Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ἸΗ’. «Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωή, ὅτι αὐτὴ μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδᾴμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν».
Προηγούμενο: Ὁμιλία ΙΓ’. Εἰς τὴν παράδοσιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν οἱ δύο γυμνοί, ὃ τε Ἀδάμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΙΖ’. Καὶ ἤκουσαν τῆς φωνῆς τοῦ Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.

α’. Ἱκανῶς, οἶμαι, κατὰ δύναμιν τὴν ἡμετέραν πρώην τὴν διὰ τοῦ ξύλου ἑρμηνείαν διεξήλθομεν. Διδάξαντες τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν γνωτὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ θεῖα Γραφή· διὸ βούλομαι σήμερον τοῖς ἑξῆς ἐπεξελθεῖν, ἵνα μάθητε τὸν Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅση κέχρηται συγκαταβάσει τὴν περὶ τὸ γένος τὸ ἡμέτερον κηδεμονίαν. Πάντα γὰρ ἐποίησε καὶ ἐπραγματεύσατο, ὥστε τὸ ζῶον τοῦτο τὸ λογικὸν τὸ ὓπ’ αὐτοῦ δημιουργηθὲν ἐν πάσῃ τιμῇ τυγχάνειν, καὶ κατὰ μηδὲν ἐλαττοῦσθαι τῆς τῶν ἀγγέλων διαγωγῆς. Ἀλλὰ καἰ ἐν σώματι τὴν ἐκείνων ἀπάθειαν κεκτῆσθαι. Ἐπειδὴ δὲ διὰ ῥᾳθυμίαν εἶδε παραβάντας ἀμφοτέρους τὰ ὑπ’ αὐτοῦ προστεταγμένα, καὶ ταῦτα προαναστείλαντος αὐτοῦ διὰ τῆς ἀπειλῆς, καὶ ἀσφαλεστέρους ἐργασαμένου, οὐδὲ οὕτως ἵσταται τῆς φιλανθρωπίας τῆς ἑαυτοῦ, ἀλλὰ τὴν οἰκείαν ἀγαθότητα μιμούμενος, καθάπερ πατὴρ φιλόστοργος τὸν ἑαυτοῦ παῖδα ὁρῶν διὰ ῥαθυμίαν ἀνάξια τῆς ἑαυτοῦ εὐγενείας διαπραττόμενον, καὶ ἀπὸ τῆς ἀνωτάτω τιμῆς εἰς ἐσχάτην εὐτέλειαν κατενεχθέντα, τοῖς πατρικοῖς σπλάγχνοις διαθερμαινόμενος, οὐδὲ οὕτως αὐτὸν περιιδεῖν ἀνέχεται, ἀλλὰ πάλιν τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται, βουλόμενος κατὰ μικρὸν τῆς εὐτελείας ἐκείνης ἀπαλλάξαι, καὶ εἰς τὴν ἀρχαίαν ἀναγαγεῖν τιμήν. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεὸς οἰκτείρας τὸν ἄνθρωπον τῆς ἐπιβουλῆς, ἧς ὑπέμεινε συναπατηθεὶς τῇ γυναικί, καὶ δεξάμενος τὴν τοῦ διαβόλου συμβουλὴν τὴν διὰ τοῦ ὄφεως, καθάπερ ἰατρὸς πρὸς ἀῤῥωστοῦντα καὶ κάμνοντα καὶ κείμενον, καὶ δεόμενον πολλῆς τῆς θεραπείας καὶ τῶν τοῦ ἰατροῦ χειρῶν, παραγίνεται εὐθέως πρὸς αὐτόν. Ἀλλ’ ἵνα καὶ ἐξ αὐτῶν τῶν ῥημάτων μάθητε τὴν ἄφατον τοῦ Θεοῦ συγκατάβασιν, ἀναγκαῖον τῶν ἀνεγνωσμένων. «Καὶ ἤκουσαν, φησί, τῆς φωνῆς τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὃ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου». Μὴ ἁπλῶς παραδράμωμεν ἀγαπητοὶ τὰ εἰρημένα παρὰ τῆς θείας Γραφῆς, μηδὲ ταῖς λέξεσιν ἐναπομείνωμεν, ἀλλ’ ἐννοῶμεν, ὅτι διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν ἡ ταπεινότης τῶν λέξεων ἔγκειται, καὶ θεοπρεπῶς ἅπαντα γίνεται διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Εἰπὲ γὰρ μοι, εἰ βουληθείημεν τῇ προφορᾷ τῶν ῥημάτων κατακολουθῆσαι, καὶ μὴ θεοπρεπῶς ἐκλαβεῖν τὰ λεγόμενα, πῶς οὐ πολλὰ ἅψεται τὰ ἄτοπα; Ἰδοὺ γὰρ ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν ἀνεγνωσμένων σκοπήσωμεν· «Καὶ ἤκουσαν, φησί, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν». Τὶ λέγεις; Ὁ Θεὸς περιπατεῖ; Καὶ πόδας αὐτῷ περιάψομεν; Καὶ οὐδὲν ὑψηλὸν ἐκ τούτου ἐννοήσομεν; Οὐ περιπατεῖ ὁ Θεός· μὴ γένοιτο. Πῶς γὰρ ἄν, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; Οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον, οὗτος τῷ παραδείσῳ ἐμπεριέχεται; Καὶ τὶς ταῦτα ἂν εἴποι τῶν νοῦν ἐχόντων; Τὶ οὖν ἐστι τό, «Ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν»; Αἴσθησιν τοιαύτην ἠβουλήθη παρασχεῖν, ἵνα εἰς ἀγωνίαν αὐτοὺς ἐμβάλῃ ὃ δὴ καὶ γέγονε. Τοσαύτην γὰρ ἔσχον τὴν αἴσθησιν, ὡς τοῦ Θεοῦ παραγενομένου κρύπτεσθαι ἐπιχειρεῖν. Ἐπεισῆλθε γὰρ ἡ ἁμαρτία καὶ ἡ παράβασις, καὶ κατεσκεδάσθη αὐτοῖς ἡ αἰσχύνη.

Ὁ γὰρ ἀδέκαστος δικαστής, τὸ συνειδὸς λέγω, κατεξανιστάμενος λαμπρᾷ τῇ φωνῇ ἐβόα, καὶ κατηγόρει, καὶ ἐδείκνυ, καὶ ὡσανεὶ πρὸ τῶν ὀφθαλμῶν ὑπέγραφεν ἑαυτοῖς Τῶν ἁμαρτημάτων τὸ μέγεθος. Διὰ τοῦτο γὰρ ὁ φιλάνθρωπος Δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων διαπλάττων τὸν ἄνθρωπον, τὸ συνειδὸς αὐτῷ ἐνέθετο κτήγορον ἀδιάλειπτον, παραλογισθῆναι μὴ δυνάμενον, μηδὲ ἀπάτην ὑπομεῖναί ποτε. Ἀλλὰ κἂν πάντας ἀνθρώπους λαθεῖν τις δυνηθείη τὴν ἁμαρτίαν ἐργασάμενος καὶ τὴν ἄτοπον πρᾶξιν ἐπιτελέσας, ἐκεῖνον τὸν κατήγορον λαθεῖν οὐ δύναται, ἀλλὰ περιέρχεται διηνεκῶς αὐτὸν ἔνδον ἔχων ἐνοχλοῦντα, καταξαίνοντα, μαστίζοντα, οὐδέποτε ἠρεμοῦντα, ἀλλὰ καὶ ἐν ἀγορᾷ, καὶ ἐν συλλόγοις, καὶ τραπέζῃ, καὶ καθεύδοντι, καὶ διανισταμένῳ ἐπιτιθέμενον, καὶ δίκην ἀπαιτοῦντα τῶν πεπλημμελημένων, καὶ υπ’ ὄψιν ἄγοντα καὶ τῶν ἠμαρτημένων τὴν ἀτοπίαν, τὴν ἑπομένην αὐτῷ κόλασιν. Καὶ καθάπερ ἰατρὸς ἄριστος οὐ παύεται τὰ παρ’ ἑαυτοῦ φάρμακα ἐπιτιθείς· κἂν ἴδῃ διακρουόμενον, οὐδὲ οὕτως ἀφίσταται, ἀλλὰ διηνεκῆ τὴν ἐπιμέλειαν ποιεῖται.

β’. Τοῦτο γὰρ αὐτοῦ ἔργον, ἀδιάλειπτον ὑπόμνησιν εἰσάγειν, καὶ μὴ συγχωρεῖν αὐτῷ λήθην ποτὲ ποιήσασθαι εἰργασμένων, ἀλλ’ ὑπ’ ὄψιν αὐτῷ τιθέναι, ἵνα κἂν ταύτῃ ὀκνηροτέρους ἡμᾶς ἐργάσηται πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν. Εἰ γὰρ καὶ τὴν ἐντεῦθεν ἔχοντες συμμαχίαν, τὴν ἀπὸ τοῦ συνειδότος βοήθειαν, καὶ τὸν σφοδρὸν τοῦτον κατήγορον ἐπικείμενον, καὶ μαστίζοντα ἡμῶν τὸ συνειδός, καταξαίνοντα τὴν καρδίαν, καὶ δημίου παντὸς βαρύτερον ἐπικείμενον, οὐδὲ οὕτως οἱ πολλοὶ τῆς ῥᾳθυμίας περιγινόμεθα· εἰ μὴ ταύτην εἴχομεν τὴν βοήθειαν, ποῦ οὐκ ἂν ταχέως ἐξωκείλαμεν; Διὰ τοι τοῦτο καὶ ὁ πρωτόπλαστος νῦν αἴσθησιν λαβὼν τοιαύτην, καὶ τὴν παρουσίαν τοῦ Δεσπότου ἐννοήσας, εὐθέως κρύπτεται. Τίνος ἕνεκεν, εἰπὲ μοι; Ἐπειδὴ ἑώρα σφοδρὸν αὐτῷ τὸν κατήγορον ἐφεστῶτα, τὸ συνειδὸς λέγω. Οὐδένα γὰρ ἕτερον εἶχε τὸν διελέγχοντα καὶ μάρτυρα ὄντα τῶν ἐπταισμένων, ἀλλ’ ἐκεῖνον μόνον, ὃν ἔνδοθεν περιέφερεν. Ἄλλως δὲ μετὰ τῆς τοῦ συνειδότος κατηγορίας καὶ ἡ ἀφαίρεσις τῆς δόξης τῆς πρότερον αὐτοὺς καθάπερ ἱμάτιον λαμπρὸν περιστελλούσης ἐδίδασκεν αὐτοὺς διὰ τῆς γυμνότητος τῆς ἁμαρτίας ἧς εἰργάσαντο τὸ μέγεθος. Ἐπεὶ οὖν μετὰ τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν αἰσχύνῃ περιεβλήθησαν, κρύπτεσθαι ἐπεχείρουν. «Ἤκουσαν γάρ, φησί, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὃ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ παραδείσου».

Οὐδὲν ἁμαρτίας χεῖρον, ἀγαπητέ· αὕτη γὰρ ἐπεισελθοῦσα οὐ μόνον αἰσχύνης ἡμᾶς πληροῖ, ἀλλὰ καὶ ἀνοήτους ἐργάζεται τοὺς πρότερον συνετούς, καὶ σοφίας πολλῆς πεπληρωμένους. Ἐννόησον γὰρ μοι πόσῃ τῇ ἀνοίᾳ λοιπὸν κέχρηται ὁ τοσαύτης μετέχων σοφίας πρὸ τούτου, ὁ διὰ τῶν πραγμάτων ἡμῖν τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἐπιδεικνύμενος, ὁ τοιαῦτα προφητεύσας· «Ἀκούσας, φησί, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, ἐκρύβη αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου». Πόσης οὐκ ἂν εἴη τοῦτο ἀνοίας, τὸν Θεὸν τὸν πανταχοῦ παρόντα τὸν Δημιουργόν, τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγόντα, τὸν τὰ λανθάνοντα ἐπιστάμενον, τὸν πλάσαντα καταμόνας τὰς καρδίας τῶν ἀνθρώπων, καὶ συνιέντα εἰς πάντα τὰ ἔργα αὐτῶν, τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς, τὸν αὐτὰ τὰ κινήματα τῆς καρδίας ἡμῶν ἐπιστάμενον, τοῦτον κρύπτεσθαι ἐπεχείρουν; Ἀλλὰ μὴ θαυμάσῃς, ἀγαπητέ· τοιοῦτον γὰρ τῶν ἁμαρτανόντων τὸ ἔθος· κἂν μὴ δύνωνται λανθάνειν, ὁμὼς σπουδάζουσι λανθάνειν. Ὅτι γὰρ οὐ φέροντες τὴν αἰσχύνην ἣν μετὰ τὴν ἁμαρτίαν ἑαυτοὺς περιέβαλον, γυμνώσαντες ἑαυτοὺς τῆς ἀφθάρτου δόξης ἐκείνης, τοῦτο ἐποίουν, ἐννόει καὶ ποῦ κρύπτονται· ἐν μέσῳ τοῦ παραδείσου. Καθάπερ γὰρ μαστιγίαι τινὲς καὶ οἰκέται, ἀγνώμονες, οὐ δυνάμενοι λαθεῖν τὸν οἰκεῖον δεσπότην, ὧδε κἀκεῖσε περὶ τὰς γωνίας τοῦ οἴκου περιτρέχειν ἐπιχειροῦσι, τοῦ φόβου κατασείοντος αὐτῶν τὴν διάνοιαν; Τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οὐδεμίαν εὑρίσκοντες ἀποφυγήν, ἐν αὐτῷ τῷ οἴκῳ περιστρέφονται, τοῦτ’ ἔστιν ἐν τῷ παραδείσῳ. Οὐχ ἁπλῶς δὲ πρόσκειται ὁ καιρός. «Ἥκουσαν γάρ, φησί, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν»· ἀλλ’ ἵνα μάθῃς τοῦ Δεσπότου τὴν φιλανθρωπίαν, ὅτι οὐδὲ τὸ τυχὸν ἀνεβάλετο, ἀλλ’ εὐθέως εἶδε τὸ γεγονός, καὶ τοῦ ἕλκους τὸ μέγεθος, καὶ ἐπὶ τὴν ἰατρείαν ἔσπευσεν, ἵνα μὴ νομὴν ἐργασάμενον τὸ ἕλκος, ἀνίατον τὸ τραῦμα κατασκευάσῃ· διὰ τοῦτο προκαταλαμβάνειν ἐπείγεται, καὶ εὐθέως πρὸς τὴν νομὴν τοῦ ἕλκους ἵσταται, καὶ οὐδὲ πρὸς βραχὺ κατέλιπεν ἀπρονόητον, τὴν οἰκείαν ἀγαθότητα μιμούμενος. Καὶ γὰρ τοσαύτην ἀπεδείξατο τὴν μανίαν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας, ἀεὶ βασκαίνων τοῖς ἡμετέροις ἀγαθοῖς, ὡς ἐξ αὐτῶν τῶν προοιμίων τὴν ἐπιβουλὴν ἐργάσασθαι, καὶ διὰ τῆς ὀλεθρίου συμβουλῆς τῆς θαυμαστῆς ἐκείνης διαγωγῆς αὐτοὺς ἀποστερῆσαι. Ἀλλ’ ὁ εὐμήχανος Θεός, ὁ κατὰ τὴν αὐτοῦ σοφίαν τὰ ἡμέτερα οἰκονομῶν, ὁρῶν μὲν καὶ τοῦ διαβόλου τὴν γεγενημένην κακουργίαν, καὶ τοῦ ἀνθρώπου δὲ τὴν ῥᾳθυμίαν, δι’ ἧς εἰς τοσαύτην αἰσχύνην ἑαυτὸν περιέβαλε συναπατηθεὶς τῇ γυναικί, ἐφίσταται, καὶ καθάπερ δικαστὴς ἥμερος καὶ φιλάνθρωπος καθίζει δικαστήριον φόβου καὶ φρίκης γέμον, καὶ τὴν ἐξέτασιν μετὰ ἀκριβείας ποιεῖται· ἡμᾶς διὰ τούτου παιδεύων, μὴ πρότερον τοὺς ὁμογενεῖς καταδικάζειν, πρὶν ἂν ἀκριβῆ τὴν ἐξέτασιν ποιησώμεθα.

γ’. Ἀκούσωμεν τοίνυν, εἰ δοκεῖ, τίνα μὲν ὁ δικαστὴς ἐπερωτᾷ, τίνα δὲ οἱ κατάδικοι ἀποκρίνονται, καὶ ποίας τιμωρίας δέχονται, καὶ ποῖα καταδίκῃ ὑπεύθυνος γίνεται ὁ τὴν τοσαύτην ἐπιβουλὴν εἰς αὐτοὺς ἐργασάμενος. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, καὶ διὰ πολλοῦ τοῦ φόβου τοῖς λεγομένοις προσέχετε. Εἰ γὰρ δικαστὴν ὁρῶντες ἐπίγειον ἐφ’ ὑψηλοῦ βήματος καθήμενον, καὶ τοὺς καταδίκους εἰς μέσον ἄγοντα, καὶ καταξαίνοντα, καὶ τιμωρούμενον, μετὰ πολλοῦ τοῦ δέους παρεστήκαμεν ἀκοῦσαι βουλόμενοι, τὶ μὲν ὁ δικαστὴς λέγει, τὶ δὲ ὁ ὑπεύθυνος ἀποκρίνεται· πολλῷ μᾶλλον νῦν τοῦτο ποιεῖν ἡμᾶς δίκαιον, δρῶντας τὸν Δημιουργὸν τῆς φύσεως δίκην εἰσπραττόμενον τῶν ὑπ’ αὐτοῦ δημιουργηθέντων. Ἀλλ’ ἐὰν προσέχητε μετὰ ἀκριβείας, ὄψεσθε πόσον τὸ μέσον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τῶν ἀνθρώπων περὶ τοὺς ὁμογενεῖς αὐστηρότητος. «Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδάμ, καὶ εἶπεν αὐτῷ. Ἀδάμ, ποῦ εἶ»; Ἐξ αὐτῆς τῆς ἐρωτήσεως ἄξιον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, οὐχ ὅτι ἐκάλεσε μόνον, ἀλλ’ ὅτι καὶ δι’ ἑαυτοῦ ἐκάλεσεν ὅπερ ἄνθρωποι οὐκ ἂν ποτε ἀνάσχοιντο ἐπὶ τῶν ὁμογενῶν, καὶ τῆς αὐτῆς αὐτοῖς· φύσεως κοινωνούντων. Ἴστε γὰρ ὅτι, ἐπειδὰν ἐφ’ ὑψηλοῦ τοῦ βήματος καθήμενοι δίκην εἰσπράττονται τοὺς τὰ φαῦλα ἐργασαμένους, οὐκ ἀξιοῦσιν αὐτοὺς τῆς οἰκείας ἀποκρίσεως, καὶ διὰ τοῦτο δεικνύντες αὐτοῖς, ὅσῃ ἀτιμίᾳ ἑαυτοὺς περιέβαλον διὰ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας· ἀλλ’ ὁ μὲν δικαστὴς ἀποκρίνεται, ἕτερος δὲ τις ἑστὼς διαβιβάζει τὰ παρὰ τοῦ δικαστοῦ τῷ ὑπευθύνῳ, καὶ τὰ παρ’ ἐκείνου πάλιν διαπορθμεύει τῷ δικαστῇ· καὶ τοιοῦτον ἂν ἴδοι τις τῶν δικαζόντων πανταχοῦ τὸ ἔθος. Ἀλλ’ ὁ Θεὸς οὐχ οὕτως, ἀλλὰ τί; Αὐτὸς δι’ ἑαυτοῦ καλεῖ· Καὶ ἐκάλεσε, φησί. Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ, «Ἀδὰμ, ποῦ εἶ»; Ὅρα πόση δύναμις ἐναπόκειται ἐν τῇ βραχείᾳ ταύτῃ λέξει. Καὶ αὐτὸ μὲν γὰρ τὸ καλέσαι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας, καὶ τὸ τῷ καταισχυνομένῳ, καὶ μηδὲ ἆραι τὸ στόμα τολμῶντι, μηδὲ διανοίξαι γλῶτταν, καὶ ἀφορμὴν δοῦναι, διὰ τῆς ἐρωτήσεως, πολλῆς ἀγαθότητος· τὸ δὲ καὶ λέγειν, «Ποῦ εἰ»; Πολλὴν ἔχει τὴν ἰσχὺν μετὰ τῆς φιλανθρωπίας. Μονονουχὶ γὰρ αἰνίττεται αὐτῷ διὰ τούτου λέγων πρὸς αὐτόν· Τὶ γέγονεν;· Ἑτέρωθί σε κατέλιπον, καὶ ἑτέρωθι νῦν εὑρίσκω· ἑτέρα δόξῃ ἠμφιεσμένον καταλιπών, νῦν εὗρον ἐν γυμνότητι. «Ποῦ εἶ»; Πόθεν σοι συνέβη τοῦτο; Τις σε εἰς τοσαύτην ἤγαγε μεταβολήν; Ποῖος λῃστὴς καὶ τοιχωρύχος οὕτως ἀθρόον ἅπασαν τοῦ πλούτου τὴν περιουσίαν ἀφελόμενος, ἐν τοσαύτῃ σε πενίᾳ κατέστησε; Πόθεν σοι τῆς γυμνώσεως ἡ αἴσθησις γέγονε; Τις σοι αἴτιος τῆς ἀφαιρέσεως τοῦ θαυμαστοῦ ἐκείνου ἐνδύματος, ὃ περιβεβλημένος ἐτύγχανες; Τις ἡ ἁθρόα αὕτη μεταβολή; Ποῖα καταιγὶς οὕτω σφόδρα ταχέως ἅπαντά σου τὸν φόρτον κατέδυσε; Τὶ γέγονεν, ὅτι τὸν τοσαῦτα εὐεργετήσαντα, καὶ εἰς τοσαύτην ἀναγαγόντα τιμὴν κρύπτεσθαι ἐπιχειρεῖς; Τίνα δεδοικὼς νῦν λανθάνειν σπουδάζεις; Μὴ γὰρ κατήγορος παρέστηκε; Μὴ γὰρ μάρτυρες ἐφεστήκασι; Πόθεν σοι ἡ τοσαύτη δειλία καὶ ὁ φόβος κατεσκεδάσθη; «Τῆς φωνῆς σου ἤκουσα, φησί, περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην ὅτι γυμνὸς εἰμι, καὶ ἐκρύβην». Πόθεν σοι ἡ . Γνῶσις τῆς γυμνώσεως γέγονεν; Εἰπὲ μοι· τὶ τὸ καινὸν καὶ παράδοξον; Τις ἂν τοῦτο ἠδυνήθη ποτὲ ἀναγγεῖλαί σοι, εἰ μὴ σὺ σαυτῷ ταύτης αἴτιος ἐγένου τῆς αἰσχύνης; Εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὐ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Ὅρα φιλανθρωπίαν Δεσπότου καὶ ἀνεξικακίας ὑπερβολήν. Δυνάμενος γὰρ εὐθέως μηδὲ ἀποκρίσεως ἀξιώσαι τὸν τοσαῦτα ἡμαρτηκότα, ἀλλ’ ὑπὸ τὸ ἐπιτίμιον ἀγαγεῖν, ὃ προλαβὼν ὥρισεν, εἰ παραβαίη, μακροθυμεῖ, καὶ ἀνέχεται, καὶ ἐρωτᾷ, καὶ ἀπόκρισιν δέχεται, καὶ πάλιν ἔρωτα μονονουχὶ εἰς ἀπολογίαν αὐτὸν ἐκκαλούμενος, ἵνα ἀφορμὴν λαβών, τὴν οἰκείαν φιλανθρωπίαν καὶ μετὰ τὴν τοσαύτην παράβασιν περὶ αὐτὸν ἐπιδείξηται· παιδεύων ἡμᾶς καὶ διὰ τούτου, ἐπειδὰν δικάζωμεν τοῖς ὑπευθύνοις, μὴ ἀνημέρως αὐτοῖς προσφέρεσθαι, μηδὲ τὴν τῶν θηρίων ὠμότητα περὶ αὐτοὺς ἐπιδείκνυσθαι, ἀλλὰ πολλὴ τῇ μακροθυμίᾳ καὶ τῇ φειδοῖ κεχρῆσθαι, ἅτε δὴ ὡς οἰκείοις μέλεσι δικάζοντας, καὶ τὸ ὁμογενὲς ἐννοῦντας φιλανθρωπίᾳ τὴν τιμωρίαν κεραννύναι. Οὐδὲ γὰρ ἁπλῶς τοσαύτῃ συγκαταβάσει ἡ θεῖα Γραφὴ κέχρηται, ἀλλὰ διὰ τῆς παχύτητος τῶν λέξεων διδάσκουσα ἡμᾶς τὴν τε τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ εἰς ζῆλον ἄγουσα, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην μιμεῖσθαι τοῦ Δεσπότου τὴν ἀγαθότητα. Καὶ εἶπεν αὐτῷ, «Τις ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἰ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὐ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Πόθεν ἄν, φησίν, ἠδυνήθης τοῦτο γνῶναι, καὶ τοσαύτη αἰσχύνῃ περιβληθῆναι, εἰ μὴ πολλῇ τῇ ἀκρασία ἐχρήσω, καὶ κατεφρόνησάς μου τῆς ἐντολῆς»;

δ’. Σκόπει, ἀγαπητέ, τῆς ἀγαθότητος τοῦ Θεοῦ τὴν ὑπερβολήν, ὅπως καθάπερ φίλος νῦν διαλεγόμενος, καὶ ἐγκαλῶν ὡς παραβάντι τὰ παρ’ αὐτοῦ ἐνταλθέντα, οὕτω πρὸς αὐτὸν τὴν διάλεξιν ποιεῖται. «Τις ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὐ ἐνετειλάμην σοι τούτου μένου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Οὐ μικρὰν ἔμφασιν ἔχει καὶ τὸ λέγειν· Τούτου μόνου». Μὴ γὰρ ἐστενοχώρησά σου, φησί. Τὴν ἀπόλαυσιν; Οὐχὶ πᾶσαν ἄδειάν σοι παρέσχον, καὶ πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἐξουσίαν δεδωκώς, ἑνὸς τούτου μόνου ἀπέχεσθαι ἐνετειλάμην, ἵνα εἰδέναι ἔχῃς, ὅτι ὑπὸ δεσπότην εἷ, καὶ ὀφείλεις ὑπακοὴν τινα ἐπιδεικνύναι; Τὶς οὖν ἡ τοσαύτη ῥᾳθυμία, ὥστε τοσαύτην ἔχοντα ἀπόλαυσιν, μὴ ἀνασχέσθαι μηδὲ τούτου τοῦ ἑνὸς ἀποσχέσθαι, ἀλλ’ οὕτω ταχέως εἰς τὴν παρ’ ἐμοῦ δοθεῖσαν ἐντολὴν ἐξυβρίσαι, καὶ τοσούτοις κακοῖς ἑαυτὸν περιβαλεῖν; Τὶ σοι τὸ ὄφελος γέγονεν; Οὐ προλαβὼν ταῦτα εἶπον; Τῷ φόβῳ τοὐ ἐπιτιμίου προαναστεῖλαι ἠβουλήθην, καὶ ἀσφαλεστέρους ἐργάσασθαι; Οὐκ εἶπον τὸ μέλλον ὑμῖν συμβήσεσθαι; Οὐ διὰ τοῦτο τὴν βρῶσιν ἐκώλυσα, ἵνα μὴ τούτοις περιπέσητε; Τὶς ἂν σε συγγνώμης ἀξιώσειε, τὸν μετὰ τοσαύτας παραγγελίας οὕτως ἀγνώμονα γενόμενον; Οὐ καθάπερ πατὴρ παιδὶ γνησίῳ, οὕτω πάντα διεστειλάμην, καὶ ἐδίδαξα τῶν μὲν ἄλλων ἀπογεύσασθαι, τούτου δὲ ἀποσχέσθαι, ἵνα μὴ πᾶσί σου τοῖς ἀγαθοῖς λυμαίνηται; Ἀλλ’ ἴσως ἀγαθὴν καὶ ἀξιοπιστοτέραν ἡγησάμενος τῆς ἐμῆς ἐντολῆς τὴν ἑτέρου συμβουλήν, καὶ προσδοκήσας μειζόνων ἐφικέσθαι τοῦτο πεποίηκας , καὶ τὰς ἐμὰς ἐντολὰς παρωσάμενος κατετόλμησας τῆς τοῦ ξύλου βρώσεως. Ἰδοὺ διὰ τῆς πείρας ὧν πέπονθας, ἔμαθες ὅσον τῆς συμβουλῆς ἐκείνης τὸ ὀλέθριον. Εἴδετε δικαστοῦ φιλανθρωπίαν; Εἴδετε ἡμερότητα καὶ ἀνεξικακίαν ἄφατον; Εἴδετε συγκατάβασιν πάντα λόγον διάνοιαν ὑπερβαίνουσαν; Εἴδετε πῶς διὰ τῆς ἐρωτήσεως καὶ τοῦ λέγειν, «Τὶς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὐ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες», Θύρας αὐτῷ ἀνοῖξαι βούλεται ἀπολογίας, ἵνα καὶ πρὸς τὸν οὕτως ἡμαρτηκότα κατὰ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται; Ἀκούσωμεν τοίνυν καὶ τοῦ καταδίκου, τὶ πρὸς ταῦτα ἀποκρίνεται Καὶ εἶπε, φησίν, «ὁ Ἀδάμ· Ἡ γυνή, ἦν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον». Ἐλεεινὰ τὰ ῥήματα, καὶ πολλοῦ τοῦ οἴκτου γέμοντα, καὶ ἱκανὰ πρὸς φιλανθρωπίαν ἐπισπάσασθαι τὸν Δεσπότην, τὸν οὕτως ἥμερον, καὶ ἀγαθότητι νικῶντα τὰ ἡμέτερα πλημμελήματα. Ἐπειδὴ γὰρ διὰ τῆς πολλῆς μακροθυμίας κατέσεισεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἔδειξεν αὐτῷ τοῦ ἁμαρτήματος τὸ μέγεθος, μονονουχὶ ἀπολογίαν Ἀδὰμ συντιθεῖς, φησὶ πρὸς αὐτόν, «Ἡ γυνὴ ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον». Οἶδα, φησίν, ἡμαρτηκώς, ἀλλ’ ἡ γυνὴ ἣν ἔδωκας μετ’ ἐμοῦ, περὶ ἧς αὐτὸς εἶπας, «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν», αὕτη μοι αἰτία τοῦ ὀλίσθου γέγονεν. Ἡ γυνὴ ἣν ἔδωκας μετ’ ἐμοῦ. Πότε γὰρ προσεδόκησα ταύτην τῇ αἰσχύνῃ με ταύτῃ περιβαλεῖν, τὴν διὰ τοῦτο δημιουργηθεῖσαν, ἵνα μοι τὴν πὰρ’ ἑαυτῆς παραμυθίαν εἰσαγάγῃ; Σὺ μοι αὐτὴν δέδωκας, οὐ αὐτὴν ἤγαγες πρὸς με. Αὕτη τοίνυν, οὐκ οἶδα πόθεν κινουμένη, ἔδωκέ μοι ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ταῦτα δοκεῖ μὲν ἀπολογίαν τινὰ ἔχειν, πάσης δὲ ἀπεστέρηται συγγνώμης. Ποίας γὰρ ἂν εἴης συγγνώμης ἄξιος, φησί, τῶν ἐμῶν ἐντολῶν ἐπιλαθόμενος, καὶ τῶν παρ’ ἐμοῦ ῥηθέντων προτιμοτέραν ἡγησάμενος τὴν παρὰ τῆς γυναικὸς δόσιν; Εἰ γὰρ καὶ ἡ γυνὴ ἔδωκεν, ἀλλ’ ἡ ἐντολὴ ἡ ἐμὴ καὶ ὀρό· δὸς τοῦ ἐπιτιμίου ἱκανὸς ἦν παρασκευάσασθαι φυγεῖν τὴν μετάληψιν. Μὴ γὰρ οὐκ ᾔδεις; Μὴ γὰρ ἠγνόεις; Προλαβὼν διὰ τοῦτο εἶπον κηδόμενος ὑμῶν, ἵνα μὴ τούτοις περιπέσητε· ὥστε, εἰ καὶ ἡ γυνὴ σοι πρὸς τὴν παράδοσιν τῆς ἐντολῆς ὑπηρετήσατο, ἀλλ’ οὐδὲ οὕτως ἀνεύθυνος ἔσῃ. Ἀξιοπιστοτέραν γὰρ ἐχρῆν ἡγήσασθαι τὴν πὰρ’ ἐμοῦ ἐντολήν, καὶ οὐ μόνον αὐτὸν σε παραιτήσασθαι τὴν βρῶσιν, ἀλλὰ καὶ τῇ γυναικὶ δεῖξαι τῶν ἠμαρτημένων τὸ μέγεθος. Κεφαλὴ γὰρ εἶ τῆς γυναικός, καὶ διὰ σὲ ἐκείνη παρήχθη· οὐ δὲ τὴν τάξιν ἀνέστρεψας, καὶ οὐ μόνον ἐκείνην οὐ διώρθωσας, ἀλλὰ καὶ συγκατεσπάσθης· καὶ δέον τὸ λοιπὸν σῶμα τῇ κεφαλῇ ἕπεσθαι, τὸ ἐναντίον γέγονε, καὶ ἡ κεφαλὴ τῷ λοιπῷ σώματι ἐξηκολούθησε, καὶ τὰ ἄνω κάτω γέγονε. Διὰ τοῦτο, ἐπειδὴ τὴν τάξιν ἅπασαν ἀνέστρεψας, ἐν τούτοις εἶ νῦν, ὁ πρὸ τούτου τοσαύτη δόξῃ περιβεβλημένος. Τὶς σε οὖν κατ’ ἀξίαν ὀδύρηται τῆς ἀφαιρέσεως τῶν τοσούτων ἀγαθῶν; Ἀλλ’ ὅμως, εἰ καὶ ταῦτά σοι ἅπαντα συμβέβηκε, μηδενὶ ἑτέρῳ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ σαυτῷ καὶ τῇ σῇ ῥᾳθυμίᾳ· οὐ γὰρ ἄν, εἰ μὴ ἠβουλήθης, ἡ γυνὴ σε ἠδύνατο εἰς τὸν ὄλισθον τοῦτον ἀγαγεῖν. Μὴ γὰρ παρεκάλεσε; Μὴ γὰρ διελέχθη; Μὴ γὰρ ἠπάτησεν; Ἔδωκε μόνον, καὶ εὐθέως μετὰ τοσαύτης εὐκολίας ἐπὶ τὴν μετάληψιν ὑπήχθης, οὐδεμίαν μνήμην ποιησάμενος τῆς ἐμῆς ἐντολῆς, ἀλλ’ ἐνόμισας ἠπατῆσθαι παρ’ ἐμοῦ, καὶ διὰ τοῦτο μὴ συγχωρηθῆναί σοι τὴν βρῶσιν, ἵνα μὴ μειζόνων ἐπιτύχῃς. Καὶ πῶς ἂν ἔχοι λόγον παρ’ ἐμοῦ ἠπατῆσθαί σε, τοῦ τοσαύτας εὐεργεσίας εἰς σὲ καταθεμένου; Καὶ τοῦτο δὲ αὐτὸ ὅσης ἦν εὐεργεσίας μέγεθος, τὸ προλαβεῖν καὶ διαστείλασθαι τὴν ἀποχήν, ὥστε μὴ τούτοις περιπεσεῖν. Οἷς νῦν ἑαυτὸν περιέβαλες; Ἀλλὰ πάντα ταῦτα πὰρ’ οὐδὲν θέμενος, ἰδοὺ διὰ τῆς πείρας ἔμαθες τῶν ἠμαρτημένων σοι τὸ μέγεθος· λοιπὸν μηδὲ τῇ γυναικὶ μόνη τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ καὶ τῇ ῥᾳθυμίᾳ τῇ σαυτοῦ.

Ἔ’. Ἐπειδὴ τοίνυν ἀρκούντως πρὸς τὸν Ἀδὰμ διελέχθη, καὶ τὴν ὁμολογίαν ἐκεῖνος ἐποιήσατο τῶν ἠμαρτημένων, ὡς ἐνόμισε τὴν αἰτίαν εἰς τὴν γυναῖκα μεταθεῖς· ὅρα τὸν ἀγαθὸν Δεσπότην, πόση τῇ συγκαταβάσει πάλιν κέχρηται, καὶ ἄξιοί καὶ ταύτην τῆς παρ’ αὐτοῦ ἀποκρίσεως. «Καὶ εἶπε, φησίν, ὁ Θεὸς τῇ γυναικί· Τὶ τοῦτο ἐποίησας»; Ἤκουσας, φησί, τοῦ ἀνδρὸς ἐπὶ σε τὴν αἰτίαν μεταφέροντος, καὶ τὸ πᾶν ἐπιγράφοντός σοι τῇ πρὸς βοήθειαν αὐτοῦ δεδομένη, καὶ διὰ τοῦτο παραχθείσῃ, ἵνα τὴν παρὰ σαυτῆς παραμυθίαν εἰσαγάγῃς αὐτῷ, οἷα δὴ ὁμογενὴς καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦσα. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησας, ὧ γύναι; Καὶ διὰ τὶ καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ τοσαύτης αἰσχύνης αἰτία κατέστης; Τὶ σοι τὸ ὄφελος γέγονεν ἀπὸ τῆς τοσαύτης ἀκρασίας; Τὶ σοι τῆς ἀπάτης τὸ κέρδος, ἣν ἑκοῦσα ἠπατήθης, καὶ τὸν ἄνδρα κοινωνὸν τῆς ἀπάτης εἰργάσω»; Τὶ οὖν ἡ γυνή· «Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον». Ὅρα καὶ ταύτην ἐν πολλῇ δειλίᾳ καθεστῶσαν, καὶ ἀπολογουμένην ὑπὲρ τῶν ἠμαρτημένων. Καθάπερ γὰρ ὁ ἀνὴρ τὴν αἰτίαν ἐπὶ τὴν γυναῖκα ἔδοξε μετάγειν λέγων· Ἡ γυνὴ ἤνεγκε, καὶ ἔδωκέ μοι, καὶ ἔφαγον· οὕτω καὶ αὐτὴ οὐδεμίαν εὑρίσκουσα ἀποφυγὴν ὁμολογεῖ τὸ γεγενημένον, καὶ φησίν, «Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον». Τὸ πονηρὸν ἐκεῖνο, φησί, θηρίον τοῦτον ἡμῖν τὸν ὄλισθον προεξένησεν, ἐκείνου ἡ ὀλέθριος συμβουλὴ εἰς ταύτην ἡμᾶς τὴν αἰσχύνην ἤνεγκεν, ἐκεῖνός με ἠπάτησε, καὶ ἔφαγον. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπητοί, τὰ λεγόμενα, ἀλλ’ ἀκριβῶς διερευνώμενοι πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν ὠφέλειαν. Δικαστήριον γὰρ ἐστι φοβερόν, καὶ φρίκης γέμον, καὶ δεῖ πάντα μετὰ ἀσφαλείας ἀκούσαντας πολὺν τὸν ἀπὸ τῶν λεγομένων θησαυρὸν ἐναποτίθεσθαι τῇ διανοίᾳ. Σκόπει γὰρ καὶ τὸν ἄνδρα λέγοντα, ὅτι «Ἡ γυνὴ ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον». Οὐδαμοῦ ἀνάγκη, οὐδαμοῦ βία, ἀλλὰ προαίρεσις καὶ γνώμη· ἔδωκε μόνον, οὐκ ἠνάγκασεν, οὐκ ἐβιάσατο. Καὶ αὐτὴ πάλιν ἀπολογίαν συντιθεῖσα, οὐκ εἶπεν· Ὁ ὄφις ἠνάγκασέ με, καὶ ἔφαγον. Ἀλλὰ τί; Ὁ ὄφις ἠπάτησέ με· τοῦ δὲ ἀπατηθῆναι, καὶ μὴ ἀπατηθῆναι κυρία ἦν· «Ὁ ὄφις, φησίν, ἠπάτησέ μέ». Ὁ γὰρ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἐνεργήσας διὰ τοῦ πονηροῦ ἐκείνου θηρίου, καὶ τὴν συμβουλὴν εἰσαγαγὼν ἠπάτησεν, οὐκ ἠνάγκασεν, οὐδὲ ἐβιάσατο, ἀλλὰ διὰ τῆς ὀλεθρίας συμβουλῆς τὴν ἀπάτην εἰς ἔργον ἤγαγεν, ἐπειδὴ εὗρε τὴν γυναῖκα εὐκόλως δυναμένην δέξασθαι τὴν ἀπάτην τὴν πάσης συγγνώμης ἀπεστερημένην. «Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον». Ὅρα τοίνυν τὸν ἀγαθὸν Δεσπότην ἀρκούμενον αὐτῶν τοῖς ῥήμασι, καὶ οὐδὲν περαιτέρω καταναγκάζοντα λέγειν. Ἐπειδὴ γὰρ οὐκ ἀγνοῶν ταῦτα ἠρώτα, ἀλλ’ εἰδώς, καὶ σφόδρα εἰδώς, ἵνα δὲ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, συγκαταβαίνει αὐτῶν τῇ ἀσθενείᾳ, καὶ ἐκκαλεῖται αὐτοὺς εἰς ὁμολογίαν τῶν ἐπταισμένων. Διὰ τοῦτο οὖν οὐδὲν πλέον ἐρωτᾷ. Ἐχρῆν γὰρ ἄρα μαθεῖν καὶ τὸ εἶδος τῆς ἀπάτης· ἀλλ’ ἵνα ἡμῖν δείξῃ ὅτι οὐκ ἀγνοίας ἣν ἡ ἐρώτησις, ἀρκεῖται τοῖς ῥηθεῖσιν. Εἰποῦσα γάρ,· «Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον», ἐκείνην ᾐνίξατο τὴν ὀλεθρίαν συμβουλήν, ἣν ἐδέξατο παρὰ τοῦ διαβόλου διὰ τοῦ ὄφεως, ὅτι Ἔσεσθε μετὰ τὴν βρῶσιν ὡς θεοί. Εἴδετε μεθ’ ὅσης ἀκριβείας ἠρωτήθη ὁ Ἀδάμ; Μεθ’ ὅσης ἀνεξικακίας εἰσήχθη εἰς τὸ δικαστήριον καὶ ἡ γυνή; Πῶς ἑκάτερος αὐτῶν τὴν ἀπολογίαν ἐποιήσατο; Βλέπετε λοιπὸν ἐνταῦθα τῆς ἀφάτου φιλανθρωπίας τοῦ δικαστοῦ τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνή, ὅτι «Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον»· οὐκέτι λοιπὸν ἀποκρίσεως ἄξιοῖ τὸν ὄφιν, οὐδὲ ἀπολογίας χώραν αὐτῷ παρέχει, οὐδὲ ἐρωτᾷ καθάπερ τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ἀλλὰ τὰς παρ’ ἐκείνων ἀπολογίας δεξάμενος, ἐπὶ τοῦτον ὡς αἴτιον τῶν ὅλων κακῶν γεγενημένον ὁρμᾷ. Καὶ ἐπειδὴ ὡς Θεὸς καὶ τὰ ἀπόῤῥητα ἐπιστάμενος ᾔδει, ὅτι αὐτὸς ἦν ὁ ὑπηρετησάμενος τῇ τοῦ διαβόλου ἐπιβούλῃ, καὶ τῇ βασκανία, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξατο, ἵνα μάθῃς αὐτοῦ τὴν ἀγαθότητα, πῶς ἐπ’ ἐκείνων μὲν καὶ εἰδὼς τῷ μὲν ἔλεγε, «Ποῦ εἶ; Τὶς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ»; Τῇ δὲ ἔλεγε, «Τὶ τοῦτο ἐποίησας»; Ἐπὶ τοῦ πονηροῦ τούτου θηρίου οὐδὲν τοιοῦτον ποιεῖ, ἀλλὰ τί; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, «Ὅτι ἐποίησας τοῦτο». Εἶδες διαφοράν; Τῇ μὲν γυναικὶ ἔλεγε, «Τὶ τοῦτο ἐποίησας»; Τῷ δὲ ὄφει, «Ὅτι ἐποίησας τοῦτο». Ὅτι τὸ κακόν, φησίν, τοῦτο εἰργάσω, ὅτι τὴν ὀλέθριον συμβουλὴν ταύτην εἰσήγαγες, ὅτι τοσαύτῃ βασκανία ὑπηρετήσω, ὅτι οὕτω τὸν φθόνον ἠκόνησας κατὰ τοῦ δημιουργηθέντος ὑπ’ ἐμοῦ. «Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου· καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτὸς σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν».

Ϛ’. Σκόπει μοι ἐνταῦθα τάξιν καὶ ἀκολουθίαν φιλανθρωπίας πεπληρωμένην. Τὴν μὲν γὰρ ἐρώτησιν ποιούμενος ἀπὸ τοῦ ἀνδρὸς ἤρξατο, εἶτα μετῆλθεν ἐπὶ τὴν γυναῖκα. Καὶ ἐπειδὴ εἶπεν αὐτὴ τὸν αἴτιον αὐτῇ γεγενημένον, ἐλθὼν ἐπὶ τὸν ὄφιν, καὶ οὐκέτι αὐτὸν ἀποκρίσεως ἀξιώσας, τὴν τιμωρίαν ἐπάγει, καὶ τοιαύτην ὡς παντὶ τῷ χρόνῳ παρεκτείνεσθαι, καὶ διὰ τῆς ὄψεως διηνεκῆ διδάσκαλον γίνεσθαι τοῖς ἑξῆς ἅπασι, μηκέτι δέχεσθαι τὴν ὀλεθρίαν ἐκείνην συμβουλήν, μηδὲ ἀπατᾶσθαι τοῖς παρ’ ἐκείνου μηχανήμασιν. Ἀλλ’ ἴσως εἴποι τις ἂν καὶ εἰ ὁ διάβολος ἐνεργήσας διὰ τοῦ ὄφεως τὴν συμβουλὴν εἰσήγαγε, τίνος ἕνεκεν τὸ θηρίον τοσαύτην ὑπέμεινε τιμωρίαν; Καὶ τοῦτο τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ ἔργον γέγονε. Καθάπερ γὰρ πατὴρ φιλόστοργος τὸν ἀπεκτακότα τὸν υἱὸν τὸν ἑαυτοῦ τιμωρούμενος, καὶ τὴν μάχαιραν καὶ τὸ ξίφος, δι’ οὐ τὸν φόνον εἰργάσατο, διασπᾷ, καὶ εἰς πολλὰ κατατέμνει μέρη· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεός, ἐπειδὴ ὥσπερ μάχαιρά τις ὑπηρετήσατο τὸ θηρίον τοῦτο τῇ τοὐ διαβόλου πανουργία, ἐπάγει αὐτῷ διηνεκῆ τὴν τιμωρίαν, ἵνα διὰ τοῦ αἰσθητοῦ τούτου καὶ ὁρωμένου λογιζώμεθα ἐν ὅσῃ ἀτιμίᾳ κἀκεῖνος τυγχάνει. Εἰ γὰρ οὗτος ὁ καθάπερ ὄργανον ὑπηρετησάμενος τοσαύτης ἐπειράθη ἀγανακτήσεως, ποίαν εἰκὸς ἐκεῖνον δέξασθαι τιμωρίαν; Μᾶλλον δὲ καὶ τοῦτο ἤδη ἡμᾶς ἐδίδαξεν ὁ Χριστὸς διὰ τῶν θείων Εὐαγγελίων φάσκων πρὸς τοὺς ἐξ εὐωνύμων ἑστῶτας, «Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Ἐκείνῳ γὰρ πάλαι τοῦτο ἡτοίμασται, καὶ ἐκεῖνο τὸ ἄσβεστον πῦρ αὐτὸν ἐκδέχεται. Τὶ οὖν ἂν εἴη ἀθλιώτερον τῶν δι’ ἀμέλειαν τῆς οἰκείας σωτηρίας ἑαυτοὺς ἐκείνῃ τῇ τιμωρίᾳ καθιστώντων ὑπευθύνους τῇ ἐκείνῳ ἡτοιμασμένῃ; Ὅτι γὰρ ἡμῖν, εἰ βουληθείημεν ἀρετὴν ἐπιδείξασθαι, καὶ τοῖς παρὰ τοῦ Χριστοῦ τεθεῖσι νόμοις ἕπεσθαι, ἡ βασιλεία ἡτοίμασται, αὐτοῦ πάλιν ἄκουσον λέγοντος· «Δεῦτε οἱ . Εὐλογημένοι τοῦ Πατρὸς μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου». Εἶδες ἐκείνῳ μὲν τὸ ἄσβεστον πῦρ ἡτοιμασμένον, ἡμῖν δέ, εἰ μὴ ῥᾳθυμήσαιμεν, τὴν βασιλείαν; Ταῦτα τοίνυν ἐννοοῦντες καὶ βίου ἐπιμελώμεθα, καὶ τὴν κακίαν φεύγωμεν, καὶ μηδέποτε ἀπατώμεθα ταῖς τοῦ διαβόλου μηχαναῖς. Ἀλλ’, εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, πάλιν εἰς μέσον ἀγάγωμεν τὴν τιμωρίαν τὴν τῷ ὄφει ἐπαγομένην, ἳν’ οὕτω κατὰ μικρὸν εἰς τὸ τέλος τῆς δίκης φθάσαντες ἴδωμεν τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος. Εἰ γὰρ ἄνθρωποι δικαστὴν δρῶντες πολλάκις δημοσίᾳ καθήμενον, καὶ τὴν κατὰ τῶν καταδίκων ψῆφον ἐκφέροντα, διὰ πάσης ἡμέρας παραμένουσι, καὶ οὐκ ἀφίστανται μέχρις ἂν ἴδωσιν ἀναστάντα τὸν δικαστήν· πολλῷ μύλον ἡμᾶς νῦν προσήκει μετὰ πλείονος τῆς προθυμίας ἰδεῖν τὸν ἀγαθὸν Θεόν, πῶς μὲν τῷ ὄφει σφοδρὰν τὴν τ. Μωρίαν ἐπιτίθησιν, ἵνα διὰ τοῦ αἰσθητοῦ τούτου θηρίου, ᾧ ὥσπερ ὀργάνῳ ἐχρήσατο ὁ πονηρὸς δαίμων ἐκεῖνος, αἴσθησιν ἡμῖν παράσχῃ τῇς μελλούσης ἐκεῖνον τιμωρίας ἐκδέχεσθαι· πῶς δὲ μετὰ φειδοῦς σύμμετρον ἐπάγει καὶ τῇ γυναικὶ καὶ τῷ ἀνδρὶ τὴν ἐπιτίμησιν, νουθεσίαν μᾶλλον ἔχουσαν, ἣ κόλασιν· ἵνα ταῦτα πάντα μετὰ ἀκριβείας σκοπήσαντες θαυμάσωμεν τὴν τοῦ φιλανθρώπου Θεοῦ κηδεμονίαν, ἣν περὶ τὴν φύσιν ἐπιδείκνυται τὴν ἡμετέραν. Τὶ οὖν φησί; «Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντα τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς τῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτὸς σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν».

ζ’. Μεγάλη καὶ σφοδρὰ ἡ ἀγανάκτησις, ἐπειδὴ καὶ μεγάλη τῆς ἀπάτης ἡ ὑπερβολή, ἣν δι’ αὐτοῦ προσήγαγεν ὁ πονηρὸς διάβολος. «Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο». Ἐπειδή, φησί, τοιαύτῃ ὑπηρετήσω πανουργίᾳ, καὶ οὕτω τὴν ἀπάτην εἰς ἔργον ἤγαγες, ὀλεθρίαν συμβουλὴν εἰσαγαγών, καὶ τὸ δηλητήριον αὐτοῖς φάρμακον κεράσας· ἐπειδὴ τοῦτο εἰργάσω, καὶ τῆς ἐμῆς εὐνοίας ἐκβαλεῖν ἠβουλήθης τοὺς ὑπ’ ἐμοῦ δημιουργηθέντας, ὑπηρετησάμενος τῇ τοῦ πονηροῦ δαίμονος γνώμῃ, τοῦ διὰ τὴν βασκανίαν καὶ τὴν ὑπερβάλλουσαν ὑπερηφανίαν ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν κατενεχθέντος· διὰ τοῦτο, ἐπειδὴ ἐν τούτοις ὀργάνῳ σοὶ ἐχρήσατο, διηνεκῆ σοι τὴν τιμωρίαν ἐπιτίθημι, ἵνα διὰ τῶν εἰς σὲ γενομένων κἀκεῖνος εἰδέναι ἔχῃ οἵᾳ τιμωρίᾳ αὐτὸν ἐκδέχεται, καὶ οἱ ἑξῆς ἄνθρωποι παιδεύωνται. Μηκέτι ὑπάγεσθαι ταῖς τούτου συμβουλαῖς, μηδὲ τὴν ἀπάτην προσίεσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσωσι. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων, ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσω τῇ φρονήσει, ἀλλὰ τὸ προτέρημα, ὅπερ εἶχες ὑπὲρ ἅπαντα τὰ θηρία, τοῦτό σοι γέγονε τῶν κακῶν ἁπάντων αἴτιον. «Ὁ γὰρ ὄφις, φησίν, ἣν φρονιμώτατος πάντων τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς γενήσῃ». Ἀλλ’ ἐπειδὴ τὸ τῆς κατάρας οὐκ ἣν αἰσθητόν, οὐδὲ ὀφθαλμοῖς φαινόμενον, διὰ τοῦτο καὶ αἰσθητὴν αὐτῷ τιμωρίαν ἐπάγει, ἵνα διηνεκῶς πρὸ τῶν ὀφθαλμῶν ἔχωμεν ὁρᾷν τῇς τιμωρίας αὐτοῦ τὰ ὑπομνήματα. «Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου»· ἐπειδή, φησί, τῇ διαπλάσει οὐ δεόντως ἐχρήσω, ἀλλὰ καὶ εἰς ὁμιλίαν ἐλθεῖν ἐτόλμησας τῷ ὓπ’ ἐμοῦ δημιουργηθέντι λογικῷ ζῴῳ. Καθάπερ τοίνυν ὁ διάβολος ὁ ἐνεργήσας διὰ σοῦ, καὶ ὀργάνῳ σοὶ χρησάμενος, ἐπειδὴ ὑπὲρ τὴν οἰκείαν ἀξίαν ἐφρόνησεν, ἐκ τῶν οὐρανῶν κατηνέχθη· τὸν αὐτὸν δὴ τρόπον καὶ σὲ ἕτερον σχῆμα διαπλάσεως ἀναλαβεῖν προστάττω, καὶ ἐπὶ τῆς γῆς σύρεσθαι, καὶ ταύτην ἔχειν τροφήν, ὥστε μὴ ἐξεῖναί σοι λοιπὸν ἀνανεύειν ἄνω, ἀλλὰ διηνεκῶς ἐν ταύτῃ τυγχάνειν τῇ καταστάσει, καὶ παρὰ πάντα λοιπὰ τὰ θηρία τὴν γῆν σιτεῖσθαι· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ «Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς». Καὶ οὐδὲ τούτῳ ἀρκεσθήσομαι, τῷ ἐπὶ τῆς γῆς σύρεσθαί σε, ἀλλὰ καὶ ἔχθραν ἄσπονδόν σοι καταστῆσαι τὴν γυναῖκα· καὶ οὐκ αὐτὴν μόνην, ἀλλὰ καὶ τὸ σπέρμα αὐτῆς τῷ σπέρματί σου πολέμιον διηνεκῆ ἐργάσομαι. «Αὐτὸς σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν». Καὶ γὰρ τοσαύτην ἐκείνῳ μὲν παρέξω τὴν ἰσχύν, ὡς διηνεκῶς ἐπικεῖσθαι τῇ σῇ κεφαλῇ, σε δὲ τοῖς ἐκείνου ποσὶν ὑποκεῖσθαι. Ὅρα, ἀγαπητέ, διὰ τῆς κατὰ τοῦ θηρίου τούτου τιμωρίας, ὅσην ἡμῖν ἐνδείκνυται τὴν κηδεμονίαν, ἣν περὶ τὴν τῶν ἀνθρώπων φύσιν ἔχει. Καὶ ταῦτα μὲν περὶ τοῦ αἰσθητοῦ ὄφεως· ἔξεστι δὲ τῷ βουλομένῳ μετὰ τοῦτο τηρεῖν τῶν ἐγγεγραμμένων τὴν ἀκολουθίαν, καὶ εἰδέναι, ὅτι εἰ περὶ τοῦ αἰσθητοῦ ταῦτα εἴρηται, πολλῷ μᾶλλον ἐκλαμβάνειν τὰ εἰρημένα δεῖ καὶ περὶ τοῦ νοητοῦ ὄφεως. Καὶ γὰρ καὶ ἐκεῖνον ὑπὸ τοὺς πόδας ἡμῶν ταπεινώσας κατήνεγκε, καὶ ἡμᾶς ἐπικεῖσθαι αὐτοῦ τῇ κεφαλῇ πεποίηκεν. Ἣ οὐχὶ τοῦτο σημαίνει λέγων, «Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων»; Εἶτα ἵνα μὴ νομίσωμεν περὶ τῶν αἰσθητῶν θηρίων ταῦτα εἰρῆσθαι, ἐπήγαγε· «Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ». Εἴδετε καὶ ἐκ τῆς ἐπαχθείσης τῷ ὀργάνῳ τοῦ διαβόλου τιμωρίας τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν; Ἔλθωμεν πάλιν, εἰ δοκεῖ, ἐπὶ τὴν γυναῖκα. Ἐπειδὴ γὰρ οὗτος τὴν ἀπάτην εἰσήγαγε, διὰ τοῦτο οὗτος πρῶτος τὴν τιμωρίαν ἐδέξατο· καὶ ἐπειδὴ πρώτην τὴν γυναῖκα ἠπάτησε, καὶ τότε ἐκείνη τὸν ἄνδρα συγκατέσπασε, διὰ τοῦτο ἐκείνην πρῶτον τιμωρεῖται τιμωρίαν νουθεσίαν πολλὴν ἔχουσαν. Καὶ τῇ γυναικὶ εἶπε· «Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμὸν σου· ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφὴ σου, καὶ αὐτὸς σου κυριεύσει». Ὅρα Δεσπότου ἀγαθότητα, ὅσῃ κέχρηται τῇ ἡμερότητι μετὰ τὴν τοσαύτην παράβασιν. «Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμὸν σου». Ἐγὼ μὲν ἠβουλήθην, φησίν, ἀνώδυνον καὶ ἀταλαίπωρόν σε ἔχειν ζωήν, πάσης λύπης καὶ ἀθυμίας ἀπηλλαγμένην, καὶ πάσης ἡδονῆς πεπληρωμένην καὶ μηδενὸς αἰσθάνεσθαι τῶν σωματικῶν σῶμα περικειμένην· ἐπειδὴ δὲ οὐκ ἐχρήσω εἰς δέον τῇ τοσαύτῃ ἀνέσει, ἀλλ’ ἡ περιουσία τῶν ἀγαθῶν εἰς τοσαύτην σε ἀγνωμοσύνην ἤγαγε, διὰ τοῦτό σοι χαλινὸν ἐπιτίθημι, ὥστε μὴ ἐπὶ πλέον ἀποσκιρτῆσαι, καὶ λύπαις καὶ στεναγμοῖς σε καταδικάζω. «Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμὸν σου· ἐν λύπαις τέξῃ τέκνα». Τὴν ὑπόθεσιν, φησί, τῆς πολλῆς εὐφροσύνης. Καὶ τῶν τέκνων τὴν διαδοχὴν ἀπὸ λύπης ἄρχεσθαί σοι παρασκευάσω, ἵνα διηνεκῆ ἔχῃς καὶ αὐτὴ τὴν ὑπόμνησιν διὰ τῶν καθ’ ἕκαστον καιρὸν ὠδίνων, καὶ τῶν λυπηρῶν τῶν καθ’ ἑκάστην τικτομένων, πότον τῆς ἁμαρτίας ταύτης καὶ τῆς παρακοῆς τὸ μέγεθος, καὶ μὴ τοῦ χρόνου προϊόντος λήθῃ παραδῷς τὸ γεγενημένον, ἀλλ’ εἰδέναι ἔχῃς ὡς ἡ ἀπάτη τούτων σοι οὕτως γεγένηται. Διὰ τοῦτο «πληθύνων πληθυνῶ τἀς λύπας σου καὶ τὸν στεναγμὸν σου· ἐν λύπαις τέξῃ τέκνα». Τὰς ὠδῖνας ἐνταῦθα αἰνίττεται καὶ τὸν πολὺν κάματον ἐκεῖνον, ὃν ὑπομένειν ἀνάγκη, καθάπερ φορτίον ἐν μησὶ τοσούτοις τὸ βρέφος βαστάζουσαν, καὶ τὰς κατὰ μέρος φυομένας ἐντεῦθεν ἀλγηδόνας, καὶ τῶν μελῶν τὸν διασπασμόν, καὶ τὰς ὀδύνας ἐκείνας τὰς ἀφορήτους, ἃς ἐκεῖναι μοναὶ ἴσασιν αἱ διὰ τῆς πείρας ἐλθοῦσαι.

η’. Ἀλλ’ ὅμως τοσαύτην ὁ φιλάνθρωπος Θεὸς παρέσχε μετὰ τῶν λυπηρῶν τὴν παραμυθίαν, ὡς ἰσόῤῥοπον εἶναι τὴν διὰ τὸ τεχθὲν βρέφος εὐφροσύνην τῶν ὠδίνων ἐκείνων τῶν ἐν τοσούτοις μησὶ τὴν γαστέρα διακοπτουσῶν. Αἱ γὰρ τοσοῦτον πόνον ὑπομένουσαι, καὶ οὕτως ὑπὸ τῶν ἀλγηδόνων σπαραττόμεναι, καὶ ὡς εἰπεῖν πρὸς αὐτὴν τὴν ζωὴν ἀπαγορεύουσαι, μετὰ τὸ τεκεῖν καὶ τῆς ἀπὸ τῶν καμάτων εὐφροσύνης ἀπολαῦσαι, πάλιν ὥσπερ ἐπιλαθόμεναι τῶν γεγενημένων ἁπάντων ἑαυτὰς ἐκδιδόασι πρὸς τὴν τῶν τέκνων γονήν, τοῦ φιλανθρώπου Θεοῦ οὕτως οἰκονομήσαντος πρὸς σύστασιν τῆς τῶν ἀνθρώπων σωτηρίας. Ἡ γὰρ ἐλπὶς ἀεὶ τῶν μελλόντων ἀγαθῶν κούφως ποιεῖ φέρειν τὰ παρόντα λυπηρά. Καὶ τοῦτο ἴδοι τις ἂν καὶ τοὺς ἐμπόρους ὑπομένοντας, καὶ μακρὰ πελάγη διαπερῶντας, καὶ ναυαγίων ἀνεχομένους καὶ πειρατῶν, καὶ μετὰ τοὺς πολλοὺς κινδύνους ἐκείνους πολλάκις καὶ διαμαρτόντας τῆς προσδοκίας, καὶ μηδὲ οὕτως ἀποστάντας, ἀλλὰ πάλιν τῶν αὐτῶν ἁπτομένους. Τοῦτο καὶ ἐπὶ τῶν γηπόνων ἐστιν εἰπεῖν· καὶ γὰρ καὶ οὗτοι ὅτε βαθεῖαν αὔλακα ἀνατέμωσι, καὶ πολλὴν τὴν ἐπιμέλειαν τῆς γῆς ἐπιδείξωνται, καὶ δαψιλῆ τὰ σπέρματα καταβάλωσι, πολλάκις αὐχμοῦ γενομένου ἣ ἐπομβρίας, ἣ πρὸς αὐτῷ τῷ τέλει τῶν δραγμάτων ἐρυσίβης κατενεχθείσης. Τῆς ἐλπίδος διήμαρτον· ἀλλ’ οὐδὲ οὕτως ἀφίστανται, ἀλλὰ πάλιν τοῦ καιροῦ καταλαβόντος, ἅπτονται τῆς γεωργίας. Καὶ τοῦτο ἐφ’ ἑκάστου εὕροι τις ἂν ἐπιτηδεύματος γινόμενον. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ καὶ αὐτὴ πολλάκις μετὰ τοὺς πολλοὺς μῆνας ἐκείνους, μετὰ τὰς ὠδῖνας τὰς ἀφορήτους, μετὰ τὰς νύκτας τὰς ἀΰπνους, μετὰ τὸν τῶν μελῶν διασπασμόν, μικρὰς τινὸς περιστάσεως γενομένης, πρὸ τοῦ προσήκοντος καιροῦ τὸ βρέφος ὠθήσασα ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἣ μεμορφωμένον μέν, οὐκ ἄρτιον δέ, οὐδὲ ὑγιές, ἣ καὶ νεκρὸν πολλάκις, μόλις τὸν κίνδυνον διέφυγε, καὶ ὅμως ὥσπερ ἐπιλαθομένη τούτων ἁπάντων, τῶν αὐτῶν ἀνέχεται, καὶ τὰ αὐτὰ ὑπομένει. Καὶ τὶ λέγω τὰ αὐτά; Πολλάκις καὶ συναποθανεῖν τῷ τεχθέντι συνέβη, καὶ οὐδὲ τοῦτο τὰς λοιπὰς ἐσωφρόνισε καὶ ἀνέπεισε φυγεῖν τὸ πρᾶγμα· τοσαύτην ὁ Θεὸς ἐγκατέσπειρε τοῖς λυπηροῖς τὴν ἡδονὴν ὁμοῦ καὶ τὴν εὐφροσύνην. Διὰ τοῦτο ἔλεγε, «Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμὸν σου· ἓν λύπαις τέξῃ τέκνα». Τοῦτο τοίνυν καὶ ὁ Χριστὸς διαλεγόμενος τοῖς μαθηταῖς καὶ δεικνὺς καὶ τῆς ὀδύνης τὸ μέγεθος καὶ τῆς εὐφροσύνης τὴν ὑπερβολήν, ἔλεγεν· «Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὧρα αὐτῆς»· εἶτα παραστῆσαι ἡμῖν βουλόμενος ὅπως τὰ μὲν τῆς λύπης ἀθρόον ἑκποδὼν γίνεται, τὰ δὲ τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης διαδέχεται, φῇσίν· «Ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαράν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον». Εἶδες κηδεμονίαν ὑπερβάλλουσαν; Εἶδες τιμωρίαν νουθεσίας πεπληρωμένην; Ἐν λύπαις τέξῃ τέκνα. Εἶτα, «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφὴ σου, καὶ αὐτὸς σου κυριεύσει». Μονονουχὶ ἀπολογούμενος πρὸς τὴν γυναῖκα ὁ φιλάνθρωπος Θεὸς ταῦτά φησίν, ὅτι Ἐγὼ μὲν ἐξ ἀρχῆς ὁμότιμόν σε ἐδημιούργησα, καὶ τῆς αὐτῆς ἀξίας ἐν ἅπασιν αὐτῷ κοινωνεῖν ἠβουλήθην, καὶ ὥσπερ τῷ ἀνδρί, οὕτω καὶ σοὶ τὴν κατὰ πάντων ἀρχὴν ἐνεχείρισα· ἀλλ’ ἐπειδὴ οὐκ ἐχρήσω εἰς δέον τῇ ὁμοτιμίᾳ διὰ τοῦτό σε ὑποτάττω τῷ ἀνδρί, «Καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφὴ σου, καὶ αὐτὸς σου κυριεύσει». Ἐπειδὴ καταλιποῦσα τὸν ὁμότιμον, καὶ τὸν τῆς αὐτῆς σοὶ φύσεως κοινωνοῦντα, καὶ δι’ ὃν ἐδημιουργήθης, τῷ πονηρῷ θηρίῳ τῷ ὄφει εἰς ὁμιλίαν ἐλθεῖν ἠβουλήθης, καὶ τὴν παρ’ ἐκείνου δέξασθαι συμβουλήν· διὰ τοῦτό σε λοιπὸν τούτῳ ὑποτάττω, καὶ τοῦτόν σου κύριον ἀποφαίνω, ὥστε τὴν τούτου δεσποτείαν ἐπιγινώσκειν, καὶ ἐπειδὴ οὐκ ἔγνως ἄρχειν, μάθε καλῶς ἄρχεσθαι. «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφὴ σου, καὶ αὐτὸς σου κυριεύσει». Βέλτιόν σε ὑπὸ τοῦτον εἶναι, καὶ ὑπὸ τὴν τούτου δεσποτείαν τυγχάνειν, ἣ ἀδείας ἀπολαύουσαν καὶ ἐξουσίας κατὰ κρημνῶν φέρεσθαι. Ἐπεὶ καὶ ἵππῳ λυσιτελὲς ἂν γένοιτο χαλινὸν ἔχειν, καὶ εὔτακτα βαδίζειν, ἣ ἄνευ τούτου κατὰ κρημνῶν φέρεσθαι. Τὸ συμφέρον τοίνυν σκοπῶν τὸ σόν, πρὸς τοῦτόν σε ἔχειν τὴν ἀποστροφὴν βούλομαι, καὶ καθάπερ σῶμα κεφαλῇ ἕπεσθαι, καὶ τὴν δεσποτείαν μεθ’ ἡδονῆς ἐπιγινώσκειν. Οἶδα ὅτι ἀπεκάμετε πρὸς τὸ μῆκος τῶν εἰρημένων· ἀλλὰ διεγέρθητε μικρόν, παρακαλῶ, μὴ ἀτέλεστον τὴν δίκην καταλίπωμεν, μηδὲ ἀφέντες ἔτι τὸν δικαστὴν καθήμενον ἀναχωρήσωμεν· καὶ γὰρ πρὸς αὐτὸ τὸ τέλος λοιπὸν ἀπηντήκαμεν.

θ’. Ἴδωμεν τοίνυν τὶ μετὰ τὴν γυναῖκα πρὸς τὸν ἄνδρα φησί, καὶ ποίαν καὶ τούτῳ τιμωρίαν ἐπάγει. Τῷ δὲ Ἀδὰμ εἶπεν, «Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικὸς σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φάγῃ αὐτὴν πείσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ»· Μεγάλη καὶ ἄφατος καὶ ἐντεῦθεν δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τοῦ Δεσπότου κηδεμονία· ἀλλ’ ἀκούσωμεν ἀκριβῶς ἕκαστον τῶν εἰρημένων· «Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικὸς σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὐ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες». Ἐπειδὴ ἤκουσας, φησί, τῆς γυναικὸς σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, καὶ τῆς ἐμῆς ἐντολῆς προετίμησας τὴν παρ’ ἐκείνης συμβουλήν, καὶ οὐκ ἠβουλήθης τοῦ ξύλου τοῦ ἑνὸς τούτου μόνου ἀποσχέσθαι, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν (μὴ γὰρ πολλῶν σε ἀπέχεσθαι ἐκέλευσα;, Ἑνὸς μόνου, καὶ οὐδὲ τούτου ἠνέσχου, ἀλλ’ ἐπιλαθόμενος τῶν ἐμῶν ἐντολῶν ἐπείσθης τῇ γυναικί)· διὰ τοῦτο μαθήσῃ δι’ αὐτῶν τῶν ἔργων, ὅσον εἰργάσω κακόν.

Ἀκουέτωσαν ἄνδρες· ἀκουέτωσαν γυναῖκες· οἱ μέν, ἵνα μὴ ἀνέχωνται τῶν πονηρὰ συμβουλευουσῶν· αἱ δέ, ἵνα μὴ τοιαῦτα συμβουλεύωσιν. Εἰ γὰρ οὗτος ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν μεταγαγών, οὐδεμιᾶς ἠξιώθη συγγνώμης, ποίαν ἂν τις ἀπολογίαν σχοίη λέγων, ὅτι διὰ τὴν γυναῖκα τὸ καὶ τὸ ἥμαρτον, καὶ τὸ καὶ τὸ ἔπραξα; Διὰ τοῦτο γὰρ καὶ ὑπὸ τὴν δεσποτείαν γέγονε τὴν σήν, καὶ κύριος αὐτῆς ἀπεφάνθης, ἵνα ἐκείνη σοὶ κατακολουθῇ, καὶ μὴ ἡ κεφαλὴ τοῖς ποσὶν ἕπηται. Ἀλλ’ οὖν ἔστιν ἰδεῖν πολλάκις τὸ ἐναντίον συμβαῖνον, καὶ τὸν ἐν τάξει κεφαλῆς εἶναι ὀφείλοντα, οὐδὲ τῶν ποδῶν τὴν τάξιν ἐπέχοντα· καὶ τὴν ἐν τάξει ποδῶν οὖσαν, ταύτην ἐν τάξει κεφαλῆς καθισταμένην. Δι’ ὁ καὶ ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ταῦτα πάντα προορῶν ἐβόα· «Τὶ γὰρ οἶδας γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τὶ οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις»; Ἀλλ’ ὅμως καὶ ὁ ἀνὴρ πολλὴν τὴν φυλακὴν ἐπιδεικνύσθω, ὥστε τὰ ὀλέθρια συμβουλεύουσαν ἀποσείεσθαι, καίῃ γυνὴ ἔναυλον ἔχουσα τὴν τιμωρίαν ἣν ἐδέξατο ἡ Εὔα τὴν ὀλεθρίαν ἐκείνην συμβουλὴν εἰσαγαγοῦσα τῷ ἀνδρί. Μὴ τολμάτω τοιαῦτα συμβουλεύειν, μηδὲ μιμείσθω τὴν Εὔαν, ἀλλὰ τῷ ὑποδείγματι σωφρονιζέσθω κἀκεῖνα συμβουλευέτω. Ἃ καὶ αὐτὴν καὶ τὸν ἄνδρα πάσης ἀπαλλάξει κολάσεως καὶ τιμωρίας. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. «Τῷ δὲ Ἀδάμ, φησίν, εἶπεν ὁ Θεός· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικὸς σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου. Οὐ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἂπ’ αὐτοῦ ἔφαγες». Ἐπειδή, φησί, τοσαύτῃ ῥᾳθυμίᾳ ἐχρήσω περὶ τὴν φυλακὴν τῆς παρ’ ἐμοῦ δοθείσης ἐντολῆς, καὶ οὔτε ὁ φόβος, οὔτε τὸ προλαβόντα μὲ διαστείλασθαι τὰ μέλλοντα συμβήσεσθαι ὑμῖν ἀπὸ τῆς βρώσεως, ὠφέλησέ τι, ἀλλ’ εἰς τοσαύτην κακίαν ἐξώκειλας, ὡς μὴ δυνηθῆναι μηδὲ τοῦ ἑνὸς ἀποσχέσθαι ξύλου μετὰ τὴν τοσαύτην ἀπόλαυσιν· διὰ τοῦτο «Ἐπικατάρατος ἔσται ἡ γῆ ἐν τοῖς ἔργοις σου». Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς μὲν τὸν ὄφιν τιμωρεῖται, πῶς δὲ τὸ λογικὸν τοῦτο ζῶον. Ἐκείνῳ γὰρ φησίν, «Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς»; Ἐνταῦθα δὲ οὐχ οὕτως.· Ἀλλὰ τί; «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου». Καὶ εἰκότως. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον παρήχθη, ἵνα οὕτως ἀπολαύειν δύνηται τῶν ἐξ αὐτῆς ἀναδιδομένων, διὰ τοῦτο πάλιν διὰ τὸν ἄνθρωπον ἁμαρτόντα ταύτῃ τὴν κατάραν ἐπιτίθησιν· ἐπειδὴ ἡ εἰς αὐτὴν κατάρα πάλιν τοῦ ἀνθρώπου ἐλυμαίνετο τῇ ἀνέσει καὶ τῇ ἀδείᾳ, «Ἐπικατάρατος, φησίν, ἡ γῇ ἐν τοῖς ἔργοις σου». Εἶτα ἵνα μάθῃς τὶ ἐστιν, «Ἐπικατάρατος», ἐπήγαγεν, «Ἓν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου». Ὅρα ἑκάστην τιμωρίαν τῷ αἰῶνι παρεκτεινομένην, ἵνα μὴ μόνον αὐτοὶ κερδάνωσιν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες γίνεσθαι δι’ αὐτῶν τῶν πραγμάτων διδάσκωνται, πόθεν αὐτοῖς τὰ τῆς τιμωρίας ταύτης ἐπήχθη· «Ἓν λύπαις, φησί, φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου». Εἶτα ἀκριβέστερον διδάσκων τῆς κατάρας τὸ εἶδος, καὶ τῆς λύπης τὴν αἰτίαν, ἐπήγαγεν· «Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι»· Ἰδοὺ τῆς κατάρας τὰ ὑπομνήματα. Ἀκάνθας, φησίν, ἐκδώσει καὶ τριβόλους· ὥστε πολὺν τὸν πόνον τὴν ταλαιπωρίαν ἐργάσασθαι, καὶ μετὰ λύπης πάντα τὸν χρόνον διάγειν σε ποιήσω, ἵνα τοῦτο χαλινὸς σοι γένηται τοῦ μὴ ὑπὲρ ἀξίαν φαντάζεσθαι, ἀλλὰ διηνεκῶς ἔχῃς ἐννοεῖν τὴν σαυτοῦ οὐσίαν, καὶ μηδέποτε ἀνάσχῃ τοιαύτᾳ ἀπατηθῆναι. «Καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου»· Ὅρα πῶς ἀπεναντίας τῆς προτέρας διαγωγῆς τὰ μετὰ τὴν παρακοὴν ἅπαντα αὐτῷ ἐπῄχθη. Ἐγὼ μὲν γάρ, φησί, παραγαγὼν σε εἰς τόνδε τὸν κόσμον ἠβουλήθην ἄνευ λύπης καὶ μόχθων καὶ ταλαιπωρίας καὶ ἄνευ ἱδρώτων διάγειν σε, καὶ ἐν ἀπολαύσει εἶναι καὶ εὐημερίᾳ, καὶ μηδὲ ταῖς τοῦ σώματος ἀνάγκαις ὑποκεῖσθαι, ἀλλὰ πάντων τούτων ἀπηλλάχθαι, καὶ ἐν ἐλευθερίᾳ πάσῃ τυγχάνειν. Ἐπειδὴ δὲ οὐκ ὤνησέ σε ἡ τοσαύτη ἀδείᾳ, διὰ τοῦτο καὶ τὴν γῆν καταράσομαι, ὥστε μὴ ἄσπαρτά σοι καὶ ἀνήροτα, καθάπερ πρότερον, τὰ ἐξ αὐτῆς ἀναδιδόμενα παρέχειν, ἀλλὰ καὶ μετὰ πολλοῦ τοῦ πόνου, καὶ τοῦ μόχθου, καὶ τῆς ταλαιπωρίας, καὶ λύπαις σε διηνεκέσι καὶ ἀθυμίαις περιβαλῶ, καὶ μετὰ ἱδρώτων πάντα σε κατορθοῦν παρασκευάσω ἵνα τούτοις πιεζόμενος ἔχῃς διδασκαλίαν διηνεκῆ τοῦ μετριάζειν, καὶ τὴν ἑαυτοῦ φύσιν ἐπιγινώσκειν. Καὶ τοῦτο οὐ πρὸς ὀλίγον οὐδὲ πρὸς βραχὺν χρόνον ἔσται, ἀλλὰ παντὶ τῷ τῇς ζωῇς χρόνῳ παρεκταθήσεται. «Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ». Μέχρις ἐκείνου ταῦτα ὑπομενεῖς, ἕως ἂν τὸ τέλος τῆς ζωῆς σοι ἐπαχθήσεται, καὶ εἰς ἐκείνην διαλυθῇς, ἐξ ἧς καὶ ἐπλάσθης. Εἰ γὰρ καὶ σώματός σοι φύσιν ἐχαρισάμην διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν, ἀλλ’ αὐτὸ τὸ σῶμα ἀπὸ γῆς ὅν, γῆ πάλιν ἔσται. Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἵνα γὰρ μὴ ταῦτα γένηται, διὰ τοῦτο εἶπον, «Μὴ ἅψησθε τοῦ ξύλου, εἰπών, ὅτι ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε». Οὐ γὰρ ἐβουλόμην τοῦτο· ἀλλ’ ἐπειδὴ τὰ μὲν παρ’ ἐμοῦ ἅπαντα γεγένηται, σὺ δὲ σαυτῷ ταύτᾳ προεξένησας, ἐπὶ μηδένα ἕτερον τὴν αἰτίαν ἔπαγε, ἀλλὰ τῇ σαυτοῦ ῥᾳθυμίᾳ πᾶν ἐπίγραφε. Ἀλλὰ πάλιν ἡμῖν ἕτερον ζήτημα ἐντεῦθεν τίκτεται,ὅπερ, εἰ βούλεσθε, συντόμως διαλύσαντες τὸ τηνικαῦτα καταπαύσομεν τὸν λόγον. Εἶπε, φησίν, ὁ Θεός. «Ἧ ἂν ἡμέρᾳ φάγητε ἂπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε»· δείκνυνται δὲ ζήσαντες μετὰ τὴν παρακοήν, καὶ τῆς βρώσεως μετασχεῖν, πολλῶν ἐτῶν ἀριθμόν. Τοῦτο εἰ μὲν ἁπλῶς τοῖς ἐπιπολαίως ἐντυγχάνουσι τοῖς κειμένοις ἔχειν ζήτησίν τινα· εἰ δὲ τις εὐγνωμόνως · ἀκοὴν ὑπόσχοιτο, σαφὲς ἐστι τὸ εἰρημένον καὶ οὐδεμίαν τῷ προσέχοντι ζήτησιν ἔχον. Εἰ γὰρ καὶ πολὺν ἐτῶν χρόνον ἔζησαν, ἀλλ’ ὅμως ἀφ’ ἧς ἤκουσαν τό, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», καὶ τὴν ἀπόφασιν ἐδέξαντο τοῦ θανάτου, καὶ θνητοὶ γεγόνασι, καὶ ἐξ ἐκείνου ἂν τις εἶπεν αὐτοὺς τεθνηκέναι. Τοῦτο οὖν καὶ ἡ Γραφὴ αἰνιττομένη εἶπεν, ὅτι «Ἧ δ’ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε»· ἀντὶ τοῦ, Τὴν ἀπόφασιν δέξεσθε τοῦ θνητοὶ λοιπὸν εἶναι. Καθάπερ γὰρ ἐπὶ τῶν δικαστηρίων τῶν ἀνθρωπίνων, ἐπειδὰν ἀπόφασίν τις δεξάμενος τοῦ πάντως τὴν κεφαλὴν ἀποτμηθῆναι, εἶτα εἰς τὸ δεσμωτήριον ἐμβληθῇ, κἂν ἐπὶ πολὺν χρόνον διαμένῃ, οὐδὲν ἄμεινον τῶν νεκρῶν καὶ τεθνηκότων διάξει, τῇ ἀποφάσει τεθνηκώς· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι, ἐξ ἐκείνης τῆς ἡμέρας, ἐξ ἧς τὴν ἀπόφασιν ἐδέξαντο τῆς θνητότητος, εἰ καὶ πολὺν διήρκεσαν χρόνον, ἀλλὰ τῇ ἀποφάσει τεθνήκασιν. Οἶδα ὅτι πολλὰ τὰ εἰρημένα καὶ εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη τὰ τῆς διδασκαλίας· διὸ ἐπειδὴ τῇ τοῦ τοῦ χάριτι κατὰ δύναμιν ἡμετέραν ἅπαντα εἰς μέσον ὑμῖν προθέντες τέλος ἐπεθήκαμεν τοῖς ἀναγνωσθεῖσι, συστείλωμεν ἐνταῦθα τὸν λόγον.

ι’. Ἐνῆν μὲν γὰρ καὶ ἕτερα προσθέντας δεῖξαι πάλιν καὶ ταύτην αὐτὴν τὴν τιμωρίαν τὴν ἐπαχθεῖσαν, καὶ τὸ θνητοὺς γενέσθαι πολλὴν ἔχουσαν ἄβυσσον φιλανθρωπίας· ἀλλὰ ἵνα μὴ τῷ πολλῷ πλήθει καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, φέρε, παρακαλέσωμεν ὑμᾶς ἐντεῦθεν ἐξελθόντας μὴ εἰς ἀνονήτους συλλόγους ἑαυτοὺς ἐκδιδόναι, μηδὲ εἰς φλυαρίας ἀκαίρους, ἀλλὰ καθ’ ἑαυτοὺς συνιέντας μετ’ ἀλλήλων συλλέγειν τὰ εἰρημένα, καὶ εἰς ὑπόμνησιν ἑαυτοὺς ἄγειν, τὶ μὲν ὁ δικαστὴς ἀπεκρίνατο, ι δὲ οἱ ὑπεύθυνοι ἀπελογήσαντο, καὶ πῶς ὁ μὲν ἐπ’ κείνην τὴν αἰτίαν μετήγαγεν, ἐκείνη δὲ ἐπὶ τὸν ὄφιν, καὶ πῶς καὶ τοῦτον ἐτιμωρήσατο, καὶ ὅτι διηνεκῆ καὶ ᾧ παντὶ αἰῶνι συμπαρεκτεινομένην αὐτῷ τὴν τιμωρίαν ἐπήγαγε, καὶ σφοδρὰν τὴν κατ’ αὐτοῦ ἀγανάκτησιν ἐποιήσατο, καὶ διὰ τούτου δεικνὺς τὴν πρὸς τοὺς ἀπατηθέντας κηδεμονίαν. Δι’ ὧν γὰρ τὸν ἀπατήσαντα οὕτως ἠμύνατο, δῆλον ὅτι εἰς τοὺς πάνυ αὐτῷ περισπουδάστους τὴν ἀπάτην εἰργάσατο. Εἶτα ἐντεῦθεν μνημονεύσατε τοῦ ἐπιτιμίου τῆς γυναικός, καὶ τῆς κολάσεως τῆς ἐπαχθείσης αὐτῇ, μᾶλλον δὲ τῆς νουθεσίας, καὶ οὕτω τὰ πρὸς τὸν Ἀδὰμ εἰρημένα μνημονεύσαντες, καὶ τῆς ἀποφάσεως εἰς ἔννοιαν ἐλθόντες, «Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», ἐντεῦθεν ἐκπλάγητε τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ὅτι ἡμᾶς τοὺς ἐκ τῆς γῆς ὄντας, καὶ εἰς γῆν διαλυομένους, εἰ βουληθείημεν ἀρετὴν μετελθεῖν, καὶ κακίαν φυγεῖν, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιοῦν ἐπηγγείλατο τῶν ἡτοιμασμένων τοῖς ἠγαπηκόσιν αὐτόν, «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». Χάριν τοίνυν πολλὴν ὀφείλομεν ἡμῶν ὁμολογεῖν τῷ Δεσπότῃ ὑπὲρ τῶν τηλικούτων εὐεργεσιῶν, καὶ μηδέποτε λήθῃ ταύτᾳ παραπέμπειν, ἀλλὰ διὰ τῶν ἀγαθῶν ἔργων καὶ τῆς πολλῆς τῶν φαύλων ἀποφυγῆς, τοῦτον ἐξιλεωσώμεθα καὶ εὐμενῆ ἡμῖν καταστήσωμεν, Πῶς γὰρ οὐ πάσης τοῦτο ἀγνωμοσύνης δεῖγμα, εἰ αὐτὸς μέν, Θεὸς ὣν καὶ ἀθάνατος, τὴν φύσιν ἀναλαβέσθαι τὴν θνητὴν ἡμῶν καὶ γήϊνον οὐσίαν οὐ παρῃτήσατο, καὶ τῆς ἀρχαίας νεκρώσεως ἀπαλλάξαι, καὶ ὑπὲρ τὸν οὐρανὸν ταύτην ἀναβιβάσαι, καὶ τῇ πατρικῇ συνεδρίᾳ τιμῆσαι, καὶ ὑπὸ πάσης τῆς οὐρανίας στρατιᾶς προσκυνεῖσθαι καταξιῶσαι, ἡμεῖς δὲ τὰ ἐναντία τούτῳ ἀνταμεῖψαι οὐ κατῃδέσθημεν, ἀλλὰ καὶ τὴν ἀθάνατον ψυχήν, ὡς ἂν τις εἴποι, τῇ σαρκὶ προσκολλήσαντες, γήϊνον αὐτὴν καὶ νεκρὰν καὶ ἀνενέργητον γενέσθαι κατεσκευάσαμεν; Μή, παρακαλῶ, μὴ οὕτως ἀγνώμονες ὦμεν περὶ τὸν τοσαῦτα ἡμᾶς εὐηργετηκότα, ἀλλὰ τοῖς αὐτοῦ νόμοις ἑπόμενοι, τὰ αὐτῷ δοκοῦντα καὶ εὐάρεστα ὄντα διαπραττώμεθα, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἀξίους ἡμᾶς ἀναδείξῃ· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ἸΗ’. «Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωή, ὅτι αὐτὴ μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδᾴμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν».
Προηγούμενο: Ὁμιλία ΙΓ’. Εἰς τὴν παράδοσιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν οἱ δύο γυμνοί, ὃ τε Ἀδάμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος