Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΙΕ’. Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα.
Προηγούμενο: Ὁμιλία ΙΓ’. Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΙΔ’. Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῇς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.

α’. Πάλιν, εἰ βούλεσθε, καὶ σήμερον τῆς ἀκολουθίας τῶν χθὲς εἰρημένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν τὴν πνευματικὴν ὑφᾶναι σπουδάσομεν. Πολλὴ γὰρ καὶ τῶν πρόσφατον ἀναγνωσθέντων ἡ ἐγκεκρυμμένη δύναμις, καὶ προσήκει πρὸς τὸ βάθος ἡμᾶς καθιέντας, καὶ ἅπαντα μετὰ ἀκριβείας διερευνησαμένους τὸ ἐξ αὐτῶν καρπώσασθαι. Εἰ γὰρ οἱ τοὺς ἀπὸ τῆς θαλάσσης λίθους εὑρίσκειν βουλόμενοι, τοσοῦτον πόνον καὶ ταλαιπωρίαν ὑπομένουσι, τῇ τῶν ὑδάτων ῥύμῃ ἑαυτοὺς ἐκδιδόντες, ἵνα τῶν σπουδαζομένων ἐπιτύχωσι· πολλῷ μᾶλλον ἡμᾶς ἀκόλουθον συντεῖναι τὴν διάνοιαν, καὶ τὰ ἐν τῷ βάθει κατοπτεύσαντας τῶν εἰρημένων, οὕτω τῶν τιμίων τούτων λίθων ἐπιλαβέσθαι. Ἀλλὰ μὴ δείσῃς, ἀγαπητέ, βάθος ἀκούων. Οὐ γὰρ ἐστιν ἐνταῦθα ὑδάτων ἄτακτος φορά, ἀλλὰ Πνεύματος χάρις καταυγάζουσα ἡμῶν τὴν διάνοιαν, καὶ τὴν εὕρεσιν τῶν ζητουμένων μετ’ εὐκολίας ἡμῖν παρεχομένη, καὶ πάντα πόνον ἐπικουφίζουσα. Ἐκείνων μὲν οὖν τῶν λίθων ἡ εὕρεσις οὐ σφόδρα ὤνησε τὸν ἐπιτυχόντα, πολλάκις δὲ καὶ κατέβλαψε, καὶ μυρίων ναυαγίων ὑπόθεσις αὐτῷ γέγονε, καὶ οὐ τοσαύτην ἀπὸ τῆς εὑρέσεως ἐκαρπώσατο τὴν εὐφροσύνην, ὅσην μετὰ τὴν εὕρεσιν τὴν ἀηδίαν ὑπέμεινε τοὺς τῶν βασκάνων ὀφθαλμοὺς ἀναπτερώσας καθ’ ἑαυτοῦ, τοὺς πλεονέκτας διεγείρας εἰς τὸν κατ’ αὐτοῦ πόλεμον. Οὕτως οὐ μόνον οὐδὲν ὄφελος εἰς τὸν βίον εἰσάγει τὸν ἡμέτερον ἡ ἐκείνων εὕρεσις, ἀλλὰ καὶ πολλῶν πολέμων ὑπόθεσις γίνεται. Ὕλη γὰρ ἐστι πλεονεξίας, καὶ κάμινον ἀνάψασα φιλαργυρίας, πολιορκεῖ τὴν ψυχὴν τῶν ἁλόντων. Ἐπὶ δὲ τῶν πνευματικῶν τούτων καὶ τιμίων λίθων οὐδὲν ἐστι δεῖσαί τι τοιοῦτον, ἀλλὰ καὶ ὁ πλοῦτος ὁ ἐντεῦθεν συλλεγόμενος ἄφατος, καὶ ἡ ἡδονὴ ἀμάραντος, καὶ ἐκ πολλοῦ τοῦ περιόντος νικῶσα πᾶσαν τὴν ἐκεῖθεν προσγινομένην τοῖς ἀνθρώποις εὐφροσύνην. Καὶ τοῦτο ἄκουε τοῦ Δαυῒδ λέγοντος, ὅτι «Ἐπιθυμητὰ τὰ λόγιά σου ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν». Ὁρᾷς πῶς τὰς τιμιωτέρας νομιζομένας τῶν ὑλῶν εἰς μέσον παραγαγών, οὐ μόνον ταύτῃ τῇ συγκρίσει οὐκ ἠρκέσθη, ἀλλὰ καὶ προσέθηκε, «Πολύν», καὶ τότε τὴν ἐντεῦθεν ἡμῖν ὑπεροχὴν ἐδήλωσεν; «Ὑπὲρ χρυσίον, φησί, καὶ λίθον τίμιον πολύν». Οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητὰ τὰ θεία λόγια, ἀλλ’ ἐπειδὴ ταύτας μονὰς τὰς ὕλας παρὰ τοῖς ἀνθρώποις εἶδε τὴν ἀνωτάτω προεδρίαν ἐχούσας, διὰ τοῦτο ταύτας παραγαγὼν εἰς μέσον, οὕτω τὴν ὑπεροχὴν ἔδειξε, καὶ τὴν ἐπιθυμίαν τῶν τοῦ Πνεύματος λογίων σφοδροτέραν οὖσαν. Καὶ ἵνα μάθητε, ὅτι τοῦτο ἔθος ἀεὶ τῇ θείᾳ Γραφῇ τοῖς αἰσθητοῖς παραβάλλειν πράγμασι τὴν ἐντεῦθεν ὠφέλειαν, καὶ οὕτω τὴν ὑπεροχὴν ἐπιδείκνυσθαι, ἄκουε καὶ τῶν ἑξῆς. Ἐπήγαγε γοῦν· «Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον». Καὶ ἐνταῦθα οὐκ ἐπειδὴ τοσοῦτο μόνον ἐστὶ γλυκύτερα, οὐδὲ ἐπειδὴ τοσαύτην παρέχειν δύναται τὴν ἡδονήν, ἀλλ’ ἐπειδὴ οὐδὲν ἕτερον εἶχεν ἐν τοῖς αἰσθητοῖς παραβάλλειν τῇ ἡδονῇ τῶν θείων λογίων· διὰ τοῦτο τούτων μνημονεύσας, οὕτω πάλιν τὴν ὑπεροχὴν ἔδωκε, καὶ τὴν ἡδονὴν πλείονα ἔφησεν εἶναι τῶν πνευματικῶν διδαγμάτων. Τῷ αὐτῷ κανόνι εὑρήσεις καὶ τὸν Χριστὸν ἐν τοῖς Εὐαγγελίοις κεχρημένον. Ὅτε γὰρ τοῖς μαθηταῖς διελέγετο, καὶ ἐπιθυμοῦσι μαθεῖν τὴν ἑρμηνείαν τῆς παραβολῆς τοῦ σπείραντος τὸ καλὸν σπέρμα ἐν τῷ ἀγρῷ, καὶ τοῦ ἐχθροῦ τοῦ τὰ ζιζάνια ἀνάμεσον τοῦ σίτου ἐπεμβαλόντος, κατὰ μέρος πᾶσαν διέλυσε τὴν παραβολήν, εἰπὼν τις ἣν τὸ καλὸν σπέρμα σπείρας, καὶ τις ὁ ἀργός, καὶ τίνα ἐστὶ τὰ ζιζάνια, καὶ τις ὁ ταῦτα κατασπείρας, καὶ τίνες οἱ θερίζοντες, καὶ τις ὁ θερισμός, καὶ ὅτε πάντα σαφῶς αὐτοῖς ἐξεκάλυψε, τότε φησίν· «Οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν· οὐκ ἐπειδὴ τοσαύτην μόνην τὴν λαμπηδόνα ἕξουσιν οἱ δίκαιοι, ἀλλὰ δεικνὺς ὅτι πολλῷ μείζονα· τοσαύτην δὲ εἶπεν, ἐπειδὴ μείζονα ταύτης εἰκόνα ἐν τοῖς ὁρωμένοις οὐκ ἦν εὑρεῖν». Ἐπειδὰν οὖν τι τοιοῦτον ἀκούσωμεν, μὴ μέχρι τῶν λεγομένων ἐναπομείνωμεν, ἀλλὰ ἀναλογιζώμεθα ἀπὸ τῶν αἰσθητῶν καὶ ὁρωμένων τῶν πνευματικῶν μάλιστα τὴν ὑπεροχήν. Εἰ τοίνυν καὶ τὴν ἐπιθυμίαν σφοδροτέραν ἐστιν ἐνταῦθα εὑρεῖν, καὶ τὴν ἡδονὴν ἀκριβεστέραν (θεία γὰρ ἐστι τὰ λόγια καὶ πνευματικά, καὶ πολλὴν δυνάμενα τίκτειν τῇ ψυχῇ τὴν εὐφροσύνην τὴν πνευματικήν), μετὰ πολλοῦ τοῦ πόθου, καὶ σφοδρᾶς τῆς ἐπιθυμίας τὰς ἀκοὰς ὑπέχωμεν τοῖς λεγομένοις, ἵνα τὸν ἀληθῆ πλοῦτον ἐντεῦθεν ἑαυτοῖς περιποιησάμενοι, καὶ πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν πολλὰ δεξάμενοι τὰ σπέρματα, οὕτως οἴκαδε ἀναχωρῶμεν.

β’. Ἀκούσωμεν τοίνυν τίνα ἐστὶ τὰ σήμερον ἀναγνωσθέντα· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, καὶ φροντίδα βιωτικήν, οὕτω τοῖς λεγομένοις προσέχετε· θεῖοι γὰρ εἰσι νόμοι ἄνωθεν ἐκ τῶν οὐρανῶν κατενεχθέντες διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Εἰ γὰρ βασιλικῶν γραμμάτων ἀναγινωσκομένων πολλὴ γίνεται ἡ ἡσυχία, καὶ πᾶς θόρυβος, καὶ ταραχὴ ἑκποδών, πάντων συντεταμέναις ταῖς ἀκοαῖς ἑστώτων καὶ ἐπιθυμούντων ἀκοῦσαι, τίνα ἐστὶν ἃ δηλοῖ τὰ γράμματα τὰ βασιλικά, καὶ κίνδυνος μέγιστος ἕπεται τῷ κἂν πρὸς βραχὺ θορυβήσαντι, καὶ διακόψαντι τῶν ἀναγινωσκομένων τὴν ἀκολουθίαν· πολλῷ μᾶλλον ἐνταῦθα μετὰ φόβου καὶ τρόμου ἑστάναι δεῖ, καὶ πολλὴν παρέχειν τὴν σιγήν, καὶ τῶν λογισμῶν τὴν ταραχὴν φυγαδεύειν, ἵνα καὶ συνιέναι δυνηθῆτε τὰ λεγόμενα, καὶ τῆς ὑπακοῆς ἀποδεξάμενος ὑμᾶς ὁ βασιλεὺς τῶν οὐρανῶν, μειζόνων καταξιώσῃ τῶν δωρεῶν. Ἴδωμεν τοίνυν τὶ διδάσκει ἡμᾶς καὶ νῦν ὁ μακάριος Μωϋσῆς, οὐκ οἰκεῖα γλώττῃ μόνον ταῦτα λέγων, ἀλλ’ ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος ἐνηχούμενος. «Καὶ ἔλαβε, φησίν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε». Καλῶς εὐθέως ἐκ προοιμίων τὰ δύο τέθεικεν· οὐδὲ γὰρ εἶπε, Κύριος, καὶ ἐσίγησεν, ἀλλὰ προσέθηκε, Ὁ Θεός, λανθάνον τὶ καὶ κεκρυμμένον ἐντεῦθεν ἡμᾶς διδάσκων, ἵνα εἰδέναι ἔχωμεν, ὅτι κἂν τε Κύριον ἀκούσωμεν, κἂν τε Θεόν, οὐδεμία ἐν τοῖς ὀνόμασίν ἐστι διαφορά. Τούτου δὲ νῦν οὐχ ἁπλῶς ἐμνημόνευσα, ἀλλ’ ἵνα ὅταν ἀκούσῃς Παύλου λέγοντος, «Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, μὴ νομίσῃς διαφορὰν εἶναι ἐν ταῖς λέξεσι, καὶ τὴν μὲν μεῖζόν τι δηλοῦν, τὴν δὲ ἔλαττον». Διὰ τοῦτο καὶ ἀδιαφόρως ἡ Γραφὴ τούτοις κέχρηται τοῖς ὀνόμασιν, ἵνα μὴ ἐξῇ τοῖς φιλονείκως διακειμένοις τὸ ἐξ οἰκείας ὑπονοίας ἐπεισφέρειν τῇ τῶν δογμάτων ὀρθότητι. Καὶ ἵνα μάθῃς ὡς οὐδὲν τῶν τοιούτων παρατετηρημένως καὶ ἀποκεκληρωμένως φθέγγεται ἡ θεῖα Γραφή, ἐξ αὐτοῦ τοῦ νῦν λεγομένου σκόπει μετὰ ἀκριβείας. Καὶ ἔλαβε, φησί, Κύριος ὁ Θεός. Περὶ τίνος τοῦτο βούλεται εἰρῆσθαι ὁ αἱρετικός; Περὶ τοῦ Πατρὸς μόνου; Καλῶς. Ἄκουε τοίνυν Παύλου λέγοντος «Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα». καὶ «Εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». Ὁρᾷς πῶς τό, Κύριος, ὄνομα τῷ Υἱῷ προσένεμε; Τὶ ἂν οὖν εἴποιεν τήν, Κύριος, προσηγορίαν μείζονα εἶναι τοῦ Θεός; Ὁρᾶτε ὅσον τὸ ἄτοπον, καὶ ὅση τῆς βλασφημίας ἡ ἐπίτασις. Ὅταν γὰρ μὴ βούληταί τις ἀνέχεσθαι κατακολουθεῖν τῷ κανόνι τῆς θείας Γραφῆς, ἀλλὰ τοῖς οἰκείοις λογισμοῖς ἐθέλοι διδόναι χώραν, ταράττει τὴν διάνοιαν, καὶ λογομαχίας καὶ ζητήσεις ἀπεράντους ἐπιφέρει τῇ ὑγιεῖ τῶν δογμάτων ὀρθότητι. «Καὶ ἔλαβε, φησίν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῇς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν». Ὅρα πόσῃ κέχρηται πρόνοια περὶ τὸν δημιουργηθέντα ἄνθρωπον. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς λέγων, ὅτι «Ἐφύτευσεν ὁ Θεὸς τὸν παράδεισον, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον»· ἀντὶ τοῦ, Ἐβουλήθη ἐκεῖ αὐτὸν ἔχειν τὸ οἰκητήριον, καὶ ἐνδιαιτᾶσθαι τῇ ἀπολαύσει τοῦ παραδείσου· σήμερον πάλιν δείκνυσιν ἡμῖν τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν. Ἣν περὶ αὐτὸν ἐπιδείκνυται, καὶ ἐπαναλαμβάνων τὸν λόγον φησί· «Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς». Οὐχ ἁπλῶς εἶπεν, Ἐν τῷ παραδείσῳ, ἀλλὰ προσέθηκε, τῆς τρυφῆς, ἵνα τὴν ὑπερβάλλουσαν ἡδονὴν ἧς ἀπήλαυεν ἐκ τῆς αὐτόθι οἰκήσεως, ἐμφήνῃ ἡμῖν· καὶ εἶπόν, «Ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῇς τρυφῆς», φησίν, «Ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν». Πολλῆς καὶ τοῦτο κηδεμονίας. Ἐπειδὴ γὰρ τρυφῆς ἀπάτης ἐπεπλήρωτο ἡ αὐτόθι διαγωγή, καὶ τὴν ἀπὸ τῆς θέας τέρψιν ἔχουσα, καὶ τὴν ἀπὸ τῆς ἀπολαύσεως εὐφροσύνην, ἵνα μὴ ἀποσκιρτήσῃ ἐκ τῆς ὑπερβαλλούσης ἀνέσεως ὁ ἄνθρωπος («Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξε, φησίν, ἡ ἀργία»), διὰ τοῦτο προσέταξεν αὐτὸν ἐργάζεσθαι καὶ φυλάσσειν. Τὶ οὖν, φησί, τῆς παρ’ αὐτοῦ ἐπιμελείας ἐδεῖτο ὁ παράδεισος; Οὐ τοῦτο λέγω, ἀλλὰ ἐβουλήθη τέως μέριμναν περὶ τε τὴν φυλακήν, περὶ τε τὴν ἐργασίαν. Ἐξ γὰρ πόνου παντὸς ἦν ἀπηλλαγμένος, εὐθὺς ἀπέκλινεν ἂν πρὸς ῥᾳθυμίαν πολλῇ κεχρημένος ἀνέσει· νῦν δὲ ἐργαζόμενος ἐργασίαν ἀνώδυνόν τινα, καὶ ταλαιπωρίας ἐκτός, σωφρονέστερον ἂν διετέθη. Καὶ τὸ εἰπεῖν δέ, ὅτι Φυλάσσειν, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ συγκατάβασίς ἐστι τῶν ῥημάτων, ἵνα ὅλως εἰδέναι ἔχῃ, φησίν, ὅτι ὑπόκειταί τινι δεσπότῃ τῷ τὴν τοσαύτην ἀπόλαυσιν αὐτῷ χαρισαμένῳ, καὶ μὲτ τῆς ἀπολαύσεως τὴν φυλακὴν ἐπιτρέψαντι. Πάντα γὰρ ποιεῖ ὁ Θεὸς καὶ πραγματεύεται διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ μετὰ τούτου καὶ τὴν ἀπόλαυσιν καὶ τὴν ἄνεσιν δωρεῖται. Εἰ γὰρ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ φιλανθρωπίαν, καὶ πρὶν ἡμᾶς παραγαγεῖν τὰ ἀπόῤῥητα ἐκεῖνα ἡμῖν ἀγαθὰ ηὐτρέπισε, καθὼς αὐτὸς λέγει· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου»· πολλῷ μᾶλλον τὰ ἐνταῦθα πάντα μετὰ δαψιλείας παρέξει.

γ’. Ἐπεὶ οὖν τοσαύτας εὐεργεσίας εἰς τὸν δημιουργηθέντα κατέθετο, πρῶτον ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτόν, καὶ ἀπὸ τοῦ χοὸς σῶμα διαπλᾶσαι καταξιώσας, καὶ μετὰ ταῦτα τὸ κυριώτερον, τὴν ψυχὴν τὴν ἀσώματον διὰ τοῦ ἐμφυσήματος χαρισάμενος, εἶτα τὸν παράδεισον γενέσθαι κελεύσας, καὶ ἐκεῖ αὐτὸν ἐνδιαιτᾶσθαι προστάξας, μετὰ ταῦτα πάλιν καθάπερ πατὴρ φιλόστοργος παιδὶ νέῳ πολλῇς ἀδείας καὶ ἀνέσεως ἀπολαύοντι, ὥστε μὴ ἀποσκιρτῆσαι, μικρὰν τινὰ καὶ σύμμετρον ἐπινοεῖ φροντίδα· οὕτω καὶ ὁ Δεσπότης Θεὸς τῷ Ἀδὰμ τὴν ἐργασίαν καὶ τὴν φυλακὴν προσέταξεν, μετὰ τῆς τρυφῆς τῆς πολλῆς, καὶ τῆς ἀδείας, καὶ τῆς ἀνέσεως, ἠρέμα πῶς ἔχῃ ταύτᾳ ἀμφότερα ἐγκόπτοντα αὐτοῦ τὴν εἰς τὸ πρόσω φοράν. Ταῦτα μὲν οὖν τὰ ἤδη ὑπάρξαντα τῷ δημιουργηθέντι· τὰ δὲ γε ἑξῆς ἐπαγόμενα πάλιν πολλὴν καὶ ὑπερβάλλουσαν ἡμῖν ἐμφαίνει τὴν περὶ αὐτὸν φιλανθρωπίαν, τὴν τε συγκατάβασιν, ἣν διὰ τὴν οἰκείαν ἀγαθότητα ἐπιδείκνυται. Τὶ γὰρ φησὶν ἡ Γραφή; «Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ».

Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ἵνα τῇ πυκνότητι τῶν λεγομένων ἀκριβῆ τὴν διδασκαλίαν δεξώμεθα, καὶ μηκέτι ἀνεχώμεθα τῶν τολμώντων ἀποκληροῦν τὰς τῶν ὀνομάτων προσηγορίας. Καὶ τὴν μὲν τῷ Πατρί, τὴν δὲ τῷ Υἱῷ προσνέμειν. Ἐπειδὴ γὰρ ἀμφοτέρων ἡ οὐσία μία, διὰ τοῦτο καὶ ἡ θεῖα Γραφὴ ἀδιαφόρως ποτὲ μὲν τῷ Πατρί, ποτὲ δὲ τῷ Υἱῷ τὴν αὐτὴν προσηγορίαν εὑρίσκεται ἀποκληροῦσα. «Καὶ ἐνετείλατο, φησί, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων». Ἄξιον ἐνταῦθα ἐκπλαγῆναι τὴν πάντα λόγον ὑπερβαίνουσαν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν ἐνδείκνυται ἡμῖν διὰ τῆς βραχείας ταύτης λέξεως. «Καὶ ἐνετείλατο», φησί. Βλέπε ἐκ προοιμίων πόση τιμῇ κέχρηται περὶ τὸν ἄνθρωπον. Οὐδὲ γὰρ εἶπε, προσέταξεν,ἢ ἐκέλευσεν, ἀλλὰ τί; «Ἐνετείλατο». Καθάπερ φίλος φίλῳ περὶ τινῶν ἀναγκαίων ἐντελλόμενος διαλέγεται, οὕτω καὶ

Ὁ Θεὸς τὸν Ἀδὰμ διατίθεται, μονονουχὶ διὰ τῆς τοσαύτης τιμῆς ἐπισπάσασθαι βουλόμενος αὐτὸν πρὸς τὴν ὑπακοὴν τῶν ἐντελλομένων ὑπ’ αὐτοῦ. Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ». «Ἧ δ’ ἂν ἡμέρᾳ φάγητε ἄπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε». Πολὺ τῆς ἐντολῆς τὸ ἀνεπαχθές. Ἀλλὰ δεινόν, ἀγαπητέ, ἡ ῥαθυμία· ὥσπερ γὰρ αὕτη καὶ τὰ εὔκολα δύσκολα ἡμῖν φαίνεσθαι ποιεῖ, οὕτως ἡ σπουδὴ καὶ ἡ ἀγρυπνία καὶ τὰ δύσκολα εὔκολα ἡμῖν ἀπεργάζεται. Τὶ γάρ, εἰπὲ μοι, τούτου ἀνεπαχθέστερον; Τὶ ταύτης τῆς τιμῆς μεῖζον γένοιτ’ ἄν; Παρέσχεν ἐνδιαιτᾶσθαι τῷ παραδείσῳ, τῷ κάλλει τέρπεσθαι τῶν ὁρωμένων, καὶ τὴν ὄψιν ἐκεῖθεν εὐφραίνειν, καὶ διά, τῆς ἀπολαύσεως πολλὴν τὴν ἡδονὴν καρποῦσθαι. Ἐννόησον γὰρ ὅσον ἣν ὁρᾷν τὰ δένδρα τοῖς καρποῖς βριθόμενα, τῶν ἀνθῶν τὴν ποικιλίαν, τῶν βοτανῶν τὴν διαφοράν, τῶν φύλλων τὰς κόμας, τὰ ἀλλὰ ὅσα εἰκὸς ἐν παραδείσῳ τυγχάνειν, καὶ ἐν παραδείσῳ ὑπὸ τοῦ Θεοῦ φυτευθέντι. Διὰ γὰρ τοῦτο προλαβοῦσα ἡ θεῖα Γραφὴ εἶπεν, ὅτι «Ἐξανέτειλεν ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν», ἵνα εἰδέναι ἔχωμεν ὅσης ἀφθονίας ἀπολαύων, εἰς τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν ἐξύβρισε διὰ πολλὴν ἀκρασίαν καὶ ῥᾳθυμίαν. Ἐννόησον γὰρ μοι, ἀγαπητέ, τῆς τιμῆς τὴν ὑπερβολήν, ἧς αὐτὸν ἠξίωσεν, ἰδιάζουσαν καὶ ἀφωρισμένην αὐτῷ τράπεζαν τὴν ἐν τῷ παραδείσῳ δωρησάμενος, ἵνα μὴ νομίσῃ τὴν αὐτὴν τοῖς ἀλόγοις καὶ αὐτῷ τροφὴν ὑπάρχειν, ἀλλ’ ἔχῃ καθάπερ βασιλεὺς ἐνδιαιτώμενος τῇ τοῦ παραδείσου διαγωγῇ, ἐντρυφᾷν τῇ ἐκεῖθεν ἀπολαύσει, καὶ καθάπερ δεσπότης κεχωρισμένος ᾖ τῶν εἰς ὑπηρεσίαν αὐτῷ παρασχεθέντων, καὶ ἀφωρισμένην ἔχῃ τὴν διαγωγήν. «Καὶ ἐνετείλατο, φησί, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ. ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε»· μονονουχὶ λέγων πρὸς αὐτόν, Μὴ γὰρ βαρὺ τι καὶ ἐπαχθὲς ἀπαιτῶ παρὰ σου; Πάντων τὴν ἀπόλαυσιν ἐπιτρέπω, ἑνὸς τούτου μόνον μὴ ἅψασθαι ἐντέλλομαι· ἀλλὰ καὶ τὸ ἐπιτίμιον μέγα ὁρίζω, ἵνα κἂν τῷ φόβῳ σωφρονιζόμενος φῦς τὴν παρ’ ἐμοῦ σοι δοθεῖσαν ἐντολήν· ταὐτὸν ποιῶν, ὥσπερ ἂν εἲ τις δεσπότης φιλότιμος οἰκίαν μεγάλην τινὶ ἐμπιστεύσειε, καὶ ὑπὲρ τοῦ τὴν δεσποτείαν αὐτῷ ἀκέραιον μένειν, βραχὺ τι ἀργύριον τυπώσειε παρ’ αὐτοῦ δίδοσθαι. Οὕτω δὴ καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. Ὧν τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν αὐτῷ χαρισάμενος, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι ἐκέλευσεν, ἵνα εἰδέναι ἔχῃ, ὅτι ὑπὸ Δεσπότην ἐστίν, ᾧ προσήκει αὐτὸν πείθεσθαι, καὶ τοῖς ὑπ’ ἐκείνου προσταττομένοις εἴκειν.

Τις ἂν κατ’ ἀξίαν θαυμάσειε τοῦ κοινοῦ πάντων Δεσπότου τὴν φιλοτιμίαν; Οὐδὲν οὐδέπω ἐπιδειξάμενον πόσης ἄξιοί τῆς εὐεργεσίας; Οὐδὲ γὰρ ἐξ ἡμισείας αὐτῷ ἀπόλαυσιν ἔδωκεν, οὐδὲ τῶν πλειόνων ἀπόσχει ἐκέλευσεν, τῶν δὲ λειπομένων ἔχειν τὴν ἀπόλαυσιν· ἀλλὰ πάντων τῶν ἐν τῷ παραδείσῳ μετέχειν αὐτὸν βουληθείς, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι προστάττει, δεικνὺς διὰ τῶν πραγμάτων, ὅτι οὐδενὸς ἑτέρου ἕνεκεν τοῦτο πεποίηκεν, ἀλλ’ ἵνα τὸν αἴτιον εἰδέναι ἔχῃ τῶν τοσούτων εὐεργεσιῶν. Καὶ σκόπει μετὰ τῶν ἄλλων καὶ ἐντεῦθεν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅσῃ τῇ τιμῇ κέχρηται καὶ περὶ τὴν μέλλουσαν ἐξ αὐτοῦ διαπλάττεσθαι γυναῖκα. Οὐδέπω γὰρ αὐτῆς παραχθείσης, ὡς πρὸς ἀμφοτέρους τὴν ἐντολὴν ποιεῖται λέγων· «Οὐ φάγεσθε ἀπ’ αὐτοῦ», καί, «Ἧ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε»· δηλῶν ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτι ἓν εἰσιν ἀνὴρ καὶ γυνή, ι· ἕως καὶ ὁ Παῦλός φησι· «Κεφαλὴ τῆς γυναικὸς ὁ ἀνήρ». Διὰ τοῦτο τοίνυν ὡς πρὸς ἀμφοτέρους διαλέγεται, ἵνα μετὰ ταῦτα διαπλάσας ἐξ αὐτοῦ τὴν γυναῖκα, ἀφορμὰς αὐτῷ παράσχῃ τοῦ γνωρίσαι αὐτῇ τὰ παρ’ αὐτοῦ ἐνταλθέντα. Καὶ οἶδα μέν, ὅτι πολυθρύλλητόν ἐστι τοῦτο περὶ τοῦ ξύλου ζήτημα, καὶ ὅτι πολλοὶ τῶν ἀπαραφυλάκτως φθεγγομένων ἀπὸ τοῦ ἀνθρώπου ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγειν ἐπιχειροῦσι, καὶ λέγειν τολμῶσι· τίνος γὰρ ἕνεκεν ἐδίδου αὐτῷ τὴν ἐντολὴν εἰδὼς ὅτι παραβήσεται; Καὶ πάλιν, διὰ τὶ γὰρ τὸ ξύλον προσέταξε γενέσθαι ἐν τῷ παραδείσῳ; Καὶ πολλὰ ἕτερα· ἀλλ’ ἵνα μὴ νῦν πρὸ τοῦ καιροῦ τῆς παραβιάσεως δόξωμεν προπηδᾶν εἰς τὴν περὶ τούτων ἐξήγησιν, ἀναγκαῖον ἀναμείναι καὶ ἡμᾶς τὴν τοῦ μακαρίου Μωϋσέως διήγησιν, ἳν’ οὕτως εἰς τὸν τόπον ἀφικόμενοι εὐκαίρως, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ, περὶ τούτου κινήσαντες, διδάξωμεν τὴν ὑμετέραν ἀγάπην τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν· ἳν’ εἰδότες τὴν ἀλήθειαν τῶν ἐγγεγραμμένων, καὶ τὴν προσήκουσαν δοξολογίαν ἀναφέρητε τῷ Δεσπότῃ, καὶ μὴ καταλιπόντες τὸν ἡμαρτηκότα, ἐπὶ τὸν ἀναίτιον Θεὸν τὴν αἰτίαν μεταγάγητε· τέως δὲ ἐπὶ τοῦ παρόντος, εἰ δοκεῖ, τὶ ἑξῆς τοῦ ἀναγνώσματος ἐπέλθωμεν. Καὶ εἶπε, φησί, «Κύριος ὁ Θεός, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον». Ἰδοὺ πόλιν ὁμοίως εἶπε, καθάπερ καὶ πρότερον, «Κύριος ὁ Θεός», ἵνα ἐμπήξαντες ἡμῶν τῇ διανοίᾳ τὰ λεγόμενα, μὴ τὰ ἀπὸ τῶν ἀνθρωπίνων λογισμῶν τῆς θείας Γραφῆς κυριώτερα εἶναι νομίζωμεν. Καὶ εἶπε, φησίν. «Κύριος ὁ Θεός. Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον». Σκόπει πῶς οὐχ ἵσταται ὁ ἀγαθὸς Θεός, ἀλλ’ εὐεργεσίας εὐεργεσίαις προστίθησι, καὶ πλουτῶν ἀγαθότητι, πάσῃ τιμῇ περιβαλεῖν βούλεται τὸ ζῶον τοῦτο τὸ λογικόν, καὶ μετὰ τῆς τιμῆς καὶ εὐκολίαν αὐτῷ διαγωγῆς χαρίσασθαι. «εἶπε γὰρ, φησὶ, Κύριος ὁ Θεὸς, Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν». Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τό, «Ποιήσωμεν» Καθάπερ γὰρ ἐξ ἀρχῆς ἔλεγεν ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν»· οὕτω καὶ νῦν μέλλων τὴν γυναῖκα διαπλάττειν τῷ αὐτῷ κέχρηται ῥήματι, καὶ φησί, «Ποιήσωμεν». Πρὸς τίνα διαλέγεται; Οὐ πρὸς κτιστὴν τινα δύναμιν, ἀλλὰ πρὸς τὸν ἐξ αὐτοῦ γεννηθέντα, τὸν θαυμαστὸν σύμβουλον, τὸν ἐξουσιαστήν, τὸν ἄρχοντα τῆς εἰρήνης, τὸν μονογενῆ αὐτοῦ Παῖδα. Καὶ ἵνα μάθῃ ὁ Ἀδάμ, ὅτι ὁμότιμον αὐτῷ τὸ ζῶον μέλλει εἶναι τὸ διαπλαττόμενον, διὰ τοῦτο καθάπερ ἐπ’ αὐτοῦ ἔλεγε, «Ποιήσωμεν», οὕτω καὶ νῦν φησί, «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν». Ἀμφότερα πολλὴν ἔχει τὴν δύναμιν, καὶ τό, Βοηθόν, καὶ τό, Κατ’ αὐτόν. Οὐ βούλομαι, φησί, μόνον αὐτὸν εἶναι, ἀλλ’ ἔχειν τινὰ παραμυθίαν ἐκ τῆς συνουσίας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατάλληλον αὐτῷ βοηθὸν παραγαγεῖν δεῖ, τὴν γυναῖκα αἰνιττόμενος. Διὰ τοῦτό φησι, «Ποιήσωμεν αὐτῷ βοηθόν», καὶ προσέθηκε δε, «Κατ’ αὐτόν», ἳν’ ὅταν ἴδῃς εὐθὺς τὰ θηρία παραγόμενα, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, μὴ νομίσῃς περὶ τούτων εἰρῆσθαι. Εἰ γὰρ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ πολλὰ τῶν ἀλόγων, ἀλλ’ οὐδὲν ἴσον τῆς λογικῆς γυναικός. Διὰ τοῦτο εἶπε. «Βοηθὸν κατ’ αὐτόν». Καὶ ἐπήγαγε· «Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τὶ καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσε αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ». Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο γίνεται, ἀλλὰ διὰ τὰ μέλλοντα μετ’ οὐ πολὺ συμβαίνειν, ἃ προειδὼς ὁ Θεὸς δείκνυσιν ἡμῖν τὴν πολλὴν σοφίαν, ἦν κεχάρισται τῷ ὑπ’ αὐτοῦ δημιουργηθέντι, ἳν’ ἐπειδὰν τὰ τῆς παραδόσεως τῆς ἐντολῆς τῆς ὑπὸ τοῦ Θεοῦ δοθείσης γένηται, μὴ νομίσῃς δι’ ἄγνοιαν αὐτὸν παραβεβηκέναι, ἀλλ’ εἰδέναι ἔχῃς, ὅτι ῥᾳθυμίας ἐστὶ τὸ πτῶμα.

ε’. Ὅτι γὰρ σοφίας πολλῆς ἐπεπλήρωτο, μάνθανε ἐκ τῶν νῦν γινομένων. «Καὶ ἤγαγεν αὐτά, φησί, πρὸς τὸν Ἀδάμ, ἰδεῖν τὶ καλέσει αὐτά». Ἀπόδειξιν ἡμῖν τῆς πολλῆς αὐτοῦ σοφίας παρασχεῖν βουλόμενος τοῦτο ποιεῖ. Καὶ πάλιν, «Ὃ ἐκάλεσεν αὐτό, φησίν, Ἀδάμ, τοῦτο ὄνομα αὐτῷ».

Οὐχ ἵνα δὲ τὴν σοφίαν αὐτοῦ μόνον καταμάθωμεν, τοῦτο γίνεται, ἀλλ’ ἵνα καὶ τὸ σύμβολον τῆς δεσποτείας διὰ τῆς τῶν ὀνομάτων θέσεως ἐπιδείξηται. Καὶ γὰρ καὶ τοῖς ἀνθρώποις ἔθος τοῦτο ποιεῖσθαι σύμβολον δεσποτείας, ἐπειδὰν οἰκέτας ὠνήσωνται, μετατιθέναι αὐτῶν τὰς προσηγορίας. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ παρασκευάζει καθάπερ δεσπότην πᾶσι τοῖς ἀλόγοις ἐπιθεῖναι τὰς προσηγορίας. Μὴ γὰρ ἁπλῶς παραδράμῃς, ἀγαπητέ, τὸ εἰρημένον, ἀλλ’ ἐννόησόν μοι, πόσης ἣν σοφίας τοσούτοις γένεσι πτηνῶν, ἑρπετῶν, θηρίων, κτηνῶν καὶ τῶν ἄλλων ἀλόγων, τῶν ἡμέρων, τῶν ἀγρίων, τῶν ἐν τοῖς ὕδασι δαιτωμένων, τῶν ἐκ τῆς γῆς ἀναδοθέντων, πᾶσι τούτοις ἐπιθεῖναι τὰς προσηγορίας, καὶ προσηγορίας τὰς κυρίας χῶ, κατάλληλους ἑκάστῳ γένει· «Πᾶν γάρ, φησὶν, ὃ ἐκάλεσεν αὐτὸ Ἀδάμ, τοῦτο ὄνομα αὐτῷ». Εἶδες ἐξουσίαν ἀπηρτισμένην; Εἶδες δεσποτείας αὐθεντίαν; Λογίζου μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὅτι καὶ λέοντες, καὶ παρδάλεις, καὶ ἔχεις, καὶ σκορπίοι, καὶ ὄφεις, καὶ τὰ ἀλλὰ ἅπαντα τὰ τούτων θηριωδέστερα, καθάπερ πρὸς δεσπότην μετὰ πάσης· ὑποταγῆς παραγεγονότα τὰς προσηγορίας ἐδέξαντο, καὶ οὐδὲν τῶν θηρίων τούτων ἐδεδοίκει ὁ Ἀδάμ. Μὴ τοίνυν ἐπισκηπτέτω τις τοῖς γεγενημένοις παρὰ τοῦ Δεσπότου, καὶ τὴν γλῶτταν ἀκονάτω κατὰ τοῦ δημιουργοῦ, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς, καὶ λεγέτω τὰ ἀνόνητα ἐκεῖνα ῥήματα· τίνος ἕνεκεν τὰ θηρία παρήχθη; Ὅτι γὰρ ἅπαντα ὁμοίως τοῖς ἡμέροις τὴν δουλείαν ἐπεγίνωσκε καὶ τὴν δεσποτείαν, δείκνυσιν ἡμῖν ἀκριβῶς ἡ τῶν ὀνομάτων θέσις. Αἱ γὰρ προσηγορίαι ἐκεῖναι ἃς ἔθετο αὐτοῖς μέχρι τοῦ παρόντος διαμένουσιν· οὕτως αὐτὰς ἐκύρωσεν ὁ Θεός, ἵνα διηνεκῆ ὑπόμνησιν ἔχωμεν καὶ τῆς τιμῆς, ἣν ἐξ ἀρχῆς ἐδέξατο παρὰ τοῦ Δεσπότου πάντων, τούτων τὴν ὑποταγὴν λαβών, καὶ τῆς ἀφαιρέσεως αὐτῷ τὴν αἰτίαν ἐπιγράφωμεν διὰ τῆς ἁμαρτίας τὴν ἐξουσίαν ἀκρωτηριάσαντι. «Καὶ ἐκάλεσεν Ἀδάμ, φησίν, ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς». Ἐντεῦθεν ἤδη σκόπει μοι, ἀγαπητέ, τῆς προαιρέσεως τὸ αὐτεξούσιον, καὶ τῆς συνέσεως αὐτοῦ τὴν ὑπερβολήν, καὶ μὴ λέγε, ὅτι ἠγνόει τὶ μὲν καλόν, τὶ δὲ κακόν. Ὁ γὰρ δυνηθεὶς καταλλήλους τὰς προσηγορίας τοῖς κτήνεσιν ἐπιθεῖναι, καὶ τοῖς πετεινοί, καὶ τοῖς θηρίοις, καὶ μὴ συγχέας τὴν τάξιν, μηδὲ τὰς μὲν τοῖς ἡμέροις ζώοις ἁρμοζούσας προσηγορίας τοῖς ἀγρίοις ἐπιθεῖναι, μηδὲ τὰς τοῖς ἀγρίοις πρὸς ἤκουσας τοῖς ἡμέροις ἀφορίσαι, ἀλλὰ πᾶσι τὰς καταλλήλους ὀνομασίας δοῦναι, πῶς οὐ πάσης σοφίας καὶ συνέσεως πεπλήρωτο; Λογίζου ἐντεῦθεν λοιπὸν ὅση τοῦ ἐμφυσήματος ἐκείνου ἡ δύναμις, καὶ πόση τῆς ἀσωμάτου ψυχῆς ἡ σοφία, ἣν ὁ Δεσπότης αὐτῇ κεχάρισται, ζῶον τοιοῦτον καὶ θαυμαστὸν καὶ λογικὸν ἐκ δύο οὐσιῶν συστησάμενος, καὶ τὴν ἀσώματον οὐσίαν τῆς ψυχῆς συμπλέξας τῷ σώματι, καθάπερ ὀργάνῳ τινί, τεχνίτην ἄριστον. Ὅταν οὖν ἐννοήσῃς τοῦ ζώου τούτου τὴν τοσαύτην σοφίαν, ἐκπλήττου τοῦ δημιουργήσαντος τὴν δύναμιν. Εἰ γὰρ τοῦ οὐρανοῦ τὸ κάλλος ὁρώμενον, εὐγνώμονα θεατὴν εἰς τὴν τοῦ δημιουργήσαντος παραπέμπει δοξολογίαν·πολλῷ μᾶλλον τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρωπος δυνήσεται τὰ κατὰ τὴν οἰκείαν διάπλασιν ἀναλογιζόμενος, καὶ τῆς τιμῆς τῆς παρασχεθείσης αὐτῷ τὴν ὑπερβολήν, καὶ τῶν δωρεῶν τὰ μεγέθη, καὶ τὰς ἀφάτους εὐεργεσίας διηνεκῶς ἀνυμνεῖν τὸν παραγαγόντα, καὶ τὴν κατὰ δύναμιν δοξολογίαν ἀναφέρειν τῷ Δεσπότῃ.

Ἐβουλόμην καὶ τοῖς ἑξῆς ἐπεξελθεῖν· ἀλλ’ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν τὴν μνήμην τῶν ἤδη λεχθέντων, ἀναγκαῖον ἐνταῦθα στῆσαι τὸν τῆς διδασκαλίας λόγον. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον ἁπλῶς πολλὰ εἰπεῖν· ἀλλὰ διὰ τοῦτο λέγομεν, ὥστε αὐτὰ διηνεκῶς ὑμᾶς ἔχειν ἐμπεπηγότα ταῖς διανοίαις ταῖς ὑμετέραις, ἵνα μὴ μόνον αὐτοὶ εἰδῆτε τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα, ἀλλὰ καὶ ἑτέροις διδάσκαλοι γίνησθε, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Ἕκαστος τοίνυν ὑμῶν, παρακαλῶ, ἐντεῦθεν ἐξιών, μετὰ τοῦ πλησίον ἀναλαμβανέτω ὁ τῶν εἰρημένων τὴν μνήμην, καὶ τὰ παρ’ ἑαυτοῦ εἰσφέρων, δεχέσθω καὶ τὰ παρ’ ἑτέρου μνημονευθέντα. Καὶ οὕτω συλλέγοντες ἅπαντα, καὶ ἔναυλον αὐτῶν ἔχοντες τὴν μνήμην, οἴκαδε ἀναχωρεῖτε, καὶ καθ’ ἑαυτοὺς ἀναμηρυκώμενοι τὰ θεία ταῦτα διδάγματα· ἵνα ἐν τούτοις ἔχοντες τὴν μέριμναν ἅπασαν, καὶ ἀσχολοῦντες ὑμῶν τὴν διάνοιαν, δύνησθε μετ’ εὐκολίας περιγενέσθαι καὶ τῶν παθῶν τῶν ἐνοχλούντων, καὶ τὰς τοῦ διαβόλου μηχανὰς διαφυγεῖν. Ἔνθα γὰρ ἂν ἴδῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος ψυχὴν τὰ τοῦ Θεοῦ μεριμνῶσαν, καὶ διηνεκῶς ἐκεῖνα φανταζομένην, καὶ ταῦτα περιστρέφουσαν, οὐδὲ προσεγγίσαι τολμᾷ, ἀλλὰ ταχέως ἀποπηδᾷ, καθάπερ ἀπὸ πυρὸς τινος, ὑπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας φυγαδευόμενος. Ἳν’ οὖν καὶ αὐτοὶ τὰ μέγιστα κερδαίνωμεν, κἀκείνου περιγενέσθαι δυνηθῶμεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν μειζόνως ἐπισπασώμεθα, ἐν τούτοις ἀσχολῶμεν ἡμῶν τὴν διάνοιαν. Οὕτω γὰρ ἡμῖν καὶ τὰ ἐν χερσὶ πάντα ἐξευμαρισθήσεται, καὶ τὰ δύσκολα εὔκολα γενήσεται, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ χρηστὸν λήψεται τέλος, καὶ οὐδὲν ἡμᾶς τῶν παρόντων λυπῆσαι δυνήσεται. Ἐὰν γὰρ τὰ τοῦ Θεοῦ μεριμνῶμεν, τὰ ἡμέτερα αὐτὸς μεριμνήσει, καὶ μετὰ πολλῆς ἀδείας τὸ πέλαγος τοῦ παρόντος βίου διαπλεύσομεν, καὶ ὑπὸ τοῦ μεγάλου κυβερνήτου τοῦ ἐπὶ πάντων Θεοῦ ὁδηγούμενοι, καταντήσομεν εἰς τὸν λιμένα τῆς τούτου φιλανθρωπίας, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΙΕ’. Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα.
Προηγούμενο: Ὁμιλία ΙΓ’. Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος