦ χρόνου προϊόντος τίκτεσθαι βλάβην, ἀνῆκε καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ, ἐπειδὴ μὲτ’ οὐ πολὺ μέλλει τὴν τούτου ἀποχὴν αὐτῷ κελεύειν, ἵνα εἰδέναι ἔχῃ, τὶ χάριτι καὶ δημιουργὸς καὶ τῆς αὐτοῦ φύσεως, καὶ πάντων τῶν ὁρωμένων. Διὰ τοῦτο ἤδη τοῦ ξύλου τὴν μνήμην ἐποιήσατο, καὶ διηγεῖται ἡμῖν ἐφεξῆς τῶν ποταμῶν τὰ ὀνόματα, καὶ τούτων τὸν ἀφορισμόν, ὡς ἂν εἴποι τις, καὶ ὅτι ἐξ ἐκείνου τοῦ τὴν ἀρδείαν τῷ παραδείσῳ παρέχοντος ἕτεροι εἰς τέσσαρας ἀρχὰς διαιρεθέντες, οὕτω τὰ κλίματα τῆς γῆς διενείμαντο. Ἀλλ’ ἴσως οἱ τὰ ἀπὸ τῆς οἰκείας σοφίας φθέγγεσθαι βουλόμενοι, πάλιν οὔτε ποταμοὺς συγχωροῦσιν εἶναι τοὺς ποταμούς, οὔτε τὰ ὕδατα, ἀλλ’ ἕτερόν τι φαντάζεσθαι ἀναπείθουσι τοὺς ἐκδιδόναι αὐτοῖς τὰς ἀκοὰς αἱρουμένους. Ἀλλ’ ἡμεῖς, παρακαλῶ, τούτων μὲν μὴ ἀνεχώμεθα, ἀλλ’ ἀποφράττωμεν αὐτοῖς τὰς ἀκοάς, πειθώμεθα δὲ τῇ θείᾳ Γραφῇ, καὶ τοῖς ὑπ’ αὐτῆς εἰρημένοις κατακολουθοῦντες, τὰ ὑγιῆ δόγματα σπουδάζωμεν ἐναποτίθεσθαι ταῖς ἑαυτῶν ψυχαῖς, καὶ μετὰ τούτων καὶ βίου ἀκρίβειαν ἐπιδείκνυσθαι, ἵνα καὶ ὁ βίος μαρτυρῇ τοῖς δόγμασι, καὶ τὰ δόγματα τὸν βίον ἀξιοπιστότερον ἀποφαίνῃ. Οὔτε γὰρ ἐὰν ἔχωμεν δόγματα μὲν ὀρθά. Βίου δὲ ἀμελῶμεν, ὄφελος ἡμῖν ἔσται τι· οὔτε ἐὰν βίον ἔχοντες, τῶν ὀρθῶν δογμάτων ἀμελῶμεν, κερδᾶναί τι χρήσιμον καὶ πρὸς σωτηρίαν ἡμετέραν δυνησόμεθα. Προσήκει γάρ, εἰ βουλοίμεθα καὶ γεέννης ἐλευθερωθῆναι, καὶ βασιλείας ἐπιτυχεῖν, ἀμφοτέρωθεν κοσμεῖσθαι, καὶ δογμάτων ὀρθότητι, καὶ βίου ἐπιμελείᾳ. Τὶ γὰρ ὄφελος, εἰπὲ μοι, δένδρου εἰς ὕψος πολὺ ἐκτεινομένου, καὶ τοῖς φύλλοις κομῶντος, ὅταν καρποῦ ἔρημον ᾖ; Οὕτω καὶ τὸν χριστιανὸν οὐδὲν ὀνίνησι τὰ ὀρθὰ δόγματα, ἐὰν τῆς κατὰ τὸν βίον πολιτείας ἀμελῇ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοὺς τοιούτους ἐμακάριζε λέγων· «Μακάριος ὁ ποιήσας καὶ διδάξας». Τῆς γὰρ διὰ τῶν λόγων διδασκαλίας ἡ διὰ τῶν ἔργων ἀκριβέστερα καὶ ἀξιοπιστότερα πολλῷ, ὁ γὰρ τοιοῦτος καὶ σιγῶν, καὶ μὴ ὁρώμενος παιδεύειν δύναται, τοὺς μὲν διὰ τῆς θέας, τοὺς δὲ διὰ τῆς ἀκοῆς, καὶ πολλῆς ἀπολαύσεται τῆς τοῦ Θεοῦ εὐνοίας, οὐ μόνον δι’ ἑαυτοῦ, ἀλλὰ καὶ διὰ τῶν εἰς αὐτὸν ὁρώντων παρασκευάζων δοξάζεσθαι τὸν ἑαυτοῦ Δεσπότην. Ὁ τοιοῦτος διὰ μυρίων γλωσσῶν, καὶ διὰ πολλῶν στομάτων τὰς εὐχαριστίας καὶ τοὺς ὕμνους ἀνοίσει τῷ τῶν ὅλων Θεῷ. Οὐδὲ γὰρ οἱ γνώριμοι μόνον, καὶ μάρτυρες τοῦ βίου ὄντες, καὶ αὐτὸν θαυμάσονται καὶ τὸν αὐτοῦ Δεσπότην, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες παρ’ ἑτέρων ταῦτα μανθάνοντες, καὶ οἱ πόῤῥωθεν οἰκοῦντες, καὶ οἱ μακρὰν ἀπῳκισμένοι καὶ οὐ φίλοι μόνον, ἀλλὰ καὶ ἐχθροὶ αἰδεσθήσονται τῆς ἀρετῆς τὴν ὑπερβολήν. Τοσαύτη γὰρ ταύτης ἡ ἰσχύς, ὡς καὶ τῶν πολεμούντων αὐτῇ ἀποφράττειν τὰ στόματα, καὶ τὴν γλῶτταν ἐπιστομίζειν. Καὶ ὥσπερ πρὸς τὰς ἀκτῖνας τὰς ἡλιακὰς οἱ ἀσθενεῖς τὰς ὄψεις ἀντιβλέψαι οὐ τολμῶσιν, οὕτως οὐδὲ πρὸς τὴν ἀρετὴν ἡ κακία ἀντιβλέψαι δυνήσεταί ποτε, ἀλλὰ παραχωρήσει, καὶ νῶτα δώσει, καὶ τὴν ἧτταν ὁμολογήσει. Ὃ Δὴ καὶ πεπεισμένοι ἀντεχώμεθα τῆς ἀρετῆς καὶ μετὰ ἀσφαλείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, καὶ τῶν μικρὸν καὶ εὐτελῶν εἶναι δοκούντων ἁμαρτημάτων εἴτε ἐν λόγοις, εἴτε ἐν πράγμασιν, ἀπέχεσθαι σπουδάζωμεν. Οὕτω γὰρ οὐδέποτε τοῖς μείζοσι περιπεσούμεθα τῶν ἁμαρτημάτων, ἐὰν τῶν μικρῶν ἀποσχώμεθα· καὶ τοῦ χρόνου προϊόντος δυνησόμεθα καὶ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύοντες τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τὴν κόλασιν διαφυγεῖν τὴν ἀποκειμένην, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΙΔ’. Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῇς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.
Προηγούμενο: Ὁμιλία ΙΒ’. Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος