Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΙΖ’. Καὶ ἤκουσαν τῆς φωνῆς τοῦ Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Προηγούμενο: Ὁμιλία ΙΕ’. Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΙΓ’. Εἰς τὴν παράδοσιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν οἱ δύο γυμνοί, ὃ τε Ἀδάμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο».

α’. Βούλομαι σήμερον, ἀγαπητοί, θησαυρὸν ὑμῖν πνευματικὸν ὑπανοῖξαι, μεριζόμενον, καὶ μηδέποτε δαπανώμενον· πάντας πλουτίζοντα, καὶ ἐν μηδενὶ ἐλαττούμενον ἀλλὰ καὶ προστιθέμενον. Καθάπερ γὰρ ἐπὶ τοῦ αἰσθητοῦ θησαυροῦ κἂν μικρὸν τι ψῆγμα λαθεῖν τις δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολλὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον τὸν πλοῦτον. Τοιαύτη γὰρ ἡ φύσις τοῦ θησαυροῦ τούτου· τοὺς ὑποδεχομένους εὔπορους ἐργαζόμενος οὐδέποτε ἐλλείπει· πηγὴ γὰρ τοῦτον ἀναβλύζει τοῦ Πνεύματος τοῦ ἁγίου. Ὑμέτερον δ’ ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυλάττειν τὰ παρακατατιθέμενα, καὶ τὴν μνήμην ἀδιάπτωτον διασώζειν, ἵνα μετ’ εὐκολίας δύνησθε παρακολουθεῖν τοῖς λεγομένοις, μόνον μετὰ σπουδῆς τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ χάρις ἕτοιμός ἐστιν ἐπιζητοῦσα τοὺς μετὰ δαψιλείας ταύτην ὑποδεχομένους. Ἀκούσωμεν δὲ καὶ τῶν σήμερον ἀνεγνωσμένων, ἵνα μάθωμεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ συγκαταβάσει κέχρηται διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. «Καὶ ἦσαν οἱ δύο γυμνοί, ὁ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο». Ἐννόησόν μοι μακαριότητος ὑπερβολήν, πῶς ἀνώτεροι ἦσαν τῶν σωματικῶν ἁπάντων, πῶς καθάπερ τὸν οὐρανόν, οὕτω τὴν γῆν ᾤκουν, καὶ ἐν σώματι τυγχάνοντες τὰ τῶν σωμάτων οὐχ ὑπέμενον· οὔτε γὰρ στέγης, οὔτε ὀρόφου, οὔτε ἱματίου, οὔτε ἄλλου οὐδενὸς τῶν τοιούτων ἐδέοντο. Καὶ οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο ἡμῖν ἐπεσημήνατο ἡ θεῖα Γραφή, ἀλλ’ ἵνα μανθάνοντες τὴν ἄλυπον αὐτῶν ταύτην διαγωγήν, καὶ τὸν ἀνώδυνον βίον, καὶ τὴν ἀγγελικήν, ὡς εἰπεῖν, κατάστασιν, ἐπειδὰν ἴδωμεν μετὰ ταῦτα τούτων ἁπάντων ἔρημους αὐτοὺς γενομένους, καὶ καθάπερ ἀπὸ πολλῆς πλούτου περιουσίας εἰς ἐλαχίστην πενίαν κατενεχθέντας, τῇ ῥᾳθυμίᾳ αὐτῶν τὸ πᾶν ἐπιγράψωμεν. Ἀναγκαῖον δὲ ἀκοῦσαι τῶν ἀνεγνωσμένων. Εἰπὼν γὰρ ὁ μακάριος Μωϋσῆς, ὅτι γυμνοὶ ἦσαν, καὶ οὐκ ᾐσχύνοντο (οὐδὲ γὰρ ᾔδεισαν ὅτι γυμνοὶ ἦσαν, τῆς δόξης τῆς ἀφάτου περιστελλούσης αὐτούς, καὶ παντὸς ἱματίου μᾶλλον αὐτοὺς κοσμούσης), φησίν· «Ὁ δὲ ὄφις ἦν φρονιμώτατος τῶν θηρίων πάντων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τὶ ὅτι εἶπεν ὁ Θεός, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;» Ὅρα πονηροῦ δαίμονος βασκανίαν, καὶ πολύπλοκον μηχανήν. Ἐπειδὴ γὰρ εἶδεν ἐν τῇ ἀνωτάτω τιμῇ τυγχάνοντα τὸν δημιουργηθέντα ἄνθρωπον, καὶ οὐδὲν σχεδὸν ἔλαττον ἔχοντα τῶν ἀγγέλων, καθάπερ καὶ ὁ μακάριος Δαυῒδ φησίν, «Ἠλάττωσας αὐτὸν βραχὺ τὶ παρ’ ἀγγέλους»· καὶ τοῦτο δὲ αὐτὸ τὸ Βραχὺ ἡ τῆς παρακοῆς ἁμαρτία εἰσήγαγε· μετὰ γὰρ τὴν παρακοὴν τοῦτο ἐφθέγξατο ὁ προφήτης· ὁρῶν τοίνυν ἄγγελον ἐπίγειον ἐπὶ γῆς τυγχάνοντα, καὶ ὑπὸ τῆς βασκανίας τηκόμενος ὁ ἀρχέκακος δαίμων, ἐπειδὴ αὐτὸς ἐν ταῖς ἄνω δυνάμεσι τελῶν, διὰ μοχθηρίαν προαιρέσεως καὶ κακίας ὑπερβολὴν ἐκ τοῦ ὕψους ἐκείνου ἐῤῥίφη κάτω, πολλῇ κέχρηται τῇ μηχανῇ, ὥστε τῆς εὐνοίας τοῦ Θεοῦ ἀποστερήσαι τὸν ἄνθρωπον, καὶ ἀγνώμονα αὐτὸν ἀπεργασάμενος γυμνῶσαι τῶν τοσούτων ἀγαθῶν τῶν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν παρασχεθέντων αὐτῷ. Καὶ τὶ ποιεῖ; Εὑρὼν τὸ θηρίον τοῦτο, τὸν ὄφιν λέγω, τὰ ἀλλὰ θηρία τῇ φρονήσει νικῶντα, καθάπερ καὶ ὁ μακάριος Μωϋσῆς ἐμαρτύρησεν εἰπών, «Ὁ δὲ ὄφις ἣν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὢν ἐποίησε Κύριος ὁ Θεός»· τούτῳ ὥσπερ ὀργάνῳ τινὶ χρώμενος, δι’ αὐτοῦ τὸ ἄπλαστον καὶ ἀσθενέστερον σκεῦος, τὴν γυναῖκα λέγω, διὰ τῆς ὁμιλίας εἰς τὴν ἑαυτοῦ ἀπάτην ἐκκαλεῖται. «Καὶ εἶπε, φησίν, ὁ ὄφις τῇ γυναικί». Λογίζου, ἀγαπητέ, ἐκ τούτου, πῶς οὐδὲν ἣν ἐν προοιμίοις φοβερὸν τῶν θηρίων τῶν γεγενημένων, οὔτε τῷ ἀνδρί, οὔτε τῇ γυναικί, ἀλλὰ τὴν ὑποταγὴν καὶ τὴν δεσποτείαν ἐπιγινῶσκον, καὶ καθάπερ νῦν τὰ ἡμέρα, οὕτω καὶ τὰ ἄγρια καὶ ἀτίθασα τότε χειροήθη ἐτύγχανεν.

β. Ἀλλ’ ἴσως ἐνταῦθα διαπορήσειεν ἂν τις καὶ μαθεῖν ζητήσειεν, εἰ καὶ τὸ θηρίον λόγου μετεῖχεν. Οὐ τοῦτο· μὴ γένοιτο· ἀλλ’ ἀεὶ ἀκολουθοῦντας τῇ Γραφῇ τοῦτο λογίζεσθαι χρή, ὅτι τὰ μὲν ῥήματα ἦν τοῦ διαβόλου τοῦ διὰ τὸν οἰκεῖον φθόνον πρὸς τὴν ἀπάτην ταύτην διεγερθέντος· τῷ δὲ θηρίῳ τούτῳ ὥσπερ ἐπιτηδείῳ ὀργάνῳ ἐχρήσατο, ἵνα δυνηθῇ τὸ δέλεαρ τῆς οἰκείας ἀπάτης ἁνίαις, ὑποσκελίσαι πρότερον μὲν τὴν γυναῖκα, ἅτε ἀεὶ εὐκολώτερον δυναμένην ἀπατηθῆναι, ἔπειτα δὲ δι’ αὐτῆς καὶ τὸν πρωτόπλαστον. Τῷ οὖν ἀλόγῳ τούτῳ χρησάμενος πρὸς τὴν τῆς ἐπιβουλῆς κατασκευήν, δι’ αὐτοῦ τῇ γυναικὶ διαλέγεται, καὶ φησί· «Τὶ ὅτι εἶπεν ὁ Θεός, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου»; Σκοπεῖτε ἐνταῦθα κακουργίας ὑπερβολὴν λεπτοτάτην. Τὸ μὴ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ ἐν τάξει συμβουλῆς καἰ ἐρωτήσεως εἰσάγει, καὶ ὡσανεὶ τὴν ὑπὲρ αὐτῶν κηδεμονίαν ποιούμενος· τοῦτο γὰρ ἐστιν ἐνδεικνυμένου, τὸ λέγειν, «Τὶ ὅτι εἶπεν ὁ Θεός, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου»; Μονονουχὶ λέγων ὁ πονηρὸς οὗτος δαίμων, Τίνος ἕνεκεν ἀπεστέρησεν ὑμᾶς τῆς τοσαύτης ἀπολαύσεως; Διὰ τὶ οὐ συγχωρεῖ μετέχειν τῶν ἐν τῷ παραδείσῳ ἀγαθῶν, ἀλλὰ τῆς μὲν θέας τὴν ἀπόλαυσιν ἐδωρήσατο, οὐκ ἀφίησι δὲ μεταλαβεῖν, καὶ πλείονα καρπώσασθαι τὴν ἡδονήν; «Τὶ ὅτι εἶπεν ὁ Θεός»; Διὰ τί, φησί, τοῦτο; Τὶ τὸ ὄφελος τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς, ὅταν μὴ ἐξῇ τῶν ἐν αὐτῷ ἀπολαύειν, ἀλλὰ ταύτῃ μάλιστα πλείονα τὴν ὀδύνην ἔχειν, ὅταν θέα μὲν ᾖ, ἀπόλαυσις δὲ ἡ ἀπὸ τῆς μεταλήψεως μὴ γίνηται; Εἶδες πῶς, καθάπερ δέλεαρ, διὰ τῶν ῥημάτων ἐνίησιν αὐτοῦ τὸν ἰόν; Δέον τὴν γυναῖκα ἐξ αὐτῆς τῆς ἐπιχειρήσεως κατανοῆσαι τῆς μανίας τὴν ὑπερβολήν, καὶ ὅτι τὰ μὴ ὄντα ἐπίτηδες λέγει, καὶ ἐν τάξει δῆθεν κηδεμονίας, ἵνα μαθεῖν δυνηθῇ τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ἐνταλθέντα, καὶ οὕτω πρὸς τὴν παράβασιν αὐτοὺς ἑλκύσῃ. Δυναμένη τοίνυν εὐθέως συνιδεῖν αὐτοῦ τὴν ἀπάτην, καὶ ἀποστραφῆναι λοιπὸν τὴν πρὸς αὐτὸν διάλεξιν ὡς περιττὰ λέγοντα, καὶ μὴ ἑαυτὴν εἰς τοσαύτην ταπεινότητα καταγαγεῖν, οὐκ ἠθέλησεν. Ἔδει μὲν γὰρ μηδὲ ἐξ ἀρχῆς ἀνασχέσθαι τῆς πρὸς αὐτὸν διαλέξεως, ἀλλ’ ἐκείνῳ μόνῳ διαλέγεσθαι, δι’ ὃν παρήχθη, καὶ κοινωνὸς κατὰ τὴν ἀξίαν γέγονε, καὶ εἰς βοήθειαν ἐδημιουργήθη. Ἐπειδὴ δὲ οὐκ οἶδ’ ὅπως παρασυρεῖσα ἠνέσχετο τῆς ὁμιλίας τῆς πρὸς τὸν ὄφιν, καὶ ἐδέχετο τὰ ὀλέθρια ῥήματα τοῦ διαβόλου διὰ τούτου ὡς δι’ ὀργάνου, ἀκόλουθον ἦν εὐθέως μαθοῦσαν ἐκ τῶν πάρ· αὐτοῦ λεχθέντων τὴν ἐναντίων τῶν ῥημάτων, καὶ ὅτι ἕτερα μὲν ὁ δημιουργήσας προσέταξεν, ἕτερα δὲ οὗτος καὶ ἀπεναντίας τῷ δημιουργῷ ἔλεγεν, ἀποστραφῆναι καὶ φυγεῖν λοιπὸν τὴν πρὸς αὐτὸν ὁμιλίαν, καὶ βδελύξασθαι τὸν τολμήσαντα τὴν οἰκείαν γλῶσσαν ἀκονῆσαι κατὰ τῆς δοθείσης αὐτοῖς ἐντολῆς. Ἀλλὰ διὰ τὴν πολλὴν ἀπροσεξίαν οὐ μόνον οὐκ ἀπεστράφη, ἀλλὰ καὶ τὴν ἐντολὴν ἅπασαν αὐτῷ ἐκκαλύπτει, καὶ τοὺς μαργαρίτας τῷ χοίρῳ προτίθησι, καὶ πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· «Μὴ βάλητε γάρ, φησί, τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταστήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς»· ὃ δὴ καὶ νῦν γέγονε. Παρέθηκε γὰρ τῷ χοίρῳ, τῷ πονηρῷ τούτῳ θηρίῳ, ἤτοι τῷ δαίμονι τῷ δι’ αὐτοῦ ἐνεργοῦντι, τοὺς θείους μαργαρίτας, καὶ οὐ μόνον αὐτοὺς κατεπάτησε, καὶ ἀντετάξατο τοῖς ῥηθεῖσιν, ἀλλὰ καὶ στραφεὶς οὐκ αὐτὴν μόνον, ἀλλὰ μετ’ αὐτῆς καὶ τὸν πρωτόπλαστον εἰς, τὸ τῆς παρακοῆς ῥῆγμα κατήγαγε. Τοσοῦτόν ἐστι κακὸν ἁπλῶς καὶ ὡς ἔτυχε πᾶσιν ἐκκαλύπτειν τὰ θεία μυστήρια. Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀδιαφόρως πρός, ἅπαντας διαλεγόμενοι. Οὐδὲ γὰρ ἐκεῖ περὶ χοίρου αἰσθητοῦ ὁ Χριστὸς λέγει, ἀλλὰ τοὺς χοιρώδεις τῶν ἀνθρώπων αἰνιττόμενος, καὶ ὁμοίως τοῖς ἀλόγοις ἐγκυλινδουμένους τῷ τῇς ἁμαρτίας βορβόρῳ, παιδεύειν ἡμᾶς εἰδέναι καὶ προσώπων διαφοράν, καὶ πολιτείας ἐπιζητεῖν ἀκρίβειαν, ἡνίκα ἂν δέῃ τι τῶν θείων λογίων ἐκκαλύπτειν, ἵνα μὴ κἀκείνους καὶ ἑαυτοὺς λυμαινώμεθα. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον οὐδὲν κερδαίνουσιν ἀπὸ τῶν λεγομένων, ἀλλὰ καὶ τοὺς ἀνεξετάστως παραθέντας τοὺς καλοὺς τούτους μαργαρίτας, εἰς τὸ αὐτὸ αὐτοῖς βάραθρον τῆς ἀπωλείας πολλάκις κατήγαγον. Διὸ χρὴ μετὰ ἀκριβείας ταῦτα παραφυλάττεσθαι, ἵνα μὴ τὰ αὐτὰ τοῖς νῦν ἀπατηθεῖσιν ὑπομένωμεν. Εἰ γὰρ καὶ νῦν ἡ γυνὴ ἐβουλήθη τοὺς θείους μαργαρίτας μὴ προθεῖναι τῷ χοίρῳ, οὐκ ἂν οὔτε αὐτὴ εἰς τὸν κρημνὸν τοῦτον κατηνέχθη, οὔτε τὸν ἄνδρα συγκατέσπασεν.

γ’. Ἀλλ’ ἀκούσωμεν τὶ πρὸς αὐτὸν ἀποκρίνεται. Εἰπόντος γὰρ ἐκείνου. «Τὶ ὅτι εἶπεν ὁ Θεός, Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου οὐ μὴ φάγητε»; Φησὶν ἡ γυνὴ τῷ ὄφει· «Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα· ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός, Οὐ φάγησθε, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε». Εἶδες κακουργίαν; Εἶπε τὸ μὴ ὅν, ἵνα ἐκκαλεσάμενος αὐτὴν εἰς διάλεξιν μάθῃ τὸ ὅν. Ἡ γὰρ γυνὴ λοιπόν, ὡς εὐνοϊκῶς περὶ αὐτὴν διακειμένου, θαῤῥήσασα πᾶσαν ἐκκαλύπτει τὴν ἐντολήν, καὶ λέγει πάντα μετὰ ἀκριβείας, καὶ δι’ ὧν ἀπεκρίνατο πάσης ἑαυτὴν ἀποστερεῖ ἀπολογίας. Τὶ γὰρ ἂν ἔχοις εἰπεῖν, ὧ γύναι; Εἶπεν ὁ Θεός, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου. Δέον σε ὡς ἐναντία εἰρηκότα ἀποστραφῆναι καὶ εἰπεῖν πρὸς αὐτόν· ἄπαγε, ἀπατεὼν εἶ σύ, οὐκ οἶσθα οὐδὲ τῆς ἐντολῆς τῆς δεδομένης ἡμῖν τὴν δύναμιν, οὐδὲ τῆς ἀπολαύσεως τὸ μέγεθος, δύο! Τὴν δαψίλειαν τῆς χορηγίας. Σὺ μὲν γὰρ ἔφης εἰρηκέναι· τὸν Θεόν, ἀπὸ μηδενὸς ξύλου ἡμᾶς ἀπογεύσασθαι, ὁ δὲ Δεσπότης καὶ Δημιουργὸς διὰ πολλὴν ἀγαθότητα πάντων ἡμῖν ἀνεὶς τὴν ἀπόλαυσιν καὶ τὴν ἐξουσίαν, ἑνὸς μόνου ἀποσχέσθαι ἐκέλευσε, καὶ τοῦτο πάλιν διὰ τὴν περὶ ἡμᾶς κηδεμονίαν, ὥστε μὴ μετασχόντας ἁλῶναι θανάτῳ. Δέον, εἴπερ εὐγνώμων ἦν, ταῦτα πρὸς αὐτὸν εἰποῦσα τὰ ῥήματα, πάντη ἀποστραφῆναι, καὶ μηκέτι μήτε διαλεχθῆναι, μήτε ἀκοῦσαί τι τῶν παρ’ αὐτοῦ λεγομένων· ἀλλὰ τὴν ἐντολὴν ἐκκαλύψασα καὶ εἰποῦσα τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ῥηθέντα, ἄλλην δέχεται παρ’ αὐτοῦ συμβουλὴν ὀλεθρίαν καὶ θανάσιμον. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνή, ὅτι «Ἀπὸ παντὸς τοῦ ξύλου τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός, Οὐ φάγητε ἀπ’ αὐτοῦ, οὐδ’ οὐ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε»· πάλιν ὁ πονηρὸς καὶ ἐχθρὸς τῆς ἡμετέρας σωτηρίας ἐναντίαν τῷ Δεσπότῃ τὴν συμβουλὴν εἰσάγει. Τοῦ γὰρ φιλανθρώπου Θεοῦ διὰ πολλὴν κηδεμονίαν τὴν μετάληψιν κωλύσαντος, ἵνα μὴ διὰ τῆς παρακοῆς θνητοὶ γένωνται, οὗτός φησι τῇ γυναικί· «Οὐ θανάτῳ ἀποθανεῖσθε». Ποίας ἂν τις ἀξιώσειε συγγνώμης τὴν γυναῖκα, ὅτι ὅλως κἂν ὑποσχεῖν ἠνέσχετο τὰς ἀκοὰς τῷ οὕτω τολμηρὰ φθεγγομένῳ; Εἰπόντος γὰρ τοῦ Θεοῦ, «Μὴ ἅψησθε, ἵνα μὴ ἀποθάνητε», οὗτός φησιν· Οὐ θανάτῳ ἀποθανεῖσθε. Εἶτα οὐκ ἀρκεσθεὶς τῷ ἀντιφθέγξασθαι τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, καὶ ὡς φθονερὸν διαβάλλει τὸν Δημιουργόν, ἳν’ οὕτω τὴν ἀπάτην εἰσαγαγεῖν δυνηθείη, καὶ τὴν γυναῖκα ὑποσκελίσας τὸν οἰκεῖον σκοπὸν ἀποπληρώσῃ. «Οὐ θανάτῳ, φησίν, ἀποθανεῖσθε. · ᾜδει γὰρ ὁ Θεός, ὅτι ᾖ ἂν ἡμέρᾳ φάγητε ἂπ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν». Ἰδοὺ τὸ δέλεαρ ἅπαν. Πληρώσας γὰρ τὴν κύλικα δηλητηρίου φαρμάκου, ἐπέδωκε τῇ γυναικί, ἡ δὲ τὸ θανάσιμον ἰδεῖν οὐ βουληθεῖσα (ἐδύνατο γάρ, εἴπερ ἐβούλετο, ἐκ προοιμίων τοῦτο γνῶναι), ἀλλ’ ἀκούσασα παρ’ αὐτοῦ, ὅτι Διὰ τοῦτο τὴν μετάληψιν ἐκώλυσεν ὁ Θεός, ἐπειδὴ «ᾜδει ὅτι διανοιγήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν», τῇ ἐλπίδι τῆς ἲσοθεΐας φυσηθεῖσα. Μεγάλα ἦν λοιπὸν φανταζομένη. Τοιαῦτα γὰρ τὰ παρά τοῦ Ἐχθροῦ μηχανήματα· ὅταν εἰς πολὺ ὕψος διὰ τῆς ἀπάτης ἀναγάγῃ, τὸ τηνικαῦτα εἰς τὸν βαθὺν κρημνὸν κατάγει. Φαντασθεῖσα γὰρ ἰσοθεΐαν, ἐπὶ τὴν μετάληψιν ἔσπευδε, καὶ ἐκεῖ λοιπὸν ἔτεινε καὶ τὸν λογισμὸν καὶ τὴν διάνοιαν, καὶ οὐδὲν ἕτερον περιεσκόπει, ἢ πῶς τὴν κύλικα ἐκπίῃ, τὴν παρὰ τοῦ πονηροῦ δαίμονος κερασθεῖσαν. Μετὰ γὰρ τὸ δέξασθαι τὸν ὀλέθριον ἐκεῖνον ἰὸν διὰ τῆς συμβουλῆς τοῦ ὄφεως, ἵνα μάθῃς ὅτι περὶ τούτων τὴν σπουδὴν εἶχεν, ἄκουε τῆς Γραφῆς λεγούσης· «Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι· καὶ ἔλαβεν ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγεν». Ἀληθῶς Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Διὰ τὶ γὰρ πρὸ τῆς συμβουλῆς τοῦ πονηροῦ δαίμονος ἐκείνου μηδὲν τοιοῦτον ἔπαθε, μηδὲ κατενόησε τὸ ξύλον, μηδὲ εἶδεν αὐτοῦ τὴν ὡραιότητα; Ἐπειδὴ ἐδεδοίκει τοῦ Θεοῦ τὴν ἐντολήν, καὶ τὸ μᾶλλον ἐπιτίμιον ἔσεσθαι ἐκ τῆς μεταλήψεως· νυνὶ δὲ ἐπειδὴ ἠπατήθη παρὰ τοῦ πονηροῦ θηρίου τούτου, ὅτι οὐ μόνον τοῦτο πείσονται, ἀλλὰ καὶ ἰσόθεοι ἔσονται, τότε λοιπὸν ἡ ἐλπὶς τῆς ὑποσχέσεως ἐπὶ τὴν μετάληψιν αὐτὴν παρώρμησε, καὶ οὐκ ἀνασχομένη μεῖναι ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τὸν ἐχθρὸν καὶ πολέμιον τῆς σωτηρίας τῆς ἡμετέρας ἀξιοπιστότερον εἶναι νομίσασα τῶν παρὰ τοῦ Θεοῦ ῥημάτων, ἐμάνθανε διὰ τῆς πείρας αὐτῆς μὲτ’ οὐ πολὺ τῆς συμβουλῆς τὸ ὀλέθριον, καὶ τὴν ἐκ τῆς μεταλήψεως καταληψομένην αὐτοὺς συμφοράν. «Ἰδοῦσα γάρ, φησίν, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ τοῖς ὀφθαλμοῖς ἀρεστὸν ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι», λογισαμένη πρὸς ἑαυτήν, ἴσως ἐκ τῆς παρὰ τοῦ διαβόλου ἀπάτης, ἣν διὰ τοῦ ὄφεως αὐτῇ προσήγαγεν· Εἰ καὶ εἰς βρῶσιν καλὸν τὸ ξύλον, καὶ τοὺς ὀφθαλμοὺς οὕτω τέρπειν δύναται, καὶ ὡραιότης τις ἐστιν ἄφατος ἐν αὐτῷ, παρέχει δὲ ἡμῖν ἡ τούτου μετάληψις καὶ τὴν ἀνωτάτω τιμήν, καὶ τὴν αὐτὴν ἀξίαν τῷ Δημιουργῷ ἕξομεν, τίνος ἕνεκεν οὐ μεταληψόμεθα τούτου;

δ’. Εἶδες πῶς αὐτὴν αἰχμάλωτον ὁ διάβολος ἀπήγαγε, καὶ ὑπέσυρε τὸν λογισμόν, καὶ παρεσκεύασε μείζονα τῆς οἰκείας ἀξίας φρονῆσαι, ἵνα κεναῖς ἐλπίσι φυσωμένη ἐκπέσῃ καὶ τῶν ἤδη παρασχεθέντων; «Καὶ ἔλαβε, φησὶν, ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν». Τὶ πεποίηκας, ὧ γύναι; Οὐ μόνον αὐτὴν τὴν ὀλεθρίαν συμβουλὴν δεξαμένη τὸν παρὰ τοῦ Θεοῦ δεδομένον νόμον κατεπάτησας, καὶ ἐξύβρισας εἰς τὴν ἐντολήν, καὶ τοσαύτῃ ἐχρήσω τῇ ἀκρασίᾳ, ὡς μὴ ἀρκεσθῆναι τῇ τοσαύτῃ ἀπολαύσει, ἀλλὰ καὶ τοῦ ἑνὸς Ξύλου, οὐ προσέταξεν ὁ Δεσπότης μὴ ἐφάψασθαι, ἐτόλμησας ἐπιλαβέσθαι, καὶ ἐπίστευσας τοῖς παρὰ τοῦ ὄφεως εἰρημένοις, καὶ ἀξιοπιστοτέραν τὴν τούτου συμβουλὴν ἐνόμισας τῆς παρὰ τοῦ δημιουργήσαντος δοθείσης ἐντολῆς, καὶ τοσαύτην ἀπατηθεῖσα ἀπάτην, ὡς μηδὲ συγγνώμης εἶναι ἀξίαν; Μὴ γὰρ ὁμογενὴς σοι ἦν ὁ τὴν συμβουλὴν εἰσαγαγών; Τῶν ὑποτεταγμένων ἐτύγχανε, τῶν δούλων τῶν ὑπὸ τὴν σὴν ἐξουσίαν τυγχανόντων. Τίνος ἕνεκεν οὕτω σαυτὴν κατῄσχυνας, καὶ ἐκεῖνον καταλιποῦσα, δι’ ὃν ἐδημιουργήθης, ᾧ πρὸς βοήθειαν παρήχθης, ᾧ κοινωνὸς τῆς ἀξίας ἐγένου, καὶ ὁμοούσιος, καὶ ὁμόφωνος, τῷ ὄφει εἰς ὁμιλίαν ἐλθεῖν κατεδέξω, καὶ διὰ τοῦ θηρίου τούτου τὴν παρὰ τοῦ διαβόλου δέξασθαι συμβουλήν, καὶ φανερῶς ἀπεναντίας οὖσαν τῆς τοῦ δημιουργήσαντος νομοθεσίας, οὐδὲ οὕτως ἀπεστράφης, ἀλλὰ τῇ ἐλπίδι τῆς ὑποσχέσεως κατετόλμησας τῆς μεταλήψεως; Ἔστω τοίνυν· σαυτὴν εἰς τοσοῦτον κρημνὸν κατήγαγες, καὶ τῆς τιμῆς τῆς ὑπερβαλλούσης ἀπεστέρησας· τίνος ἕνεκεν καὶ τὸν ἄνδρα κοινωνὸν λαμβάνεις τοὐ χαλεποῦ τούτου πταίσματος, καὶ ᾧ βοηθὸς εἶναι ἐτάχθης, τούτου ἐπίβουλος γίνῃ, καὶ διὰ μικρὰς βρώσεως τῆς εὐνοίας τῆς παρὰ τοῦ Θεοῦ ἀλλοτριοῖς κἀκεῖνον μετὰ σαυτῆς; Ποῖα μανίας ὑπερβολὴ εἰς τοσαύτην σε τὴν τόλμαν ἤγαγεν; Οὐκ ἤρκει σοι τὸν ἀταλαίπωρον βίον, τὸ σῶμα μὲν περικεῖσθαι, μηδενὸς δὲ δεῖσθαι τῶν σωματικῶν; Τὸ πάντων τῶν ἐν τῷ παραδείσῳ ἀπολαύειν πλὴν ἑνὸς ξύλου; Τὸ πάντα τὰ ὁρώμενα ὑπὸ τὴν ἐξουσίαν εἶναι τὴν ὑμετέραν, καὶ τὴν κατὰ πάντων ἀρχὴν κεκτῆσθαι; Ἀλλ’ ἀπατηθεῖσα ταῖς ἐλπίσι προσεδόκησας καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω κορυφὴν ἥξειν; Διὰ τοῦτο μαθήσῃ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ μόνον ἐκείνων οὐκ ἐπιτεύξῃ, ἀλλὰ καὶ πάντων τῶν ἤδη δεδομένων ἀποστερήσεις καὶ σαυτήν, καὶ τὸν ἄνδρα, καὶ εἰς τοσαύτην ἥξετε μεταμέλειαν ὡς ὑμᾶς μὲν ἄπρακτα μεταγινώσκειν, τὸν δὲ πονηρὸν δαίμονα τὸν τὴν ὀλεθρίαν ταύτην συμβουλὴν εἰσαγαγόντα ἐπιγελᾷν, καὶ ἐπεμβαίνειν, ἅτε δὴ λοιπὸν κειμένοις, καὶ τὰ αὐτὰ ἐκείνῳ πεπονθόσι. Καθάπερ γὰρ ἐκεῖνος τὰ ὑπὲρ τὴν ἀξίαν φρονήσας, καὶ τῆς παρασχεθείσης ἀξίας ἐξεβλήθη, καὶ ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν κατηνέχθη· τὸ αὐτὸ δὴ καὶ ὑμᾶς ἐργάσασθαι ἐβουλήθη, καὶ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς εἰς τὸ τοῦ θανάτου ἐπιτίμιον ἀγαγεῖν, καὶ τὸν οἰκεῖον φθόνον πληρῶσαι, καθὼς καὶ σοφὸς τις ἔλεγε· «Φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε. Καὶ ἔδωκε, φησί, καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί». Πολλὴ καὶ τοῦ ἀνδρὸς ἡ ῥᾳθυμία. Εἰ γὰρ καὶ ὁμογενὴς ἥν, καὶ γυνὴ ἦν, ἀλλ’ ἐχρῆν ἔναυλον ἔχοντα τοῦ Θεοῦ τὴν ἐντολήν, προτιμοτέραν ταύτην ποιήσασθαι τῆς ἀκαίρου ἐπιθυμίας ἐκείνης, καὶ μὴ κοινωνῆσαι τῆς παραβάσεως, μηδὲ διὰ βραχεῖαν ἡδονὴν τῶν τοσούτων ἀγαθῶν ἑαυτὸν ἀποστερήσαι, καὶ προσκροῦσαι τῷ οὕτως εὐεργέτῃ, καὶ τοσαύτην φιλανθρωπίαν ἐπιδειξαμένῳ, καὶ οὕτως ἀνώδυνον καὶ μόχθου παντὸς ἀπηλλαγμένον βίον χαρισαμένῳ. Μὴ γὰρ οὐκ ἐξῆν τῶν ἄλλων ἁπάντων τῶν ἐν τῷ παραδείσῳ δαψιλείας ἀπολαύειν; Τίνος ἕνεκεν οὕτως εὔκολον οὖσαν τὴν ἐντολὴν φυλάξαι οὐδὲ αὐτὸς ἐβουλήθης; Ἀλλ’ ἀκούσας παρὰ τῆς γυναικὸς τῆς ὀλεθρίου συμβουλῆς τὴν ὑπόσχεσιν, καὶ τῇ ἐλπίδι καὶ αὐτὸς φυσηθείς, ἑτοίμως ἐκοινώνησας τῆς βρώσεως. Διὰ τοῦτο καὶ τὸ ἐπιτίμιον ἀμφοτέρους διαδέχεται, καὶ τῶν πραγμάτων ἡ πεῖρα διδάξει ὑμᾶς, μὴ τοῦ Θεοῦ ἀξιοπιστοτέραν ἡγῆσθαι τὴν τοῦ πονηροῦ δαίμονος συμβουλὴν «Καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν».

ε’. Ζήτημα μέγιστον ἡμῖν ἐντεῦθεν τίκτεται, ὅπερ πρώην ὑπεσχόμην τῇ ὑμετέρᾳ ἀγάπῃ. Δικαίως γὰρ ἂν τις ἐροῖτο, τίνα ἰσχὺν εἶχε τὸ ξύλον ἐκεῖνο, ὥστε τὴν ἐξ αὐτοῦ βρῶσιν τοὺς ὀφθαλμοὺς αὐτῶν διανοίξαι, καὶ τὶ γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται. Καὶ εἰ βούλεσθε, ἀνάσχεσθε· μικρὰ γὰρ ὑμῖν καὶ περὶ τούτου λεχθῆναι βούλομαι, καὶ διδάξαι τὴν ὑμετέραν ἀγάπην, ὅτι εἰ βουληθείημεν εὐγνωμόνως δέχεσθαι τὰ ἐν θείᾳ Γραφῇ λεγόμενα, οὐδὲν ἡμῖν τῶν εἰρημένων δυσχερὲς φανεῖται. Οὐδὲ γὰρ ἡ ἐκ τοῦ ξύλου βρῶσις τῶν τοὺς ὀφθαλμοὺς διήνοιξε· καὶ γὰρ καὶ πρὸ τῆς βρώσεως ἔβλεπον· ἀλλ’ ἐπειδὴ ἡ τούτου βρῶσις παρακοῆς ἦν ὑπόθεσις, καὶ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης ἐντολῆς παράθεσις, δι’ ἣν αἰτίαν λοιπὸν καὶ τὴν δόξαν τὴν περιστέλλουσαν αὐτοὺς ἀφῃρέθησαν, ἀναξίους ἑαυτοὺς τῆς τιμῆς τῆς τοσαύτης καταστήσαντες· διὰ τοῦτο τῇ οἰκείᾳ συνηθείᾳ κατακολουθοῦσα ἡ Γραφὴ φησίν· «Ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν»· διὰ τὴν παράβασιν τῆς ἐντολῆς γυμνωθέντες τῆς ἄνωθεν ῥοπῆς, αἴσθησιν λαμβάνουσι καὶ τῆς αἰσθητῆς γυμνότητος, ἵνα διὰ τῆς καταλαβούσης αὐτοὺς αἰσχύνης γνῶσιν ἀκριβῶς, εἰς οἷον αὐτοὺς ὄλισθον ἤγαγε τὸ παραβῆναι τὴν ἐντολὴν τοῦ Δεσπότου. Οἱ γὰρ πρὸ τούτου τοσαύτης παῤῥησίας ἀπολαύσαντες, καὶ οὐδὲ εἰδότες ὅτι γυμνοὶ τυγχάνουσιν (οὐδὲ γὰρ ἦσαν γυμνοί· ἡ γὰρ ἄνωθεν δόξα παντὸς ἱματίου μᾶλλον αὐτοὺς περιέσκεπε), μετὰ δὲ τὴν βρῶσιν, τοῦτ’ ἔστι, μετὰ τὴν παράβασιν τῶν προσταχθέντων, εἰς τοσαύτην ταπεινότητα κατηνέχθησαν, ὡς σκέπην λοιπὸν ἐπιζητεῖν διὰ τὸ μὴ φέρειν τὴν αἰσχύνην. Ἡ γὰρ παράβασις τῆς ἐντολῆς ἐπεισελθοῦσα, τὸ ἱμάτιον ἐκεῖνο τὸ καινὸν καὶ παράδοξον, τὸ τῆς δόξης λέγω καὶ τῆς ἄνωθεν εὐνοίας, ὅπερ ἦσαν ἠμφιεσμένοι, περιελοῦσα, καὶ τῆς γυμνότητος αἴσθησιν παρέσχε, καὶ αἰσχύνῃ ἀφάτῳ περιέβαλε. «Καὶ ἔῤῥαψαν, φησί, φύλλα,συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα». Ἐννόησόν μοι, ἀγαπητέ, ἀπὸ ποταποῦ ὕψους πῶς εἰς βαθὺν κρημνὸν αὐτοὺς κατήγαγεν ἡ παρὰ τοῦ διαβόλου συμβουλῇ. Οἱ γὰρ τοσαύτη δόξῃ περιεσταλμένοι, νῦν φύλλα συκῆς ῥάπτουσι, καὶ ποιοῦσιν ἑαυτοῖς περιζώματα. Τοῦτο τῆς τοῦ διαβόλου ἀπάτης τὸ κέρδος· αὕτη τῆς συμβουλῆς ἐκείνου ἡ μηχανή, τὸ μὴ μόνον τὰ μείζονα μὴ προξενῆσαι, ἀλλὰ καὶ τῶν ὄντων γυμνὸν καὶ ἔρημον ἀποφῆναι. Ἐπεὶ οὖν ἡ τοιαύτη πρόφασις τῆς βρώσεως τὴν παρακοὴν εἰργάσατο, διὰ τοῦτό φησιν ἡ Γραφή, «Καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί», οὐ περὶ τῶν αἰσθητῶν ὀφθαλμῶν φάσκουσα, ἀλλὰ περὶ τῆς κατὰ διάνοιαν αἰσθήσεως. Ἐπειδὴ γὰρ παρέβησαν τὰ προστεταγμένα, αἰσθάνεσθαι αὐτοὺς λοιπὸν ἐποίησεν, ὧν πρότερον οὐκ ἐλάμβανον αἴσθησιν διὰ τὴν εὔνοιαν, ἣν περὶ αὐτοὺς ὁ Δεσπότης ἐπεδείκνυτο. Ὅταν οὖν ἀκούσῃς, ὅτι «Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί», τοῦτο νόει, ὅτι παρεσκεύασεν αὐτοὺς αἴσθησιν λαβεῖν λοιπὸν τῆς γυμνότητος, καὶ τῆς ἐκπτώσεως τῆς δόξης, ἧς πρὸ τῆς βρώσεως ἀπήλαυον. Ὅτι δὲ τοῦτο τῆς Γραφῆς ἐστι τὸ ἔθος, ἄκουε αὐτῆς καὶ ἀλλαχοῦ λεγούσης· ἡνίκα γὰρ ἡ παιδίσκη τῆς Σάῤῥας ἀποδιδράσκουσα τὴν δεσποτείαν ἐπλανᾶτο, ῥίψασα τὸ παιδίον πλησίον μιᾶς ἐλάτης, ἀπὸ διαστήματος περιεσκόπει τούτου τὴν τελευτήν, καὶ φησι· «Διήνοιξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τῆς Ἅγαρ, οὐκ ἐπειδὴ πρὸ τούτου οὐκ ἔβλεπεν, ἀλλ’ ὅτι τὴν διάνοιαν αὐτῆς διήγειρεν». Ὁρᾷς ὅτι τό, «Διήνοιξαν», οὐ περὶ τῶν σωματικῶν ὀφθαλμῶν λέγει, ἀλλὰ περὶ τῆς αἰσθήσεως τῆς κατὰ διάνοιαν;

Τὸ αὐτὸ ἂν εἴποιμεν καὶ περὶ τοῦ ἑτέρου ζητήματος τοῦ ἐντεῦθεν ἀνακύπτοντος. Φασὶ γάρ· Διὰ τὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται; Καὶ γὰρ πολλοὶ τῶν φιλονείκως διακειμένων λέγειν ἐπιχειροῦσιν, ὅτι μετὰ τὴν βρῶσιν τοῦ ξύλου τὴν γνῶσιν ἔσχεν ὁ Ἀδὰμ τοῦ διακρίνειν τὸ καλὸν καὶ τὸ χεῖρον· τοῦτο δὲ τῆς ἐσχάτης ἂν εἴη ἀνοίας. Διὰ τοῦτο γὰρ πρώην ταῦτα προορῶντες, τοσαῦτα περὶ τῆς σοφίας τῆς παρὰ τοῦ Θεοῦ παρασχεθείσης τῷ ἀνθρώπῳ διεξήλθομεν, δεικνύντες ταύτην ἐκ τῆς τῶν ὀνομάτων θέσεως, ἦν τοῖς θηρίοις πᾶσι, καὶ τοῖς πετεινοῖς, καὶ τοῖς ἀλόγοις ἐπέθηκεν, καὶ ὅτι μετὰ τῆς ἀφάτου ταύτης σοφίας καὶ προφητικοῦ χαρίσματος ἦν ἠξιωμένος, ἵνα μηδενὶ ἐξῇ τοῦτο λέγειν. Ὁ τοίνυν καὶ τὰς προσηγορίας ἐπιθείς, καὶ προφητεύσας τὴν οὕτω θαυμαστὴν προφητείαν περὶ τῆς γυναικός, καθάπερ ἤδη εἰρήκαμεν, πῶς ἂν ἠγνόει τὶ μὲν καλόν, τὶ δὲ πονηρόν; Εἰ γὰρ δὴ τοῦτο καταδεξώμεθα (ὃ μὴ γένοιτο), πάλιν εἰς τὸν Δημιουργὸν τὰ τῆς βλασφημίας μετενεχθήσεται. Πῶς γὰρ καὶ ἐνετέλλετο ἀγνοοῦντι, ὅτι κακὸν ἡ παράβασις; Ἀλλ’ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ἀλλ’ ᾔδει σαφῶς. Διὰ γὰρ τοῦτο ἐξ ἀρχῆς αὐτεξούσιον τουτὶ τὸ ζῶον κατεσκεύασεν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὔτε παραβάντα τὴν ἐντολὴν κολασθῆναι ἔδει, οὔτε φυλάξαντα ἀποδοχῆς ἀξιωθῆναι. Ὅτι γὰρ διὰ τὴν παράβασιν θνητὸς γέγονε, δῆλον καὶ ἐξ αὐτῆς τῆς ἐντολῆς, καὶ ἐκ τῶν μετὰ ταῦτα συμβάντων. Ἄκουε γὰρ αὐτῆς τῆς γυναικὸς λαλούσης τῷ ὄφει· «ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός, οὐ μὴ φάγεσθε ἀπ’ αὐτοῦ, ἵνα μὴ ἀποθάνητε». Ὥστε πρὸ τῆς βρώσεως ἀθάνατοι ἐτύγχανον· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν μετὰ τὴν βρῶσιν ἐν τάξει τιμωρίας αὐτοῖς ἐπήγαγε τὸν θάνατον.

Ϛ’. Τις ἂν οὖν ἀνάσχοιτο τῶν λέγειν βουλομένων, ὅτι μετὰ τὴν ἀπὸ τοῦ ξύλου βρῶσιν ἔσχε τὴν γνῶσιν τοῦ τε καλοῦ καὶ τοῦ πονηροῦ ὁ ἄνθρωπος, ὁπότε καὶ πρὸ τῆς βρώσεως τοσαύτης ἦν σοφίας πεπληρωμένος, καὶ μετὰ τῆς σοφίας καὶ προφητικοῦ χαρίσματος ἠξιωμένος; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, αἶγας μὲν καὶ πρόβατα, καὶ πᾶσαν τὴν τῶν ἀλόγων φύσιν εἰδέναι, ποῖα μὲν βοτάνη πρὸς τροφὴν ἐπιτήδεια, ποῖα δὲ ὀλεθρία, καὶ τῶν μὲν ἀπέχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς, ταῖς δὲ ἐπιτρέχειν· τὸν δὲ ἄνθρωπον, τὸ λογικὸν ζῶον, ἀγνοεῖν τὶ μὲν καλόν, τὶ δὲ πονηρόν; Ἀλλ’ ἰδού, φησί, ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ Γραφή. Οἶδα κἀγώ· ἀλλ’ ἐὰν τὰ ἰδιώματα τῆς θείας Γραφῆς μαθεῖν βουληθῇς, εἴσῃ τίνος ἕνεκεν τὴν ὀνομασίαν ταύτην ἐπέθηκε τῷ ξύλῳ. Οὐ γὰρ ἐπειδὴ αὐτὸ τὴν γνῶσιν παρεῖχεν, οὕτως ἐκαλεῖτο· ἀλλ’ ἐπειδὴ περὶ αὐτὸ γέγονεν ἡ παράβασις τῆς ἐντολῆς, καὶ ἐξ ἐκείνου λοιπὸν τῆς ἁμαρτίας ἐπεισῆλθεν ἡ γνῶσις, καὶ ἡ αἰσχύνη. Διὰ τοῦτο οὕτως ἐκέκλητο. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀπὸ τῶν συμβαινόντων πραγμάτων τὴν ὀνομασίαν τοῖς τόποις ἐπιτιθέναι, ἔνθα ἂν συμβαίνῃ τᾷ πράγματα. Διὰ τοῦτο οὖν καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ ὠνόμασεν ἡ θεῖα Γραφή, ἐπειδὴ περὶ αὐτὸ ἣν ἡ παράβασις καὶ ἡ φυλακὴ τῆς ἐντολῆς. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παιδεύων τὸν ἄνθρωπον, καὶ διδάξαι βουλόμενος αὐτόν, ὅτι ἔχει δημιουργὸν καὶ ποιητὴν τὸν τὰ ὁρώμενα πάντα· παραγαγόντα, καὶ αὐτὸν διαπλάσαντα, διὰ τῆς μικρὰς ταύτης ἐντολῆς τὴν οἰκείαν αὐτῷ δεσποτείαν δεικνύναι ἐβούλετο· καὶ ὡσανεὶ δεσπότης φιλότιμος οἶκον μέγαν καὶ θαυμαστὸν τινι παρεσχηκὼς πρὸς ἀπόλαυσιν, οὐ τὴν ἀξίαν τιμήν, ἀλλὰ βραχὺ τι μέρος λαμβάνειν βούλεται, ὥστε καὶ αὐτῷ τᾷ τῇς δεσποτείας φυλάττεσθαι, κἀκεῖνον ἀκριβῶς εἰδέναι, ὡς οὐ τῆς κτήσεως δεσπότης ἐστίν, ἀλλὰ χάριτι καὶ φιλοτιμία τῆς χρήσεως ἀπολαύει· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος πάντα τὰ ὁρώμενα ἐμπιστεύσας τῷ ἀνθρώπῳ, καὶ τὴν ἐν τῷ παραδείσῳ διαγωγήν, καὶ πάντων τῶν ἐν αὐτῷ παρεσχηκὼς τὴν ἀπόλαυσιν, ἵνα μὴ κατὰ μικρὸν ὑποσυρεὶς τὴν διάνοιαν, νομίσῃ αὐτόματα εἶναι τὰ ὁρώμενα, καὶ πλέον τὶ τῆς οἰκείας ἀξίας φαντασθῇ, κελεύει τοῦ ἑνὸς ἀπέχεσθαι ξύλου, σφοδρὸν τὸ ἐπιτίμιον ὁρίσας, εἰ παραβαίη, ἵνα εἰδέναι ἔχῃ, ὡς ὑπὸ δεσπότην ἐστί, καὶ ὅτι καὶ τῶν λοιπῶν μετέχει διὰ τὴν τοῦ Δεσπότου φιλοτιμίαν. Ἀλλ’ ἐπειδὴ πολλῇ τῇ ἀπροσεξία χρησάμενος, ἅμα τῇ γυναικὶ εἰς τὸν ὄλισθον τοῦτον κατέπεσεν ἐκ τοῦ παραβῆναι τὴν δοθεῖσαν ἐντολήν, καὶ τοῦ ξύλου ἀπογεύσασθαι, διὰ τοῦτο ξύλον αὐτὸ γνωστὸν καλοῦ καὶ πονηροῦ ὠνόμασεν. Οὐκ ἐπειδὴ πρὸ τούτου ἠγνόει τὸ καλὸν καὶ τὸ πονηρὸν (οὕτω γὰρ οὐκ ἠγνόει, ὡς τὴν γυναῖκα πρὸς τὸν ὄφιν διαλεγομένην εἰπεῖν, «Εἶπεν ὁ Θεός, Οὐ φάγεσθε ἀπ’ αὐτοῦ, ἵνα μὴ ἀποθάνητε»· ὥστε ᾔδει ὅτι τιμωρία ὁ θάνατος ἦν, εἰ παραβῶσι τὴν ἐντολήν), ἀλλ’ ἐπειδὴ μετὰ τὴν τούτου βρῶσιν καὶ τῆς ἄνωθεν ἐγυμνώθησαν δόξης, καὶ τῆς αἰσθητῆς γυμνώσεως πεῖραν ἔλαβον, διὰ τοῦτο γνωστὸν αὐτὸ καλοῦ καὶ πονηροῦ ὠνόμασεν, ἐπειδὴ περὶ αὐτό, ὡς ἂν εἴποι τις, ἡ γυμνασία ἦν τῆς ὑπακοῆς καὶ τῆς παρακοῆς.

Ἐμάθετε τίνος ἕνεκεν εἶπεν, ὅτι «Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν»; Ἔγνωτε τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον; Ἐννόησον γὰρ ὅσης αἰσχύνης πλήρεις γεγόνασι λοιπόν, μετὰ τὴν τούτου βρῶσιν παραβάντες τὴν ἐντολὴν τοῦ Δεσπότου· «Ἔῤῥαψαν γὰρ φύλλα συκῆς· καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα». Ὅρα ἀφ’ οἵας δόξης εἰς οἵαν εὐτέλειαν κατηνέχθησαν. Οἱ πρὸ τούτου καθάπερ ἐπίγειοι ἄγγελοι διάγοντες, τὴν ἀπὸ τῶν φύλλων σκέπην ἑαυτοῖς ἐπινοοῦσι. Τοσοῦτόν ἐστιν ἁμαρτία κακόν. Οὐ μόνον γὰρ τῆς ἄνωθεν εὐνοίας ἡμᾶς ἀφίστησιν, ἀλλὰ καὶ εἰς πολλὴν ἡμᾶς αἰσχύνην καὶ ταπεινότητα κατάγει, καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν ἀποστερήσασα, πᾶσαν ἡμῶν ἀφαιρεῖται τὴν παῤῥησίαν. Ἀλλ’ ἵνα μὴ δι’ ὅλου σκυθρωπὸν ποιῶμεν τὸν λόγον, τὴν ἁμαρτίαν περιστρέφοντες, τὴν ἀπὸ τῆς τοῦ ξύλου βρώσεως καὶ τῆς παρακοῆς καταλαβούσης τὸν ἄνθρωπον, φέρε, εἰ δοκεῖ, ἀπὸ τοῦ ξύλου τούτου ἐφ’ ἕτερον μεταγάγωμεν τὸν λόγον, ἀπὸ τοῦ ξύλου τούτου ἐπὶ τὸ ξύλον τοῦ σταυροῦ, καὶ ἴδωμεν τίνα μὲν τοῦτο εἰσήγαγε τὰ κακά, τίνα δὲ ἐκεῖνο προεξένησεν τὰ ἀγαθά· μᾶλλον δὲ οὐδὲ τὸ ξύλον εἰσήγαγε τὰ κακά, ἀλλ’ ἡ προαίρεσις ἡ ῥάθυμος καὶ ἡ καταφρόνησις, ἦν περὶ τὴν ἐντολὴν ἐπεδείξατο. Ἐκεῖνο τὸ ξύλον θάνατον ἐπεισήγαγε· μετὰ γὰρ τὴν παράβασιν ὁ θάνατος ἐπεισῆλθεν ἀλλὰ τοῦτο τὴν ἀθανασίαν ἐχαρίσατο· ἐκεῖνο παραδείσου ἐξέβαλε, τοῦτο εἰς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν· ἐκεῖνο διὰ μίαν παράβασιν τοσαύτῃ τιμωρίᾳ ὑπεύθυνον τὸν Ἀδὰμ κατέστησε· τοῦτο τὰ μυρία ἡμῶν φορτία τῶν ἁμαρτημάτων ἀφανίσαν, τὴν πρὸς τὸν Δεσπότην ἡμῶν παῤῥησίαν δεδώρηται. Εἴδετε ξύλου καὶ ξύλου διαφοράν; Εἴδετε διαβόλου κακουργίαν, καὶ ἀνθρώπου ῥαθυμίαν, καὶ Δεσπότου φιλανθρωπίαν; Καθοπλίσωμεν τοίνυν, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, ἑαυτοὺς τῷ ὅπλῳ τοῦ ζωοποιοῦ τούτου ξύλου, καὶ νεκρώσωμεν τὰ ψυχοφθόρα πάθη τῇ τούτου δυνάμει, καθὼς καὶ ὁ Ἀπόστολος οὕτω πώς φησιν· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ ὁλικῶς ἀναθέντες ἑαυτοὺς τῷ Χριστῷ, ἀπενέκρωσαν πᾶσαν ἐπιθυμίαν ἄτοπον ἐπιγινομένην τῇ σαρκί, πρὸς τὸ λυμήνασθαι πάσας τὰς τῆς ψυχῆς ἐνεργείας. Τούτοις οὖν κα ἡμεῖς κατακολουθοῦντες ἀνενέργητα ἡμῶν κατασκευάσωμεν τὰ μέλη πρὸς τὴν τυραννίδα τὴν ἐκ διαβολικῆς ἐνεργείας ἡμῖν ἐπανισταμένην, ἵνα καὶ ἐν τῷ παρόντι βίῳ ἀταράχως διαπλεύσωμεν τὸ ζαλῶδες τοῦτο καὶ ἐπικίνδυνον πέλαγος, καὶ εἰς τοὺς γαληνοὺς λιμένας καταντήσαντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπιτυχεῖν ἀξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΙΖ’. Καὶ ἤκουσαν τῆς φωνῆς τοῦ Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Προηγούμενο: Ὁμιλία ΙΕ’. Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος