Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΒ’. «Καὶ ἣν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς».
Προηγούμενο: Ὁμιλία Κ’. «Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ», καὶ τὰ ἑξῆς.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΚΑ’. Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾖ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾖ ἡμέρᾳ ἐποίησεν αὐτούς.

α’. Πολὺς καὶ ἄφατος ὁ θησαυρός, ἀγαπητοί, ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι. Καὶ οἶδα μὲν ὅτι πολλοὶ πρὸς τὸν τῶν ὀνομάτων κατάλογον ἀφορῶντες, καὶ ἐξεπιπολῆς τοῖς ἀνεγνωσμένοις προσέχοντες νομίζουσι μηδὲν πλέον ἔχειν τὰ εἰρημένα, ἀλλ’ ἣ ἁπλῶς ὀνομάτων εἶναι προσηγορίας ἐγὼ δὲ παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς παρατρέχειν τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Οὐδὲν γὰρ τῶν ἐνταῦθα γεγραμμένων ἐστίν, ὃ μὴ πολὺν νοημάτων πλοῦτον Ἔχει· ἐπειδὴ γὰρ Πνεύματι θείῳ ἐνηχούμενοι ἐξέθεντο οἱ μακάριοι προφῆται, διὰ τοῦτο ἅτε Πνεύματι γεγραμμέναι πολὺν ἔχουσιν ἐγκεκρυμμένον θησαυρόν. Καὶ μὴ θαυμάσῃς, εἰ ἐν τῷ καταλόγῳ τῶν ὀνομάτων νῦν ἐπαγγέλλομαι ὑμῖν δεικνύναι πολὺν ἐγκεκρυμμένα· πλοῦτον νοημάτων. Οὐδὲ γὰρ συλλαβή, οὐδὲ κεραία μία ἐστὶν ἐγκειμένη παρὰ τῇ Γραφῇ, ᾖ μὴ πολὺς ἐναπόκειται θησαυρὸς ἐν τῷ βάθει. Διὰ τοι τοῦτο προσήκει ἡμᾶς ὑπὸ τῆς ἄνωθεν χάριτος ὁδηγουμένους, καὶ τὴν παρὰ τοῦ ἁγίου Πνεύματος ἔλλαμψιν δεξαμένους, οὕτως ἐπιέναι τὰ θεία λόγια. Οὐδὲ γὰρ σοφίας ἀνθρωπίνης δεῖται ἡ θεῖα Γραφὴ πρὸς τὴν κατανόησιν τῶν γεγραμμένων, ἀλλὰ τῆς τοῦ Πνεύματος ἀποκαλύψεως, ἵνα τὸν ἀληθῆ νοῦν τῶν ἐγκειμένων καταμαθόντες πολλὴν ἐκεῖθεν δεξώμεθα τὴν ὠφέλειαν. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασι τὰ ὑπὸ τῶν ἀνθρώπων συντελούμενα γραμματεῖα πολλάκις τῷ χρόνῳ διαφθαρέντα, ὑπὸ τοῦ ἐγκειμένου χρόνου τῷ προοιμίῳ τοῦ γραμματείου, καὶ ἀπὸ μιᾶς συλλαβῆς ὁ πολλὴν ἔσχε τὴν ἰσχύν· πολλῷ μᾶλλον ἐπὶ τῶν θείων Γραφῶν τῶν Πνεύματι ἁγίῳ συγκειμένων τοῦτό ἐστιν εὑρεῖν, μόνον ἂν νήφωμεν, καὶ μὴ ἁπλῶς παρατρέχωμεν, ἀλλὰ συντείνοντες ἡμῶν τὸν λογισμὸν κατοπτεύσωμεν ἅπαντα μετὰ ἀκριβείας, καὶ μὴ χείρους γινώμεθα τῶν περὶ τὰ αἰσθητὰ τοσαύτην τὴν σπουδὴν ἐπιδεικνυμένων. Καὶ γὰρ οἱ τὴν μεταλλικὴν γῆν ἀνορύττοντες οὐ μέχρι τῆς ἐπιφανείας ἵστανται, ἀλλ’ ἐπειδὰν πολὺ βάθος κατέλθωσι, καὶ καταλαβεῖν, δυνηθῶσι τοῦ χρυσίου τὰ ψήγματα, μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς εὐτονίας τῆς γῆς χωρίζουσι, καὶ μετὰ τὸν πολὺν ἐκεῖνον πόνον, βραχεῖάν τινα τῶν πόνων εὑρίσκουσι παραμυθίαν· καὶ ὅμως εἰδότες ὅτι ἐλάττονα τῶν πόνων καρποῦνται τὴν ὠφέλειαν, πολλάκις δὲ καὶ μετὰ τὴν πολλὴν ἀγρυπνίαν καὶ τὸν κάματον, καὶ τῆς προσδοκίας διήμαρτον, καὶ οὐδὲ οὕτως ἀφίστανται, ἀλλὰ τῇ ἐλπίδι τρεφόμενοι, τῶν πόνων αἴσθησιν οὐ λαμβάνουσιν. Εἰ τοίνυν ἐκεῖνοι περὶ τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἔνθα καὶ ἀδηλία πολλή, τοσαύτην ἐπιδείκνυνται τὴν σπουδήν, πολλῷ μᾶλλον προσήκει ἡμᾶς ὅπου καὶ ὁ πλοῦτος ἀναφαίρετος, καὶ ὁ θησαυρὸς ἀδαπάνητος, καὶ διαμαρτεῖν οὐκ ἔνι, τὴν ἴσην καὶ πλείονα σπουδὴν ἐπιδείκνυσθαι, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν σπουδαζομένων, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρπωσάμενοι, καὶ καταμαθόντες τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, εὐγνώμονές τε γενώμεθα περὶ τὸν ἡμέτερον Δεσπότην, καὶ τὴν ἐκεῖθεν εὔνοιαν ἐπισπασάμενοι, ἀχείρωτοι καταστῶμεν ταῖς τοῦ διαβόλου παγίσι. Φέρε οὖν τὰ πρόσφατον ἀναγνωσθέντα εἰς μέσον προθέντες, διερευνησώμεθα μετὰ ἀκριβείας ἕκαστον, ἵνα τῆς συνήθους ἀπολαύσαντες διδασκαλίας, οὕτως οἴκαδε ἀναχωρήσητε. «Αὕτη ἡ βίβλος, φησί, γενέσεως ἀνθρώπων, ᾖ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐπόησεν αὐτούς. Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν· Ἀδάμ, ᾖ ἡμέρᾳ ἐποίησεν αὐτούς». Θέα μοι τοῦ θαυμαστοῦ τούτου προφήτου τὴν σύνεσιν· μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τὴν διδασκαλίαν. Ἐκεῖθεν γὰρ ἐνηχούμενος ἅπαντα ἡμῖν φθέγγεται, καὶ τὴν γλῶτταν μὲν οὗτος ἐδάνεισεν, ἡ δὲ τοῦ Πνεύματος χάρις πάντα σαφῶς διὰ τούτου τὴν ἡμετέραν διδάσκει φύσιν. Σκόπει τοίνυν πῶς εἰς ἀρχὴν τὸν λόγον ἀνήγαγε, καὶ ἄνωθεν, ὡς εἰπεῖν, πάλιν τὴν διήγησιν ποιήσασθαι βούλεται. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ γὰρ εἶδε τοὺς ἤδη γεγονότας πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδειξαμένους, καὶ μηδὲ τοῖς εἰς τὸν πρωτόπλαστον γεγενημένοις σωφρονισθέντας, ἀλλ’ εἰς αὐτὸν τὸν κρημνὸν τῆς κακίας κατενεχθέντας· ὃ τε γὰρ ὑπ’ αὐτοῦ τεχθεὶς εὐθέως διὰ βασκανίαν εἰς ἀδελφοκτονίαν ὥρμησε· διὸ καὶ τὴν τιμωρίαν ἐκείνην τὴν χαλεπωτάτην ἐδέξατο, καθὼς φθάσαντες ἐδιδάξαμεν τὴν ὑμετέραν ἀγάπην· εἶτα πάλιν οἱ μετ’ ἐκεῖνον, οὐδὲ τῇ τούτου τιμωρίᾳ σωφρονισθέντες, χείροσι κακοῖς ἑαυτοὺς περιέβαλον, καθάπερ ἠκούσατε χθὲς τοῦ Λάμεχ τὴν οἰκείαν ἁμαρτίαν διηγουμένου ταῖς ἑαυτοῦ γυναιξί, καὶ καθ’ ἑαυτοῦ τὸ ἐπιτίμιον ὁρίζοντος· ἐπεὶ κατὰ μικρὸν εἶδεν αὐξανομένην αὐτῶν τὴν κακίαν καθάπερ ῥεῦμα πονηρὸν μέλλον κατὰ παντὸς διατρέχειν τοῦ σώματος, ἵστησι τῆς κακίας τὴν φοράν, καὶ τὰς γενεᾶς ταύτας λοιπὸν τὰς ἐκ τοῦ Κάϊν μέχρι τοῦ Λάμεχ γενομένας οὐδὲ μνήμης ἄξιοί, ἀλλ’ ὥσπερ ἀρχὴν τινὰ ποιούμενος, καὶ τὸ πένθος τοῦ Ἀδὰμ καὶ τῆς Εὔας παραμυθήσασθαι βουλόμενος, ᾧ περιβαλεῖν αὐτοὺς ἐτόλμησεν ὁ ἀδελφοκτόνος, τὴν δεξιὰν ὁπλίσας κατὰ τοῦ Ἄβελ, οὕτως ἄρχεται τῆς διηγήσεως, καὶ φησίν· «Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾖ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾖ ἡμέρᾳ ἐποίησεν αὐτούς».

β’. Σκόπει πῶς τοῖς αὐτοῖς ῥήμασι κέχρηται, ὡς καὶ ἐν προοιμίοις, ἵνα διδάξῃ ἡμᾶς, ὅτι ὡς ἀδοκίμους γενομένας τὰς γενεᾶς ἐκείνας οὐδὲ μνήμης λοιπὸν ἀξιοῖ, ἀλλ’ ἐκ τοῦ νῦν τεχθέντος, τοῦ Σὴθ λέγω, τῆς γενεαλογίας ἄρχεται, ἵνα καὶ ἐκ τούτου μάθῃς, ὅσος τῷ Θεῷ λόγος τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅπως ἀποστρέφεται τοὺς φονικὴν ἔχοντας τὴν γνώμην. Ὡς γὰρ μηδὲ παραχθέντων λοιπὸν ἐκείνων εἰς τὸν βίον, οὕτως αὐτῶν τὴν γνώμην παραλιμπάνει, δεικνὺς ἡμῖν, ὅσον ἐστὶ κακία χαλεπόν, καὶ ὅτι ἑαυτοῖς τὰ μέγιστα λυμαίνονται οἱ ταύτην ἀσπαζόμενοι. Ἰδοὺ γὰρ οὗτοι μὲν τοῦ καταλόγου λοιπὸν ἐξαλείφονται, ἐπὶ τοσοῦτον δὲ μνήμης ἠξιώθησαν μόνον, ὥστε τὴν κακίαν αὐτῶν στηλιτεύεσθαι, καὶ ταῖς εἰς τὸ ἑξῆς γενεαῖς γενέσθαι σωφρονισμοῦ ὑπόθεσιν. Ὁ δὲ ἀδίκως ἀναιρεθείς, καὶ ὑπὸ τῆς ἀδελφικῆς χειρὸς φονευθεῖς, ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἐν τοῖς ἁπάντων ᾅδεται στόμασι, καὶ οὔτε ὁ χρόνος τούτου τὴν μνήμην ἔσβεσεν, οὔτε ἐκείνου τὴν κατηγορίαν ὑπετέμετο, ἀλλὰ καὶ οὗτος καθ’ ἑκάστην ἡμέραν παρὰ πάντων ἀνακηρύττεται, καὶ ἐκεῖνος διηνεκῶς στηλιτεύεται. Εἴδετε ὅση τῆς κακίας ἡ λύμῃ, καὶ ὅση τῆς ἀρετῆς ἡ ἰσχύς, καὶ ὅπως ἡ μέν, καὶ πολεμοῦσα καὶ περιγινομένη, σβέννυταί τε καὶ ἀφανίζεται, ἡ δέ, καὶ πολεμουμένη καὶ τὰ μυρία δεινὰ ὑπομένουσα, ταύτῃ μᾶλλον καὶ λαμπροτέρα καὶ φαιδροτέρα γίνεται; Καὶ ἐνῆν μὲν καὶ ἐξ ἑτέρων πραγμάτων ὁμοίως συμβάντων τοῦτο δεῖξαι νῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης ἀλλ’ ἵνα μὴ τῆς προκειμένης ἀκολουθίας τέως ἐκπέσωμεν, φέρε πάλιν ἐπαναλάβωμεν αὐτὰ τὰ εἰρημένα. «Αὕτη ἡ βίβλος, φησί, γενέσεως ἀνθρώπων, ᾖ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾖ ἡμέρᾳ ἐποίησεν αὐτούς». Ὅρα πῶς πάλιν τῆς διηγήσεως ἄνωθεν ἀρξαμένη ἡ θεῖα Γραφὴ ὑπομιμνῄσκει ἡμᾶς, ὅσης ἠξίωται τιμῆς ὁ δημιουργηθεῖς ἄνθρωπος. «Ἦ ἡμέρᾳ, φησί, ἐποίησεν Ἀδάμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν», ἀντὶ τοῦ, ἄρχοντα αὐτὸν κατέστησε πάντων τῶν ὁρωμένων. Τοῦτο γὰρ ἐστι· κατ’ εἰκόνα κατὰ τε τὸν τῆς ἀρχῆς λόγον, καὶ κατὰ τὸν τῆς δεσποτείας. Ὥσπερ γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν κατὰ πάντων ἀρχὴν ἔχει τῶν τε ὁρατῶν, τῶν τε ἀοράτων, δημιουργὸς ἁπάντων τυγχάνων, οὕτω καὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν δημιουργήσας, ἐβουλήθη πάντων τῶν ὁρωμένων τὴν ἀρχὴν αὐτὸν ἔχειν. Διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς αὐτὸν καὶ ἀθάνατον εἶναι εἰς τὸ διηνεκές· ἀλλ’ ἐπειδὴ διὰ ῥᾳθυμίαν ὤλισθε, καὶ παρέβη τὴν δοθεῖσαν αὐτῷ ἐντολήν, οὐδὲ οὕτω τέλεον ἀπεστράφη τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, ἀλλὰ τῆς μὲν ἀθανασίας αὐτὸν ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐτῆς ἀρχῆς σχεδὸν ἀφῆκεν εἶναι. Εἶτα ἐπειδὴ ὁ ἐξ αὐτοῦ τεχθεὶς εἰς τοσαύτην μανίαν ἐξώκειλε, καὶ πρῶτος τὸ εἶδος τοῦ φόνου εἰσήνεγκε, καὶ τὸν βεβιασμένον ἐκεῖνον θάνατον κατέδειξε, καὶ πολλὴν ἐπεδείξατο τὴν ἀγνωμοσύνην ψεῦδος τῷ φόνῳ συνάψας, τῇ διηνεκεῖ τιμωρία σωφρονίσαι αὐτὸν ἠβουλήθη, ἵνα μὴ μόνον αὐτὸς κερδάνῃ ἐκ τῶν εἰς αὐτὸν γεγενημένων, ἀλλὰ καὶ τοὺς μετὰ ταῦτα διδάσκῃ καὶ τῶν τετολμημένων τὸ μέγεθος, καὶ τῆς ἀτοπίας τὴν ὑπερβολήν. Ἀλλ’ ἐπειδὴ διὰ πολλὴν ῥᾳθυμίαν καὶ οἱ ἐκ τούτου γεγενημένοι κατὰ μικρὸν χείροσιν ἑαυτοὺς περιέβαλον κακοῖς, παραμυθήσασθαι, ὡς εἰπεῖν, βουλόμενος τὸν Ἀδὰμ οὐ μόνον διὰ τὴν οἰκείαν παράβασιν ἐν τοσαύτῃ τυγχάνοντα κατηφείᾳ, ἀλλὰ καὶ διὰ τὸ τόλμημα τοῦ Κάϊν, καὶ τὸ πένθος ἐκεῖνο τὸ ἀφόρητον, ὅπερ εἶδε τοῖς οἰκείοις ὀφθαλμοῖς· οὔτε γὰρ τοῦ θανάτου ᾔδεσαν τὸ εἶδος, εἰ καὶ τὴν ἀπόφασιν ἐδέξαντο· καὶ διπλοῦν αὐτῷ, καὶ τριπλοῦν τὸ πένθος ἐγένετο, ὅτι τε καὶ τὸν θάνατον πρῶτον εἶδον εἰσενεχθέντα εἰς τὸν βίον, καὶ βίαιον θάνατον, καὶ ὑπὸ τοῦ παιδὸς τολμηθέντα, καὶ εἰς ἀδελφὸν ὁμομήτριον, καὶ ὁμοπάτριον, καὶ οὐδὲν ἠδικηκότα· βουλόμενος τοίνυν ὁ φιλάνθρωπος Θεὸς ἀντίῤῥοπον αὐτῷ τῶν λυπηρῶν τὴν παραμυθίαν εἰσαγαγεῖν, ἕτερον αὐτῷ παρέχει παῖδα τὸν Σὴθ, καὶ ἀρκοῦσαν αὐτῷ τὴν παράκλησιν ἐντεῦθεν ποιησάμενος, ἀπὸ τούτου λοιπὸν τῆς γενέσεως τὴν ἀρχὴν συνίστησι. Διὰ τοῦτο καὶ ὁ μακάριος προφήτης οὕτως ἤρξατο λέγων· «Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων». Εἶτα ἐπαγγειλάμενος τὴν γένεσιν τῶν ἀνθρώπων διηγεῖσθαι, σκόπει οἵα κέχρηται ἀκολουθίᾳ· «Ἔζησε, φησίν,Ἀδὰμ ἔτη διακόσια τριάκοντα, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. Ἐγένοντο δὲ αἱ ἡμέραι αὐτοῦ ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδὰμ ἔτη ἐννακόσια τριάκοντα, καὶ ἀπέθανεν».

γ’. Οὐ καλῶς ἔλεγον ἐν τοῖς προοιμίοις, ὅτι οὐδὲν ἐστιν εὑρεῖν ἁπλῶς καὶ εἰκῆ γεγραμμένον ἐν τῇ θείᾳ Γραφῇ; Ἰδοὺ γὰρ καὶ νῦν πόση τῇ ἀκριβείᾳ ἐχρήσατο ὁ μακάριος οὗτος προφήτης. «Ἐγέννησε δέ, φησίν, Ἀδὰμ κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ»· ἐπὶ δὲ τοῦ πρότερον τεχθέντος, τοῦ Κάϊν λέγω, οὐδὲν τοιοῦτον ἐπισημηνάμενος, ἀλλ’ ἄνωθεν προμηνύων αὐτοῦ τὴν ἐπὶ τὴν κακίαν ὁρμήν· καὶ εἰκότως· οὐ γὰρ ἔσωζε τοὺς πατρικοὺς χαρακτῆρας, ἀλλ’ εὐθέως πρὸς τὴν κακίαν ηὐτομόλησεν. Ἐνταῦθα δὲ φησί, «Κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ», τουτέστιν ὁμότροπον τῷ γεγεννηκότι, τοὺς αὐτοὺς τῆς ἀρετῆς χαρακτῆρας διασώζοντα, τὴν εἰκόνα τὴν πατρικὴν διὰ τῶν ἔργων δεικνύντα, ἀνακαλέσασθαι δυνάμενον διὰ τῆς οἰκείας ἀρετῆς τοῦ προλαβόντος τὸ πλημμέλημα. Οὐδὲ γὰρ περὶ σωματικῶν χαρακτήρων ἐνταῦθα ἡμῖν διαλέγεται ἡ Γραφὴ λέγουσα, «Κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ»· ἀλλὰ περὶ τῆς ἐν τῇ ψυχῇ καταστάσεως, ἵνα μάθωμεν, τὶ οὗτος οὐκ ἔσται τοιοῦτος. Διὸ καὶ ἡ μήτηρ τὴν προσηγορίαν ἐπιθεῖσα τῷ παιδὶ μετ’ εὐχαριστίας ταύτην ἐπιτίθησι, καὶ οὐ τῇ φύσει, οὐδὲ τῷ τόκῳ λογίζεται τὸ τεχθὲν παιδίον, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Ἐκείνη γὰρ καὶ τὴν φύσιν διήγειρε πρὸς τὸν τόκον, καὶ φησιν· «Ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· ἐξανέστησε γὰρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν». Ὅρα τοῦ ῥήματος τὴν ἀκρίβειαν. Οὐκ εἶπεν, ἔδωκέ μοι ὁ Θεός, ἀλλ’ Ἐξανέστησέ μοι. Σκόπει πῶς ἀμυδρῶς τὰ προοίμια τῆς ἀναστάσεως ἐντεῦθεν δείκνυται ἤδη διὰ τοῦ ῥήματος. Ὡς γὰρ ἂν εἴποι τις ἔλεγεν· ἀντὶ τοῦ πεσόντος ἀνέστησέ μοι τοῦτον. Εἰ καὶ ἐκεῖνος, φησίν, ὑπὸ τῆς ἀδελφικῆς δεξιᾶς εἰς τὴν γῆν κατέπεσε, καὶ τοῦ θανάτου πεῖραν ἔλαβεν, ἀλλ’ ἡ τοῦ Θεοῦ δύναμις ἀντὶ τοῦ πεσόντος τοῦτον ἤγειρεν. Ἐπειδὴ γὰρ οὐδέπω καιρὸς ἣν τῆς ἀναστάσεως, οὐχὶ τὸν πεσόντα ἤγειρεν, ἀλλ’ ἕτερον ἀντ’ ἐκείνου διὸ καὶ αὐτὴ φησιν· «Ἐξανέστησε γὰρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν». Εἶδες εὐγνωμοσύνην γυναικός; Εἶδες φιλανθρωπίαν Δεσπότου; Πῶς ταχεῖαν αὐτοῖς τὴν παραμυθίαν ἐπενόησε; Ταύτην μιμώμεθα ἅπαντες, καὶ τὸ πᾶν τῇ ἄνωθεν χάριτι λογιζώμεθα. Εἰ γὰρ καὶ ἡ φύσις ἐργάζεται, ἀλλ’ οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῷ προστάγματι τοῦ δημιουργήσαντος εἴκουσα· καὶ μηδέποτε ἀλγείτωσαν γυναῖκες, ἐπειδὰν μὴ τίκτωσιν, ἀλλὰ γνώμην εὐχάριστον ἐπιδεικνύμεναι ἐπὶ τὸν τῆς φύσεως δημιουργὸν καταφευγέτωσαν, καὶ παρ’ ἐκείνου αἰτείτωσαν τοῦ τῆς φύσεως Δεσπότου, καὶ μήτε τῇ συνουσίᾳ τῶν συνοικούντων, μήτε ἑτέρῳ τινὶ λογιζέσθωσαν τὴν τῶν παίδων γονήν, ἀλλὰ τῷ δημιουργῷ τῶν ὅλων τῷ καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι τὴν φύσιν τὴν ἡμετέραν, καὶ χωλεύουσαν πάλιν διορθῶσαι δυναμένῳ· ἐπεὶ καὶ αὕτη τὴν τοῦ πένθους ὑπόθεσιν δοξολογίας ἀφορμὴν ἐποιήσατο, καὶ τῷ Δεσπότῃ τὸ πᾶν λογίζεται λέγουσα, «Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν». Ὁρᾷς πῶς οὐ μόνον οὐκ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι λυπηρὸν (οὐ γὰρ ἂν παρέλιπεν ἡ θεῖα Γραφή. Εἲ γε τὶ τοιοῦτον εἴρητο παρ’ αὐτῆς), ἀλλὰ γενναίως ἐνεγκοῦσα τὸ συμβᾶν, ταχείας ἀξιοῦται τῆς παραμυθίας, καὶ πλείονα τὴν εὐγνωμοσύνην ἐπιδείκνυται, ἀνακηρύττουσα τοῦ Δεσπότου τὴν εὐεργεσίαν; Ὅρα γὰρ μεθ’ ὅσης φιλοτιμίας ὁ Δεσπότης τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται. Οὐ μόνον γὰρ υἱὸν ἕτερον ἐχαρίσατο, ἀλλὰ καὶ ἐνάρετον αὐτὸν ἔσεσθαι ἤδη προμηνύει. «Ἐγέννησε γάρ, φησί, κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ». Καὶ ἵνα μάθωμεν εὐθέως τοῦ τεχθέντος τὴν ἀρετήν, ὅρα καὶ αὐτὸν πάλιν διὰ τῆς ) προσηγορίας τοῦ ὑπ’ αὐτοῦ τεχθέντος δεικνύντα τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης. «Καὶ τῷ Σὴθ φησίν, ἐγένετο υἱός, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐνὼς. Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ». Εἶδες προσηγορίαν διαδήματος λαμπροτέραν, ἁλουργίδος φαιδροτέραν; Τὶ γὰρ ἂν εἴη μακαριστότερον τοῦ τοιούτου τοῦ τῇ ἐπικλήσει τοῦ Θεοῦ καλλωπιζομένου, καὶ τοῦτο ἀντὶ ὀνόματος κεκτημένου;

Ὁρᾷς πῶς, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, καὶ ἐν αὐταῖς ψιλαῖς ταῖς προσηγορίαις πόλος ἐναπόκειται πλοῦτος νοημάτων; Οὐ μόνον γὰρ τῶν γονέων ἐντεῦθεν δείκνυται τὸ φιλόθεον ἀλλὰ καὶ ἡ πολλὴ περὶ τοὺς παῖδας αὐτῶν ἐπιμέλεια· καὶ ὅπως ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπαίδευον τὰ τικτόμενα παιδία διὰ τῆς προσηγορίας, ἦν αὐτοῖς ἐπετίθεσαν τῆς ἀρετῆς ἀντέχεσθαι, καὶ οὐ καθάπερ οἱ νῦν Ἴλως καὶ ὡς! Τύχε τὰς προσηγορίας ποιοῦνται. Εἰς τὸ ὁμά, φησί, τοῦ πάππου, καὶ τοῦ ἐπιπάππου καλείσθω τὸ παιδίον· ἀλλ’ οἱ παλαιοὶ οὐχ οὕτως, ἀλλὰ πᾶσαν σπουδὴν ἐποιοῦντο τοιαύτας προσηγορίας ἐπιτιθέναι τοῖς τικτομἐνοις αἳ μὴ μόνον αὐτοὺς τοὺς τὴν προσηγορίαν δεχομένους εἰς ἀρετὴν ἐνῆγον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι καὶ ταῖς μετὰ ταῦτα γενεαῖς διδασκαλία φιλοσοφίας ἀπάτης ἐγίνοντο. Καὶ τοῦτο εἰσόμεθα κατὰ μικρὸν προϊόντος τοὐ λόγου. Μὴ τοίνυν μηδὲ ἡμεῖς τὰς τυχούσας προσηγορίας ἐπιτιθῶμεν ὁ τοῖς παισίν, μηδὲ τῶν πάππων, καὶ τῶν ἐπιπάππων, καὶ τῶν πρὸς γένος διαφερόντων τὰς ὀνομασίας αὐτοῖς χαριζώμεθα, ἀλλὰ τῶν ἁγίων ἀνδρῶν τῶν ἀρετῇ διαλαμψάντων, τῶν πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχηκότων μᾶλλον δὲ μηδὲ ταῖς τούτων προσηγορίαις ἁπλῶς θαῤῥείτωσαν μήτε οἱ γονεῖς, μήτε οἱ παῖδες, οἱ τὰς προσηγορίας δεχόμενοι. Οὐδὲ γὰρ ὀνίνησί τι προσηγορία ἀρετῆς ἔρημος οὖσα, ἀλλὰ δεῖ ἐν τῇ κατορθώσει τῆς ἀρετῆς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, καὶ μήτε ἐπὶ προσηγορίᾳ μέγα φρονεῖν μήτε ἐπὶ συγγένεια τῶν ἁγίων ἀνδρῶν, μήτε ἐπ’ ἄλλῳ μηδενὶ ἀλλ’ ἐπὶ τῇ τῶν οἰκείων ἔργων παῤῥησίᾳ· μᾶλλον δὲ μηδὲ ἐπὶ ταύτῃ μέγα φρονεῖν, ἀλλὰ τότε μᾶλλον κατεστάλθαι καὶ μετριάζειν, ὅταν πολὺν τὸν πλοῦτον τῆς ἀρετῆς συναγαγεῖν δυνηθῶμεν· οὕτω γὰρ καὶ αὐτοὶ μετὰ ἀσφαλείας τὸν συλλεγέντα πλοῦτον συνάξομεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπασόμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς μαθηταῖς, «Ὅταν πάντα ποιήσετε, λέγετε, ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν»· πανταχοῦ καταστέλλων αὐτῶν τὰ φρονήματα, καὶ πείθων μὲν μετριοφρονεῖν, καὶ μὴ ἐπαίρεσθαι ἐπὶ κατορθώμασιν, ἀλλ’ εἰδέναι ὡς ἡ μεγίστη ἀρετὴ αὕτη μάλιστα πάντων ἐστὶ τὸ ἐν κατορθώμασιν ὄντα τινὰ μετριάζειν.

δ’. Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπανέλθωμεν τοῦ λόγου, καὶ ἴδωμεν τοὺς ἑξῆς τεχθέντας. Εἰκὸς γὰρ κατὰ μικρὸν προϊόντας μείζονα θησαυρὸν εὑρεῖν, καὶ πολὺν καὶ ἄφατον πλοῦτον. «Καὶ ἔζησε, φησίν, Ἐνὼς, οὗτος ὁ τοῦ Σὴθ υἱός, ἔτη ἑκατὸν ἐνενήκοντα, καὶ ἐγέννησε τὸν Καινάν, καὶ Καινὰν ἐγέννησε τὸν Μαλελεήλ. Καὶ Μαλελεὴλ ἐγέννησε τὸν Ἰαρέδ, καὶ Ἰαρὲδ ἐγέννησε τὸν Ἐνώχ. Καὶ ἔζησεν Ἐνὼχ ἔτη ἑκατὸν ἑξήκοντα πέντε, καὶ ἐγέννησε τὸν Μαθουσάλα. Εὐηρέστησε φησί, τῷ Θεῷ Ἐνώχ, καὶ ἔζησεν Ἐνὼχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα ἔτη διακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἐγένοντο αἱ ἡμέραι Ἐνὼχ ἔτη τριακόσια ἑξήκοντα πέντε. Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός». Οὐ καλῶς ἔλεγον, ὅτι προϊόντες πολὺν καὶ ἄφατον εὑρήσομεν πλοῦτον πνευματικὸν ἐν τούτοις ὀνόμασιν; Ἐννόει γὰρ μοι ἐνταῦθα. Ἀγαπητέ, καὶ τοῦ δικαίου τὴν ἀρετήν, καὶ τοῦ ἀγαθοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. «Ἔζησε, φησὶν, Ἐνὼχ ἔτη ἑκατὸν ἑξήκοντα πέντε, καὶ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Εὐηρέστησε, φησίν, Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα». Ἀκουέτωσαν καἰ ἄνδρες καὶ γυναῖκες, καὶ παιδευέσθωσαν τοῦ δικαίου τὴν ἀρετήν, καὶ μὴ νομιζέτωσαν τὸν γάμον κώλυμα εἶναι πρὸς τὴν εὐαρέστησιν τὴν πρὸς τὸν Θεόν. Διὰ γὰρ τοῦτο καὶ ἅπαξ καὶ δεύτερον ἐπεσημήνατο λέγουσα ἡ θεῖα Γραφή, ὅτι ἐγέννησε τὸν Μαθουσάλα, καὶ τότε Εὐηρέστησε, καὶ πάλιν τὸ αὐτὸ ἐδιπλασίασε λέγουσα, Καὶ Εὐηρέστησε μετὰ τὸ γεννῆσαι αὐτόν, ἵνα μὴ τις νομίσῃ ἐμποδίζεσθαι πρὸς τὴν ταύτης κατόρθωσιν. Ἐὰν γὰρ νήφωμεν, οὔτε γάμος, οὔτε ἀνατροφή, οὔτε ἕτερόν τι ἐμποδίσαι ἡμῖν δυνήσεται εἰς τὴν εὐαρέστησιν τὴν πρὸς τὸν Θεόν. Ἰδοὺ γὰρ καὶ οὗτος τῆς αὐτῆς ἡμῖν φύσεως τυγχάνων, καὶ οὔτε νόμου δοθέντος, οὔτε Γραφῶν κειμένων τῶν διδασκουσῶν, οὔτε ἑτέρου τινὸς εἰς φιλοσοφίαν ἐνάγοντος, οἴκοθεν καὶ ἀπὸ προαιρέσεως τοσαύτην ἐπεδείξατο τὴν εὐαρέστησιν, ὡς μέχρι τῆς σήμερον διαρκέσαι, καὶ μηδέπω καὶ νῦν πεῖραν θανάτου λαθεῖν. Εἰ γὰρ ὁ γάμος, ἀγαπητέ, καὶ ἡ παιδοτροφία κώλυμα ἤμελλε γίνεσθαι πρὸς τὴν τῆς ἀρετῆς ὁδόν, οὐκ εἰσήνεγκε γάμον εἰς τὸν βίον τὸν ἡμέτερον ὁ τῶν ὅλων δημιουργός, ἵνα μὴ ἐν τοῖς καιρίοις καὶ σφόδρα ἀναγκαιοτέροις ἡμᾶς λυμήνηται. Ἀλλ’ ἐπειδὴ οὐ μόνον οὐδὲν ἡμῖν ἐμποδίζει πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν, ἐὰν βουλώμεθα νήφειν, ἀλλὰ καὶ πολλὴν ἡμῖν εἰσάγει τὴν παραμυθίαν μαινομένην τὴν φύσιν καταστέλλουσα, καὶ οὐκ ἀφιεῖσα πελάγιον σαλεύειν, ἀλλὰ διηνεκῶς ἐν λιμένι τὸ σκάφος ὁρμᾷν παρασκευάζουσα, διὰ τοῦτο τὴν ἐντεῦθεν παραμυθίαν ἐχαρίσατο τῷ τῶν ἀνθρώπων γένει. Ὅτι γὰρ ἀληθῆ τὰ παρ’ ἡμῶν λεγόμενα, δείκνυσιν ὁ δίκαιος οὗτος. Μετὰ γὰρ τὸ γεννῆσαι, φησί, τὸν Μαθουσάλα, εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐ βραχὺν τινα ἀριθμὸν διήρκεσε τὴν ἀρετὴν μετιών, ἀλλά, φησί, διακόσια ἔτη. Καὶ ἐπειδὴ μετὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν εὑρέθη ἄνθρωπος πρὸς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς ἀνιών, καὶ τὴν τοῦ προπάτορος ἁμαρτίαν ἀνακαλούμενος διὰ τῆς οἰκείας εὐαρεστήσεως, ὅρα τοῦ ἀγαθοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν. Ἐπειδὴ εὗρε δυνηθέντα ἀνακαλέσασθαι τὸ ἁμάρτημα τοῦ Ἀδάμ, δεικνὺς δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ βουλόμενος τὸν θάνατον ἐπαγαγεῖν τῷ γένει τῷ ἡμετέρῳ διὰ τὴν τῆς ἐντολῆς παράβασιν τοῦτον κατεδίκασε, τὸν τὴν ἐντολὴν δεξάμενον, τοῦτον ζῶντα μεθίστησι. Καὶ «Εὐηρέστησε, φησίν, Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός». Ὁρᾷς σοφίαν Δεσπότου; Μετέθηκε ζῶντα, οὐχὶ ἀθανασίαν ἐχαρίσατο, ἵνα μὴ ἐκλύσῃ τοῦ πλημμελήματος τὸν ψόθον, ἀλλ’ ἀφῆκεν ἀκμάζειν τῷ τῶν ἀνθρώπων γένει. Διὰ τοῦτο πάλιν ἀμυδρῶς, ὡς εἰπεῖν, καὶ λανθανόντως ἀνακαλέσασθαι βούλεται τὴν ἀπόφασιν, ἣν κατὰ τοῦ Ἀδὰμ ἐξήνεγκε. Ἀλλ’ οὐ ποιεῖ αὐτὸ φανερόν, ἵνα ὁ φόβος ἀντὶ σωφρονισμοῦ γένηται Διὰ τοῦτο εὐαρεστήσαντα τὸν Ἐνὼχ μετέθηκεν. Εἰ δὲ τις βούλοιτο περιεργάζεσθαι, καὶ λέγειν, καὶ ποῦ αὐτὸν μετέθηκε; Καὶ τὶ μέχρι τοῦ παρόντος διήρκεσε; Μανθανέτω μὴ λογισμοῖς ἀνθρωπίνοις κατακολουθεῖν, καὶ τὰ παρὰ τοῦ Θεοῦ πολυπραγμονεῖν, ἀλλὰ πιστεύειν τοῖς λεγομένοις. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηταί τι, οὐ δεῖ ἀντιβλέπειν τοῖς ῥηθεῖσιν, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ λεγόμενα ἀξιοπιστότερα ἡγεῖσθαι, κἂν μὴ φαίνηται τῶν ὑπὸ τοῖς ὀφθαλμοῖς κειμένων τοῖς ἡμετέροις. Ὅτι γὰρ μετέθηκεν αὐτὸν εἶπεν ἡ θεῖα Γραφή, καὶ ὅτι ζῶντα μετέθηκε, καὶ πεῖραν μὴ λαβόντα θανάτου, ἀλλὰ διὰ τῆς οἰκείας εὐαρεστήσεως ἀνώτερον γεγονότα τῆς ἐξενεχθείσης ἀποφάσεως κατὰ τοῦ τῶν ἀνθρώπων γένους. Ποῦ ἰὲ αὐτὸν μετέθηκεν, καὶ ὅπως νῦν διάγει τοῦτο οὐ προσέθηκεν.

ε’. Εἶδες ἀγαθότητα Δεσπότου, πῶς εὑρὼν ἄνδρα τὴν ἀρετὴν κατωρθωκότα, οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξίας, ἣν τῷ πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς, διδάσκων ἡμᾶς, ὅτι κἀκεῖνος, τὶ μὴ τὴν ἀπάτην προετίμησε τῆς δοθείσης ἐντολῆς, τῶν αὐτῶν ἂν ἠξίωτο ᾗ καὶ μειζόνων; «Καὶ ἔζησε, φησί, Μαθουσάλα ἔτη ἑκατὸν ὀγδοήκοντα ἑπτά, καὶ ἐγέννησε τὸν Λάμεχ· καὶ ἔζησε Λάμεχ ἔτη ἑκατὸν ὀγδοήκοντα, καὶ ἐγέννησεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων· Οὗτος δὴ ἀναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός». Ὅρα πάλιν διὰ τῆς προσηγορίας τοῦ νῦν τεχθέντος ὑπὸ τοῦ Λάμεχ μυστηρίων τὸ μέγεθος, καὶ προῤῥήσεως ὑπερβολήν, καὶ φιλανθρωπίαν ἄφατον τοῦ ἀγαθοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τῇ οἰκείᾳ προγνώσει τὰ μέλλοντα προεώρα, ἰδὼν τὴν κακίαν τῶν ἀνθρώπων αὐξανομένην, προλέγει διὰ τῆς τοῦ παιδὸς προσηγορίας τὰ μέλλοντα καταλήψεσθαι κακὰ ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ἵνα κἂν τῷ φόβῳ σωφρονισθέντες ἀπόσχωνται τῆς κακίας, ἕλωνται δὲ τὴν ἀρετήν. Καὶ ὅρα μακροθυμίαν Δεσπότου, πρὸ ποσοῦ χρόνου τὴν πρόῤῥησιν γενέσθαι ποιεῖ, ἵνα καὶ τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ πάσης ἀπολογίας ἀποστερήσῃ τοὺς τὴν τιμωρίαν μέλλοντας δέχεσθαι.

Ἀλλ’ ἴσως ἂν τις εἴποι καὶ πόθεν τῷ Λάμεχ τὸ τοσοῦτον μέγεθος τῆς προῤῥήσεως; Μὴ γὰρ μέμνηται ἡ Γραφή, ὅτι ἐνάρετός τις ἣν καὶ θαυμαστός; Μὴ ξενισθῇς, ἀγαπητέ· σοφὸς γὰρ ὣν καὶ εὐμήχανος ὁ Δεσπότης. Καὶ δι’ ἀναξίων πολλάκις συγχωρεῖ προλέγεσθαι θαυμαστὰ καὶ μεγάλα πράγματα, καὶ οὐκ ἐν τῇ Παλαιᾷ μόνον τοῦτο, ἀλλὰ καὶ ἐν τῇ Καινῇ. Ἄκουε γὰρ τοῦ εὐαγγελιστοῦ περὶ τοῦ Καΐάφα τοῦ τῶν Ἰουδαίων ἀρχιερέως λέγοντος· «Τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὣν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν. Ὅτι ἤμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν, οὐχ ὑπὲρ τοῦ λαοῦ μόνον, ἀλλ’ ἵνα καὶ τὰ ἔθνη τὰ ἐσκορπισμένα συναγάγῃ εἰς ἕν». Εὑρήσεις τοιοῦτόν τι πάλιν καὶ ἐπὶ τοῦ Βαλαὰμ γινόμενον. Κληθεὶς γὰρ ὥστε καταρᾶσθαι τὸν λαόν, οὐ μόνον οὐ κατηράσατο, ἀλλὰ καὶ προεφήτευσε μεγάλα καὶ θαυμαστὰ πράγματα, οὐ περὶ τοῦ λαοῦ μόνον, ἀλλὰ καὶ περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας. Μὴ τοίνυν ξενίζου, τὶ καὶ νῦν ὁ Λάμεχ προσηγορίαν ἐπιθεὶς τῷ παιδὶ τοιαύτην ἐπιτίθησιν, ἀλλὰ τῷ Θεῷ λόγισαι τὸ πᾶν τῷ διὰ τῆς εὐμηχάνου αὐτοῦ σοφίας πάντα οἰκονομοῦντι. «Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νῶε· ἑρμηνεύεται γὰρ αὐτοῦ τὸ ὄνομα ἀνάπαυσις». Τὴν οὖν πανωλεθρίαν ἐκείνην, τὴν μετὰ τοσούτων ἐτῶν ἀριθμὸν συμβήσεσθαι μέλλουσαν, ἀνάπαυσιν καλεῖ· καθάπερ καὶ Ἰὼβ φησί· «Θάνατος ἀνδρὶ ἀνάπαυσις». Ἐπειδὴ καὶ πολὺν καὶ σφόδρα μέγαν ἔχει τὸν κάματον ἡ κακία, τὴν ταύτης ἀποχὴν καὶ τὴν ἀναίρεσιν, ἣν διὰ τοῦ κλυδωνίου κείνου ἔμελλον ὑφίστασθαι, ἀνάπαυσιν καλεῖ. «Καὶ ἐκάλεσε, φησί, τὸ ὄνομα αὐτοῦ Νῶε». Εἶτα ἑρμηνεύων ἡμῖν τοῦ ὀνόματος τὴν προσηγορίαν φησίν· «οὗτος δὲ ἀναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν». Ἀπὸ τῆς κακίας, φησίν, ἀποστήσει· Καὶ ἀπὸ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν καὶ πάλιν τὸ αὐτὸ ἀπὸ τῶν πράξεων, φησί, τῶν πονηρῶν. Οὐδὲ γὰρ ἐπειδὴ αἱ χεῖρες ἐλυποῦντο, οὕτω τοῦτό φησιν, ἂλλ’ ἐπειδὴ διὰ τῆς τούτων, ἐργασίας καὶ τῆς πονηρᾶς πράξεως τὰ τῆς λύπης αὐτοῖς ηὔξετο. «Καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός». Ἐλευθερώσει ἡμᾶς πάντων, φησί, τῶν ἐπικειμένων κακῶν, καὶ τοῦ περὶ τὴν γῆν πονεῖσθαι καὶ ταλαιπωρεῖσθαι τὴν κατάραν δεξαμένην διὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν. Ἐννόει γὰρ μοι λοιπόν, ἀγαπητέ, πῶς τὸ παιδίον τοῦτο κατὰ μικρὸν αὐξανόμενον διδασκαλίας ὑπόθεσις ἅπασι τοῖς ὁρῶσιν ἐγίνετο Μόνον γὰρ τὶς ἐπυνθάνετο τοῦ παιδίου τὴν προσηγορίαν, καὶ εὐθέως ἡ ἑρμηνεία τῆς προσηγορίας ἐδίδασκε τῶν μελλόντων συμβήσεσθαι τὸν ὄλεθρον. Εἰ μὲν γὰρ τις ἁπλῶς εἶπεν ἐνηχηθείς, ὅτι τόδε ἔσται, κἂν λήθῃ παραδοθῇ τὸ ῥηθέν, καὶ οὐκ ἂν πάντες ἐγίνωσκον τῆς τιμωρίας τὸ ἀφόρητον· νυνὶ δὲ οὗτος ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς στρεφόμενος, εὐκαίρως, ἀκαίρως ὑπόμνησις ἐγίνετο τῆς τοῦ Θεοῦ ἀγανακτήσεως. Καὶ ἵνα μάθωμεν ἀκριβῶς ἐπὶ πόσον χρόνον διήρκεσεν ὁ υἱὸς διὰ τῆς προσηγορίας τῆς ἑαυτοῦ πᾶσι παραινῶν ἀποστῆναι μὲν τῆς κακίας, ἑλέσθαι δὲ τὴν ἀρετήν, καὶ διαφυγεῖν τὴν τοσαύτην ἀγανάκτησιν, φησί· «Καὶ ἣν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς». Ὅρα πάλιν ἄλλον δίκαιον μετὰ γυναικὸς καὶ τέκνων, πολλὴν τὴν περὶ τὸν Θεὸν εὐαρέστησιν κατωρθωκότα, καὶ ἀπεναντίας ἅπασι τὴν τῆς ἀρετῆς ὁδὸν ἑλόμενον, καὶ οὐδὲν οὔτε ὑπὸ τοῦ γάμου, οὔτε ὑπὸ τῆς παιδοτροφίας κωλυθέντα. Τέως δὲ ἀναγκαῖον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, καὶ τῶν τότε ἀνθρώπων τὴν ἀγνωμοσύνην τὴν ὑπερβάλλουσαν. Ἰδοὺ γὰρ πεντακόσια ἔτη τέως διήρκεσεν ὁ δίκαιος οὗτος βοῶν, καὶ διαμαρτυρόμενος διὰ τῆς ἑαυτοῦ προσηγορίας τὸ μέλλον ἔσεσθαι κλυδώνιον κατὰ πᾶσαν τὴν οἰκουμένην διὰ τὴν τῆς κακίας ἐπίτασιν καὶ οὔτε οὕτως ἀποστῆναι τῆς κακίας ἠβουλήθησαν. Ἀλλ’ ὁ φιλάνθρωπος Θεὸς οὐδὲ μετὰ τὴν τοσαύτην πρόῤῥησιν, οὐδέ μετὰ τὸν τοσούτων ἀριθμὸν ἐτῶν τὴν τιμωρίαν ἐπάγει, ἀλλὰ πάλιν αὐξῶν αὐτοῦ τὴν μακροθυμίαν, καὶ ἕτερον οὐκ ὀλίγων ἐτῶν ἀριθμὸν προστίθησι τῇ οἰκείᾳ ἀνεξικακίᾳ. Οὐ γὰρ διὰ τοῦτο παρήγαγε τὴν τῶν ἀνθρώπων φύσιν, ὥστε τιμωρήσασθαι, ἀλλὰ τοὐναντίον ἅπαν, ὥστε τῶν μυρίων ἀγαθῶν τὴν ἀπόλαυσιν δωρήσασθαι. Διὰ τοῦτο ὁρᾷς αὐτὸν πανταχοῦ μέλλοντα, καὶ ἀναβαλλόμενον ἐν ταῖς τιμωρίαις. Ἀλλ’ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν μνήμην, μέχρι τούτου στήσαντες τὸν λόγον εἰς τὴν ἐπιοῦσαν τὰ λειπόμενα ταμιευσόμεθα.

Ϛ’. Τοιαῦτα δὲ μὴ ἁπλῶς ἀκούωμεν, ἀγαπητοί, ἀλλὰ παιδευώμεθα τῆς ἀρετῆς ἐπιμελεῖσθαι, καὶ τὴν περὶ τὸν Θεὸν εὐαρέστησιν περὶ πολλοῦ ποιεῖσθαι, καὶ μήτε οἰκίας προστασίαν, μήτε γυναικὸς φροντίδα, μήτε παίδων ἐπιμέλειαν, μήτε ἄλλο μηδὲν προβαλλώμεθα, καὶ νομίσωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν τοῦ ῥαθύμως καὶ ἠμελημένως ζῆν, μηδὲ τὰ ψυχρὰ ἐκεῖνα καὶ ἀνόνητα ῥήματα προφέρωμεν, καὶ λέγωμεν· κοσμικὸς εἰμι, γυναῖκα ἔχω, καὶ τέκνων φροντίδα ποιοῦμαι. Ταῦτα τοῖς πλείοσιν ἔθος λέγειν, ἐπειδὰν αὐτοὺς παρακαλῶμεν εἰς τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους, ἡ περὶ τὴν τῶν Γραφῶν ἀνάγνωσιν πολλὴν ποιεῖσθαι τὴν σπουδήν. Οὐκ ἔστιν ἐμὸν τοῦτο. Φησί· μὴ γὰρ ἀπεταξάμην; Μὴ γὰρ μοναχὸς εἰμι; Τὶ λέγεις, ἄνθρωπε; Ἐκείνοις μόνοις ἀποκεκλήρωται τὸ τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως; Πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ οὐδένα βούλεται ἀρετῆς ἀμελεῖν. Ἄκουε γὰρ αὐτοῦ διὰ τοῦ προφήτου λέγοντος· «Οὐ βούλομαι τὸν Θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν». Μὴ τὶ γέγονεν, εἰπὲ μοι, τούτῳ τῷ δικαίῳ κώλυμα ἡ συνουσία τῆς γυναικός, ἣ ἡ τῶν παίδων φροντίς. Μὴ τοίνυν, παρακαλῶ, μηδὲ ἡμεῖς ἀπατῶμεν ἑαυτούς, ἀλλ’ ὅσῳ ταύταις φροντίσιν ἐνεχόμεθα, τοσούτῳ μᾶλλον τὰ ἀπὸ τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν δεχώμεθα φάρμακα. Μὴ γὰρ καὶ οὗτοι οὐ τῆς αὐτῆς ἡμῖν φύσεως ἦσαν, καὶ οὐδὲ τοσαύτας ἀφορμὰς εἶχον τὰς ἐναγούσας αὐτοὺς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν; Ποίας οὖν ἂν εἴημεν συγγνώμης ἄξιοι, οἱ καὶ διδασκαλίας τοσαύτης ἀπολαύοντες, καὶ τοσαύτης χάριτος ἀξιωθέντες, καὶ τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν τὴν ἐπαγγελίαν δεξάμενοι, ἐὰν μὴ πρὸς τὸ τῶν παλαιῶν ἀνδρῶν φθάσωμεν τῆς ἀρετῆς μέτρον; Εἰ γὰρ βουλοίμεθα νήφειν, ἱκανὰ τὰ σήμερον ἡμῖν κινηθέντα διεγείραι ἡμᾶς πρὸς τὸν πόθον τῆς ἀρετῆς, καὶ μηδέποτε νομίζειν κώλυμα ἡμῖν γενέσθαι πρὸς τὴν ταύτης ὁδόν. Εἰ γὰρ οἱ πρὸ τοῦ νόμου ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης διδασκαλίας εἰς τοσαύτην φθάσαν ἀρετήν, τὶ ἔχομεν εἰπεῖν ἡμεῖς οἱ μετὰ τοσαύτην βοήθειαν, καὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὰ μυρία θαύματα πόῤῥῳ τῇς ἀρετῇς τυγχάνοντες; Διό, παρακαλῶ, μὴ ἁπλῶς ἐπερχώμεθα τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα, ἀλλὰ μετὰ προσοχῆς ἀναγινώσκωμεν τὰ ἐγκείμενα, ἵνα τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπούμενοι, ὀψὲ γοῦν ποτε τῆς κατὰ Θεὸν ἀρετῆς ἀντιλαβέσθαι δυνηθῶμεν. Εἰ γὰρ δὲ μέλλοιμεν καὶ ἡμεῖς καθ· ἑκάστην ἡμέραν ὑμῖν ἐνηχεῖν τὴν πνευματικὴν ταύτην διδασκαλίαν, καὶ ὑμεῖς ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μείνητε, ποῖον ὑμῖν ὄφελος ἱστᾶι ἐκ τῆς συνεχοῦς διδασκαλίας, ἣ ἡμῖν τὶς ἔσται παραμυθία ὁρῶσι τὸν τοσοῦτον ἡμῶν κάματον ἀνόνητον γινόμενον, καὶ οὐδεμίαν προκοπὴν γινομένην ἐκ τῆς ἡμετέρας σπουδῆς; Εἰπὲ γὰρ μοι, οὐχὶ ἀπὸ δύο οὐσιῶν συνεστήκαμεν ἐκ ψυχῇς λέγω καὶ σώματος; Τίνος οὖν ἕνεκεν μὴ τὴν ἴσην αὐτοὶ πρόνοιαν ἀμφοτέροις ἀπονέμομεν, ἀλλὰ τὸ μὲν σῶμα παντὶ τρόπῳ θεραπεύειν σπουδάζομεν, καὶ ἰατροῖς χρήματα διδόντες, καὶ αὐτοὶ πολλὴν περὶ αὐτὸ τὴν ἐπιμέλειαν ἐπιδεικνύμενοι, καὶ ἐσθῆτι πολυτελεῖ περιβάλλοντες, καὶ τροφὴν πλέον τοῦ δέοντος παρέχοντες, καὶ ἐν ἀνέσει διηνεκεῖ αὐτὸ εἶναι βουλόμεθα, καὶ ὑπὸ μηδενὸς ὅλως ἐνοχλεῖσθαι νοσήματος· ἀλλὰ κἂν τὸ τυχὸν τὸ ἐνοχλοῦν ᾗ, πᾶσαν κινοῦμεν μηχανήν, ὥστε τὸ λυποῦν διορθώσασθαι; Καὶ ἐπὶ μὲν τοῦ σώματος, τοῦ ἐλάττονος λέγω τὴν οὐσίαν· τὶ γὰρ ἴσον εἰπὲ μοι, ψυχὴ καὶ σῶμα; Εἰ γὰρ βούλει τὴν διαφορὰν ἰδεῖν, σκόπει πῶς οὐδενὸς λόγου ἄξιον εὑρίσκεται τὸ σῶμα τῆς ψυχῆς ἀναχωρησάσης. Ὁ τοίνυν τοῦ σώματος τοσαύτην πρόνοιαν ποιούμενος, τίνος ἕνεκεν, καὶ διὰ τὶ τοσαύτη περὶ τὴν τῆς ψυχῆς πρόνοιαν ὑπεροψίᾳ κεχρῆσθαι βούλει, καὶ οὔτε τροφὴν αὐτὴ κατάλληλον προσάγειν, τὴν ἐκ τῶν θείων Γραφῶν λέγω παραίνεσιν, οὔτε τοῖς τραύμασιν αὐτῆς, καὶ τοῖς ἕλκεσι τοῖς καθαιροῦσιν αὐτῆς τὴν ἰσχύν, καὶ τὴν παῤῥησίαν ὑποτεμνομένοις τὰ ἐπιτήδεια φάρμακα ἐπιτιθέναι, ἀλλὰ καὶ περιορᾷν ἀνέχῃ αὐτήν, καὶ λιμῷ τηκομένην, καὶ ὑπὸ τῶν ἕλκων διαφθειρομένην, καὶ προκειμένην, ὡς εἰπεῖν, καθάπερ κυσί, τοῖς πονηροῖς καὶ ἀτόποις λογισμοῖς, ὥστε διασπᾷν, καὶ τὸν τόνον αὐτῆς ἅπαντα καθαίρειν;

Διὰ τὶ μὴ καθάπερ τοῦ σώματος τοῦ ὁρωμένου ποιούμεθα τὴν πρόνοιαν, τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς ψυχῆς τῆς ἀσωμάτου, καὶ μὴ ὁρωμένης, ὁπότε καὶ ἡ περὶ ταύτην ἐπιμέλεια οὐ μόνον εὔκολος καὶ κούφη, ἀλλὰ καὶ ἀδάπανος, καὶ οὐδενὸς καμάτου δεομένη; Καὶ ἐνταῦθα μὲν ἐπὶ τῆς τοῦ σώματος ἐπιμελείας, καὶ τῶν τοῦ σώματος ἀῤῥωστημάτων ἀνάγκη καὶ χρημάτων πολλὴν δαπάνην γενέσθαι, καὶ τὰ μὲν αὐτῶν τοῖς ἰατροῖς προσαναλίσκειν, τὰ δὲ εἰς τὴν ἄλλην ἅπασαν θεραπείαν, πρὸς τροφὴν λέγω καὶ πρὸς ἐνδύματα, καὶ οὔπω φημί, ὅτι καὶ ὑπὲρ τὴν χρείαν οἱ πλείους ταῦτα δαπανῶσιν ἀμετρία πολλῇ κεχρημένοι· ἐπὶ δὲ τῆς ψυχῆς οὐδενὸς τῶν τοιούτων δεῖ, ἀλλ’ εἰ βουληθείης, καθάπερ ἐφ’ ἑκάστης ἡμέρας τῷ σώματι τὴν τροφὴν χορηγεῖς, καὶ τὰ χρήματα καταναλίσκων, οὕτω καὶ τὴν ψυχὴν μὴ περιορᾷν λιμῷ φθειρομένην, καὶ παρέχειν αὐτῇ τὴν κατάλληλον τροφὴν τὴν ἐκ τῆς τῶν Γραφῶν ἀναγνώσεως, καὶ τῆς πνευματικῆς νουθεσίας παραίνεσιν· «Οὐκ ἐπ’ ἄρτῳ μόνον γάρ, φησί, ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ»· ἄριστα περὶ τούτων διατιθέμενος ἔσῃ. Καὶ περὶ τοῦ παρ’ ἡμῖν οἰκειοτέρου προσηκόντως διανοούμενος. Ὥσπερ τοίνυν τῷ σώματι διάφορα παρέχεις ἐνδύματα, καὶ ἐπιτηδεύεις πρὸς τὴν τῶν καιρῶν τροπὴν καὶ τὴν τῶν ἐνδυμάτων ποικιλίαν, κατὰ τὸ αὐτὸ μηδὲ τὴν ψυχὴν περιόρα γυμνὴν περιιοῦσαν τῶν ἀγαθῶν πράξεων, ἀλλὰ καὶ αὐτὴν περίβαλλε ἐνδύμασι τοῖς αὐτῇ πρέπουσι· ταχέως αὐτὴν ἀνακτήσῃ καὶ πρὸς τὴν κατὰ φύσιν ὑγίειαν ἐπαναγάγῃς. Ποίᾳ δὲ ἂν εἴη ταύτης ἐνδύματα; Ἐλεημοσύνη καὶ ἡ περὶ τοῖς πένητας δαψίλεια· τοῦτο τὸ μέγιστον τῆς ψυχῆς περιβόλαιον, τοῦτο τὸ φαιδρὸν αὐτῆς ἱμάτιον. Εἰ δὲ βούλει μὴ μόνον ἐνδύματα παρέχειν, ἀλλ’ ὁμοίως τῷ σώματι καλλωπίζειν, προστιθεῖ καὶ τὴν διὰ τῶν εὐχῶν βοήθειαν, καὶ τὴν τῶν ἁμαρτημάτων ἐξομολόγησιν, καὶ τῇ συνεχείᾳ τῶν δακρύων ἀποσμήχων αὐτῆς τὸ πρόσωπον μὴ διαλίπῃς. Καθάπερ γὰρ πάσῃ σπουδῇ τὴν ὄψιν τοῦ σώματος καθ’ ἑκάστην ἡμέραν ἐκπλύνεις, ὥστε μηδαμοῦ ῥύπον τινὰ ἐπικείμενον τῇ ὄψει δυσειδῆ αὐτὴν δεικνύναι· ὡσαύτως καὶ ἐπὶ τῆς ψυχῆς ποιεῖν σπούδαζε, καὶ καθ’ ἑκάστην αὐτὴν ἀπόπλυνε θερμὰ δάκρυα προσχέων. Τούτῳ γὰρ τῷ ὕδατι ἐκείνη τὸν ῥύπον ἀποτιθεμένη φαιδροτέρα γίνεται. Καὶ ἐπειδὴ αἱ πλείους τῶν γυναικῶν διὰ πολλὴν βλακείαν τοῦ παραγγέλματος τοῦ ἀποστολικοῦ ὑπερφρονοῦσαι τοῦ κελεύοντος. «Μὴ ἐν πλέγμασι, ἢ χρυσῷ, ἣ μαργαρίταις, ἣ ἱματισμῷ πολυτελεῖ ἑαυτὰς κοσμεῖν, μετὰ πολλῆς τῆς δαψιλείας τοῦτο ἐργάζονται», οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἀνδρῶν ὅσοι βλακώδεις, καὶ πρὸς τὴν τῶν γυναικῶν εὐτέλειαν ἑαυτοὺς κατάγουσι δακτυλίους περιτιθέμενοι, καὶ τῷ μεγέθει καὶ τῷ ὄγκῳ τῶν λίθων καλλωπιζόμενοι, ἐφ’ οἷς αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ἐχρῆν· καὶ οὗτοι τοίνυν κἀκεῖναι εἰ τῶν ἡμετέρων ἀνάσχοιντο λόγων, τὰ χρυσία ταῦτα τὰ πολλὴν καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ τὴν λύμην παρέχοντα εἰς τὸν τῆς ψυχῆς κόσμον μᾶλλον μεταγέτωσαν, καὶ ἐκείνην διὰ τούτων καλλωπιζέτωσαν. Ὥσπερ γὰρ τῷ σώματι περικείμενα, κἂν εὔμορφον ᾖ, δυσειδέστερον τοῦτο ἀπεργάζεται· οὕτω τῇ ψυχῇ περιτεθέντα, κἂν ἄμορφος ᾖ, εἰς τῇ ἄκραν εὐμορφίαν αὐτὴν μεθίστησι. Καὶ πῶς, φησί, δυνατὸν τῇ ψυχῇ περιθεῖναι τὰ χρυσία; Πάλιν διὰ τῆς τῶν πενήτων χειρός. Οὗτοι γὰρ δεχόμενοι τὴν ταύτης εὐμορφίαν κατασκευάζουσιν. Ἐκείνοις ἐγχείρισον τὰ χρυσία καὶ διανεῖμαι εἰς τὰς αὐτῶν γαστέρας, καὶ τοσαύτην τῆς ψυχῆς εὐμορφίαν σοι παραδιδόασιν, ὡς αὐτὸν τὸν ἀληθῆ νυμφίον διὰ τῆς ὥρας ἐπισπάσασθαι, καὶ τὰ μυρία σοι ἀγαθὰ διὰ τούτου προξενῆσαι. Ὅταν γὰρ διὰ τοῦ κάλλους ἐπισπάσῃ τὸν Δεσπότην, πάντων τῶν ἀγαθῶν ἔχεις τὴν χορηγίαν, καὶ τὴν ἄφατον εὐπορίαν ἐκτήσω· εἰ τοίνυν βουλόμεθα ἐπέραστοι γενέσθαι τῷ Δεσπότῃ, καταλιπόντες τὸ περὶ τὸν τοῦ σώματος καλλωπισμὸν ἐπτοῆσθαι, τὴν ἐκείνης εὐμορφίαν καθ’ ἑκάστην ἡμέραν περισκοπῶμεν, ἵνα καὶ τὴν εὔνοιαν ἐπισπασώμεθα τοῦ φιλανθρώπου Θεοῦ, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρὶ ἡ δόξα, κράτος, τιμή, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΒ’. «Καὶ ἣν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς».
Προηγούμενο: Ὁμιλία Κ’. «Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ», καὶ τὰ ἑξῆς.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος