Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία Κ’. «Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ», καὶ τὰ ἑξῆς.
Προηγούμενο: Ὁμιλία ἸΗ’. «Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωή, ὅτι αὐτὴ μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδᾴμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΙΘ’. Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.

α’. Καθάπερ τὰ ἀνίατα τῶν τραυμάτων οὐδὲ αὐστηροῖς τῶν φαρμάκων εἴκει, οὐδὲ τοῖς γλυκαίνειν αὐτὰ δυναμένοις· οὕτω καὶ ἡ ψυχὴ ἐπειδὰν ἅπαξ αἰχμάλωτος γένηται, καὶ ἑαυτὴν ἐκδῷ ᾧτινι δήποτε πλημμελήματι, καὶ μὴ βούληται τὸ ἑαυτῆς συμφέρον συνιδεῖν, κἂν μυρία τις ἐνηχῇ, οὐδὲν κερδαίνει, ἀλλὰ καθάπερ νεκρὰς ἀκοὰς κεκτημένη, οὐδεμίαν ἀπὸ τῆς παραινέσεως δέχεται τὴν ὠφέλειαν, οὐκ ἐπειδὴ μὴ δύναται, ἀλλ’ ἐπειδὴ μὴ βούλεται. Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν τραυμάτων ἔστιν ἰδεῖν, οὕτω καὶ ἐπὶ τῆς προαιρέσεως. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν ἀκίνητά ἐστι πολλάκις τὰ τῆς φύσεως πάθη· ἐπὶ δὲ τῆς προαιρέσεως οὐδὲν τοιοῦτον ἀλλ’ ἔστι πολλάκις καὶ τὸν φαῦλον θελήσαντα μεταβαλέσθαι, καὶ γενέσθαι καλόν, καὶ τὸν καλὸν ῥαθυμήσαντα πρὸς τὴν κακίαν ἐξολισθῆσαι. Ἐπεὶ οὖν αὐτεξούσιον ἡμῶν τὴν φύσιν εἰργάσατο ὁ τῶν ὅλων Θεός· τὰ μὲν γὰρ ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται, καὶ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, καὶ τὰ ἀπόῤῥητα καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας κινούμενα ἐπιστάμενος παραινεῖ, συμβουλεύει, προαναστέλλει τῆς κακῆς ἐπιχειρήσεως· ου μὴν ἀνάγκην ἐπιτίθησιν, ἀλλὰ τὰ φάρμακα κατάλληλα ἐπιθείς, ἀφίησιν ἐν τῇ γνώμῃ τοῦ κάμνοντος κεῖσθαι τὸ πᾶν. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ Κάϊν νῦν γέγονεν. Ὅρα γὰρ μετὰ τοσαύτην κηδεμονίαν εἰς ὅσην ἤδη μανίαν ἐξώκειλε. Δέον γὰρ συνειδότα τὴν ἁμαρτίαν περὶ ἦν ταύτης διόρθωσιν λοιπὸν ἀσχοληθῆναι· ὁ δὲ καθάπερ τούτων, τῷ πάθει καὶ τῷ τραύματι τῷ προλαβόντι ἕλκος ἕτερον συνάπτων καὶ τὴν ἰατρείαν οὐ προσιέμενος ἦν μετὰ τοσαύτης ἐπιμελείας προσαχθεῖσαν αὐτῷ, ἀλλὰ ἂν οἰκεῖον φόνον εἰς ἔργον ἀγαγεῖν ἐπειγόμενος, ἀπὸ δόλου καὶ πανουργίας τὴν ἀρχὴν ποιεῖται, καὶ τοῖς πεπλανημένοις ῥήμασιν ἀπατᾷ τὸν ἀδελφόν. Τοσοῦτον θηριώδης ἐστὶν ἄνθρωπος εἰς κακίαν ἀποκλίνας. Ὥσπερ γὰρ μέγα καὶ τίμιον τὸ λογικὸν τοῦτο ζῶον, καὶ μάλιστα ἐπειδὰν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ὁρμήσῃ, οὕτως ὅταν πρὸς κακίαν ἀποκλίνῃ, τῶν ἀνημέρων θηρίων μιμεῖται τὴν ὠμότητα. Ἀλλὰ καὶ εἰς τὴν ἐκείνων πάλιν μεταπεσὼν ἀγριότητα, τὸ ἥμερον τοῦτο καὶ λογικὸν ζῶον ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ τὴν ἐκείνων θηριωδίαν. Ἴδωμεν οὖν καὶ ἐνταῦθα τὶ γίνεται. «Καὶ εἶπε, φησί, Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, διέλθωμεν δὴ εἰς τὸ πεδίον». Τὰ μὲν ῥήματα ἀδελφοῦ, ἡ δὲ γνώμη φονική. Τὶ ποιεῖς, ὧ Κάϊν; Οὐκ οἶδας πρὸς τίνα διαλέγῃ; Οὐκ ἐννοεῖς ὅτι πρὸς ἀδελφὸν σοι γίνεται ἡ διάλεξις; Οὐ λογίζῃ ὅτι τὰς αὐτὰς σοι ἔλυσεν ὠδῖνας; Οὐ λαμβάνεις εἰς ἔννοιαν τὸ μυσαρὸν τῆς ἐπιχειρήσεως; Οὐ φοβῇ τὸν ἀπαραλόγιστον δικαστήν; Οὐ φρίττεις τὴν ἔννοιαν τοῦ τολμήματος; Τίνος γὰρ ἕνεκεν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφόν, καὶ ἔξω τῶν ἀγκαλῶν τῶν πατρικῶν ἐξάγεις; Τίνος ἕνεκεν ἔρημον ποιεῖς τῆς πατρικῆς αὐτὸν βοηθείας; Τὶ τὸ ξένον, ὅτι νῦν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφόν, καὶ ὅπερ πρότερον οὐκ ἐποίησας, νῦν ποιεῖν ἐπιχειρεῖς, καὶ προφάσει φιλοφροσύνης εὔνοιαν ἀδελφικὴν προβαλλόμενος, τὰ τῶν πολεμίων αὐτῷ διαθεῖναι βουλεύῃ; Τὶς ἡ μανία; Τὶς ἡ λύσσα; Ἔστω, πηρωθεὶς τὸν λογισμὸν οὐδένα λόγον ποιῇ τῇς ἀδελφικῆς διαθέσεως, οὔτε τὴν φύσιν αὐτὴν ἐπιγνώσκεις· ἀλλὰ τὶ πρὸς τὸν οὐδὲν ἠδικηκότα οὕτως ἐξεπολεμώθης; Τὶ καὶ τοῖς γονεῦσιν ἔχων ἐγκαλεῖν τοσαύτην αὐτοῖς κατήφειαν περιβαλεῖν βουλεύῃ, καὶ ἀρχηγὸς γενέσθαι τοῦ φοβεροῦ τούτου δράματος, καὶ πρῶτος τὸν βίαιον τοῦτον θάνατον αὐτοῖς ὑποδεῖξαι; Ταύτας αὐτοῖς ἀποδίδος τὰς ἀμοιβὰς τῆς ἀνατροφῆς; Ποῖα τοῦ διαβόλου μηχανὴ εἰς ταύτην σε τὴν πρᾶξιν παρώρμησε; Μὴ γὰρ ἔχεις εἰπεῖν, ὅτι ἡ εὔνοια τοῦ κοινοῦ πάντων Δεσπότου, ἡ περὶ αὐτόν, ἐπαρθῆναι αὐτὸν ἐποίησε κατὰ σοῦ; Οὐχὶ προλαβὼν διὰ ταύτην σου τὴν φονικὴν γνώμην ὑπέταξεν αὐτόν, καὶ ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι πεποίηκε, καὶ εἶπεν, ὅτι «Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις»; Καὶ γὰρ περὶ τῆς τοῦ ἀδελφοῦ ὑποταγῆς τοῦτο ἐκλαμβάνειν δεῖ. Εἰσὶ γὰρ τινες λέγοντες, ὅτι περὶ τῆς θυσίας τῆς προσενεχθείσης παρ’ αὐτοῦ ὁ Θεὸς πρὸς αὐτὸν διελέχθη τὰ τοιαῦτα, ὅτι Πρὸς σέ, φησί, ἡ ἀποστροφὴ αὐτοῦ, τοῦ δώρου, καὶ σὺ ἄρξεις αὐτοῦ, ἀντὶ τοῦ, σὺ αὐτοῦ ἀπολαύσεις. Διὰ τοῦτο οὖν ἀμφότερα εἰπὼν καταλιμπάνω τῇ ὑμετέρᾳ συνέσει, ἳν’ ὅπερ ἂν ὑμῖν ἀκολουθότερον φανῇ. Δέξησθε καὶ αὐτοὶ τοῦτο. Ἐμοὶ γὰρ δοκεῖ περὶ τοῦ ἀδελφοῦ εἰρῆσθαι τοῦτο. «Καὶ ἐγένετο, φησίν, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπί Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν». Φοβερὰ ἡ πρᾶξις, ἐπικίνδυνον τὸ τόλμημα, μυσαρὰ ἡ ἐπιχείρησις, ἀσύγγνωστον τὸ ἁμάρτημα, τεθηριωμένης ψυχῆς ἡ γνώμη. «Ἀνέστη, φησίν, ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν». Ὣ μιαρᾶς χειρός· ὣ δεξιᾶς ἐλεεινῆς· μᾶλλον δὲ οὐ τὴν χεῖρα ἐλεεινὴν δεῖ καλεῖν καὶ μιαράν, ἀλλὰ τὴν γνώμην, ᾗ καὶ τὸ μέλος ὑπηρετήσατο. Εἴπωμεν τοίνυν οὕτως· ὣ γνώμης τολμηράς, καὶ μιαράς, καὶ ἐλεεινῆς, καὶ ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Πῶς οὐκ ἐνάρκησεν αὐτοῦ ἡ χείρ; Πῶς ἠδυνήθη κατασχεῖν τὸ ξίφος, καὶ τὴν πληγὴν ἐπαγαγεῖν; Πῶς οὐκ ἄπεπτη τοῦ σώματος ἡ ψυχή; Πῶς ἴσχυσεν εἰς ἔργον ἀγαγεῖν τὸ ἀνόσιον τοῦτο τόλμημα; Πῶς οὐκ ἐπεκάμφθη, καὶ μετέβαλε τὴν γνώμην; Πῶς οὐκ ἔλαβεν ἔννοιαν τῆς φύσεως; Πῶς οὐκ ἐλογίσατο πρὸ τῆς ἐπιχειρήσεως τὸ τέλος τοῦ γινομένου; Πῶς ἤνεγκε μετὰ τὴν ἀναίρεσιν ἰδεῖν τὸ σῶμα τοῦ ἀδελφοῦ σπαῖρον ἐπὶ τῆς γῆς; Πῶς ἴσχυσε θεάσασθαι σῶμα νεκρὸν ἐπὶ τῆς γῆς ἐῤῥιμμένον, καὶ οὐ διελύθη εὐθὺς ἀπὸ τῆς θέας; Εἰ γὰρ ἡμεῖς μετὰ τοσούτων ἐτῶν ἀριθμόν, καθ’ ἑκάστην ἡμέραν ὁρῶντες τοὺς τελευτῶντας, καὶ ταῦτα οἰκείᾳ τελευτῇ τῇς ζωῇς μεθισταμένους, καὶ οὐδαμόθεν ἡμῖν. Προσήκοντας, κατακλώμεθα κἂν ἐχθρὸς ᾖ, καταλύομεν τὴν ἔχθραν πολλῷ δὴ μᾶλλον τοῦτον εἰκὸς ἦν διαλυθῆναι, καὶ ἀθρόον ἀφεῖναι τὴν ψυχήν, ὁρῶντα τὸν πρὸ μικροῦ διαλεγόμενον, ἀδελφὸν τὸν ὁμομήτριον, τὸν ὁμοπάτριον, τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας, τὸν τὴν παρὰ Θεοῦ εὔνοιαν ἐπισπασάμενον, ἐξαίφνης ἄπνουν καὶ ἀνενέργητον κείμενον, καὶ ἐπὶ τῆς γῆς σπαίροντα.

β’. Ἀλλ’ ἴδωμεν πάλιν καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, καὶ μετὰ τὸ τολμῆσαι τοῦτο τὸ πάσης συγγνώμης ἀπεστερημένον, πόση κέχρηται συγκαταβάσει καὶ φιλανθρωπίᾳ ὁ τῶν ἀπόντων Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Κάϊν. Αὐτὸ τοῦτο μόνον πόσης ἐστὶν ἀγαθότητος, τὸν τὰ τοιαῦτα ἐργασάμενον ἀποκρίσεως ἀξιώσαι; Εἰ γὰρ ἡμεῖς πολλάκις τοὺς ὁμογενεῖς βδελυττόμεθα, ἐπειδὰν ἴδωμεν τοιοῦτόν τι τόλμημα ἐργασαμένους· πολλῷ μᾶλλον τὸν ἀγαθὸν Θεὸν ἐκπλήττεσθαι δεῖ τοσαύτη τῇ ἀνεξικακίᾳ κεχρημένον, καὶ μάλα εἰκότως. Ἰατρὸς γὰρ ἐστι, καὶ πατὴρ φιλόστοργος· καὶ ὡς μὲν ἰατρὸς πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε τοὺς ἐν χαλεπαῖς ἀῤῥωστίαις τυγχάνοντας πρὸς ὑγίειαν ἐπαναγαγεῖν· ὡς δὲ πατὴρ φιλόστοργος τοὺς τὴν οἰκείαν εὐγένειαν διὰ ῥᾳθυμίαν προδεδωκότας βούλεται διὰ τῆς πατρικῆς φιλοστοργίας εἰς τὴν προτέραν ἀγαγεῖν εὐημερίαν. Ἐπεὶ οὖν πολὺ τῆς ἀγαθότητός ἐστιν αὐτοῦ τὸ μέγεθος, βούλεται καὶ πρὸς τὸν τὰ τοιαῦτα τετολμηκότα πολλὴν τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείξασθαι. Φησὶ γὰρ πρὸς αὐτόν· «Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφὸς σου»; Πολλὴ καὶ ἄπειρος ἡ ἀνεξικακία τοῦ Θεοῦ. Οὐ γὰρ ἐπειδὴ ἠγνόει ἠρώτα, ἀλλ’ ὅπερ ἐπὶ τοῦ πατρὸς αὐτοῦ πεποίηκεν· οὐδὲν γὰρ κωλύει πάλιν τὸ αὐτὸ εἰπεῖν. Καθάπερ γὰρ ἐκεῖνον ὁρῶν διὰ τὴν αἰσχύνην τῆς γυμνότητος κρυπτόμενον ἠρώτα, «Ποῦ εἶ»; Οὐκ ἀγνοῶν, ἀλλὰ παῤῥησίας αὐτῷ ἀφορμᾷς διδούς, ὥστε διὰ τῆς ὁμολογίας τοῦ πταίσματος ἀπονίψασθαι τὸ πλημμέλημα (τοῦτο γὰρ ἔθος αὐτῷ, ἄνωθεν καὶ ἐξ ἀρχῆς τὴν ὁμολογίαν ἀπαιτεῖν παρ’ ἡμῶν τῶν ἠμαρτημένων, καὶ συγχώρησιν παρέχειν)· ἐρωτᾷ καὶ νῦν τὸν Κάϊν, καὶ φησί, «Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφὸς σου»; Ἄγνοιαν προσποιεῖται ὁ φιλάνθρωπος Δεσπότης, ἵνα διὰ τῆς ἐρωτήσεως παρασκευάσῃ τὸν τὰ τοιαῦτα εἰργασμένον ἐπειχθῆναι πρὸς τὴν ὁμολογίαν τοῦ πλημμελήματος, καὶ δυνηθῇ συγγνώμης τινὸς ἴσως καὶ φιλανθρωπίας ἐπιτυχεῖν. «Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφὸς σου»; Τὶ οὖν ὁ ἀγνώμων καὶ ἀναίσθητος, ὁ ἰταμὸς καὶ ἀναίσχυντος; Δέον ἐννοῆσαι ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὴν παρ’ αὐτοῦ ἀπαιτῶν ὁμολογίαν, καὶ ἡμᾶς παιδεύων μηδέποτε πρὸ τῆς ἀποδείξεως καταψηφίζεσθαι τῶν ἀδελφῶν τῶν ἡμετέρων, καὶ εἰς ἔννοιαν ἐλθεῖν τῆς τοῦ Δεσπότου συμβουλῆς, καὶ ταύτην αὐτοῦ τὴν ἐπιχείρησιν ἀναστέλλων, καὶ εἰδὼς καὶ πρὸ τῆς ἐκβάσεως τὴν ἐν τῇ διανοίᾳ αὐτοῦ κίνησιν, προφυλακτικοῖς ἐχρήσατο φαρμάκοις· δέον ταῦτα πάντα ἐννοήσαντα μέχρι τούτου στῆσαι τὰ τῆς μανίας, καὶ εἰπεῖν τὸ γεγονός, καὶ δεῖξαι τῷ ἰατρῷ τὸ ἕλκος, καὶ δέξασθαι τὰ παρ’ αὐτοῦ φάρμακα· ὁ δὲ πάλιν ἐπιτείνει τὸ τραῦμα καὶ τὴν νομὴν τῶν ἑλκῶν βαρυτέραν ἐργάζεται. «Καὶ εἶπε, φησίν, Οὐ γινώσκω». Ὅρα ἀποκρίσεως ἀναίδειαν. Μὴ γὰρ ἀνθρώπῳ διαλέγῃ, ὃν ἴσως καὶ παραλογίσασθαι δυνατὸν ἥν; Οὐκ οἶδας, ἄθλιε, καὶ ταλαίπωρε, τις ἐστιν ὁ πρὸς σε διαλεγόμενος; Οὐ λογίζῃ, ὅτι διὰ πολλὴν ἀγαθότητα πυνθάνεται, βουλόμενος ἀφορμὴν τινὰ εὑρεῖν, δι’ ἧς τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ ἵνα λοιπὸν τὰ παρ’ ἑαυτοῦ ἅπαντα ἐπιδειξαμένου, μηδεμίαν ἔχῃς ἀπολογίαν τῇ τιμωρίᾳ σαυτὸν ὑπεύθυνον καταστήσας;

«Καἰ εἶπε, φησίν, οὐ γινώσκω. Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ»; Ἐννόει μοι ἐνταῦθα τοῦ συνειδότος τὴν κατηγορίαν, καὶ ὅπως ὠθούμενος, ὡς εἰπεῖν, ὑπὸ τῆς συνειδήσεως οὐκ ἔστη μέχρι τοῦ εἰπεῖν, Οὐ γινώσκω, ἀλλ’ ἐπήγαγε, «Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμι ἐγώ»; Μονονουχὶ ἑαυτὸν ἐλέγχων. Καίτοι εἵ σοι κατὰ ἀκολουθίαν ἅπαντα ἐπέπρακτο, καὶ κατὰ τὸν τῆς φύσεως νόμον, ἐχρῆν σε καὶ φύλακα εἶναι τῆς τοῦ ἀδελφοῦ σωτηρίας. Τοῦτο γὰρ ἡ φύσις ἐπέτρεπε, καὶ ἔδει τοὺς τὰς αὐτὰς λύσαντας ὠδῖνας, ἀλλήλων φυλακὰς εἶναι. Εἰ δὲ μὴ τοῦτο ἐβούλου, μηδὲ ἤθελες εἶναι φύλαξ τοῦ ἀδελφοῦ, τίνος ἕνεκεν καὶ σφαγεὺς ἐγένου, καὶ τὸν οὐδὲν ἠδικηκότα ἐφόνευσας, καὶ ἐνόμισας μηδὲ τὸν ἐλέγχοντα ἔχειν; Ἀλλ’ ἀνάμεινον, καὶ ὄψει αὐτὸν σου κατήγορον γινόμενον τὸν ἀνῃρημένον, καὶ νεκρὸν κείμενόν σου τοῦ ζῶντος καὶ βαδίζοντος λαμπρᾷ τῇ φωνῇ κατηγοροῦντα. «Καὶ εἶπεν ὁ Θεός, Τὶ ἐποίησας τοῦτο»; Πολλὴ καὶ τοῦ ῥήματος ἡ ἔμφασις. Τίνος ἕνεκεν, φησί, τοῦτο διεπράξω; Τὶ ἐποίησας τοῦτο τὸ ἀνόσιον τόλμημα, τὸ μιαρὸν ἐπιχείρημα, τὴν πρᾶξιν τὴν ἀσύγγνωστον, τὴν μανίαν τὴν ἀφόρητον, τὸν φόνον τὸν καινὸν καὶ ξένον, καὶ πρῶτον τῷ τῶν ἀνθρώπων βίῳ εἰσενεχθέντα διὰ τῆς σῆς δεξιᾶς; Τὶ ἐποίησας τοῦτο τὸ μέγα καὶ φοβερόν, τὸ μὴ ἔχον ἑτέραν ὑπερβολὴν ἁμαρτήματος; «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς με ἐκ τῆς γῆς». Μὴ γὰρ ἄνθρωπός εἰμι, φησίν, ἐκείνης μόνης τῆς φωνῆς τῆς διὰ γλώττης προφερομένης ἀκούων; Θεὸς εἰμι δυνάμενος καὶ δι’ αἵματος ὑπακούειν βοῶντος, καὶ χαμαὶ που κάτω κειμένου. Ἰδοὺ γὰρ πόσον ἵπταται τοῦ αἵματος τούτου ἡ φωνή, ὡς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀναβαίνειν, καὶ παρατρέχειν τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ τὰς ἀνωτέρω δυνάμεις, καὶ παρ’ αὐτὸν ἵστασθαι τὸν θρόνον τὸν βασιλικόν, καὶ τὴν σὴν μιαιφονίαν ἀποδύρεσθαι, καὶ τῆς ἀνοσίας πράξεως κατηγορεῖν. «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς με ἐκ τῆς γῆς». Μὴ γάρ, φησίν, εἰς ξένον καὶ ἀλλότριον τὴν παρανομίαν ταύτην εἰργάσω; Εἰς τὸν ἀδελφὸν τὸν σόν, τὸν οὐδὲν ἠδικηκότα. Ἀλλ’ ἴσως ἡ παρ’ ἐμοῦ εὔνοια τὸν φόνον αὐτῷ τοῦτον ἔτεκε, καὶ μὴ δυνάμενος ἐμοὶ μάχεσθαι, εἰς ἐκεῖνον τὸν ἀκάθεκτον θυμὸν ἐξεκένωσας. Διὰ τοι τοῦτο τοιαύτην ἐπάξω σοι τιμωρίαν, ὡς μηδὲ λήθῃ παραδοθῆναι τὸ τολμηθέν, καὶ τὴν διὰ τοῦτο ἐπενεχθεῖσάν σοι τιμωρίαν, ἵνα τὰ εἰς σὲ γενόμενα σωφρονισμὸς γένηται τοῖς μετὰ ταῦτα ἅπασι. «Καὶ νῦν, ἐπειδὴ τοῦτο εἰργάσω, καὶ εἰς ἔργον ἤγαγες τὰ κακῶς σοι δόξαντα, καὶ ὑπὸ τοῦ φθόνου τοῦ πολλοῦ εἰς τὸν φόνον ὥρμησας, Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς».

γ’. Ὁρᾷς τῇς κατάρας τὴν διαφοράν, ἀγαπητέ; Μὴ ἁπλῶς παραδράμῃς, ἀλλ’ ἐκ τοῦ μεγέθους τῆς κατάρας ἐννόει τοῦ τολμήματος τὴν ὑπερβολήν. Καὶ ὅσῳ μεῖζον τοῦτο τὸ ἁμάρτημα τῆς παραβάσεως τοῦ πρωτοπλάστου, ἐκ τῆς διαφορᾶς τῆς κατάρας ἔξεστι τῷ βουλομένῳ συνιδεῖν. Ἐκεῖ μὲν γὰρ φησίν, «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου», καὶ ἐπὶ τὴν γῆν τὴν κατάραν ἐξέχεε, τὴν κηδεμονίαν τὴν περὶ τὸν ἄνθρωπον ἐπιδεικνύμενος· ἐνταῦθα δὲ ἐπειδὴ ἡ πρᾶξις ὀλεθρία, καὶ τὸ τόλμημα παράνομον, καὶ τὸ ἐπιχείρημα ἀσύγγνωστον, αὐτὸς τὴν κατάραν δέχεται· «Ἐπικατάρατος γὰρ, φησὶ, σὺ ἀπὸ τῆς γῆς». Ἐπειδὴ γὰρ τὰ αὐτὰ σχεδὸν τῷ ὄφει εἰργάσατο, καθάπερ ὀργάνῳ ὑπηρετησαμένῳ τῇ τοῦ διαβόλου γνώμῃ, καὶ καθάπερ ἐκεῖνος διὰ τῆς ἀπάτης τὴν θνητότητα εἰσήγαγεν· οὕτω καὶ οὗτος ἀπατήσας τὸν ἀδελφὸν καὶ εἰς τὸ πεδίον ἐξαγαγών, τὴν δεξιὰν ὥπλισε κατ’ αἰτοῦ, καὶ τὸν φόνον εἰργάσατο. Διὰ τοῦτο ὥσπερ ἐκείνῳ ἔλεγεν· «Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς»· οὕτω καὶ τούτῳ, ἐπειδὴ τὰ αὐτὰ ἐκείνῳ εἰργάσατο. Ὥσπερ γὰρ ὁ διάβολος ὑπὸ φθόνου καὶ βασκανίας κινούμενος, καὶ οὐ φέρων τὰς ἀφάτους εὐεργεσίας τὰς εἰς τὸν ἄνθρωπον γεγενημένας ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων, ἀπὸ τοῦ φθόνου ἐπὶ τὴν ἀπάτην ὥρμησε τὴν τὸν θάνατον εἰσάγουσαν· οὕτω καὶ οὗτος θεασάμενος εὐνοϊκῶς τὸν Δεσπότην πρὸς τὸν ἀδελφὸν διακείμενον, ἀπὸ τοῦ φθόνου ἐπὶ τὸν φόνον ὥρμησε. Φησι πρὸς αὐτόν· «Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς». Κατηραμένος Ἔσῃ, φησί, καὶ αὐτῇ τῇ γῇ ἐκείνῃ. «Ἡ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρὸς σου». Καὶ αὐτῇ τῇ γῇ ἔσῃ, φησί, κατηραμένος, τῇ ἀνασχομένῃ τοιούτῳ αἵματι ἀρδευθῆναι τοσούτου μύσους πεπληρωμένῳ, καὶ ὑπὸ χειρὸς οὕτως ἀνοσίας ἐκχεομένῳ. Εἶτα ἑρμηνεύουσα ἡ θεῖα Γραφὴ σαφέστερον τὴν κατάραν, φησίν· «Ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι». Μέγα τιμωρίας εἶδος, καὶ πολὺς ὄγκος τῆς ἀγανακτήσεως. Τὸν μὲν πόνον, φησίν, ὑπομενεῖς, καὶ τὰ σαυτοῦ ἅπαντα ἐπιδείξῃ, καὶ ἐργάσῃ τὴν γῆν τοιούτῳ αἵματι μολυνθεῖσαν· οὐ καρπώσῃ δὲ τινα αἴσθησιν τῶν πολλῶν πόνων ἐκείνων, ἀλλ’ ἀνόνητος ἔσται σοι πᾶς ὁ κόπος, ὃν ἂν ἐπιδείξῃ. Καὶ οὐ μέχρι τούτου τὰ τῆς τιμωρίας στήσεται, ἀλλὰ καὶ «στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς». Πάλιν καἰ τοῦτο μέγιστον τιμωρίας εἶδος, τὸ διηνεκῶς στένειν καὶ τρέμειν. Ἐπειδὴ γὰρ οὐκ εἰς δέον ἐχρήσω, φησί, τῇ ἰσχύϊ τοῦ σώματος, οὐδὲ τῇ τῶν μελῶν εὐεξίᾳ, διὰ τοῦτο διηνεκῶς σοι τὸν σάλον καὶ τὸν τρόμον ἐπιτίθημι, ἵνα μὴ μόνον αὐτὸς ἔχῃς ἀδιάλειπτον νουθεσίαν, καὶ ὑπόμνησιν τῆς ἀνοσίας πράξεως ταύτης, ἀλλ’ ἵνα καὶ πάντες οἱ εἰς σε βλέποντες, διὰ τῆς ὄψεως, καθάπερ διὰ φωνῆς τινος λαμπρὰ βοώσης, μανθάνωσι μὴ τὰ τοιαῦτα τολμᾷν, ἵνα μὴ τὰ τοιαῦτα πάθωσι, καὶ ἡ εἰς σε τιμωρία διδάσκαλος ἅπασι γένηται, μηκέτι τοιούτῳ αἵματι τὴν γῆν μολῦναί ποτε. Διὰ τοι τοῦτο οὐδὲ σύντομόν σοι τὴν τελευτὴν ἐπάγω, ἵνα μὴ λήθῃ παραδοθῇ τὸ γεγονός, ἀλλὰ ζωὴν θανάτου βαρυτέραν ὑπομένειν σε ποιῶ, ἵνα δι’ αὐτῶν τῶν ἔργων μάθῃς οἵᾳ ἐτόλμησας. «Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με». Μέγα τι καὶ σφόδρα λυσιτελὲς πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἔξεστιν ἐντεῦθεν καταμαθεῖν. Ἐὰν βουλώμεθα προσέχειν. «Καὶ εἶπε Κάϊν, Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί μέ». Ἰδοὺ ὁμολογία ἀπηρτισμένη. Τοιοῦτον γὰρ ἐστι, φησί, τὸ ἁμάρτημα τὸ παρ’ οὐ γεγονός, ὡς μὴ δύνασθαι συγχώρησιν δέξασθαι. Ἰδού, φησίν, ἐξωμολογήσατο, καὶ ἐξωμολογήσατο μετὰ πολλῆς τῆς ἀκριβείας· ἀλλ’ οὐδὲν τὸ κέρδος, ἀγαπητέ· ἄκαιρος γὰρ ἡ ἐξομολόγησις. Τοῦτο γὰρ ἐχρῆν ποιῆσαι ἐν τῷ καιρῷ τῷ δέοντι, ὅτε δυνατὸν ἣν καὶ τῆς παρὰ τοῦ δικαστοῦ τυχεῖν φιλανθρωπίας. Μνημονεύσατέ μοι νῦν ὧν πρὸ μικροῦ ἔλεγον, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην · ἦν φοβεράν, καὶ τὸ κριτήριον ἐκεῖνο τὸ ἀδέκαστον, καὶ ἡμῶν ἕκαστος μεταγνώσεται ἐπὶ τοῖς ἡμαρτημένοις, ὁρῶν πρὸ τῶν ὀφθαλμῶν τὰ φοβερὰ ἐκεῖνα κολαστήρια, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους· ἀλλ’ οὐδεμίαν ἕξει ἦν ὄνησιν, προδεδομένος ὑπὸ τοῦ καιροῦ.

Ἡ γὰρ μετάνοια πρὶν τὴν τιμωρίαν ἐπαχθῆναι καιρὸν ἔχει, καὶ ἰσχὺν ἄφατον. Διὸ παρακαλῶ, ὅτε δυνατὸν ἐνεργῆσαι τὸ θαυμαστὸν τοῦτο φάρμακον, τότε τὴν παρ’ αὐτοῦ ὠφέλειαν καρπωσώμεθα, καὶ ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, τὴν ἀπὸ τῆς μετανοίας ἰατρείαν ἑαυτοῖς ἐπάγωμεν, μαθόντες ἀκριβῶς ὡς οὐδὲν ἡμῖν ὄφελος ἔσται τότε μεταγινώσκουσι, μετὰ τὸ λυθῆναι τὸ θέατρον, καὶ τὸν τῶν παλαισμάτων καιρὸν ἀναιρεθῆναι.

δ’. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Δέον γὰρ ἡνίκα ἠρωτᾶτο παρὰ τοῦ Δεσπότου, «Ποῦ Ἄβελ ὁ ἀδελφὸς σου»; Τότε ὁμολογῆσαι τὸ πλημμέλημα, καὶ προσπεσεῖν, καὶ δεηθῆναι, καὶ συγγνώμην αἰτῆσαι· ὁ δὲ τότε μὲν τὴν ἰατρείαν ἀπεπέμψατο, νυνὶ δέ, μετὰ τὴν ἀπόφασιν, μετὰ τὸ λαθεῖν τέλος ἅπαντα, μετὰ τὸ λαμπρᾷ τῇ φωνῇ τὴν κατηγορίαν ὑπὸ τοῦ αἵματος γενέσθαι τοῦ κειμένου, ἐξομολογεῖται, καὶ οὐδὲν ἐντεῦθεν κερδαίνει. Διὸ καὶ ὁ προφήτης ἔλεγε· «Δίκαιος ἑαυτοῦ κατήγορος ἐκ πρωτολογίᾳ». Καὶ οὗτος τοίνυν, εἰ προέλαβε τὸν τοῦ Δεσπότου ἔλεγχον, ἴσως ἂν ἠξιώθη τινὸς φιλανθρωπίας διὰ τὴν ἄπειρον τοῦ Δεσπότου ἀγαθότητα. Οὐδὲν γὰρ ἐστιν ἁμάρτημα, κἂν σφόδρα μέγα ᾗ, νικῶν αὐτοῦ τὴν φιλανθρωπίαν, ἐὰν ἡμεῖς ἐν καιρῷ τῷ δέοντι μὲν μετάνοιαν ἐπιδειξώμεθα, καὶ τὴν συγγνώμην αἰτῶμεν. «Καὶ εἶπε Κάϊν· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με». Ἱκανὴ ἐξομολόγησις, ἀλλ’ ἄκαιρος. Καὶ εἶπεν, «Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με». Ὅρα πῶς ἐλεεινὰ τὰ ῥήματα, καὶ διὰ τὴν ἀκαιρίαν, καὶ διὰ τὸ προδεδόσθαι ὑπὸ τοῦ καιροῦ οὐδεμίαν τὴν ἰσχὺν κεκτημένα. Καὶ εἶπεν, «Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με». Εἰ τῇ γῇ, φησίν, ἐπικατάρατόν με ἐποίησας, καὶ αὐτὸς με ἀπεστράφης, καὶ τοσαύτῃ τιμωρίᾳ παρέδωκας, ὥστε στένειν καὶ τρέμειν, οὐδὲν τὸ κωλῦον λοιπὸν τὸν ἐν τούτοις ὄντα, καὶ γυμνωθέντα τῆς παρὰ σου ῥοπῆς ὑπὸ τοῦ τυχόντος ἀναιρεθῆναι. Εὐεπιχείρητος, φησίν, ἔσομαι παντὶ τῷ βουλομένῳ με ἀνελεῖν. Οὔτε γὰρ αὐτὸς ἰσχύω ἀντιστῆναι διαλελυμένα τὰ μέλη περιφέρων, καὶ πανταχόθεν σαλευόμενος· καὶ τὸ εἰδέναι ἅπαντας, ὅτι τῆς σῆς ἐγυμνώθην ῥοπῆς, παρασκευάσει τὸν βουλόμενον ἐπὶ τὴν ἀναίρεσιν τὴν ἐμὴν ὁρμήσαι. Τὶ οὖν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Δεσπότης; «Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω». Μὴ νομίσῃς, φησί, ταῦτα οὕτω γίνεσθαι. Οὐδὲ γὰρ ἔξεστι τῷ βουλομένῳ σε ἀνελεῖν, ἀλλὰ τῇ παρατάσει τῆς ζωῆς τῆς τῆς καὶ σοὶ πλείονα τὴν ὀδύνην ἐργάσομαι, καὶ διδάσκαλον καταλείψω ταῖς εἰς τὸ ἑξῆς γενεαῖς, ἵνα ἡ σὴ θέα σωφρονισμὸς αὐτοῖς γένηται, καὶ μηδεὶς τῇ σῇ γνώμῃ κατακολουθήσῃ. «Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει». Τάχα πολλὰ τὰ εἰρημένα, καὶ πολὺν τῷ σώματι τὸν κάματον προεξενήσαμεν. Ἀλλὰ τὶ πάθω; Ὁρῶν γὰρ ὑμῶν τὴν φιληκοΐαν καὶ ἀκμάζοντα τὸν πόθον ἐπιδεικνυμένην, βούλομαι καὶ τοῖς λειψάνοις ἐπεξελθεῖν, καὶ κατὰ δύναμιν τὴν ἐμὴν ἑρμηνεῦσαι. Τὶ ἐστι τό, «Ἑπτὰ ἐκδικούμενα παραλύσει»; Ἀλλὰ πάλιν δέδοικα μὴ τῷ πλήθει τῶν λεγομένων καὶ τὴν μνήμην καταχώσωμεν τῶν εἰρημένων, καὶ προσκορεῖς ὑμῖν νομισθείημεν. Ἀλλ’ εἰ μὴ ἀπεκάμετε, ἀνάσχεσθε, καὶ διαλύσαντες τὸ προκείμενον οὕτω καταπαύσωμεν τὸν λόγον. «Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν». Τοῦτο δέδοικας, φησί, τοῦ μὴ ἀναιρεθῆναι; Θάρσει, ὅτι οὐκ ἔσται τοῦτο. Καὶ γὰρ ὁ τοῦτο πεποιηκὼς ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει· διὰ τοι τοῦτο καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα ἀγνοήσαντα, καὶ ἀνελόντα σε, ὑπεύθυνον ἑαυτὸν ταῖς τοιαύταις τιμωρίαις καταστῆσαι.

ε’. Ἀλλὰ σαφέστερον ὑμᾶς προσήκει διδάξαι, πῶς ἑπτὰ τιμωρίαις ὑπεύθυνος γίνεται ὁ τὸν Κάϊν ἀνελών. Ἀλλὰ προσέχετε, παρακαλῶ. Εἰ γὰρ μὴ νῦν, καθάπερ ἐν ταῖς προλαβούσαις ἡμέραις εἰρήκαμεν πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτε νηστείας καιρός, καὶ τοσαύτης γαλήνης ἀπολαύομεν, καὶ ἀπηλλαγμένοι τῶν λογισμῶν τῶν ταραττόντων ἡμῶν τὴν διάνοιαν, τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα κατανοήσωμεν μετὰ ἀκριβείας, πότε δυνησόμεθα ταῦτα μαθεῖν ἐν ἑτέρῳ καιρῷ; Διὸ παρακαλῶ, καὶ δέομαι, καὶ ἀντιβολῶ, μονονουχὶ καὶ τῶν γονάτων ὑμῶν καθάπτομαι, μετὰ συντεταμένης διανοίας τοῖς λεγομένοις προσέχωμεν, ἵνα καρπωσάμενοί τι γενναῖον καὶ ὑψηλόν, οὕτως οἴκαδε ἐπανέλθωμεν. Τὶ οὖν ἐστι τό, «Ἑπτὰ ἐκδικούμενα παραλύσει»; Πρῶτον μὲν ὁ τῶν ἑπτὰ ἀριθμὸς ἐπὶ πλήθους λαμβάνεται ἐν τῇ θείᾳ Γραφῇ, καὶ τοῦτο πολλαχοῦ εὕροι τις ἂν οὕτω κείμενον, ὡς τό, «Στεῖρα ἔτεκεν ἑπτά», καὶ ὅσα τοιαῦτα. Αἰνίττεται δὲ ἡμῖν ἐνταῦθα τοῦ τολμήματος τὸ μέγεθος, καὶ ὅτι οὐχ ἓν ἐστι τὸ ἁμάρτημα τὸ παρ’ ἐκείνου γεγονός, ἀλλ’ ἑπτὰ ἁμαρτήματα, καὶ μεγάλην ἐφ’ ἑκάστῳ ἁμαρτήματι τὴν τιμωρίαν ὤφειλεν ὑποσχεῖν. Πῶς οὖν αὐτὰ ἀπαριθμησόμεθα; Εἰ τοῦτο λογισόμεθα· πρῶτον, ὅτι ἐβάσκηνε τῷ ἀδελφῷ διὰ τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ ὅπερ καἰ μόνον προσὸν ἱκανὸν ἣν αὐτῷ τὸν ὄλεθρον ἐπαγαγεῖν· δεύτερον, ὅτι τὸν ἴδιον ἀδελφόν· τρίτον, ὅτι δόλον ἔῤῥαψε· τέταρτον, ὅτι τὸν φόνον ἔπραξε· πέμπτον, ὅτι τὸν ἀδελφὸν ἐφόνευσεν· ἕκτον, ὅτι πρῶτος τὸν φόνον εἰργάσατο· ἕβδομον, ὅτι τὸν Θεὸν ἐψεύσατο. Παρηκολουθήσατε τοῖς ῥηθεῖσιν, ἣ βούλεσθε ἄνωθεν αὐτὰ πάλιν ἀπαριθμησώμεθα, ἵνα εἰδῆτε πῶς ἕκαστον τούτων καὶ μόνον ἱκανὸν ἣν τῆς μεγίστης αὐτὸν ἀξιώσαι τιμωρίας; Τις γὰρ ἂν ἀξιώσειε συγγνώμης τὸν βασκήναντα τῷ ἀπολαύοντι τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας; Ἰδοὺ μία καὶ μεγίστη καὶ ἀσύγγνωστος ἁμαρτία. Πάλιν αὕτη μείζων δείκνυται, ὅταν ἀδελφὸς ᾗ ὁ βασκαινόμενος, καὶ μηδὲν ἠδικηκώς. Ἰδοὺ καὶ αὕτη πάλιν οὐχ ἡ τυχοῦσα ἁμαρτία. Τρίτη πάλιν, ὅτι δόλον ἔῤῥαψεν ἀπατήσας τὸν ἀδελφόν, καὶ ἑλκύσας εἰς τὸ πεδίον, καὶ οὐδὲ αὐτὴν τὴν φύσιν αἰδεσθείς. Τέταρτον ἁμάρτημα αὐτὸς ὁ φόνος, ὃν εἰργάσατο, Πέμπτον, ὅτι ἀδελφὸν ἐφόνευσε τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας. Ἕκτον, ὅτι πρῶτος τοῦ φόνου τὸ εἶδος εἰσήνεγκεν. Ἕβδομον, ὅτι ἐρωτώμενος παρὰ τοῦ Θεοῦ, ψεύσασθαι ἐτόλμησεν. Ὁ τοίνυν, φησίν, ἀνελεῖν σε ἐπιχειρήσας, ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει. Μὴ τοίνυν δείδιθι τοῦτο. Ἰδοὺ γὰρ καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα τῶν εὑρισκόντων σε ἀγνοῆσαι. Ἡ γὰρ πάσης τῆς ζωῆς σου πάρεσις, λυσιτελὴς ἔσται ταῖς μετὰ ταῦτα γενεαῖς, καὶ ὅπερ μόνος μηδενὸς παρόντος ἔπραξας, τοῦτο μαθήσονται πάντες ὁρῶντές σε στένοντα καὶ τρέμοντα, καὶ μονονουχὶ βοῶντα διὰ τοῦ τρόμου τοῦ σωματικοῦ, καὶ πᾶσι διαλεγόμενον, καὶ λέγοντα· μηδεὶς ἕτερος τοιαῦτα τολμήσῃ, οἵᾳπερ ἐγώ, ἵνα μὴ τοιαύτην δέξηται τιμωρίαν.

Ϛ’. Ταῦτα ἀκούοντες, ἀγαπητοί, μὴ ἁπλῶς παρατρέχωμεν τὰ εἰρημένα, μηδὲ τοῦτο μόνον σκοπῶμεν, εἰ καθ’ ἑκάστην ἐνταῦθα συνερχόμενοι πνευματικῆς τραπέζης ἀπολαύομεν· οὐδὲν γὰρ ὄφελος τῆς ἀκροάσεως μόνης ἄνευ τῆς διὰ τῶν ἔργων ὑπακοῆς. Ἀλλ’ ἐννοοῦντες πόθεν εἰς ταύτην τὴν ἀσύγγνωστον καὶ χαλεπὴν ἁμαρτίαν συνήλασεν ἑαυτὸν ὁ Κάϊν, καὶ ὅτι ἀπὸ τοῦ φθονήσαι τὸν μηδ’ ὅλως αὐτὸν ἀδικῆσαί ποτε ἐπιχειρήσαντα, τὴν τοιαύτην εἴσπραξιν, μᾶλλον δὲ ἀναίρεσιν εἰς τὸν ἴδιον ἀδελφὸν τετόλμηκε, μὴ τὸ κακῶς φεύγωμεν, ἀλλὰ μᾶλλον τὸ κακῶς ἑτέροις διατεθῆναι. Ἐκεῖνος γὰρ ἐστιν ὄντως ὁ κακῶς πεπονθώς, ὁ τὸν πλησίον ἑαυτοῦ κατεργάζεσθαι βουλόμενος. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθές, ὅρα μοι ἐνταῦθα, τὶς ἐστιν ὁ κακῶς πεπονθώς, ὁ ἀνελών, ἣ ὁ ἀναιρεθείς; Δῆλον ὅτι ὁ ἀνελών. Διὰ τί; Ὅτι ὁ μὲν ἀναιρεθεὶς καὶ μέχρι τοῦ νῦν ᾅδεται παρὰ τοῖς ἁπάντων στόμασι, καὶ ἀνακηρύττεται, καὶ στεφανοῦται, ὡς τῆς ἀληθείας πρωτόμαρτυς, καθάπερ φησὶ καὶ ὁ μακάριος Παῦλος· «Ἀποθανὼν Ἄβελ ἔτι λαλεῖ». Ὁ δὲ ἀνελὼν καὶ τότε μὲν ἐλεεινότερον πάντων ἀνθρώπων βίον ἔζη, μετὰ δὲ ταῦτα παρὰ πάντων ταῖς κατηγορίαις βάλλεται, καὶ ὡς βδελυκτὸς παρὰ τῷ Θεῷ καὶ κατηραμένος ὑπὸ τῆς θείας Γραφῆς παραδειγματίζεται· καὶ ταῦτα μὲν ἐν τῷ παρόντι καὶ συγκαταλυομένῳ βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ἀπαντῆσαι ἀμφοτέροις ὀφείλοντα, καὶ καταλλήλως ἑκάστῳ τῇς ἑαυτοῦ πράξεως ἀπολαβεῖν παρὰ τοῦ δικαίου κριτοῦ, τις λόγος παραστῆσαι δυνήσεται, ἢ τὰ ἀγαθά, ἣ τὰ ἐναντία; Οὐκ ἔστιν οὐδείς, οὔτε τὰ χρηστά, οὔτε τὰ λυπηρά. Καὶ γὰρ ἐκεῖνον μὲν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ αἰώνιοι σκηναί, καὶ οἱ χοροὶ πατριαρχῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ πάντων τῶν ἁγίων ὅμιλος ὑποδέξονται συμβασιλεύσοντα εἰς αἰῶνας ἀτελευτήτους τῷ βασιλεῖ Χριστῷ Ἰησοῦ, τῷ τοῦ Θεοῦ μονογενεῖ Υἱῷ καἰ Θεῷ· τοῦτον δὲ ἡ γέεννα τοῦ πυρὸς καὶ τὰ ἀλλὰ ἅπαντα ἀθάνατα βασανιστήρια διαδέξονται εἰς αἰῶνας ἀπεράντους τιμωρούμενον, μετὰ καὶ πάντων τῶν τὰ παραπλήσια αὐτῷ πεπραχότων, καὶ μάλιστα τοὺς μετὰ ταῦτα τοῖς αἰσχίστοις πάθεσιν ἁλόντας, ὅσῳ καὶ μείζων ἡ τιμωρία παρὰ τοῦ κοινοῦ Δεσπότου ἐκφέρεται.· Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου λέγοντος· «Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται»· τουτέστιν, ἐλαφροτέραν ὑποστήσονται τὴν τιμωρίαν, διὰ τὸ μὴ ἔχειν ἔλεγχον τὴν ἐκ τοῦ νόμου ἀπειλὴν τε καὶ διόρθωσιν· «Καὶ ὅσοι ἓν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται». Οὗτοι δέ, φησίν, οἱ καὶ μετὰ τὴν ἐκ τοῦ νόμου βοήθειαν τὰ αὐτὰ ἐκείνοις πεπραχότες, βαρυτέρας καὶ ἀφορητοτέρας ὑπομένουσι καὶ τὰς κολάσεις. Καὶ μάλα εἰκότως· ὅτι οὔτε ὁ νόμος, οὔτε τὸ ἑτέρους ἰδεῖν τοσούτοις κακοῖς ὑποβληθέντας σωφρονεστέρους αὐτοὺς ἣ ἐπιεικεστέρους ἀπειργάσατο. Διὸ παρακαλῶ, κἂν γοῦν ἀπὸ τοῦ νῦν τοῖς ἑτέρων παιδεύμασι σωφρονίσωμεν ἑαυτούς, καὶ τὸν βίον τὸν ἑαυτῶν ἰθύνωμεν πρὸς τὴν τοῦ Κυρίου ὑποταγήν, τοῖς αὐτοῦ ὑπείκωντες νόμοις· καὶ μήτε φθόνος, μήτε βασκανία, μήτε ὁ τῶν σωμάτων ἔρως, μήτε ἡ τοῦ παρόντος βίου δόξα τε καὶ δυναστεία μήτε ἡ τῆς γαστρὸς ἡδονή, μήτε ἄλλη τις ἄτοπος ἐπιθυμία κατακυριευέτω ἡμῶν τῶν τῶν ἐν τῇ ψυχῇ λογισμῶν· ἀλλ’ ἐκκαθάραντες ἑαυτοὺς ἀπὸ πάσης ἰλύος καὶ τύρβης βιωτικῆς, καὶ πολλὰ χαίρειν εἰπόντες τοῖς αἰσχίστοις καὶ ἀτοπωτάτοις πάθεσι πρὸς τὴν μακαρίαν ἐκείνην ζωὴν ἐπειχθῶμεν, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία Κ’. «Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ», καὶ τὰ ἑξῆς.
Προηγούμενο: Ὁμιλία ἸΗ’. «Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωή, ὅτι αὐτὴ μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδᾴμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος