Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΙΘ’. Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.
Προηγούμενο: Ὁμιλία ΙΖ’. Καὶ ἤκουσαν τῆς φωνῆς τοῦ Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ἸΗ’. «Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωή, ὅτι αὐτὴ μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδᾴμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν».

α’. Εἴδετε χθὲς Δικαστοῦ φιλανθρωπίαν; Εἴδετε ἐξέτασιν ἀγαθότητος γέμουσαν; Εἴδετε τιμωριῶν διαφοράν; Πῶς μὲν ὁ διὰ τῆς ἀπάτης ὑποσκελίσας ἐτιμωρήθη, πῶς δὲ ἡ τοῖς ὑποσκελισθεῖσιν ἐπαχθεῖσα τιμωρία πολλὴν δείκνυσι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν; Εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις τὸ παραστῆναι τῷ δικαστηρίῳ, καὶ ἰδεῖν ὅπως προεχώρησεν ἡ ἐξέτασις; Ἔγνωμεν γάρ, ὅσων τε καὶ ἡλίκων ἀγαθῶν ἑαυτοὺς ἀπεστέρησαν ὃ τε Ἀδάμ, ἣ τε Εὔα, διὰ τῆς παραβάσεως τῆς δοθείσης ἐντολῆς, γυμνωθέντες τῆς δόξης ἐκείνης τῆς ἀφάτου, καὶ τῆς ζωῆς τῆς οὐδὲν ἔλαττον σχεδὸν ὁ ἐχούσης τῶν ἀγγέλων. Εἴδομεν τὴν ἀνεξικακίαν τοῦ Δεσπότου, ἐπαιδεύθημεν ὅσον κακὸν ἐστι ῥᾳθυμία, καὶ ὅπως καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἐργάζεται, καὶ ἐν πολλῇ καθίστησι τῇ αἰσχύνῃ. Διό, παρακαλῶ, νήφωμεν, καὶ τὰ ἐκείνων πτώματα ἡμῖν γενέσθω φάρμακα, καὶ ἡ ἐκείνων ῥᾳθυμία ἡμῖν γενέσθω ἀσφαλείας ὑπόθεσις· ἐπειδὴ καὶ μείζων ἡ τιμωρία τοῖς εἰς τὸ ἑξῆς τὰ αὐτὰ πλημμελοῦσιν, ὅσῳ μηδὲ τοῖς ὑποδείγμασι σωφρονέστεροι γενέσθαι ἠβουλήθησαν. Οὐδὲ γὰρ οἱ μετὰ ταῦτα τὰ αὐτὰ τοῖς προτέροις ἁμαρτάνοντες τὴν αὐτὴν εἰσπράττονται δίκην. Καὶ τοῦτο συντόμως μαθεῖν ἔξεστιν ἀπὸ τοῦ σοφοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ μακαρίου Παύλου φημί, λέγοντος· «Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐννόμως ἥμαρτον, διὰ νόμου κριθήσονται». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐ τὴν αὐτὴν δώσουσι δίκην οἱ πρὸ τοῦ νόμου, καὶ οἱ μετὰ τὸν νόμον, ἀλλὰ βαρυτέρας ὑποστήσονται τιμωρίας οἱ μετὰ τὴν τοῦ νόμου δόσιν ἁμαρτάνοντες. «Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται»· τουτέστιν, ἡμερωτέραν αὐτοῖς ποιεῖ τὴν τιμωρίαν τὸ μὴ ἔχειν τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν τε καὶ βοήθειαν. «Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται». Οὗτοι δέ, φησίν, ἐπειδὴ καὶ τὸν νόμον ἔσχον διδάσκαλον, καὶ οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλὰ τὰ αὐτὰ ἐκείνοις ἥμαρτον, μείζονα καὶ τὴν δίκην τίσουσι. Ἀλλ’ ἀκούσωμεν καὶ τῶν σήμερον ἀναγνωσθέντων. «Καὶ ἐκάλεσε, φησίν, Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστι ζωή, ὅτι αὐτὴ μήτηρ πάντων τῶν ζώντων»· Ὅρα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐδὲ τοῦτο παρῆκεν, ἀλλ’ ἐδίδαξεν ἡμᾶς, ὅτι καὶ τῇ γυναικὶ προσηγορίαν ὁ Ἀδὰμ ἐπέθηκεν. Ἐκάλεσε, γάρ, φησί, τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωή, ὅτι αὐτὴ μήτηρ πάντων τῶν ζῶν τῶν· τουτέστιν, αὕτη ἀρχὴ ἐστι πάντων τῶν ἐξ αὐτῆς ἐσομένων, καὶ ῥίζα καὶ θεμέλιος τῆς μετὰ ταῦτα γενεάς. Εἶτα μετὰ τὸ διδάξαι ἡμᾶς τὴν ἐπιτεθεῖσαν τῇ γυναικὶ προσηγορίαν, πάλιν δείκνυσιν ἡμῖν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅπως οὐ περιορᾷ ἐν τοσαύτῃ αἰσχύνῃ καὶ γυμνότητι τοὺς ὑπ’ αὐτοῦ δημιουργηθέντας. «Καὶ ἐποίησε, φησί, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς». Καθάπερ γὰρ πατὴρ εὔσπλαγχνος παῖδα ἔχων εὐγενῆ, καὶ μετὰ πάσης ἐπιμελείας ἀνατρεφόμενον, καὶ τρυφῆς ἁπάσης ἀπολαύοντα, καὶ ἑστίᾳ λαμπρᾷ κεχρημένον, καὶ σηρικὰ ἱμάτια περιβεβλημένον, καὶ μετὰ ἀδείας τῇ περιουσίᾳ καὶ τῷ πλούτῳ κεχρημένον τῷ πατρικῷ, ὁρῶν ὕστερον ἀπὸ τῆς ἀνέσεως ταύτης τῆς πολλῆς εἰς κρημνὸν κακίας ἐξοκείλαντα, πάντων ἐκείνων ἀποστερήσας καὶ τῇ ἑαυτοῦ ἐξουσίᾳ ὑποτάξας, καὶ τῆς ἐσθῆτος γυμνώσας, ἱμάτιον εὐτελὲς αὐτῷ πολλάκις καὶ δουλικὸν περιτίθησιν, ὥστε μὴ πάντη γυμνὸν εἶναι καὶ ἀσχημονεῖν· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Θεός, ἐπειδὴ ἀναξίους ἑαυτοὺς κατέστησαν τοῦ λαμπροῦ ἐκείνου καὶ φαιδροῦ ἐνδύματος, τοῦ περιστέλλοντος αὐτούς, καὶ παρασκευάζοντος ἀνωτέρους εἶναι τῶν σωματικῶν ἀναγκῶν, γυμνώσας αὐτοὺς τῆς δόξης ἐκείνης ἁπάσης, καὶ τῆς ἀπολαύσεως, ἧς πρότερον μετεῖχον, πρὶν ἢ πεσεῖν τὸ πτῶμα τοῦτο τὸ χαλεπόν, πολὺν περὶ αὐτοὺς τὸν οἶκτον ἐπιδεικνύμενος, καὶ ἐλεῶν αὐτοὺς τῆς ἐκπτώσεως, καὶ ὁρῶν πολλὴν τὴν ἀσχημοσύνην περιβεβλημένους, καὶ οὐκ εἰδότας, ὃ τὶ καὶ πράξουσι, πρὸς τὸ μὴ γυμνοὺς εἶναι καὶ ἐνασχημονεῖν, χιτῶνας αὐτοῖς ἐργάζεται δερματίνους καὶ ἀμφιέννυσι. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα· ἐπειδὰν γὰρ εὕρῃ τοὺς αὐτῷ πειθομένους, διὰ τῆς βραχείας ἡδονῆς ὑποσκελίσας, καὶ εἰς αὐτὸν τῆς κακίας τὸν βυθὸν καταγαγών, καὶ πάσης αἰσχύνης καὶ ἀτιμίας πληρώσας, ἀφίησι κεῖσθαι κάτω, ἐλεεινὸν θέαμα τοῖς ὁρῶσιν. Ἀλλ’ ὁ τῶν ἡμετέρων ψυχῶν κηδεμών, ὁρῶν αὐτοὺς ἐν ἀμηχανίᾳ πολλῇ, οὐδὲ οὕτω περιιδεῖν ἀνέχεται, ἀλλὰ σκέπην αὐτοῖς ἐπινοεῖ, διὰ τῆς εὐτελείας τοῦ ἐνδύματος δεικνὺς αὐτοῖς οἵων ἑαυτοὺς κατέστησαν ἀξίους ἐνδυμάτων.

«Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τυ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς». Ὅρα πόση τῆς θείας Γραφῆς ἡ συγκατάβασις. Ἀλλ’ ὅπερ πολλάκις εἶπον, καὶ νῦν λέγω· θεοπρεπῶς ἅπαντα νοῶμεν, καὶ τό, «Ἐποίησεν», ἀντὶ τοῦ, προσέταξεν, νοῶμεν. Ἐκέλευσε χιτῶνας δερματίνους αὐτοὺς περιβαλέσθαι ὑπόμνημα διηνεκὲς τῆς παρακοῆς.

β’. Ἀκουέτωσαν οἱ πλουτοῦντες, οἱ ἐντρυφῶντες τοῖς τῶν σκωλήκων νήμασι, καὶ τὰ σηρικὰ περιβαλλόμενοι, καὶ μανθανέτωσαν πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παιδεύων τὴν ἀνθρωπίνην φύσιν ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ διὰ τὴν παράβασιν τῷ ἐπιτιμίῳ τοῦ θανάτου γέγονεν ὑπεύθυνος ὁ πρωτόπλαστος, ἐχρῆν δὲ ἱμάτιον αὐτῷ περιτεθῆναι τὸ τὴν αἰσχύνην καλύπτον, δερματίνους αὐτοῖς ἐποίησε χιτῶνας, διδάσκων ἡμᾶς φεύγειν τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, καὶ μὴ τὸν ἀνειμένον καὶ βλακείας γέμοντα μεταδιώκειν, ἀλλὰ τὸν αὐστηρὸν μᾶλλον ἀσπάζεσθαι. Ἀλλ’ ἴσως ἀχθόμενοι πρὸς τὰ λεγόμενα οἱ πλουτοῦντες ἐροῦσι· Τὶ οὖν; Δερματίνους ἡμᾶς χιτῶνας κελεύεις περιβαλέσθαι; Οὐ τοῦτο λέγω· οὐδὲ γὰρ ἐκεῖνοι εἰς τὸ διηνεκὲς ἐκείνοις τοῖς χιτῶσιν ἐκέχρηντο· ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἀεὶ ταῖς προλαβούσαις εὐεργεσίαις ἑτέρας προστίθησιν. Ἐπειδὴ τὴν λοιπὸν ὑπευθύνους ἑαυτοὺς κατέστησαν ταῖς σωματικαῖς ἀνάγκαις, τῆς ἀπαθείας ἐκείνης καὶ τῆς ἀγγελικῆς διαγωγῆς ἀποστερηθέντες,μετὰ ταῦτα ᾠκονόμησεν, ἀπὸ τῶν ἐρίων τῶν προβάτων τὰ ἐνδύματα τοῖς ἀνθρώποις κατασκευάζεσθαι, οὐδενὸς ἑταίρου ἕνεκεν, ἢ ὥστε σκέπην γενέσθαι, καὶ μὴ τὸ λογικὸν τοῦτο ζῶον κατὰ τὸ αὐτὸ τοῖς ἀλόγοις ἐν γυμνότητι καὶ ἀσχημοσύνη διάγειν. Ἡ τοίνυν τῶν ἱματίων περιβολὴ ὑπόμνησις ἡμῖν γενέσθω διηνεκὴς τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, καὶ τῆς τιμωρίας διδασκαλία, ἣν διὰ τὴν παρακοὴν τὸ τῶν ἀνθρώπων γένος ἐδέξατο. Λεγέτωσαν τοίνυν ἡμῖν οἱ τοσαύτῃ κεχρημένοι τῇ φαντασίᾳ, ὡς μηδὲ εἰδέναι λοιπὸν τὰ ἀπὸ τοῦ ἐρίου τῶν προβάτων ἐνδύματα, Ἀλλὰ τὰ Συρικὰ περιβαλλόμενοι καὶ εἰς τοσοῦτον ἐξοκείλαντες μανίας, ὡς καὶ χρυσίον συνυφαίνειν τοῖς ἐνδύμασι· μάλιστα γὰρ τὸ τῶν γυναικῶν γένος ταύτην ἡμῖν ἐπιδείκνυται τὴν βλακείαν· τίνος γὰρ ἕνεκεν, εἰπὲ μοι, τούτοις τὸ σῶμα καλλωπίζεις, καὶ χαίρεις τῇ ἐντεῦθεν περιβολῇ, καὶ οὐκ ἐννοεῖς ὅτι ἀντὶ μεγίστης τιμωρίας διὰ τὴν παράβασιν ἡ σκέπη αὕτη ἐπενοήθη; Διὰ τὶ γὰρ μὴ ἀκούεις Παύλου λέγοντος· «Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα»; Ὁρᾷς ὅτι ἑνὸς μόνον δεῖ φροντίζειν; Τοῦ μὴ γυμνὸν εἶναι τὸ σῶμα, τοῦ σκέπεσθαι μηκέτι δὲ καὶ περὶ διαφορᾶς ἐσθῆτος φροντίδα ποιεῖσθαι; Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν ἔλθωμεν· «Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἰς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καἰ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τῇ χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη». Ὅρα πάλιν Θεοῦ συγκατάβασιν. «Καὶ εἶπε, φησί, Κύριος ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν». Εἶδες πόση τῆς λέξεως ἡ ταπείνωσις; Ταῦτα δὲ ἅπαντα θεοπρεπῶς νοῶμεν. Βούλεται γὰρ ἐνταῦθα διὰ τῶν ῥημάτων τούτων τῆς ἀπάτης ἡμᾶς ὑπομνῆσαι, ἣν ἠπατήθησαν ὑπὸ τοῦ διαβόλου διὰ τοῦ ὄφεως. Ἐπειδὴ γὰρ ἔλεγεν ἐκεῖνος, ὅτι Ἐὰν φάγητε, ἔσεσθε ὡς θεοί, καὶ ἰσοθεΐας ἐλπίδι τῆς βρώσεως κατετόλμησαν· διὰ τοῦτο καὶ ὁ Θεὸς πάλιν ἐντρέψαι αὐτοὺς βουλόμενος, αἴσθησιν ἀγαγεῖν τῶν ἐπταισμένων, καὶ τῆς παρακοῆς τὸ μέγεθος δεῖξαι, καὶ τῆς ἀπάτης τὴν ὑπερβολήν, φησίν· «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν». Μεγάλη τοῦ ῥήματος ἡ ἐντροπή, καθικέσθαι δυναμένη τοῦ παραβάντος. Διὰ τοῦτο, φησί, κατεφρόνησας τῆς ἐντολῆς τῆς ἐμῆς ἰσοθεΐαν φαντασθείς; Ἰδοὺ γέγονας ὅ προσεδόκησας· μᾶλλον δὲ οὐχ ὃ προσεδόκησας, ἀλλ’ ὅπερ ἧς ἄξιος γενέσθαι. «Ἰδού, φησί, γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν». Τοῦτο γὰρ ὁ ἀπατεὼν διάβολος αὐτοῖς ἔλεγε διὰ τοῦ ὄφεως ὅτι «Διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ νῦν μὴ ποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα». Ὅρα μοι ἐνταῦθα φιλανθρωπίαν Δεσπότου. Δεῖ γὰρ μετὰ ἀκριβείας διερευνῆσαι τὸ εἰρημένον, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ τῶν ἐν τῷ βάθει τούτῳ κεκρυμμένων. Ἡνίκα τὴν ἐντολὴν ἐδίδου τῷ Ἀδὰμ ὁ Θεός, οὐδενὸς ἑτέρου ἀποσχέσθαι αὐτὸν προσέταξεν, ἣ μόνον τοῦ ξύλου, οὗ τῆς βρώσεως κατατολμήσας τὸ ἐπιτίμιον τοῦ θανάτου ἐδέξατο· ὅπερ ἐντελλόμενος αὐτῷ ὥρισεν, εἰ παραβαίη, περὶ τοῦ τῆς ζωῆς ξύλου οὐδὲν διαστειλάμενος. Ἐπειδὴ γάρ, ὡς ἡγοῦμαι καὶ ἐστι συνιδεῖν, ἀθάνατον ν ἐδημιούργησεν, ἐξῆν αὐτῷ, εἴπερ ἐβούλετο, μετὰ ἄλλων καὶ ἐκείνου μεταλαμβάνειν, δυναμένου διηνεκῆ τὴν ζωὴν αὐτῷ προξενεῖν· διόπερ οὐδεμίαν ἐντολὴν περὶ ἐκείνου δέχεται.

γ’. Εἰ δὲ τις βούλοιτο περίεργος ὣν ζητεῖν, διὰ τὶ ξύλον ζωῆς ἐκαλεῖτο, μανθανέτω μὴ πάντα μετὰ ἀκριβείας τοῖς οἰκείοις λογισμοῖς ἀκολουθοῦντα δύνασθαι τὸν ἄνθρωπον τὰ τοῦ Θεοῦ ἔργα κατοπτεύειν. Ἔδοξε γὰρ τῷ Δεσπότῃ, ἵνα γυμνασίαν ἔχῃ ὑπακοῆς καὶ παρακοῆς ὁ ὑπ’ αὐτοῦ δημιουργηθεῖς ἄνθρωπος ἐν τῷ παραδείσῳ διάγων, τὰ δύο ταῦτα ξύλα ἐκεῖ ἀναδεῖξαι, τὸ μὲν τῆς ζωῆς, τὸ δέ, ὡς εἰπεῖν, τοῦ θανάτου. Ἡ γὰρ τούτου βρῶσις καὶ ἡ παράβασις τῆς ἐντολῆς τὸν θάνατον αὐτῷ ἐπήγαγεν. Ἐπεὶ οὖν τούτου μετασχὼν θνητὸς γέγονε, καὶ ταῖς τοῦ σώματος ἀνάγκαις λοιπὸν ὑπεύθυνος, καὶ ἀρχὴν δὲ τῆς ἁμαρτίας ἢ εἴσοδος, δι’ ἦν καὶ ὁ θάνατος ὑπὸ τοῦ Δεσπότου συμφερόντως ᾠκονομήθη, οὐκέτι λοιπὸν ἀφίησιν ἐν τῷ παραδείσῳ τὸν Ἀδάμ, ἀλλ’ ἐξελθεῖν ἐκεῖθεν προστάττει, δεικνύς, ὅτι δι’ οὐδὲν ἕτερον τοῦτο ποιεῖ, ἢ διὰ τὴν φιλανθρωπίαν τὴν περὶ αὐτόν. Καὶ ἵνα μάθωμεν ἀκριβῶς, ἀναγκαῖον αὐτὰ πάλιν ἀναγνῶναι τὰ ῥήματα τῆς θείας Γραφῆς. «Καὶ νῦν, φησί, μὴ ποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ λάθῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα». Ἐπειδὴ γάρ, φησί, πολλῆς ἀκρασίας δείγματα παρέσχε διὰ τῆς ἤδη δοθείσης ἐντολῆς, καὶ θνητὸς γέγονεν, ἵνα μὴ πάλιν, φησί, κατατολμήσῃ καὶ τούτου τοῦ ξύλου ἐφάψασθαι τοῦ τὴν ζωὴν παρέχοντος τὴν διηνεκῆ, καὶ μέλλῃ ἀθάνατα ἁμαρτάνειν, βέλτιον αὐτὸν ἐντεῦθεν ἔξω βληθῆναι ὥστε κηδεμονίας μᾶλλον ἦν ἣ ἀγανακτήσεως ἡ ἐκβολὴ τοῦ παραδείσου. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος τιμωρούμενος οὐκ ἔλαττον ἣ εὐεργετῶν τὴν περὶ μᾶς κηδεμονίαν ἐνδείκνυται, καὶ τὴν τιμωρίαν δὲ ἕνεκεν νουθεσίας ἡμῖν ἐπάγει. Ὡς εἴγε ᾔδει ἡμᾶς μὴ χείρους γενομένους τῷ ἀτιμωρητὶ ἁμαρτάνειν, οὐκ ἂν οὐδὲ ἐτιμωρήσατο· ἀλλὰ προαναστέλλων ἡμῶν τὴν ἐπὶ τὸ χεῖρον πρόοδον, καὶ τὴν πονηρίαν ἐκκόπτων τὴν ἐπὶ τὸ πρόσω, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος τιμωρεῖται· ὃ δὴ καὶ νῦν πεποίηκε. Κηδόμενος γὰρ τοῦ πρωτοπλάστου, ἐκβληθῆναι τοῦ παραδείσου αὐτὸν προσέταξε. «Καὶ ἐξαπέστειλεν αὐτόν, φησί, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη». Ὅρα μοι πάλιν ἐνταῦθα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. «Ἐξαπέστειλεν αὐτόν, φησί, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη». Ἰδοὺ τὰς ἀποφάσεις αὐτοῦ εἰς ἔργον ἄγει, καὶ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐξαγαγὼν ἐργάζεσθαι τὴν γῆν αὐτὸν ποιεῖ, ἐξ ἧς ἐλήφθη. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐξ ἧς ἐλήφθη· ἀλλ’ ἵνα διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ τῇς ταπεινοφροσύνης τὴν ἐργασίαν, καὶ εἰδέναι ἔχῃ ὡς ἐκεῖθεν αὐτῷ ἡ σύστασις, καὶ ἡ οὐσία τοῦ σώματος ἐκ τῆς γῆς ἐξ ἀρχῆς γεγένηται· ἐκείνην, φησίν, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς καὶ αὐτὸς συνέστη. Τοῦτο γὰρ καὶ ἐν τῇ ἀποφάσει ἔλεγεν, «Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου». Τὸ αὐτὸ τοίνυν καὶ νῦν λέγει διὰ τοῦ εἰπεῖν, «Ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη». Εἶτα, ἵνα μάθωμεν πόσῳ διαστήματι αὐτὸν ἀπῴκισε τοῦ παραδείσου, καὶ τοῦτο διδάσκει ἡμᾶς ἡ θεῖα Γραφὴ λέγουσα· «Καὶ ἐξέβαλε Κύριος ὁ Θεὸς τὸν Ἀδάμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς».

Σκόπει πῶς ἕκαστον τῶν γινομένων ὑπὸ τοῦ κοινοῦ Δεσπότου φιλανθρωπίας ὑπόθεσις ἦν, καὶ ἕκαστον τιμωρίας εἶδος ἀγαθότητος γέμει πολλῆς. Οὐ γὰρ τὸ ἐκβαλεῖν μόνον φιλανθρωπίας καὶ ἀγαθότητος ἦν· ἀλλὰ καὶ τὸ ἀπέναντι τοῦ παραδείσου ἐγκατοικίσαι αὐτόν, ἵνα ἀδιάλειπτον ὀδύνην ἔχῃ, κᾆθ’ ἑκάστην ἡμέραν ἀναλογιζόμενος, οἵων ἐκπεπτωκὼς εἰς οἵαν ἑαυτὸν κατάστασιν ἤγαγε. Ἀλλ’ ὅμως εἰ καὶ ὀδύνην ἀφόρητον ἡ θέα εἶχεν, ἀλλ’ οὐ μικρὰς ὠφελείας ὑπόθεσίς ἐστι, καὶ πρὸς τὸ ἑξῆς ἀσφάλεια τῷ ὀδυνωμένῳ ἡ συνεχὴς θέα ἐγίνετο, πρὸς τὸ μὴ τοῖς αὐτοῖς πάλιν αὐτὸν περιπεσεῖν. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον τῆς ἀνθρωπίνης φύσεως τοιοῦτον τὸ ἔθος· ἐπειδὰν γὰρ ἐν ἀπολαύσει τῶν ἀγαθῶν ὄντες μὴ εἰδῶμεν αὐτοῖς κεχρῆσθαι δεόντως, τῇ στερήσει τούτων σωφρονιζόμεθα, καὶ τότε διὰ τῆς πείρας μαθόντες αἴσθησιν λαμβάνομεν τῆς οἰκείας ῥᾳθυμίας, καὶ οὕτω διὰ τῆς τῶν πραγμάτων μεταβολῆς διδασκόμεθα τίνων μὲν ἐξεπέσαμεν, τισὶ δὲ κακοῖς ἑαυτοὺς περιεπείραμεν. Ὥστε καὶ τὸ πλησίον καὶ ἀπέναντι τοῦ παραδείσου προστάξαι κατοικεῖν τὸν ἐκεῖθεν ἐκπεπτωκότα μεγίστης κηδεμονίας σημεῖον ἦν, ἵνα καὶ τὴν ἐκ τῆς θέας ὑπόμνησιν ἔχῃ, καὶ τοῦ ἐντεῦθεν κέρδους ἀπολαύῃ, καὶ μηδὲ ἐπιθυμίαν τῆς φιλοζωίας ἔχων, καὶ ἔξω τυγχάνων, κατατολμήσῃ τῇς τοῦ ξύλου βρώσεως. Ὡς γὰρ πρὸς τὴν ἀνθρωπίνην ἀσθένειαν συγκαταβαίνουσα ἅπαντα διαλέγεται ἡμῖν ἡ θεία Γραφή. «Καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς». Ἡ ῥᾳθυμία αὐτοῖς, ἣν ἤδη περὶ τὴν δοθεῖσαν ἐντολὴν ἐπεδείξαντο, αἴτιον γέγονε τοῦ μετὰ τοσαύτης ἀσφαλείας ἀποτειχισθῆναι αὐτοῖς τὴν εἴσοδον. Ἐννόησον γὰρ μοι ὅτι οὐδὲ τῇ ἀπέναντι τοῦ παραδείσου οἰκήσει ἠρκέσθη ὁ φιλάνθρωπος, ἀλλ’ ἔταξε τὰς δυνάμεις ταύτας τὰ Χερουβίμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τὴν ἐκεῖσε εἰσάγουσαν. Οὐχ ἁπλῶς δὲ προσέθηκε, Τὴν στρεφομένην, ἀλλ’ ἵνα διδάξῃ ἡμᾶς, ὅτι πᾶσα ὁδὸς αὐτῷ ἀποτετείχιστο, τῆς ῥομφαίας ἐκείνης διὰ τοῦ στρέφεσθαι πάσας τὰς ἐκεῖ φερούσας ὁδοὺς ἀποφραττούσης, καὶ διηνεκῆ τὸν φόβον αὐτῷ καὶ τὴν ὑπόμνησιν παρέχειν δυναμένης.

δ’. «Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ». Σκόπει πότε τοῦτο ἐγένετο. Μετὰ τὴν παρακοήν, μετὰ τὴν ἔκπτωσιν τὴν ἐκ τοῦ παραδείσου, τότε τὰ τῆς συνουσίας ἀρχὴν λαμβάνει. Πρὸ γὰρ τῆς παρακοῆς ἀγγελικὸν ἐμιμοῦντο βίον, καὶ οὐδαμοῦ συνουσίας λόγος. Πῶς γάρ, ὁπότε οὐδὲ ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπέκειντο; Ὥστε ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τὰ τῆς παρθενίας ἀρχὴν ἐλάμβανεν· ἀλλ’ ἐπειδὴ ἐπεισῆλθε διὰ ῥᾳθυμίαν ἡ παρακοή, καὶ εἴσοδον ἔσχε τὰ τῆς ἁμαρτίας, ἐκείνη μὲν ἄπεπτη, ἅτε δὴ ἀναξίων αὐτῶν γενομένων τοῦ τοσούτου μεγέθους τῶν ἀγαθῶν· ἐπεισῆλθε δὲ λοιπὸν ὁ τῆς συνουσίας νόμος. Ἐννόησόν μοι τοίνυν, ἀγαπητέ, ὅσον τῆς παρθενίας τὸ ἀξίωμα, ὅπως ὑψηλὸν τι ἐστι καὶ μέγα χρῆμα, καὶ ὑπεραναβαῖνον τὴν φύσιν τὴν ἀνθρωπίνην, καί τῆς ἄνωθεν δεόμενον χειρός. Ὅτι γὰρ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυνται δυνάμεων οἱ τὴν παρθενίαν προθύμως ἑλόμενοι, ἄκουε τοῦ Χριστοῦ λέγοντος τοῖς Σαδδουκαίοις· ἐπειδὴ γὰρ τὸν περὶ τῆς ἀναστάσεως κινοῦντες λόγον πυνθάνεσθαι ἐβούλοντο λέγοντες· «Διδάσκαλε, ἦσαν παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί, καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, μὴ ἔχων τέκνα, καὶ ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· καὶ ὁ δεύτερος ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ τρίτος, καὶ ὁ τέταρτος, καὶ ὁ πέμπτος, καὶ ὁ ἐκτός, καὶ ὁ ἕβδομος. Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν». Τὶ οὖν ὁ Χριστὸς πρὸς αὐτούς; «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι». Εἶδες πῶς ἐν γῇ βαδίζοντες, καὶ σώματι συμπεπλεγμένοι τὴν ἀγγελικὴν μιμοῦνται διαγωγὴν οἱ τὸν τῆς παρθενίας κλῆρον ἀναδεξάμενοι διὰ τὸν τοῦ Χριστοῦ πόθον; Ὅσῳ γὰρ μέγα καὶ ὑψηλὸν τὸ πρᾶγμα, τοσούτῳ μᾶλλον δὲ καὶ πολλῷ μείζους οἱ στέφανοι, καὶ αἱ ἀντιδόσεις, καὶ τὰ ἐπηγγελμένα ἀγαθὰ τοῖς μετ’ αὐτῆς καὶ τὴν τῶν ἀγαθῶν πράξεων ἐργασίαν ἐπιδειξαμένοις. «Ἀδὰμ δέ, φησίν, ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν». Ἐπειδὴ ἐπῆλθεν ἡ ἁμαρτία διὰ τῆς παρακοῆς, καὶ ἡ ἀπόφασις θνητοὺς αὐτοὺς εἰργάσατο, λοιπὸν ὁ εὐμήχανος Θεὸς κατὰ τὴν ἑαυτοῦ σοφίαν τὴν διαμονὴν τοῦ τῶν ἀνθρώπων γένους οἰκονομῶν, συνεχώρησε διὰ τῆς συνουσίας αὐξηθῆναι τὸ γένος. «Καὶ εἶπεν, Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ». Ὅρα πῶς τὸ γενόμενον ἐπιτίμιον σωφρονεστέραν εἰργάσατο τὴν γυναῖκα. Τὸ γὰρ τεχθὲν παιδίον οὐ τῇ φύσει, ἀλλὰ τῷ Θεῷ λογίζεται, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται. Εἶδες πῶς ἡ τιμωρία νουθεσίας ὑπόθεσις αὐτοῖς γέγονεν; «Ἐκτησάμην γάρ, φησίν, ἄνθρωπον διὰ τοῦ Θεοῦ». Οὐχ ἡ φύσις, φησί, τὸ παιδίον μοι ἐχαρίσατο, ἀλλ’ ἡ ἄνωθεν χάρις δεδώρηται. Καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Ἐπειδὴ εὐγνώμων γέγονεν ἐπὶ τῷ τεχθέντι, καὶ ἐπέγνω τὴν προτέραν εὐεργεσίαν, ἐπέτυχε καὶ τῆς δευτέρας. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἐπὶ τοῖς προλαβοῦσι τὴν ἑαυτῶν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καί τὸν εὐεργέτην ἐπιγνῶμεν, ἐπιδαψιλεύεται τὰς ἑαυτοῦ δωρεάς. Καὶ αὕτη τοίνυν ἐπειδὴ τῷ Θεῷ τὸν τόκον ἐλογίσατο, διὰ τοῦτο καὶ ἕτερον λαμβάνει παιδίον. Μεγίστη γὰρ ἦν λοιπὸν παραμυθία τῆς θνητότητος ἐπεισέλθῃς ἡ τῶν παίδων διαδοχή. Διὰ τοι τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς εὐθέως καί ἐξ ἀρχῆς τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως ὑποτεμνόμενος, καὶ τοῦ θανάτου τὸ φοβερὸν προσωπεῖον περιαιρῶν, τὴν τῶν παίδων διαδοχὴν ἐχαρίσατο, ὡς ἂν εἴποι τις, εἰκόνα ἀναστάσεως ἐντεῦθεν ὑποφαίνων ἀντὶ τῶν πιπτόντων ἑτέρους ἀνίστασθαι οἰκονομῶν. «Καὶ ἐγένετο, φησίν, Ἄβελ ποιμὴν προβάτων· Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν». Ἐδίδαξεν ἡμᾶς ἡ θεῖα Γραφὴ ἑκάστου τῶν τεχθέντων τὰ ἐπιτηδεύματα· καὶ ὅτι ὁ μὲν τὴν ποιμαντικὴν εἵλετο, ὁ δὲ τὴν γῆν εἰργάζετο. «Καὶ ἐγένετο μεθ’ ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ». Σκόπει πῶς τῷ συνειδότι τὴν γνῶσιν ἐναπέθετο τῆς φύσεως ὁ Δημιουργός. Τις γάρ, εἰπὲ μοι, τοῦτον ὡδήγησε πρὸς τὴν τοιαύτην ἔννοιαν; Οὐδεὶς ἕτερος, ἀλλ’ ἡ ἐν τῷ συνειδότι γνῶσις. «Ἤνεγκε, φησίν, ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ». ᾜδει γὰρ καὶ ἠπίστατο, ὅτι προσήκει καθάπερ Δεσπότῃ ἐκ τῶν οἰκείων κτημάτων προσάγειν τι τῶν γενῶν· οὐκ ἐπειδὴ ὁ Θεὸς τούτων δεῖται, ἀλλ’ ἵνα τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται αὐτὸς τῆς τοιαύτης εὐεργεσίας ἀπολαύων. Ἀνενδεὴς γὰρ ὁ Θεὸς καὶ οὐδενὸς χρῄζει τῶν παρ’ ἡμῖν· διὰ δὲ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν συγκαταβαίνων ἡμῖν, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν ἀνέχεται ταῦτα γίνεσθαι, ἵνα διδασκαλεῖον ἀρετῆς εἴη τῇ τῶν ἀνθρώπων φύσει ἡ ἐπίγνωσις τοῦ Δεσπότου. Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τὸν πρωτοτόκων τῶν προβάτων αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ προοιμιαζόμενος ἐν ἀρχῇ τοῦ λόγου ἐδίδασκον ὑμῶν τὴν ἀγάπην, ὅτι διαφορὰν προσώπων οὐκ οἶδεν ὁ Δεσπότης ὁ ἡμέτερος, ἀλλὰ ἐκ προαιρέσεως ἐξετάζων τὴν γνώμην στέφανοι. Ἰδοὺ γοῦν καὶ νῦν τοῦτο σκόπει γεγενημένον.

Προσέχωμεν τοίνυν μετὰ ἀκριβείας, ἀγαπητοί, τῷ εἰρημένῳ καὶ ἴδωμεν τὶ μὲν περὶ τοῦ Κάϊν διηγεῖται ἡ Γραφή, τὶ δὲ περὶ τοῦ Ἄβελ, καὶ μὴ ἁπλῶς παραδράμωμεν. Οὐδὲν γὰρ ἁπλῶς καὶ ὡς ἔτυχεν φθέγγεται ἡ θεῖα Γραφὴ ἀλλὰ κἂν συλλαβὴ τυγχάνῃ, κἂν κεραία μία, ἔχει τινὰ ἐγκεκρυμμένα θησαυρόν· τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά. Τὶ οὖν φησί; «Καὶ ἐγένετο μεθ’ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ, καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν».

ε’. Τοῖς ὀξύτερον ἐπιβάλλειν δυναμένοις ἤδη καὶ ἐκ τῆς ἀναγνώσεως δῆλόν ἐστι τὸ εἰρημένον. Ἀλλ’ ἐπειδὴ προσήκει ἡμᾶς πάντων κοινῶς ποιεῖσθαι τὴν πρόνοιαν (οὐ γὰρ οἶδε διαφορὰν ἡ πνευματικὴ διδασκαλία), φέρε σαφέστερον ὑμῖν ἐκκαλύψωμεν τὰ εἰρημένα, πάλιν τὰ αὐτὰ ἐπαναλαμβάνοντες. «Κάϊν, φησίν, ἤνεγκεν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ»· εἶτα βουλομένη καὶ περὶ τοῦ Ἄβελ διδάξαι ἡμᾶς ἡ θεῖα Γραφὴ φησίν, ὅτι καὶ αὐτὸς ἀπὸ τοῦ ἐπιτηδεύματος αὐτοῦ, καὶ ἐκ τῆς ποιμαντικῆς τὴν θυσίαν προσήνεγκε. «Ἤνεγκε γάρ, φησί, καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν». Σκόπει πῶς ἡμῖν αἰνίττεται τὸ φιλόθεον τούτου τῆς γνώμης, καὶ ὅτι οὐχ ἁπλῶς ἀπὸ τῶν προβάτων προσήνεγκεν, ἀλλ’ «Ἀπὸ τῶν πρωτοτόκων», τουτέστιν ἀπὸ τῶν τιμίων, τῶν ἐξαιρέτων· εἶτα καὶ ἐξ αὐτῶν τούτων τῶν πρωτοτόκων πάλιν τὰ τιμιώτερα· «Καὶ ἀπὸ τῶν στεάτων, φησίν, αὐτῶν, τῶν εὐπαθεστέρων, τῶν τιμιωτέρων». Ἐπὶ δὲ τοῦ Κάϊν οὐδὲν τοιοῦτον ἐπεσημάνατο· ἀλλ’ ὅτι προσήνεγκεν «Ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν»· ὡς ἂν εἴποι τις, τὰ τυχόντα, οὐδεμίαν σπουδὴν ι οὐδὲ ἀκρίβειαν ἐπιδειξάμενος. Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι, οὐκ ἐπειδὴ ὁ Θεὸς τῶν παρ’ ἡμῶν δεῖται, ἀνέχεται τῶν προσαγομένων, ἀλλὰ βούλεται καὶ διὰ τούτων δείκνυσθαι τὴν ἡμετέραν εὐγνωμοσύνην. Τὸν γὰρ Θεῷ προσάγοντα, καὶ ἐκ τῶν αὐτοῦ προσάγοντα, καὶ ἐννοοῦντα τὸ μέσον τῆς φύσεως, καὶ ὅτι ἄνθρωπος τοσαύτης ἀξιοῦται τῆς τιμῆς, ἐχρῆν κατὰ τὸ ἐγχωροῦν τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυσθαι, καὶ τὰ τιμιωτέρα προσάγειν. Ἀλλ’ ὅρα μοι, ἀγαπητέ. Καὶ ἐντεῦθεν ἔχων ἀφορμὰς πρὸς τὸ συνιδεῖν τὸ δέον, εἰκότως εὐθύνας δίδωσι διὰ ῥᾳθυμίαν τὴν οἰκείαν προδιδοὺς σωτηρίαν. Οὔτε γὰρ ἐκεῖνός τινα ἔσχε τὸν διδάσκοντα, οὔτε οὗτός τινα τὸν ὑποτιθέμενον καὶ συμβουλεύοντα, ἀλλ’ ἕκαστος ἐκ τῆς τοῦ συνειδότος διδασκαλίας, καὶ τῆς ἄνωθεν σοφίας τῷ τῶν ἀνθρώπων γένει χορηγηθείσης κινούμενος ὥρμησεν ἐπὶ τὴν τοιαύτην προσαγωγήν· ἀλλ’ ἡ διαφορὰ τῆς γνώμης λοιπὸν καὶ τῆς προαιρέσεως ἡ ῥᾳθυμία τοῦ μὲν εὐπρόσδεκτον ἐποίησε τὴν προσαγωγήν, τοῦ δὲ ἀπόβλητον. «Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ». Ὅρα πῶς πληροῦται ἐνταῦθα τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον, ὅτι ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Ἰδοὺ γὰρ καὶ ἀπὸ τῶν πρωτοτοκίων ἔχων προτέρημα, καὶ πρῶτος δῆθεν προσενεγκών, ἐπειδὴ μὴ δεόντως προσήνεγκεν, ἐλάττων ὤφθη τοῦ ἀδελφοῦ. Ἀμφοτέρων γὰρ προσενεγκάντων, φησὶν ἡ θεῖα Γραφή. «Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ». Τὶ ἐστι, Καὶ ἐπεῖδεν; Ἀντὶ τοῦ, ἀπεδέξατο, ἐπῄνεσε τὴν γνώμην, ἐστεφάνωσε τὴν προαίρεσιν, ἠρκέσθη, ὡς ἂν εἴποι τις, τῷ γεγονότι. Εἰ γὰρ καὶ περὶ Θεοῦ φθεγγόμεθα, καὶ περὶ τῆς ἀκηράτου φύσεως ἐκείνης τολμῶμεν διᾶραι στόμα, ἀλλ’ ἄνθρωποι ὄντες οὐκ ἄλλως δυνηθείημεν ταῦτα ἢ διὰ τῆς γλώττης νοεῖν. Σκόπει δὲ τὸ θαυμαστόν. «Ἐπεῖδεν, φησίν, ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ». Τὴν τῶν προβάτων προσαγωγὴν δῶρα ἐκάλεσε διὰ τὸ τίμιον, διὰ τὸ ἐξαίρετον, διὰ τὸ ἄμωμον τῶν προσενεχθέντων. Ἐπεῖδε τοίνυν ἐπ’ αὐτόν, ὅτι ὑγιεῖ γνώμῃ τὴν προσαγωγὴν ἐποιήσατο, καὶ ἐπὶ τὰ δῶρα τὰ προσενεχθέντα, οὐχ ὅτι ἀκηλίδωτα μόνον, ἀλλ’ ὅτι πανταχόθεν τίμια φαινόμενα, ἀπὸ τε τῆς γνώμης τοῦ προσάγοντος, ἀπὸ τε τοῦ πρωτότοκα εἶναι, ἰαὶ τούτων τὰ ἐξαίρετα, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, καὶ αὐτῶν τούτων τὰ βέλτιστα. «Καὶ ἐπεῖδε, φησίν, ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν». Ἐπειδὴ ὀρθῇ · νώμη καὶ εἰλικρινεῖ διανοίᾳ προσήνεγκεν ὁ Ἄβελ, Ἐπεῖδε, φησίν, ὁ Θεός, τουτέστιν, ἐδέξατο, ἠρέσθη, ἐπῄνεσε· δῶρα δὲ ἐκάλεσε τὰ προσενεχθέντα, τιμῶν καὶ διὰ τούτου τοῦ προσενέγκαντος τὴν γνώμην. «Ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε». Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Τῷ εἰπεῖν, «Οὐ προσέσχεν», ἔδειξε τὴν ἀποβολὴν τῶν προσενεχθέντων, καὶ τῷ θυσίας καλέσαι τὰ ἀπὸ τῆς γῆς προσενεχθέντα, πάλιν ἕτερον ἡμᾶς τι διδάσκει. Ὅρα γὰρ πῶς δείκνυσι δι’ αὐτῶν τῶν γεγενημένων καὶ διὰ τῶν ῥημάτων, ὅτι ταῦτα ἅπαντα βούλεται παρ’ ἡμῶν ὁ Δεσπότης γίνεσθαι, ἵνα τὰ τῆς γνώμης ἡμῶν διὰ τῶν ὑφ’ ἡμῶν πραττομένων δῆλα καθιστᾶται, καὶ ἵνα εἰδέναι ἔχωμεν, ὅτι ὑπὸ Δεσπότην ἐσμὲν καὶ δημιουργὸν τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα. Τὰ γὰρ πρόβατα δῶρα ὀνομάσασα ἡ θεῖα Γραφή, καὶ τὰ ἀπὸ τῆς γῆς θυσίας προσειποῦσα, παιδεύει ἡμᾶς, ὅτι οὔτε ἡ τῶν ἀλόγων προσκομιδή, οὔτε ἡ τῶν ἀπὸ τῆς γῆς καρπῶν προσαγωγὴ ζητεῖται παρὰ τῷ Δεσπότῃ. Ἀλλ’ ἡ τῆς γνώμης διάθεσις μόνον. Ὅθεν καὶ νῦν ὁ μὲν ἀπ’ αὐτῆς ἀποδεκτὸς γέγονε μετὰ τοῦ δώρου· ὁ δὲ πάλιν διὰ ταύτην ἀπεβλήθη μετὰ τῆς θυσίας. Τὸ δέ, «Ἐπεῖδεν ἐπὶ Ἄβελ,καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε», θεοπρεπῶς νοῶμεν. Βούλεται γὰρ εἰπεῖν, ὅτι τοιαύτην αὐτοῖς γνῶσιν ἐνέθηκεν, ὅτι τοῦ μὲν ἠρέσθη τῇ προαιρέσει, τοῦ δὲ ἀπεσείσατο τὴν ἀγνωμοσύνην. Ἀλλὰ τὰ μὲν παρὰ τοῦ Θεοῦ τοιαῦτα· ἴδωμεν δὲ λοιπὸν τὰ ἑξῆς. «Καὶ ἐλύπησε, φησί, τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ». Τὶ ἐστι, «Καὶ ἐλύπησε τὸν Κάϊν λίαν»; Διπλῆ τὰ τῆς λύπης αὐτῷ γέγονεν, οὐχ ὅτι αὐτὸς μόνος ἀπόβλητος γέγονεν, ἀλλ’ ὅτι καὶ τὸ τοῦ ἀδελφοῦ δῶρον προσεδέχθη. «Καὶ ἐλύπησε, φησί, τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ». Τὶ ἐλύπησεν αὐτόν; Ἀμφότερα αὐτὸν ἐλύπησε, καὶ τὸ μὴ προσχεῖν τῇ θυσίᾳ αὐτοῦ τὸν Δεσπότην, καὶ τὸ εὐπρόσδεκτον γενέσθαι τὸ τοῦ ἀδελφοῦ δῶρον. Δέον οὖν τὴν αἰτίαν συνειδότα ἐξ αὐτῶν τῶν γεγενημένων διορθώσασθαι τὸ πλημμεληθὲν· φιλάνθρωπος γὰρ ὣν ὁ Δεσπότης ὁ ἡμέτερος, ἐπειδὰν τὶ πλημμελήσωμεν, οὐχ οὕτως ἡμᾶς ἀποστρέφεται διὰ τὸ πλημμεληθέν, ὡς ἐπειδὰν ἐπιμείνωμεν τῷ πλημμελήματι· ὁ δὲ λόγον οὐδένα τούτου ποιεῖται.

Ϛ’. Καὶ ἵνα τοῦτο μάθῃς ἀκριβῷς, καὶ ἴδῃς ἄφατον μέγεθος φιλανθρωπίας, σκόπει ἐκ τῶν νῦν γινομένων τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολήν, καὶ τῆς ἀνεξικακίας τὸ μέγεθος. Ἐπειδὴ γὰρ εἶδεν ἀμέτρως αὐτὸν λυπηθέντα, καί, ὡς εἰπεῖν, μέλλοντα καταβαπτίζεσθαι ὑπὸ τῶν τῆς λύπης κυμάτων, οὐ περιορᾷ, ἀλλ’ ἣν ἐπεδείξατο φιλανθρωπίαν περὶ τὸν τούτου πατέρα, ἀφορμὰς αὐτῷ διδοὺς ἀπολογίας, καὶ παῤῥησίας αὐτῷ θύραν ἀνοίγων καὶ λέγων, «Ποῦ εἶ»; Μετὰ τὸ χαλεπὸν ἐκεῖνο παράπτωμα, τὴν αὐτὴν καὶ νῦν ἐπιδείκνυται περὶ τὸν οὕτως ἀγνώμονα γεγονότα, καὶ ὡσανεὶ μέλλοντα κατὰ κρημνῶν φέρεσθαι, χεῖρα ὀρέγων, καὶ πρόφασιν παρασχεῖν βουλόμενος τοῦ διορθώσασθαι τὸ πλημμέλημα, φησὶ πρὸς αὐτόν· «Ἵνα τὶ περίλυπος ἐγένου; Καὶ ἵνα τὶ συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; Ἡσύχασον. Πρὸς σε ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ». Σκόπει μοι, ἀγαπητέ, συγκατάβασιν κηδεμονίας ἄφατον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν πολιορκούμενον, ὡς εἰπεῖν, ὑπὸ τοῦ τῆς βασκανίας πάθους, ὅρα πῶς τὴν οἰκείαν ἀγαθότητα μιμούμενος κατάλληλα αὐτῷ τᾷ φάρμακα ἐπιτίθησιν, ὥστε ταχέως αὐτὸν ἀνιμήσασθαι, καὶ μὴ ὑποβρύχιον γενέσθαι. «Ἶνά τὶ περίλυπος ἐγένου; Καὶ ἵνα τὶ συνέπεσε τὸ πρόσωπόν σου»; Τίνος ἕνεκεν, φησί, τοσαύτῃ λύπῃ κατεσχέθης, ὡς καὶ διὰ τοῦ προσώπου δεικνύναι τῆς ἀθυμίας τὸ μέγεθος; Ἵνα τὶ συνέπεσε τὸ πρόσωπόν σου; Διὰ τὶ οὕτω σου ἥψατο τὸ γεγενημένον; τίνος ἕνεκεν οὐκ ἀφ’ ἑαυτοῦ συνεῖδες τὸ δέον; Μὴ γὰρ ἀνθρώπῳ προσέφερες παραλογισθῆναι δυναμένῳ; Οὐκ ᾔδεις ὅτι οὐχὶ τῶν προσαγομένων ἐδεόμην, ἀλλὰ τῆς τῶν προσαγόντων ὑγιοῦς γνώμης; «Ἵνα τὶ περίλυπος ἐγένου; Καὶ ἵνα τὶ συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς ἥμαρτες»; Τὸ μὲν γὰρ εἰς ἔννοιαν ἐλθεῖν τοῦ προσενεγκεῖν ἐπαινετόν, τὸ δὲ μὴ ὀρθῶς διελεῖν, τοῦτο τὴν ἀποβολὴν εἰργάσατο τοῦ προσενεχθέντος. Ἔδει γὰρ Θεῷ προσάγοντα πολλὴν ἐπιδείξασθαι περὶ τὴν διαίρεσιν τὴν ἀκρίβειαν, καὶ ὅσον ἐστὶ τὸ μέσον τοῦ δεχομένου καὶ τοῦ προσάγοντος, τοσαύτην ποιήσασθαι καὶ ἐν τῇ διαιρέσει τὴν διαφοράν. Ἀλλὰ τούτων οὐδὲν ἐννοήσας οὐ ἁπλῶς τὰ τυχόντα προσήγαγες. Διὰ τοῦτο οὐδὲ δεκτὰ γενέσθαι ἠδυνήθη. Ὥσπερ γὰρ ἡ σὴ γνώμη, μεθ’ ἧς τὴν προσαγωγὴν ἐποιήσω, οὐδὲν τὸ μέσον λογισάμενος, ἀποβληθῆναι ἐποίησε τὴν παρὰ σου προσενεχθεῖσαν θυσίαν· οὕτως ἡ τοῦ ἀδελφοῦ γνώμη ὀρθὴ τε τυγχάνουσα, καὶ πολλὴν ἐπιδειξαμένη ἐν τῇ διαιρέσει τὴν ἀκρίβειαν, εὐπρόσδεκτα αὐτοῦ τὰ δῶρα πεποίηκεν. Ὅμως οὐδὲ οὕτω δίκην ἀπαιτῶ τοῦ πλημμελήματος, ἀλλὰ δείκνυμι μόνον τὸ ἁμαρτηθέν, καὶ συμβουλὴν εἰσάγω σοι, ἣν εἰ βουληθείης δέξασθαι, καὶ τὸ ἁμαρτηθὲν διορθώσῃ, καὶ χείροσιν οὐ περιβαλεῖς σαυτὸν κακοῖς. Τὶ οὖν; Ἥμαρτες, καὶ μέγα ἥμαρτες, ἀλλ’ οὐ κολάζω διὰ τὸ ἁμαρτηθέν· φιλάνθρωπος γὰρ εἰμι, καὶ «Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ αὐτόν». Ἐπεὶ οὖν ἥμαρτες, «Ἡσύχασον», γαλήνην ἔργασαί σου τοῖς λογισμοῖς, καὶ ἀπαλλάγηθι τῆς τῶν κυμάτων σφοδρότητος, τῶν πολιορκούντων σου τὴν διάνοιαν, κατάστειλον τὴν ταραχήν, μὴ τῷ προλαβόντι ἁμαρτήματι ἕτερον χαλεπώτερον προσθῇς, μηδὲ βουλεύσῃ μηδὲν τῶν ἀνηκέστων. Μὴ αἰχμάλωτον σαυτὸν ἐκδῷς τῷ πονηρῷ δαίμονι.· Ἥμαρτες, ἡσύχασον». Ἤδη καὶ ἐκ προοιμίων τὴν μέλλουσαν ἐπιχείρησιν κατὰ τοῦ ἀδελφοῦ γίνεσθαι, καὶ διὰ τούτων αὐτὴν προαναστέλλει τῶν ῥημάτων. Ἐπειδὴ γὰρ ὡς Θεὸς καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει τῇς καρδίας αὐτοῦ τὰ κινήματα, τῇ πολλῇ παραινέσει καὶ τῇ τῶν ῥημάτων συγκαταβάσει κατάλληλον αὐτῷ τὴν ἰατρείαν εἰσφέρει, τὰ παρ’ ἑαυτοῦ ἅπαντα πληρῶν, εἰ καὶ οὗτος τὸ φάρμακον ἀπωσάμενος εἰς τὸ τῆς ἀδελφοκτονίας βάραθρον ἑαυτὸν κατεκρήμνισεν. «Ἥμαρτες, ἡσύχασον». Μὴ νομίσῃς, φησίν, εἰ καὶ ἀπεστράφην σου τὴν θυσίαν διὰ τὴν οὐκ ὀρθὴν γνώμην, καὶ τὶ τὸ τοῦ ἀδελφοῦ δῶρον προσεδεξάμην διὰ τὴν ὑγιῆ προαίρεσιν, ὅτι τῶν πρωτείων σε ἀποστερῶ, καὶ τῆς ἀξίας τῶν πρωτοτόκων ἐκβάλλω. «Ἡσύχασον»· εἰ γὰρ καὶ τῆς παρ’ ἐμοῦ τιμῆς ἠξίωται, καὶ εὐπρόσδεκτα αὐτοῦ γέγονε τὰ δῶρα, ἀλλὰ Πρὸς σε ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Ὥστε καὶ μετὰ τὴν ἁμαρτίαν ταύτην ἔχειν σε συγχωρῶ τὰ προτερήματα τῇς πρωτοτοκίας, κἀκεῖνον ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι κελεύω, καὶ ὑπὸ τὴν ἀρχὴν τὴν σήν. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς αὐτοῦ βούλεται τὸν θυμὸν καὶ τὴν μανίαν καταστεῖλαι, καὶ τὴν ὁρμὴν ἐκκόψαι διὰ τῶν ῥημάτων τούτων. Τὰ γὰρ κινήματα· τῆς διανοίας αὐτοῦ κατοπτεύων, καὶ τῇς φονικῆς αὐτοῦ γνώμης ἐπιστάμενος τὸ ἀπηνές, ἤδη προλεᾶναι αὐτοῦ βούλεται τὸν λογισμόν, καὶ γαλήνην ἐργάσασθαι αὐτοῦ τῇ διανοίᾳ, ὑποτάττων αὐτῷ τὸν ἀδελφόν, καὶ τὴν ἐξουσίαν αὐτοῦ μὴ ὑποτεμνόμενος. Ἀλλὰ καὶ μετὰ τὴν τοσαύτην ἐπιμέλειαν καὶ μετὰ τοσαῦτα τὰ φάρμακα οὐδὲν πλέον ὁ Κάϊν ἀπώνατο. Τοσοῦτόν ἐστι γνώμης διαφορά, καὶ κακίας ὑπερβολή.

η’. Ἀλλ’ ἵνα μὴ ἐπὶ πλέον ἐκτείναντες τὸν λόγον δόξωμέν παρενοχλεῖν τὴν ὑμετέραν ἀγάπην, καὶ προσκορὴς ὑμῖν νομισθῇ ἡ πὰρ’ ἡμῶν ὁμιλία τὰς ἀκοὰς ἀποκναίουσα, ἐνταῦθα καταπαύσαντες τὸν λόγον, ἐκεῖνο παρακαλέσωμεν ὑμῶν τῇ φιληκοίᾳ, μισῆσαι τὴν μίμησιν, καὶ τῇ κακίᾳ πολλὰ χαίρειν προσειπόντας, τοῦ Κυρίου ἐντολὰς μετ’ ἐπιμελείας πολλῆς καὶ ἐξ ὅλης καρδίας μετέρχεσθαι, καὶ μάλιστα μετὰ τοσούτων καὶ τηλικούτων παραδειγμάτων. Οὐδὲ γὰρ εἰς ἄγνοιαν λοιπὸν ἡμῶν τις καταφυγεῖν δυνήσεται. Εἰ γὰρ οὗτος, λέγω δὴ ὁ Κάϊν, μηδένα ἔχων τῶν πρὸ αὐτοῦ γεγονότων εὑρεῖν τοιοῦτόν τι διαπραξάμενον, ὅμως τὴν ἀνύποιστον ἐκείνην καὶ χαλεπὴν ὑπέμεινε τιμωρίαν, ὡς μετέπειτα γνωσθήσεται, τὶ πείσεσθαι ἡμᾶς εἰκός, τὰ αὐτὰ ἢ καὶ χείρονα ἁμαρτάνοντας, μετὰ τὴν τοσαύτην τῆς χάριτος δαψίλειαν; Ἣ πάντως τὸ πῦρ τὸ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸ σκότος τὸ ἐξώτερον, τὴν γέενναν τοῦ πυρός, καὶ τὰς ἄλλας τὰς ἀπαραιτήτους τιμωρίας ἡμᾶς ὑποδέξασθαι; Οὐδὲ γὰρ ἀπολογία τις λοιπὸν ὑπολείπεται, οὕτω ῥαθύμως ἡμῶν διακειμένων καὶ ἀναπεπτωκότων. Μὴ γὰρ οὐκ ἴσμεν ἅπαντες τὰ πρακτέα, καὶ τὰ μὴ τοιαῦτα; Καὶ ὅτι οἱ μὲν τὰ πρῶτα πράττοντες τὰ πρωτεῖα τῶν στεφάνων ἕξουσιν, οἱ δὲ τοῖς ἐσχάτοις ὑποπεσόντες τῶν ἐσχάτων ὑποστήσονται κολαστηρίῳ τὴν καταδίκην; Διὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ, μὴ ἀνόνητος ἡμῶν ἡ ἐνταῦθα συνέλευσις γενέσθω, ἀλλὰ τῇ τῶν λόγων ἀκροάσει καὶ τὰ ἔργα ἐπακολουθείτω, ἵνα τὴν ἀπὸ τοῦ συνειδότος ἔχοντες πληροφορίαν καὶ ταῖς χρησταῖς ἐλπίσιν ἐντεῦθεν ἤδη τρεφόμενοι, δυνηθῶμεν τῶν δυσχερῶν τοῦ παρόντος βίου εὐμαρῶς τὸ πέλαγος διαπλεύσαντες, εἰς τὸν λιμένα καταντῆσαι τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτυχεῖν, ὧν ἐπηγγείλατο κύριος τοῖς ἀγαπῶσιν αὐτόν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ’ οὗ τῷ ἁγίῳ καὶ προσκυνητῷ αὐτοῦ Πνεύματι δόξα, κράτος τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΙΘ’. Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.
Προηγούμενο: Ὁμιλία ΙΖ’. Καὶ ἤκουσαν τῆς φωνῆς τοῦ Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος