Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΚΑ’. Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾖ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾖ ἡμέρᾳ ἐποίησεν αὐτούς.
Προηγούμενο: Ὁμιλία ΙΘ’. Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Κ’. «Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ», καὶ τὰ ἑξῆς.

α’. Φέρε πάλιν τῆς ἀκολουθίας σήμερον τῶν ἀνεγνωσμένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν παραθῶμεν, καὶ ἐκ τῆς βίβλου τοὐ μακαρίου Μωϋσέως τὴν συνήθη διάλεξιν πρὸς ὑμὰς ποιησώμεθα, μᾶλλον δὲ ἐκ τῶν τοῦ Πνεύματος λογίων, ἅπερ διὰ τῆς τούτου γλώττης ἡμᾶς ἐδίδαξεν ἡ θεῖα χάρις. Ἀλλ’ ἵνα σαφέστερος ὑμῖν γένηται ὁ λόγος, ἀναγκαῖον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγάπην τῶν ἤδη ῥηθέντων, καὶ ὅπου τὴν διδασκαλίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν αὐτὴν σήμερον ἀναλαβόντες, οὕτω τῆς ἀρχῆς τῶν ἀνεγνωσμένων ἁψώμεθα. Ἴστε γὰρ ὅτι τὴν κατὰ τὸν Ἄβελ ὑπόθεσιν κινήσαντες ἐδείκνυμεν ἐξ αὐτῶν τῶν γεγενημένων, καὶ ἐξ ὧν ἕκαστος τἀς θυσίας αὐτῶν προσήνεγκε τῷ Δεσπότῃ, ὅπως ἔγκειται τῇ ἡμετέρᾳ φύσει ἡ γνῶσις τῶν πρακτέων καὶ τῶν μὴ πρακτέων, καὶ ὅτι αὐτεξουσίους ἡμᾶς εἰργάσατο ὁ τῶν ἁπάντων δημιουργός, καὶ πανταχοῦ ἀπὸ τῆς γνώμης τῆς ἡμετέρας ἣ κατακρίνει, ἣ στέφανοῖ (ἁπὸ γὰρ ταύτης τοῦ μὲν ἀπόβλητος γέγονεν ἡ θυσία, τοῦ δὲ τὰ δῶρα προσεδέχθη), καὶ ὅτι ἐντεῦθεν ὑπὸ βασκανίας κινηθεὶς ὁ Κάϊν ἐπὶ τὸν τοῦ ἀδελφοῦ φόνον ὥρμησε, καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, βουλομένου τοῦ Θεοῦ ἐκκαλέσασθαι αὐτὸν εἰς ἐξομολόγησιν τῶν ἠμαρτημένων, οὐδὲ οὕτω τὸ φάρμακον τῆς ἰατρείας ἐδέξατο, ἀλλὰ τῷ μυσαρῷ ἐκείνῳ φόνῳ τὸ ψεῦδος συνάψας τὴν χαλεπὴν ἐκείνην τιμωρίαν ἐπεσπάσατο, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν κατέστησε τῆς ἄνωθεν ῥοπῆς, ὑπόδειγμα σωφρονισμοῦ πᾶσι τοῖς μετὰ ταῦτα προκείμενος, καὶ διὰ τῆς ἀποφάσεως, ἧς ἐδέξατο, παντὶ τῷ τῶν ἀνθρώπων γένει διαλεγόμενος, καὶ μονονουχὶ βοῶν καὶ λέγων· μηδεὶς ὑμῶν τοιοῦτόν τι τολμήσῃ ποτέ, ἵνα μὴ τοῖς τοιούτοις περιπέσῃ. Εἴδετε Δεσπότου φιλανθρωπίαν, ὅπως διὰ τῆς εἰς ἐκεῖνον τιμωρίας οὐκ ἐκεῖνον μόνον σωφρονίσαι ἠβουλήθη, ἀλλὰ καὶ τοὺς εἰς τὸ ἑξῆς ἅπαντας διδάξαι, πάντῃ ἄγε τὶν τὸ τολμηθὲν τοῦτο ἐπιχείρημα;

Φέρε λοιπὸν τῶν ἑξῆς ἁψώμεθα, καὶ ἴδωμεν τὶ καὶ σήμερον διηγεῖται ἡμῖν ὁ μακάριος οὗτος προφήτης, ὑπὸ τῆς τοῦ Πνεύματος ἐνηχούμενος ἐνεργείας. «Ἐπειδὴ γὰρ ἀπόφασιν ἐδέξατο ὁ Κάϊν, Ἐξῆλθε, φησίν, ἀπὸ προσώπου τοῦ Θεοῦ». Τὶ ἐστιν, «Ἐξῆλθεν ἀπὸ προσώπου τοῦ Θεοῦ»; Τουτέστιν, ἐγυμνώθη τῆς παρ’ αὐτοῦ προστασίας διὰ τὴν μυσαρὰν ἐκείνην πρᾶξιν. «Καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ». Λέγει ἡμῖν καὶ τὸν τόπον θᾶ λοιπὸν τὴν κατοίκησιν ἐποιήσατο, καὶ διδάσκει πῶς καὶ οὗτος οὐ πόῤῥῳ τοῦ παραδείσου διῆγεν, ἵνα κατέναντι αὐτοῦ ὧν, διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ καὶ τῶν τῷ πατρὶ συμβεβηκότων διὰ τὴν παράδοσιν, καὶ τοῦ μεγέθους τῶν αὐτῷ τετολμημένων· τὴν τοσαύτην τιμωρίαν, ἣν ἐδέξατο μηδὲ τῇ τοῦ πατρὸς τιμωρίᾳ σωφρονισθείς. Καὶ αὐτὸς δὲ ὁ τόπος, ἔνθα κατῴκει, ὑπόμνησις διαλειπτος ἣν οὐκ αὐτῷ μόνῳ, ἀλλὰ καὶ ταῖς μετὰ ταῦτα γενεαῖς, τοῦ σάλου καὶ τοῦ τρόμου. Τὸ γὰρ Ναῒδ νομᾶ· Ἑβραϊκὴ λέξις ἐστίν, ἑρμηνεύεται δὲ σάλος. Ἳν’ νῦν ὥσπερ ἐν στήλῃ χαλκῇ ἀνέκλειπτον ἔχῃ καὶ ἀπὸ τοῦ τόπου τὴν κατηγορίαν, ἐκεῖ αὐτὸν κατῴκισεν. Εἶτά φησι· Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. Θνητοὶ λοιπὸν γεγονότες, εἰκότως περὶ τὴν τῶν τέκνων διαδοχὴν τὴν ἅπασαν σπουδὴν εἶχον. Ἀλλ’ ἴσως εἴποι τις ἄν· πῶς, οὐδαμοῦ τῆς Γραφῆς μνημονευσάσης ἑτέρας γυναικός, ὁ Κάϊν ἔσχε τὴν γυναῖκα; Μὴ σε ξενίσῃ τοῦτο, ἀγαπητέ. Οὐδαμοῦ γὰρ θηλειῶν τέως κατάλογον ποιεῖται μετὰ ἀκριβείας, ἀλλὰ τὸ περιττὸν φυγοῦσα ἡ θεῖα Γραφὴ ἐκ μέρους τῶν ἀῤῥένων μνημονεύει, καὶ οὐδὲ αὐτῶν πάντων, ἀλλὰ συντομώτερον ἡμῖν διηγεῖται λέγουσα, ὅτι ὁ δεινὰ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Εἰκὸς οὖν καὶ νῦν τὴν Εὔαν καὶ θυγατέρα τεκεῖν μετὰ τὸν Κάϊν καὶ τὸν · Ἄβελ, ἣν εἰς γυναῖκα ἔλαβε, Κάϊν. Ἐπειδὴ γὰρ προοίμια ἥν, καὶ ἔδει λοιπὸν αὐξηθῆναι τὸ γένος, καὶ ταῖς ἀδελφαῖς συγγενέσθαι συνεχώρουν. Διὰ τοι τοῦτο καταλιποῦσα ἡ Γραφὴ ἡμῖν συνιδεῖν τὸ ἀκόλουθον, τοῦτο μόνον διηγεῖται λέγουσα, «Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ· καὶ ἣν οἰκοδομῶν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ». Ὅρα πῶς σοφίζονται λοιπὸν κατὰ μικρόν. Ἐπειδὴ γὰρ θνητοὶ γεγόνασι, διηνεκῆ αὐτῶν σώζεσθαι τὴν μνήμην βούλονται ἀπὸ τε τῶν τικτομένων, ἀπὸ τε τῆς ὀνομασίας τῶν τόπων, οἷς τὰς προσηγορίας ἐπιτιθέασι τῶν παίδων. Ταῦτα πάντα ὑπομνήματα ἂν τις εἴποι δικαίως εἶναι τῶν ἠμαρτημένων αὐτοῖς, καὶ τῆς ἐκπτώσεως τῆς δόξης ἐκείνης, ἐν ᾖ τυγχάνοντες οὐδενὸς τούτων ἐδέοντο ὁ τε Ἀδὰμ ἣ τε Εὔα, ἀλλ’ ἀνωτέρω πάντων καθειστήκεσαν. «Ἐγεννήθη δὲ τῷ Ἐνώχ, φησί, Γαϊδὰδ καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ». Ὁρᾷς πῶς παρέδραμεν τὰς γενεαλογίας, τῶν ἀῤῥένων μόνον μνημονεύσας ὁ μακάριος οὗτος, καὶ οὐδαμοῦ τῶν θηλειῶν ἐπιμνησθείς. Ἀλλὰ καθάπερ ἐπὶ τοῦ Κάϊν εἶπεν, ὅτι «Ἔγνω γυναῖκα αὐτοῦ», μηδὲν διδάξας ἡμᾶς μηδὲ εἰπὼν πόθεν ἔσχε τὴν γυναῖκα· οὕτω δὴ καὶ ἐνταῦθα πάλιν φησί· «καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Καὶ ἔτεκεν Ἀδά, φησί, τὸν Ἰωβήλ· οὗτος ἣν πάτρη οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβὰλ οὗτος ἣν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν».

β’. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐδίδαξεν ἡμᾶς καὶ τὰ ὀνόματα τῶν τεχθέντων ὑπὸ τῆς γυναικὸς τοῦ Λάμεχ, καὶ τίνα τὰ ἐπιτηδεύματα ἔσχον, καὶ ὅτι ὁ μὲν περὶ τὴν κτηνοτροφίαν ἑαυτὸν ἐξέδωκεν, ὁ δὲ ἐπενόησε ψαλτήριον καὶ κιθάραν. Σελλὰ δέ, φησίν, ἔτεκε καὶ αὐτὴ τὸν Θοβὲλ καὶ ἦν σφυροκόπος, χαλκεὺς χαλκοῦ καἰ σιδήρου. Πάλιν καὶ τοῦ παρὰ τῆς Σελλᾶς τεχθέντος τὸ ἐπιτήδευμα ἡμῖν ἐδήλωσεν, ὅτι τὴν χαλκευτικὴν τέχνην εἵλετο. Ὅρα πῶς κατὰ μικρὸν τὰ τῆς συστάσεως τοῦ τῶν ἀνθρώπων γένους ᾠκονόμητο. Καὶ πρῶτον μὲν ὁ Κάϊν τῷ ὑπ’ αὐτοῦ τεχθέντι τὴν ὑπ’ αὐτοῦ οἰκοδομουμένην πόλιν ἐπωνόμασεν. Εἶτα οἱ ὑπὸ τῶν γυναικῶν τοῦ Λάμεχ τεχθέντες, ὁ μὲν τῇ κτηνοτροφίᾳ ἑαυτὸν ἐξέδωκεν, ὁ δὲ ἕτερος τὴν χαλκευτικὴν εἵλετο, ὁ δὲ ψαλτήριον καὶ κιθάραν κατέδειξεν. Ἀδελφὴ δέ, φησί, Θόβελ Νοεμάν. Τὶ τὸ καινὸν καὶ παράδοξον; Νῦν γὰρ ἡμῖν πρῶτον δείκνυται θηλείας μνήμην ὀνομαστὶ ποιησάμενος. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλὰ τὶ κεκρυμμένον ἡμῖν ἐντεῦθεν ἐμφαίνων τοῦτο πεποίηκεν ὁ μακάριος προφήτης· ὅπερ εἰς ἕτερον καιρὸν ὑμῖν ταμιευσάμενοι, νῦν τῆς ἀκολουθίας ἐχώμεθα· οὐδὲ γὰρ τὸ τυχὸν ἐστι τὸ ἐπαγόμενον, ἀλλὰ καὶ σφόδρα πολλοῦ τοῦ ἀγῶνος δεόμενον, καὶ ἀκριβεστέρας τῆς ἑρμηνείας, ὥστε δυνηθῆναι μετὰ σαφηνείας ἅπαντα διερευνησαμένους πολλὴν ἡμῖν τὴν ὠφέλειαν ἐντεῦθεν παρασχεῖν. Εἶπε γάρ, φησί, Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· ᾍδᾳ καὶ Σελλᾷ· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἐβδομηδοντάκις ἑπτά. Συντείνατέ μοι τὴν διάνοιαν, παρακαλῶ, καὶ πάντα τὸν βιωτικὸν λογισμὸν ἀπωσάμενοι, μετὰ ἀκριβείας τὰ εἰρημένα διερευνησώμεθα, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ, ἀλλ’ ὅσον ἡμῖν οἷόν τε πρὸς τὸ βάθος αὐτὸ καθιέντες ἑαυτούς, θηράσαι δυνηθῶμεν τὸν ἐγκεκρυμμένον θησαυρὸν τοῖς βραχέσι τοῦτο ῥήμασιν. «Εἶπε δέ, φησί, Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν ᾍδᾳ καὶ Σελλᾶ. Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺ λόγους. Σκόπει μοι εὐθέως ἐκ προοιμίων πόσον ὤνησε τοῦτον ἡ εἰς τὸν Κάϊν γεγενημένη τιμωρία. Οὐ μόνον γὰρ οὐ περιμένει τὸν παρ’ ἑτέρου ἔλεγχον, ὡς τῷ αὐτῷ ἁμαρτήματι ἣ καὶ χείρονι περιπεσών, ἀλλὰ καὶ μηδενὸς ἐγκαλοῦντος, μηδὲ ἐπιτιμῶντος, αὐτὸς ἑαυτὸν κατάδηλον ποιεῖ, καὶ ἐξαγορεύει τὰ εἰργασμένα, καὶ ταῖς γυναιξὶ διηγεῖται τοῦ πλημμελήματος τὸ μέγεθος, μονονουχὶ ἐκεῖνο πληρῶν τὸ εἰρημένον παρὰ τοῦ προφήτου, ὅτι Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ». Μέγιστον γὰρ ἐστιν εἰς διόρθωσιν τῶν ἠμαρτημένων ἡ ὁμολογία. Ὥσπερ οὖν βαρύτερον τῶν ἠμαρτημένων τυγχάνει τὸ μετὰ τὴν πρᾶξιν τῆς ἁμαρτίας ἐπὶ τὴν ἄρνησιν ἔρχεσθαι· ὅπερ καὶ ὁ ἀδελφοκτόνος ἐκεῖνος πέπονθε ὁ, καὶ ἐρωτώμενος παρὰ τοῦ φιλανθρώπου Θεοῦ, οὐ μόνον οὐχ ὡμολόγησε τὸ ὓπ’ αὐτοῦ τολμηθέν, ἀλλὰ καὶ ἐτόλμησε ψεύσασθαι Θεῷ, καὶ διὰ τοῦτο παραταθῆναι αὐτοῦ τὴν ζωὴν ἐποίησε. Ὁ τοίνυν Λάμεχ τοῖς αὐτοῖς περιπεσών, καὶ εἰς ἐκείνην ἐλθὼν τὴν ἔννοιαν, ὅτι ἐκεῖνον ἡ ἄρνησις χαλεπωτέραν δέξασθαι παρεσκεύασε τὴν τιμωρίαν, καλέσας τὰς ἑαυτοῦ γυναῖκας, οὐδενὸς καταναγκάζοντος οὐδὲ διελέγχοντος, αὐτὸς διὰ τῆς οἰκείας γλώττης καὶ τὴν ὁμολογίαν τῶν ἡμαρτημένων ποιεῖται, καὶ συγκρίνων τὰ ὑπ’ αὐτοῦ εἰργασμένα τοῖς παρὰ τοῦ Κάϊν πεπραγμένοις, ἑαυτῷ τὴν τιμωρίαν ὁρίζει.

Εἶδες κηδεμονίαν Δεσπότου, πῶς καὶ αἱ τιμωρίαι αὐτοῦ φιλανθρωπίας ὑποθέσεις εἰσί, καὶ ὅτι οὐ μέχρι τοῦ τὴν τιμωρίαν δεχομένου τὰ τῆς φιλανθρωπίας ἵσταται, ἀλλὰ καὶ τοῖς λοιποῖς χρήσιμον κατασκευάζει τὸ φάρμακον, εἰ βουληθεῖεν τὴν ἐξ αὐτοῦ ὠφέλειαν καρπώσασθαι; Πόθεν γάρ, εἶπε μοι, ὁ Λάμεχ ἑτέρωθεν ἐπὶ τὴν τοσαύτην ἐξομολόγησιν ἐπείχθη, εἰ μὴ τὴν ἐκ τῶν ἐκείνῳ συμβάντων ὑπόμνησιν εἶχε διηνεκῶς αὐτοῦ τὴν διάνοιαν κατασείουσαν· Εἶπε, φησίν· «Ἀκούσατέ μου τῆς φωνῆς, καὶ ἐνωτίσασθε μου τοὺς λόγους». Ὅρα πῶς καθ’ ἑαυτὸν δικαστήριον καθίσας, οὕτω τὴν παράκλησιν αὐταῖς προσάγει, ὥστε μὴ παρέργως δέξασθαι τὰ λεγόμενα. Τὸ γὰρ εἰπεῖν, Ἀκούσατέ μου τῆς φωνῆς, καὶ ἐνωτίσασθέ μου τοὺς λόγους, τοῦτο δηλοῦντός ἐστι· Συντείνατε ὑμῶν, φησί, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε οἷς ἐρεῖν μέλλω. Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ὑμῖν διαλέξομαι, ἀλλὰ πράγματα ὑμῖν ἐξαγορεύσω λανθάνοντα, καὶ ἃ μηδεὶς ἕτερος οἶδεν, ἀλλ’ ἣ μόνος ἐγώ, καὶ ὁ ἀκοίμητος ἐκεῖνος ὀφθαλμός, ὃν δεδοικὼς σπεύδω καὶ ἐπείγομαι φανερὰ ὑμῖν καταστῆσαι τὰ ὑπ’ ἐμοῦ πεπραγμένα, καὶ ὅσαις τιμωρίαις ἑαυτὸν ὑπεύθυνον κατέστησα διὰ τῶν ἀνοσίων πράξεων.«Ὅτι ἄνδρα ἀπέκτεινα, φησίν, εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί». Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Μέγα τὸ εἰρημένον, καὶ σφόδρα μέγα, καὶ πολλὴ τοῦ ἀνδρὸς ἡ εὐγνωμοσύνη. Οὐ μόνον γὰρ ὁμολογεῖ τὸ γεγονός, καὶ τοὺς φόνους εἰς μέσον ἄγει, οὓς εἰργάσατο, ἀλλὰ καὶ διὰ τῆς συγκρίσεως τῶν ὑπ’ ἐκείνου καὶ ὑπ’ αὐτοῦ γεγονότων τὸ ἐπιτίμιον ἑαυτῷ ἐπιτίθησι. Ποίας γὰρ ἂν εἴη, φησί, συγγνώμης ἄξιος ὁ μηδὲ τῇ ἑτέρου τιμωρίᾳ σωφρονισθείς, ἀλλὰ καὶ ἔναυλον ἔχων τὴν μνήμην, καὶ πρὸς ἐπὶ τούτοις διπλοῦν ἐργασάμενος φόνον; «Ὅτι ἄνδρα, φησίν, ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί». Οὐ τοσοῦτον ἠδίκησα, φησίν, ἐκείνους, οὓς ἀνεῖλον, ὅσον ἐμαυτόν. Εἰς ἄφυκτον γὰρ τιμωρίαν ἑαυτὸν ἐνέβαλον, ἁμαρτήματα ἐργασάμενος συγγνώμης ἐπέκεινα. Εἰ γὰρ ἐκεῖνος ὑπὲρ τοῦ ἑνὸς φόνου ἑπτὰ τιμωρίαις ὑπεύθυνος γέγονεν, ἐγὼ δίκαιος ἂν εἵην ἑβδομηκοντάκις ἑπτὰ τιμωρίας ὑποσχεῖν. Τίνος ἕνεκεν καὶ διὰ τί; Εἰ γὰρ καὶ φόνον ἐκεῖνος εἰργάσατο, καὶ ἀδελφοῦ φόνον, ἀλλ’ οὐδένα οὐδέποτε πρότερον θεασάμενος τοῦτο πεποιηκότα, οὐδὲ κατιδὼν ἕτερον διὰ τὴν πρᾶξιν τιμωρηθέντα, καὶ τοσαύτης πειραθέντα τῆς ἀγανακτήσεως, ἅπερ ἀμφότερα ἐμοὶ αὔξει τὰς τιμωρίας· ὅτι καὶ πρὸ τῶν ὀφθαλμῶν ἔχων τὸ ὓπ’ ἐκείνου τολμηθέν, καὶ τὴν τιμωρίαν ὁρῶν οὕτως ἀνήκεστον οὖσαν, οὐδὲ οὕτως ἐσωφρονίσθην. Διὰ τοῦτο κἂν ἑβδομηκοντάκις ἑπτὰ τιμωρίας ἐκείνου ὑποσταίην, οὐδὲ οὕτω τὴν ἀξίαν δώσω δίκην.

γ’. Ὁρᾷς, ἀγαπητέ, πῶς αὐτεξούσιον ἡμῶν τὴν γνώμην ὁ Θεὸς ἐδημιούργησε, καὶ ὥσπερ ῥᾳθυμοῦντες ὑποσκελιζόμεθα, οὕτω καὶ νήψαι βουληθέντες συνορῶμεν τὸ δέον; Τις γάρ, εἰπὲ μοι, τοῦτον ἐπὶ τὴν τοσαύτην ἐξομολόγησιν κατήπειγεν; Οὐδεὶς ἕτερος, ἄλλ’ ἣ τὸ συνειδὸς καἰ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀδέκαστος. Ἐπειδὴ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίνας εἰς ἔργον ἤγαγε τὴν κακὴν ἐπιχείρησιν, εὐθέως κατεξανέστη τὸ συνειδὸς καταβοῶν, καὶ τῶν ἁμαρτηθέντων τὸ μέγεθος, καὶ ὅσαις τιμωρίαις ἑαυτὸν ὑπεύθυνον εἰργάσατο. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὶν ἢ μὲν γὰρ παραχθῆναι, καὶ εἰς ἔργον ἐλθεῖν, σκοτοῖ τὸν λογισμόν, καὶ ἀπατᾷ τὴν διάνοιαν· ἐπὰν δὲ τελειωθῇ, τότε δήλην ἡμῖν τὴν αὐτῆς ἀτοπίαν καθίστησι, καὶ ἡ βραχεῖα ἐκείνη καὶ ἄτοπος ἡδονὴ διηνεκῆ τὴν ὀδύνην ἡμῖν ἀντίθησι, καὶ τοῦ συνειδότος ἀφαιρεῖται τὴν παῤῥησίαν, καὶ αἰσχύνῃ περιβάλλει τὸν ἁλόντα. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης τοιοῦτον ἡμῖν τὸν κατήγορον τοῦτον ἐπέστησεν, ὡς μηδέποτε ἠρεμεῖν, ἀλλ’ ἀδιαλείπτως συνόντα καταβοᾷν, καὶ δίκην ἀπαιτεῖν τῶν πεπλημμελημένων. Καὶ τοῦτο ἂν τις ἴδοι σαφῶς ἐξ αὐτῶν τῶν πραγμάτων. Ὁ γὰρ πόρνος, ἣ ὁ μοιχός, ἢ ὁ ἕτερόν τι τοιοῦτον εἰργασμένος, κἂν πάντας λαθεῖν δυνηθῇ, οὐδὲ οὕτως ἐν ἠρεμίᾳ διάγει, ἀλλ’ ἔχων τοῦτον τὸν σφοδρόν, κατήγορον τὰς ὑποψίας δέδοικε, τὰς σκιᾶς τρέμει, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, διηνεκῆ χειμῶνα ἔχων ἐν ψυχῇ καὶ κύματα ἐπάλληλα. Καὶ οὔτε ὕπνος τῷ τοιούτῳ ἡδύς, ἀλλὰ φόβου καὶ δειμάτων πεπληρωμένος· οὔτε τροφὴ ἡδονὴν ἔχουσα, οὔτε διάλεξις φίλων τὸν τοιοῦτον μεταγαγεῖν δυνήσεται, ἢ ἀπαλλάξαι τοῦ ἀγῶνος τοῦ ἐπικειμένου· ἀλλὰ καθάπερ δήμιον περιφέρων καταξαίνοντα αὐτὸν καὶ μαστίζοντα διηνεκῶς, οὕτω μετὰ τὴν ἄτοπον πρᾶξιν ἐκείνην τιμωρίας ὑπέχων οὐδενὸς εἰδότος, τὰς ἀφορήτους ἐκείνας τιμωρίας ὑπέχων, καὶ δικαστὴς ἑαυτοῦ γινόμενος καὶ κατήγορος.

Ἀλλ’ ὁ ταῦτα εἰργασμένος ἐὰν βουληθῇ εἰς δέον χρήσασθαι τῇ ἀπὸ τοῦ συνειδότος βοηθείᾳ, καὶ ἐπὶ τὴν ἐξομολόγησιν τῶν πεπραγμένων ἐπειχθῆναι, καὶ τῷ ἰατρῷ δεῖξαι τὸ ἕλκος, τῷ θεραπεύοντι καὶ μὴ ὀνειδίζοντι, καὶ τὰ παρ’ ἐκείνου φάρμακα δέξασθαι, καὶ μόνος αὐτῷ διαλεχθῆναι, μηδενὸς εἰδότος, καὶ πάντα εἰπεῖν μετὰ ἀκριβείας, ταχεῖαν ποιήσεται τὴν διόρθωσιν τῶν ἐπταισμένων. Ἡ γὰρ ὁμολογία τῶν ἠμαρτημένων ἀφανισμὸς γίνεται τῶν πλημμελημάτων. Εἰ γὰρ δὴ ὁ Λάμεχ οὗτος ταῖς ἑαυτοῦ γυναιξὶ τοὺς παρ’ αὐτοῦ γενομένους φόνους ἐξαγορεῦσαι οὐ παρῃτήσατο, ποίας ἂν εἴημεν συγγνώμης ἄξιοι, τῷ πάντα μετὰ ἀκριβείας εἰδότι τὰ ἡμέτερα πλημμελήματα μὴ βουλόμενοι ἐξαγορεύειν τὰ ἡμαρτημένα; Μὴ γὰρ ἐπειδὴ ἀγνοεῖ, μαθεῖν βούλεται; Οὐκ ἐπειδὴ ἀγνοεῖ, τὴν παρ’ ἡμῶν ὁμολογίαν ἐπιζητεῖ ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, ἀλλὰ βουλόμενος ἡμᾶς ὁμοῦ καὶ αἴσθησιν λαβεῖν τῶν ἐπταισμένων διὰ τῆς ὁμολογίας, καὶ τὴν εὐγνωμοσύνην τὴν παρ’ ἑαυτῶν ἐπιδείξασθαι. Μὴ γὰρ χρήματα ἔπεστιν ἐνταῦθα δαπανῆσαι; Μὴ γὰρ ὁδὸν μακρὰν στείλασθαι; Μὴ γὰρ ὀδύνην καὶ ἀλγήματα παρέχει ἡ ἰατρεῖα αὕτη; Καὶ ἀδάπανός ἐστι, καὶ ἀνώδυνος, καὶ ταχεῖαν παρέχουσα τὴν θεραπείαν. Πρὸς γὰρ τὸν τόνον τῆς διαθέσεως τοῦ προσιόντος, οὕτω καὶ τὰ φάρμακα τῶν τραυμάτων χαρίζεται ὁ Δεσπότης. Ὁ τοίνυν βουλόμενος θᾶττον πρὸς ὑγίειαν ἐπανελθεῖν, καὶ τὰ τῆς ψυχῆς ἕλκη θεραπεῦσαι, μετὰ νήψεως προσιέτω, πάντων ἑαυτὸν ἀποστήσας τῶν βιωτικῶν, θερμὰ δάκρυα προχεέτω, προσεδρίαν πολλὴν ἐπιδεικνύσθω, πίστιν ἀκριβῆ εἰσφερέτω, καὶ θαῤῥείτω τοῦ ἰατροῦ τῇ τέχνῃ, καὶ παραχρῆμα τῆς ὑγιείας ἀπολαύσεται. Εἶδες ἰατροῦ φιλοτιμίαν παντὸς πατρὸς φιλοστοργίαν ἀποκρύπτοντος; Μὴ γὰρ βαρὺ τι καὶ ἐπαχθὲς παρ’ ἡμῶν ἐπιζητεῖ; Συντριβὴν καρδίας, λογισμοῦ κατάνυξιν, ὁμολογίαν πταίσματος, προσεδρίαν συντεταγμένην· καὶ οὐ μόνον τῶν τραυμάτων τὴν θεραπείαν χαρίζεται, καὶ τῶν ἠμαρτημένων καθαροὺς ἀποδείκνυσιν, ἀλλὰ καὶ τὸν πρὸ τούτου μυρίοις βαρυνόμενον φορτίοις ἁμαρτημάτων δίκαιον ἀπεργάζεται.Ὣ φιλανθρωπίας μέγεθος· ὧ ἀγαθότητος ὑπερβολή. Τὸν ἡμαρτηκότα, ἐπειδὰν ὁμολογήσῃ τὰ ἡμαρτημένα συγγνώμην αἰτήσας, καὶ τὴν εἰς τὸ ἑξῆς ἀσφάλειαν ἐπιδείξηται, ἀθρόον δίκαιον ἀποφαίνει. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουε τοῦ προφήτου λέγοντος· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος ἵνα δικαιωθῇς». Οὐχ ἁπλῶς εἶπε, «Λέγε σὺ τὰς ἀνομίας σου», ἀλλὰ προσέθηκε, «Πρῶτος», τουτέστι, μὴ ἀναμείνῃς τὸν ἐλέγχοντα, μηδὲ ἐκδέξῃ τὸν κατήγορον· αὐτὸς προλαβὼν ἅρπασον τὴν πρωτολογίαν, ἵνα ἀποκλείσῃς τοῦ κατηγόρου τὴν γλῶτταν.

δ’. Εἶδες δικαστοῦ φιλανθρωπίαν; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων δικαστηρίων, ὅταν τις τοῦτο ποιῆσαι καταδέξηται, καὶ τοὺς ἐλέγχους προλαβὼν ὁμολογήσῃ τὰ εἰργασμένα, τὰς μὲν βασάνους καὶ τὰς ἐπαλλήλους τιμωρίας ἴσως διαφυγεῖν δυνήσεται, καὶ ταῦτα εἰ ἡμέρου τινὸς ἐπιτύχῃ δικαστοῦ, τὴν μέντοι ἀπόφασιν τὴν πρὸς θάνατον ἀπάγουσαν πάντως δέχεται· ἐπὶ δὲ τοῦ φιλανθρώπου Θεοῦ καὶ τοῦ ἰατροῦ τῶν ἡμετέρων ψυχῶν ἄφατος ἡ ἀγαθότης, καὶ πάντα λόγον ὑπερβαίνουσα ἡ φιλοτιμία. Ἐὰν γὰρ προλαβόντες τὸν ἀντίδικον τὸν ἡμέτερον, τὸν διάβολον λέγω, τὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ πρόσωπον ἡμῶν ἱστάμενον, καὶ ἤδη ἐν τῷ παρόντι βίῳ, πρὸ τῆς εἰς τὸ δικαστήριον εἰσόδου, ὁμολογήσωμεν τὰ πεπραγμένα, καὶ τὴν πρωτολογίαν ἁρπάσωμεν, καὶ αὐτοὶ ἑαυτῶν κατήγοροι γενώμεθα, εἰς τοσαύτην φιλανθρωπίαν ἐκκαλεσόμεθα τὸν Δεσπότην, ὡς μὴ μόνον τὴν ἐλευθερίαν τῶν ἠμαρτημένων ἡμῖν δωρήσασθαι, ἀλλὰ καὶ εἰς τὸν τῶν δικαίων κατάλογον ἡμᾶς καταριθμῆσαι. Εἰ γὰρ ὁ Λάμεχ οὗτος, μήτε νόμου δεδομένου τοῦ διδάσκειν δυναμένου, μήτε προφητῶν ἀκούσας, μήτε ἑτέρας τινὸς παραινέσεως, ἀπὸ τοῦ ἐγκειμένου τῇ φύσει κριτηρίου συνειδὼς ἅπερ ἐτόλμησε, καὶ εἰς μέσον ἤγαγε τὰ εἰργασμένα, καὶ ἑαυτοῦ κατεψηφίσατο· πῶς ἡμεῖς δυνησόμεθα ἀπολογίας τινὸς τυχεῖν μὴ κατὰ πάσης σπουδῆς τὰ ἡμέτερα τραύματα ἐπιδεικνύντες τῷ Δεσπότῃ, καὶ παρ’ αὐτοῦ τὴν τούτων ἰατρείαν δεχόμενοι; Ὅπερ εἰ μὴ νῦν ποιήσαιμεν, ὅτε νηστείας καιρός, τοσαύτη τῶν λογισμῶν ἡ γαλήνη, ὅτε πᾶσα τρυφὴ ἑκποδών· πότε δυνησόμεθα εἰς ἔννοιαν ἐλθεῖν τῶν ἡμῖν πεπραγμένων; Διὸ παρακαλῶ πάντοτε μὲν νήφειν καὶ ἐγρηγορέναι, καὶ τὴν παροῦσαν ζωὴν ἅπασαν εἰς τοῦτο καταδαπανᾷν, ἵνα τῇ προσεδρίᾳ δυνηθῶμεν τὴν ἀφόρητον ἐκείνην κόλασιν διαφυγεῖν, καὶ ἐκτὸς γενέσθαι τοῦ τῆς γεέννης πυρός. Μάλιστα δὲ νῦν μετὰ πλείονος τῆς σπουδῆς τοῦτο δεῖ ποιεῖν, ὅτε διὰ τὸν τῆς νηστείας καιρὸν καὶ πλείονος καὶ συνεχοῦς ἀπολαύετε τῆς διδασκαλίας. «Ἔγνω δέ, φησίν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε γὰρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν». Μέχρι τοῦ Λάμεχ τὴν γενεαλογίαν στήσασα ἡ θεῖα Γραφή, ἐπανῆλθε πάλιν ἐπὶ τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ φησίν· «Ἔγνω δὲ Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· ·. Ἐξανέστησε γὰρ μοὶ ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν». Ἔτεκε, φησίν, υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ· καὶ οὐκ ἀρκεσθεῖσα ἡ μήτηρ τῇ τεθείσῃ προσηγορίᾳ, φησίν· «Ἐξανέστησε γὰρ μοὶ ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν». Ὅρα καὶ τὴν μητέρα, ὅπως διὰ τῆς προσηγορίας τοῦ τεχθέντος παιδίου τὴν μνήμην τῆς πονηρᾶς ἐκείνης πράξεως διηνεκῆ ἐναποτίθεται, καὶ ἵνα καὶ οἱ εἰς τὲς ἑξῆς γενεᾶς εἰδέναι ἔχωσι τὸ τολμηθὲν ὑπὸ τοῦ Κάϊν, φησίν· «Ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν». Ὀδυνωμένης ψυχῆς τὸ ῥῆμα, συγχεομένης ὑπὸ τῆς μνήμης τοῦ γεγονότος, καὶ εὐχαριστούσης μὲν ὑπὲρ τοῦ τεχθέντος, μονονουχὶ δὲ στηλιτευούσης ἐκεῖνον διὰ τῆς τοῦ παιδὸς προσηγορίας. Καὶ γὰρ ἀληθῶς οὐ τὸ τυχὸν πένθος εἰργάσατο τοῖς γονεῦσι, τὴν ἑαυτοῦ δεξιὰν ὁπλίσας κατὰ τοῦ ἀδελφοῦ, καὶ τὸν ποθεινὸν καὶ ἐπέραστον δείξας αὐτοῖς χαμαὶ ἐῤῥιμμένον, νεκρὸν καὶ ἀναίσθητον. Εἰ γὰρ καὶ τὸ ἐπιτίμιον ἐδέξατο ὁ Ἀδάμ, «Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ»· καί, «Ἐν ᾖ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε»· ἀλλ’ ὅμως ἐν ῥήμασιν ἦν τέως τὰ τῆς ἀποφάσεως, καὶ οὐδέπω ᾔδεισαν, τὶ ἣν τοῦ θανάτου τὸ εἶδος, ἀλλ’ οὗτος προλαβὼν διὰ τὸ μῖσος τὸν ἀδελφόν, καὶ τὸν φθόνον τὸν ἔνδοθεν αὐτὸν τήκοντα, ἐπὶ σφαγὴν ὥρμησε τοῦ Ἄβελ, καὶ δεινὸν θέαμα παρέσχε τοῖς γονεῦσιν ἰδεῖν. Διὰ τοι τοῦτο ἡ μήτηρ μικρὸν ἀνανεύσασα, καὶ μόλις ὀψὲ ποτε τοῦ ἀφορήτου πένθους ἐκείνου παραμυθίαν εὑρεῖν δυνηθεῖσα διὰ τοῦ τεχθέντος παιδός, καὶ τὴν εὐχαριστίαν ἀναφέρει τῷ Δεσπότῃ, καὶ τοῦ ἀδελφοκτόνου στηλιτεύει τὴν πρᾶξιν, ταύτην αὐτῷ καὶ αὐτὴ μεγίστην τιμωρίαν ἐπάγουσα, τὸ διηνεκῆ τὴν μνήμην ἐναποθέσθαι τῷ παρ’ αὐτοῦ γεγενημένῳ.

Εἴδετε ὅσον κακὸν ἐστιν ἁμαρτία; Πῶς εἰς αἰσχύνην καὶ ὄνειδος προτίθησι τοὺς ταύτην εἰργασμένους; Εἴδετε πῶς τῆς ἄνωθεν χάριτος διὰ ταύτην γυμνὸς γέγονε, καὶ ἅπασι προκείμενος εἰς καταγέλωτα; Εἴδετε πῶς καὶ τοῖς γονεῦσι τοῖς ὑπὸ τῆς φύσεως αὐτῆς ὠθουμένοις εἰς φιλοστοργίαν βδελυκτὸς κατέστη διὰ τὴν κακὴν ἐπιχείρησιν; Φεύγωμεν τοίνυν, παρακαλῶ, τὴν ἁμαρτίαν τὴν τοσούτοις ἡμᾶς περιβάλλουσαν κακοῖς, καὶ τὴν ἀρετὴν ἑλώμεθα, ἵνα καὶ τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα, καὶ τὴν κόλασιν διαφύγωμεν. «Καὶ τῷ Σὴθ, φησίν, ἐγένετο υἱός· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ ἘνώϚ· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ». Ὅρα πῶς κατὰ μικρὸν λοιπὸν παιδεύονται ταῖς προσηγορίαις τῶν τικτομένων ἐναποτίθεσθαι τῆς οἰκείας εὐγνωμοσύνης τὴν ἀπόδειξιν. Καὶ οὗτος γάρ, φησίν, ὁ Σὴθ, γεννήσας υἱόν, ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ ἘνὼϚ. Εἶτα ἑρμηνεῦσαι ἡμῖν βουλομένη, ἡ θεῖα Γραφὴ τοῦ ὀνόματος τὴν προσηγορίαν, φησίν· «Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ». Καὶ γὰρ ἐκ τούτου λοιπὸν τὴν ἀρχὴν μέλλει ποιεῖσθαι ὁ μακάριος προφήτης τῆς γενεαλογίας, τοῦ Κάϊν τὴν μνήμην ἀποπεμψάμενος, καὶ τῶν ἐξ αὐτοῦ μέχρι τοῦ Λάμεχ γεγονότων, καὶ ἐπειδὴ τὴν ἀπὸ τῆς φύσεως αὐτῷ προεδρίαν χαρισθεῖσαν, τὴν τῶν πρωτοτόκων λέγω. Τῇ κακίᾳ τῇς προαιρέσεως ἐλυμήνατο, ἐκβάλλεται μὲν αὐτός, καὶ οἱ ἐξ αὐτοῦ, τοῦ καταλόγου· ὁ δὲ Σὴθ λοιπὸν ὅπερ οὐκ εἶχεν ἀπὸ τῆς φύσεως, τούτου διὰ τὴν τῆς προαιρέσεως εὐγνωμοσύνην ἀξιοῦται, καὶ εἰς τοῦτον μεθίσταται λοιπὸν τὰ τῆς πρωτοτοκίας, εἰ καὶ μὴ διὰ τὴν φύσιν, ἀλλὰ διὰ τὴν τῆς προαιρέσεως γνώμην, καὶ οἱ ἐκ τούτου τικτόμενοι τῆς γενεαλογίας ἀξιοῦνται. Καὶ ὥσπερ οὗτος Ἐνὼς ἐκλήθη διὰ τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, οὕτω καὶ οἱ ἐκ τούτου λοιπὸν τὸ γένος καταγόμενοι τῆς αὐτῆς ἀξιοῦνται προσηγορίας. Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος προφήτης ἐνταῦθα στήσας τὴν διήγησιν πάλιν ἀρχὴν ἑτέραν ποιεῖται.

ε’. Ἀλλ’ ἵνα μὴ ἀρξάμενοι τοῦ διηγήματος εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, ἐνταῦθα καὶ ἡμεῖς καθάπερ ὁ μακάριος οὗτος προφήτης καταπαύσωμεν τὸν λόγον, εἰς τὴν ἑξῆς, ἐὰν ὁ Θεὸς ἐπιτρέπῃ, τῶν ἑπομένων τὴν ἑρμηνείαν ταμιευσάμενοι. Τέως δὲ ἐπὶ τοῦ παρόντος ἐκεῖνο παρακαλέσαι τὴν ὑμετέραν ἀγάπην βούλομαι, ὥστε καρποῦσθαί τι πλέον ἐκ τῶν παρ’ ἡμῶν λεγομένων, καὶ καθ’ ἑκάστην ἡμέραν ἑαυτοὺς διερευνᾶσθαι, τὶ μὲν ἐκ ταύτης τῆς διδασκαλίας ἐκερδάνατε, τὶ δὲ ἐκ τῆς ἑτέρας, καὶ μὴ μόνον μέχρι τῆς ἀκοῆς δέχεσθαι τὰ παρ’ ἡμῶν λεγόμενα, ἀλλὰ καὶ εἰς τὴν διάνοιαν ὑμῶν αὐτὰ ἐναποτίθεσθαι, καὶ τῇ συνέχει μελέτῃ παγίαν αὐτῶν τὴν μνήμην ποιεῖσθαι. Βούλομαι γὰρ ὑμᾶς μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις διδασκάλους γίνεσθαι, ὥστε δύνασθαι καὶ ἑτέρους νουθετεῖν, καὶ μὴ διὰ λόγων μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ διὰ τῶν ἔργων παιδεύειν τοὺς πλησίον πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν. Ἐννόησον γὰρ μοι, ὅτι εἰ βουληθείητε καθ’ ἑκάστην ἡμέραν ἐνταῦθα παραγενόμενοι μικρὸν τι μέρος καρποῦσθαι, καὶ τῶν ἐνοχλούντων ὑμῖν παθῶν διόρθωσιν ποιήσασθαι, πῶς κατ’ ὀλίγον εἰς αὐτὴν τῆς ἀρετῆς τὴν ἄκραν κορυφὴν ἐλεύσεσθε. Οὐδὲ γὰρ παυόμεθα ἐφ’ ἑκάστης διαλεγόμενοι, καὶ περὶ τῆς ἀρίστης πολιτείας ὑμῖν ἐνηχοῦντες, ὥστε τὰ ὀλέθρια ταῦτα πάθη ἐκκόπτειν, τὸν θυμὸν λέγω, τὴν βασκανίαν, τὸν φθόνον. Τούτων γὰρ ἀναιρεθέντων, εὐκολώτερον καὶ ἡ περὶ τὰ χρήματα μανία διόρθωσιν λήψεται καὶ τῆς περὶ τὰ χρήματα μανίας πάλιν παυθείσης, μετὰ πλείονος τῆς ἀδείας οἱ ἄτοποι λογισμοὶ καὶ αἱ αἰσχραὶ ἐνθυμήσεις κατασταλήσονται· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Ἂν τοίνυν τὴν ῥίζαν ἐκτέμωμεν, καὶ ἐξ αὐτοῦ τοῦ βάθους αὐτὴν ἀνασπάσωμεν, εὐκολώτερον τῶν κλάδων περιεσόμεθα. Ἡ γὰρ ἀκρόπολις τῶν κακῶν, καὶ ὁ κολοφών, ὡς εἰπεῖν, τῶν ἁμαρτημάτων, ἡ λύσσα τῶν χρημάτων ἐστίν, ἧς εἰ βουληθείημεν περιγενέσθαι, οὐδὲν τὸ κωλῦον καὶ ταύτην τὴν μανίαν ἐκφυγεῖν, καὶ μετὰ ταύτης συνανασπάσαι καὶ ἐκτεμεῖν πάντα τὰ ὀλέθρια πάθη. Καὶ μὴ νομίσητε μέγα τι καὶ φορτικὸν εἶναι τὸ χρημάτων ὑπεριδεῖν· Ὅταν γὰρ ἐννοήσω, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ κενὴν καὶ ἀνόνητον φιλοτιμίαν πολλὰ χρυσίου τάλαντα ἐξέχεον εἰς οὐδὲν δέον, ἀλλ’ ἵνα τὴν παρὰ τῶν ἀγοραίων καὶ τριοβολιμαίων πολλάκις ἀνθρώπων εὐφημίαν καρπώσωνται, τὴν πρὸ τῆς ἑσπέρας τέλος λαμβάνουσαν, πολλάκις δὲ οὐδὲ μέχρι τῆς ἑσπέρας διαμείνασαν, ἀλλὰ καὶ πρὶν ἣ πληρωθῆναι τὴν ἡμέραν μυρίοις αὐτοὺς περιβάλλουσαν κακοῖς· [ἕτεροι δὲ τῶν ἐπὶ τῇ πλάνῃ τῇ Ἑλληνικῇ προκατειλημμένων, πάλιν διὰ τὸ πρὸς τὴν τῶν ἀνθρώπων ἐπτοῆσθαι δόξαν, καὶ ταύτην περὶ πολλοῦ ποιεῖσθαι, πάντα τὰ ὄντα ῥίψαντες, καὶ ἐν μόνον τριβώνιον ἑαυτοῖς καταλιπόντες καὶ βακτηρίαν, οὕτω τὸν ἅπαντα βίον διάγουσι, πάντα τὸν πόνον ἐκεῖνον καὶ τὴν ταλαιπωρίαν διὰ τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν ὑπομένειν αἱρούμενοι]· ὅταν τοίνυν ταῦτα λογίσωμαι, οὐκ οἶδα ποίαν ἕξομεν ἀπολογίαν ἢ συγγνώμην, οὐδὲ τὸ πολλοστὸν ἐκείνων διὰ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἐντολὴν προέσθαι ἀνεχόμενοι, καὶ διὰ τὴν δόξαν ἐκείνην τὴν ἀθάνατον καὶ πέρας οὐκ ἔχουσαν, ἀλλὰ καὶ ἐκείνων χείρους γινόμενοι, καὶ μηδὲ ὅσον τὸ μέσον ἐννοοῦντες· ὅτι ἐκεῖνοι μὲν διὰ τὴν παρὰ τῶν ἀνθρώπων τῶν ὁμογενῶν ἀνόνητον εὐφημίαν τοσαῦτα προΐενται· ἡμεῖς δὲ διὰ τὸν Δεσπότην τὸν ἡμέτερον, τὸν καὶ τῶν ὑπηργμένων χορηγόν, καὶ ἐκείνας τὰς ἀποῤῥήτους δωρεᾶς ἐπαγγελλόμενον, οὐδὲ τὸ τυχὸν πολλάκις μεταδιδόναι τοῖς πενομένοις αἱρούμεθα. Καὶ ποίοις ὀφθαλμοῖς ὀψόμεθα τὸν κριτὴν τῆς οὕτως εὔκολου ἐντολῆς καταμελοῦντες; Μὴ γὰρ πάντα τὰ ὄντα ῥίψαι προτρέπω; Ἀπόλαυε πάσης ἀνέσεως. Καὶ τὴν ἑαυτοῦ χρείαν πληρώσας τὰ περιττὰ καὶ εἰκῆ κείμενα ταῦτα ἀναγκαῖα ποίησον, καὶ τοῖς λιμῷ πιεζομένοις καὶ ὑπὸ τοῦ κρυμοῦ πηγνυμένοις τούτοις διανεῖμαι, καὶ διὰ τῆς τούτων χειρὸς εἰς τὴν ἑαυτοῦ πατρίδα διαπέμπου, ἣν μετ’ οὐ πολὺ λήψῃ. Οὗτοι γὰρ μάλιστα δυνήσονταί σοι χρησιμεῦσαι πρὸς τὴν ἐκεῖ μετακομιδήν, ἳν’ ὅταν ἀπέλθῃς ἐκεῖ, ἅπαντα εὕρῃς εὐτρεπισμένα, καὶ πλείονας ἀπολαύσῃς ἐκεῖ τῆς εὐπορίας, ὁρῶν ταῦτα ὑπὸ τῶν μετακομισάντων, μᾶλλον δὲ ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας πολυπλασιασθέντα. Μὴ γὰρ κάματον ἔχει τὸ πρᾶγμα; Μὴ γὰρ φροντίδα τινὰ καὶ μέριμναν; Οὐχ ὑποζυγίων σοι χρεία πρὸς τὴν μετακομιδήν, οὐ τοῦ φυλάττοντος, οὐκ ἄλλου οὐδενὸς τοιούτου. Οὔτε γὰρ λῃστής, οὔτε τοιχωρύχος ἐκείνην βαδίζει τὴν ὁδόν, ἵνα λυμαίνηται τοῖς παρὰ σοῦ πεμπομένοις· ἀλλ’ ἅπερ ἣν ἀποθῇ εἰς τὰς τῶν πενήτων χεῖρας, ταῦτα εἰς ἀσφαλὲς ταμιεῖον ἀποθήσῃ τὴν τοῦ Θεοῦ χεῖρα. Αὕτη γὰρ ἀκέραιον καὶ τὴν τούτων φυλακὴν παρέξει, καὶ ἐπειδὰν ἐπανέλθῃς εἰς τὴν οἰκεῖον πατρίδα, μετὰ τῆς ἐκείνων ἀποδόσεως καὶ ἀνακηρύξει, καὶ στεφανώσει, καὶ ἐν πάσῃ εὐρυχωρίᾳ καὶ ἀνέσει καταστήσει. Ἐκχέωμεν τοίνυν, παρακαλῶ τὰ ἀποκείμενα εἰς τὰς τῶν πενήτων γαστέρας, καὶ σπείρωμεν ὡς ἔτι καιρός, ἵνα εἰς τὸν δέοντα καιρὸν θερίσωμεν, καὶ μὴ προϊέμενοι τὴν παροῦσαν εὐκαιρίαν ὕστερον ἀνόνητα μεταμελώμεθα. Μὴ γὰρ διὰ τοῦτο πλείονά σοι κεχάρισται ὁ φιλάνθρωπος Δεσπότης, ἵνα εἰς τὴν ἑαυτοῦ μόνον χρείαν καταναλώσῃς τὰ δοθέντα, καὶ τὰ λοιπὰ ταμιείοις καὶ κιβωτίοις ἐναποκλείσῃς; Οὐ διὰ τοῦτο, ἀλλ’ ἵνα, κατὰ τὴν παραίνεσιν τὴν ἀποστολικήν, τὸ σὸν περίσσευμα γένηται εἰς τῶν ἄλλων ὑστέρημα. Καὶ σὺ μὲν ἴσως καὶ ὑπὲρ τὴν χρείαν ἀπολαύεις, καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τοῖς ἐσθήμασι καὶ ἐν ἄλλῃ πολυτελείᾳ πολλῷ τῷ ἀργύρῳ κεχρημένος, καὶ μέχρι τῶν οἰκετῶν καὶ τῶν ἀλόγων τοῦτον κερματίζων· ὁ δὲ πένης οὐδὲν τούτων ζητεῖ παρὰ σοῦ, ἣ μόνον λιμὸν παραμυθήσασθαι, καἰ τὴν ἀναγκαίαν χρείαν καὶ τὴν ἐφήμερον αὐτῷ τροφὴν παρασχεῖν, ὥστε συστῆναι καὶ μὴ διαφθαρῆναι· καὶ οὐδὲ τοῦτο ἀνέχῃ ποιῆσαι, οὐδὲ λογίζῃ, ὅτι πολλάκις ἀθρόον ἀναρπασθεὶς τὰ μὲν συλλεγέντα ἅπαντα ἐντεῦθεν καταλιμπάνεις, καὶ ἐνίοτε εἰς ἐχθροὺς καὶ πολεμίους ταῦτα μεταστήσεται· αὐτὸς δὲ τὰ ἁμαρτήματα ἅπαντα, ἐξ ὧν ταῦτα συλλέγεις, μεθ’ ἑαυτοῦ λαβὼν ἄπει. Καὶ τὶ ποτε ἐρεῖς κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; Τὶ δὲ ἀπολογήσῃ οὕτω ῥᾳθύμως τὰ κατὰ τὴν ἑαυτοῦ σωτηρίαν οἰκονομήσας; Διὰ τοῦτο ἐμοὶ πείθοιο, καὶ ὡς ἔτι καιρὸν ἔχεις, διανεῖμαι τὰ περιττὰ τῶν χρημάτων, ἵνα τὴν ἐκεῖ σαυτῷ προαποθῇ σωτηρίαν, καὶ τῶν αἰωνίων ἀγαθῶν εὐρήσῃς τὴν ἀνταπόδοσιν ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΚΑ’. Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾖ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾖ ἡμέρᾳ ἐποίησεν αὐτούς.
Προηγούμενο: Ὁμιλία ΙΘ’. Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος