Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΓ’. «Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὧν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ Εὐηρέστησε Νῶε».
Προηγούμενο: Ὁμιλία ΚΑ’. Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾖ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾖ ἡμέρᾳ ἐποίησεν αὐτούς.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

ΟΜΙΛΙΑ ΚΒ’. «Καὶ ἣν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς».

α’. Τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παραθεῖναι βούλομαι τήμερον· ἀλλὰ μὴ δυσχεράνῃς, ἀγαπητέ, λείψανα ἀκούων. Ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν ἐδεσμάτων μετὰ μίαν καὶ δευτέραν ἡμέραν ἕωλα πολλάκις γενόμενα τὰ ἐδέσματα, ἄχρηστα γέγονε, καὶ ἀνεπιτήδεια πρὸς τροφήν· ἐπὶ δὲ τῆς πνευματικῆς τραπέζης οὐδὲν ἐστι τοιοῦτον δείσαι· ἀλλ’ ὅσος ἂν παρέλθῃ χρόνος, τοσούτῳ μᾶλλον πλείονα τὴν χάριν ἐπιδείκνυται, καὶ νεαρώτερα καὶ ἀκμαιότερα εὑρίσκεται. Φέρε οὖν τὴν ὑπόσχεσιν, ἥνπερ χθὲς ὑπεσχόμεθα, εἰς ἔργον ἀγάγωμεν, καὶ τὸ χρέος τῆς διδασκαλίας καταβάλωμεν, καὶ τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα. Οὐδὲ γὰρ τοῖς ὑποδεχομένοις μόνον λυσιτελὴς αὕτη τυγχάνει, καθάπερ ἐπὶ τῶν χρεών, ἀλλὰ καὶ ἐμοὶ τῷ καταβάλλοντι. Καὶ τὶ λέγω ἐμοὶ τῷ καταβάλλοντι; Τοιαύτη τούτου τοῦ χρέους τοῦ πνευματικοῦ ἡ φύσις, ὅτι ὅσῳ ἓν καταβάλληται, τοσούτῳ μᾶλλον αὔξεται, καὶ πλείονα τὴν περιουσίαν ἐργάζεται, καὶ ἄφατον τὸν πλοῦτον καὶ τῷ καταβάλλοντι καὶ τοῖς ὑποδεχομένοις. Εἶδες καινὴν χρέους φύσιν καὶ ξένον καταβολῆς εἶδος; Τοιαῦτα γὰρ τὰ πνευματικά· τῇ διανομῇ μᾶλλον αὔξεται, καὶ τῇ τῶν πλειόνων μεταλήψει πλείων ἡ περιουσία γίνεται, καὶ οὔτε ὁ καταβάλλων αἴσθησίν τινα τῆς καταβολῆς λαμβάνει, ἀλλὰ καὶ αὔξεται αὐτῷ τᾷ τῇς περιουσίας, καὶ οἱ ὑποδεχόμενοι ἐν πλείονι περιουσία καθίστανται. Ἐπεὶ οὖν τοιαύτη τῶν πνευματικῶν τούτων ἡ φύσις, μετὰ πάσης προθυμίας καὶ ἡμεῖς πρὸς τὴν ἔκτισιν σπεύδωμεν, καὶ ὑμεῖς πρὸς τὴν ὑποδοχὴν τὰς ἀκοὰς εὐτρεπίσατε, ἵνα ἕκαστος ὑμῶν ἡπλωμένοις τοῖς τῆς διανοίας κόλποις ὑποδεξάμενος τὰ παρ’ ἡμῶν λεγόμενα, οὕτως οἴκαδε ἀναχωρήσῃ. Πάλιν γὰρ τὴν κατὰ τὸν δίκαιον Νῶε ὑπόθεσιν εἰς μέσον ἀγαγεῖν βούλομαι, ἵνα τοῦ δικαίου τὴν πολλὴν ἀρετὴν καταμάθητε, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν μακροθυμίαν τὴν πάντα λόγον ὑπερβαίνουσαν. Ἐμάθετε χθές, πῶς ἐκ προοιμίων τῆς γεννήσεως ὁ δίκαιος οὗτος δεξάμενος παρὰ τοῦ πατρὸς τὴν προηγορίαν, πᾶσι τοῖς τότε ἀνθρώποις οὖσι περιῄει διδάσκαλος τῶν συμφορῶν, μονονουχὶ βοῶν καὶ λέγων τοῦ οἰκείου ὀνόματος· ἀπόστητε τῆς κακίας, μετέρχεσθε τὴν ἀρετήν, φοβηθῆτε τὴν ἐπηρτημένην κόλασιν· κοινὸν ἅπασαν τὴν οἰκουμένην καταλήψεται κλυδώνιον. Πολλὴ τῆς ἀγανακτήσεως ἡ ὑπερβολή, ἐπειδὴ καὶ πολλὴ τῆς κακίας ἡ φορά. Καὶ τοῦτο οὐκ ἐπὶ δυσὶν ἣ τρισὶν ἔτεσιν ἐποίει, ἀλλ’ ἐπὶ πεντακόσια ἔτη διήρκεσε παραινῶν. Εἴδετε μακροθυμίαν Δεσπότου; Εἴδετε ἀγαθότητος ὑπερβολήν; Εἴδετε ἀνεξικακίαν ἄφατον; Εἴδετε κακίας ἐπίτασιν; Εἴδετε ἀγνωμοσύνης μέγεθος; Μέχρι γὰρ τούτου, ὡς ἴστε, χθὲς ἡμῖν τὰ τῆς διδασκαλίας τέλος ἔλαβεν· ἀναγκαῖον τοίνυν σήμερον καταμαθεῖν, ὅπως ὁ φιλάνθρωπος Δεσπότης τὴν οἰκείαν ἀγαθότητα μιμούμενος οὐδὲ μέχρι τῶν πεντακοσίων ἐτῶν ἔστη, ἀλλὰ καὶ ἑτέραν προσθήκην περὶ τοὺς τοσαῦτα ἡμαρτηκότας προνοίας ἐπεδείξατο. «Καὶ ἣν Νῶε, φησὶν ἐτῶν πεντακοσίων». Ἐπίτηδες ἡμῖν τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ δικαίου ἐπεσημήνατο ἡ θεῖα Γραφή, ἵνα μάθωμεν ἐν πόσῳ χρόνῳ διετέλεσε παραινῶν αὐτοῖς, καὶ πῶς ἐκεῖνοι μὲν τὴν τῆς κακίας ὁδὸν ἑλόμενοι, ἐν ταύτῃ κατεδαπανῶντο· ὁ δὲ δίκαιος ἀπεναντίας ἅπασι πορευόμενος τὴν ἄκραν ἀρετὴν ἐπεδείξατο, ὥστε καὶ τὴν παρὰ τοῦ Θεοῦ ἐπισπάσασθαι εὔνοιαν, καὶ πάντων ὑπευθύνων τῇ τιμωρίᾳ γενομένων, αὐτὸν μόνον διαφυγεῖν μετὰ τῶν αὐτῷ προσηκόντων. Ἐντεῦθεν μανθάνομεν, ὅτι ἐὰν νήφωμεν καὶ μὴ ῥᾳθυμῶμεν, οὐ μόνον οὕδεν ἡμᾶς βλάπτει τὸ μεταξὺ τῶν κακῶν ἀναμεμῖχθαι, ἀλλὰ καὶ ἀκριβεστέρους περὶ τὴν ἀρετὴν ἐργάζεται. Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὕτως ᾠκονόμησε, κατὰ ταὐτὸν ἅπαντας εἶναι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθούς, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐγκόπτηται, καὶ τῶν ἀγαθῶν ἡ ἀρετὴ λαμπροτέρα δεικνύηται, καὶ τὰ μέγιστα κερδάνωσιν οἱ ῥᾴθυμοι, ἐὰν βούλωνται, ἀπὸ τῆς τῶν σπουδαίων συνουσίας. Ἐννόει γὰρ μοι τοῦ δικαίου τούτου τὸ ἐνάρετον, ὅπως ἐν πλήθει τοσούτῳ πολλῇ τῇ ῥύμῃ πρὸς τὴν κακίαν φερομένων· μόνος αὐτὸς τὴν ἐναντίαν ἦλθεν ὁδόν, τὴν ἀρετὴν προτιμοτέραν τῆς κακίας ἑλόμενος, καὶ οὔτε ἡ συμφωνία, οὔτε τὸ τοσοῦτον πλῆθος ὀκνηρότερον αὐτὸν εἰργάσατο πρὸς τὴν τῆς ἀρετῆς ὁδόν, ἀλλ’ ἤδη προλαβὼν ἐπλήρου τὸ παρὰ τοῦ μακαρίου Μωϋσέως μέλλον ῥηθήσεσθαι, ὅτι «Οὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ». Καὶ τὸ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ πολλοὺς ἔχων, μᾶλλον δὲ ἅπαντας ἐπὶ τὴν κακίαν προτρεπομένους καὶ τὴν τῶν πονηρῶν πράξεων ἐργασίαν, καὶ οὐδενὸς ὄντος τοῦ πρὸς τὴν ἀρετὴν ἐνάγοντος, οἴκοθεν ἐπὶ ταύτην μετὰ τοσαύτης ὥρμησε τῆς σφοδρότητος, ὥστε τοσούτῳ πλήθει ἀπεναντίας ἐλθεῖν· καὶ οὔτε ἔδεισεν, οὔτε ὑπείδετο τὴν κακὴν συμφωνίαν, οὔτε ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἣν τοὺς ῥαθυμοῦντας παθεῖν, οἳ ἐπειδὰν ἴδωσι πολλοὺς κατὰ ταὐτὸ συμφωνίαν ἐπιδεικνυμένους, ταύτην ἀφορμὴν καὶ προκάλυμμα τῆς οἰκείας ῥᾳθυμίας προβαλλόμενοί φασι· τὶ δὴ μέλλω ἐγὼ παρὰ τούτους ἅπαντας ξένον τι καὶ καινὸν βουλεύεσθαι, καὶ τοσούτῳ πλήθει ἐναντιοῦσθαι, καὶ πρὸς τοσοῦτον δῆμον πόλεμον ἀναδέχεσθαι; Μὴ γὰρ δικαιότερος ἐγὼ παρὰ τούτους ἅπαντας τυγχάνω; Τὶς μοι χρεία τῆς τοσαύτης ἀπεχθείας; Τὶ μοι ὄφελος τοῦ τοσούτου μίσους; Οὐδὲν τῶν ἀνονήτων τούτων ἐβουλεύσατο, οὐδὲ ἐνενόησεν· ἀλλὰ πάλιν ἐκεῖνο προλαβὼν ἐπλήρου τὸ εἰρημένον παρὰ τοῦ προφήτου, ὅτι «Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἥ μύριοι παράνομοι». Μὴ γὰρ ἡ κοινωνία, φησί, καὶ τὸ συγκατασπασθῆναι τῷ πλήθει πρὸς τὴν κακίαν αὐτομολοῦντι ἐξελέσθαι με δυνήσεται τῆς τιμωρίας; ᾜδει γάρ, ᾔδει σαφῶς ὅτι ἕκαστος ὑπὲρ τῆς οἰκείας σωτηρίας τὰς εὐθύνας δώσει, καὶ οὐκ ἔστιν ἕτερον ὑπὲρ τοῦ ἁμαρτάνοντας οὔτε κόλασιν ὑπομεῖναι, οὔτε ἀμοιβῆς τινος ἐπιτυχεῖν. Διὰ τοῦτο ὁ δίκαιος καθάπερ σπινθὴρ ἐν μέσῳ πελάγει τυγχάνων, οὐ μόνον οὐκ ἐσβέννυτο, ἀλλὰ καὶ καθ’ ἑκάστην ἡμέραν λαμπρότερον ἠφίει τὸ φῶς, διδάσκαλος πᾶσι γινόμενος διὰ τῶν ἑαυτοῦ ἔργων

Εἶδες ὡς αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ Δεσπότης ἐδημιούργησε; Πόθεν γάρ, εἰπὲ μοι, ἐκεῖνοι μὲν πρὸς τὴν κακίαν ἔσπευδον, καὶ τῇ τιμωρίᾳ ὑπευθύνους ἑαυτοὺς καθιστῶν, οὗτος δὲ τὴν ἀρετὴν ἑλόμενος, καὶ τὴν πρὸς ἐκείνους κοινωνίαν φυγών, τῆς τιμωρίας πεῖραν οὐκ ἐλάμβανεν; Οὐκ εὔδηλον, ὅτι διὰ τὸ ἕκαστον οἰκείᾳ προαιρέσει ἢ τὴν ἀρετὴν αἱρεῖσθαι; Εἰ γὰρ μὴ τοῦτο ἥν, μηδὲ ἐν τῇ φύσει τῇ ἡμετέρᾳ τὰ τῆς ἐξουσίας ἔκειτο, οὔτε ἐκείνους κολάζεσθαι ἔδει, οὔτε τούτους ἀμοιβὰς λαμβάνειν τῆς ἀρετῆς· ἀλλ’ ἐπειδὴ ἐν τῇ προαιρέσει τῇ ἡμετέρᾳ κατέλιπε μετὰ τὴν ἄνωθεν χάριν τὸ πᾶν, διὰ τοῦτο καὶ τοῖς ἁμαρτάνουσι κολάσεις ἀπόκεινται, καὶ τοῖς κατορθοῦσιν ἀντιδόσεις καὶ ἀμοιβαί. «Καὶ ἥν, φησί, Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ». Σκόπει τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ διηγήσατο ἡμῖν τῶν ἐτῶν τοῦ δικαίου τὸν ἀριθμόν, δεικνύουσα τῆς μακροθυμίας τοῦ Δεσπότου τὴν ὑπερβολήν, βούλεται πάλιν καὶ τὴν ἐπίτασιν τῆς ἀνεξικακίας τοῦ Δεσπότου δήλην ἡμῖν ποιῆσαι, καὶ τῆς κακίας τῶν ἀνθρώπων τὴν πολλὴν φοράν.

β’. Ἀλλ’ ἀκούσωμεν αὐτῶν τῶν παρὰ τοῦ Μωϋσέως ῥηθέντων· Πνεύματι γὰρ φθεγγόμενος ἅπαντα μετὰ ἀκριβείας ἡμᾶς διδάξαι βούλεται. «Καὶ ἐγένετο, φησίν, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς». Οὐχ ἁπλῶς προσέθηκε τό, «Καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς», ἀλλ’ ἵνα τὸ πολὺ πλῆθος ἡμῖν ἐμφήνῃ. Ὅπου γὰρ τοσοῦτον τὸ τῶν ῥιζῶν πλῆθος, ἀνάγκη πολλοὺς τίκτεσθαι τοὺς κλάδους. «Ἰδόντες δέ, φησίν, οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαὶ εἰσιν, ἔλαθον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο».

Ἑκάστην λέξιν τῶν εἰρημένων σαφῶς κατοπτεύσωμεν, ἵνα μηδὲν ἡμᾶς παραδράμῃ τῶν ἐν τῷ βάθει κεκρυμμένων. Καὶ γὰρ ἀναγκαῖον τούτου τοῦ χωρίου πολλὴν τὴν ἔρευναν ποιήσασθαι, καὶ ἀνατρέψαι τὰς μυθολογίας τῶν ἀπερισκέπτως πάντα φθεγγομένων· καὶ πρῶτον μὲν εἰπεῖν ἅπερ λέγειν τολμῶσι, καὶ δείξαντας τὴν ἀτοπίαν τῶν παρ’ αὐτῶν λεγομένων, οὕτω τὸν ἀληθῆ νοῦν τῆς Γραφῆς διδάξαι τὴν ὑμετέραν ἀγάπην, ὥστε μὴ ἁπλῶς ὑπέχειν τὰς ἀκοὰς τοῖς τὰ βλάσφημα ἐκεῖνα φθεγγομένοις, καὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς τολμῶσι λέγειν. Φασὶ γὰρ ὅτι οὐ περὶ ἀνθρώπων τοῦτο εἴρηται, ἀλλὰ περὶ ἀγγέλων· τούτους γὰρ υἱοὺς Θεοῦ προσηγόρευσε. Πρῶτον μὲν δειξάτωσαν, ποῦ ἄγγελοι υἱοὶ Θεοῦ προσηγορεύθησαν· ἀλλ’ οὐκ ἂν ἔχοιεν οὐδαμοῦ δεῖξαι. Ἄνθρωποι μὲν γὰρ ἐκλήθησαν υἱοὶ Θεοῦ, ἄγγελοι δὲ οὐδαμῶς. Ἀλλὰ περὶ μὲν τῶν ἀγγέλων φησίν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα»· περὶ δὲ τῶν ἀνθρώπων, «Ἐγὼ εἶπα· Θεοὶ ἐστε»· καὶ πάλιν· «Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα». Καὶ πάλιν· «Πρωτότοκος υἱὸς μου Ἰσραήλ»· ἄγγελος δὲ οὐδαμοῦ υἱὸς ἐκλήθη, οὐδὲ υἱὸς Θεοῦ. Ἀλλὰ τὶ φασί; Ναί, ἄγγελοι μὲν ἦσαν διότι δὲ πρὸς τὴν παράνομον ταύτην πρᾶξιν κατῆλθον, τῆς ἀξίας ἐξέπεσον. Πάλιν ἕτερον μυθωδέστερον. Τὶ οὖν; Νῦν ἐξέπεσον, καὶ αὕτη τῆς πτώσεως αὐτοῖς ἐστιν ἡ αἰτία; Καὶ μὴν ἡ Γραφὴ ἄλλως ἡμᾶς διδάσκει, ὅτι καὶ πρὸ τῆς τοῦ πρωτοπλάστου δημιουργίας τῆς ἀξίας ἐκείνης κατηνέχθησαν καὶ ὁ διάβολος καὶ οἱ μετ’ αὐτοῦ, μεῖζον τῆς ἀξίας φρονήσαντες, καθάπερ καὶ σοφὸς τις φησι· « Φθόνο δὲ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν». Εἰπὲ γὰρ μοι, εἰ μὴ ἣν πρὸ τῆς τοῦ ἀνθρώπου δημιουργίας ἐκπεπτωκώς, πῶς ἂν ἐπὶ τῆς ἀξίας μένων ἐβάσκηνε τῷ ἀνθρώπῳ; Ποῖον γὰρ ἂν ἔχοι λόγον, ἄγγελον ἀνθρώπῳ βασκῆναι, τὸν ἀσώματον καὶ ἐν τοσαύτῃ τιμῇ τυγχάνοντα, τῷ σῶμα περικειμένῳ; Ἀλλ’ ἐπειδὴ ἀπὸ τῆς ἀνωτάτω δόξης εἰς ἐσχάτην ἀτιμίαν κατηνέχθη, καὶ ταῦτα ἀσώματος ὥν, εἶδε δὲ τὸν ἄνθρωπον δημιουργηθέντα, καὶ ἐν σώματι τοσαύτης τιμῆς ἀξιωθέντα διὰ τὴν τοῦ δημιουργήσαντος φιλανθρωπίαν, εἰς φθόνον ἐξήφθη, καὶ διὰ τῆς ἀπάτης, ἣν διὰ τοῦ ὄφεως προσήγαγε, τῷ τοῦ θανάτου, ἐπιτιμίῳ ὑπεύθυνον τὸν ἄνθρωπον κατεσκεύασε. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐ δύναται πράως φέρειν τὴν ἑτέρων εὐημερίαν. Ὅτι μὲν οὖν πάλαι καὶ ὁ διάβολος καὶ πᾶσα αὐτοῦ ἡ φάλαγξ ἐκ τῆς δόξης ἐκείνης ἐξέπεσον, καὶ τῶν ἠτιμωμένων γεγόνασι, δῆλον ἅπασιν. Ἄλλως δὲ καὶ ποίας οὐκ ἂν εἴη ἀνοίας ἀνάμεστον τὸ λέγειν, ὅτι ἄγγελοι πρὸς συνουσίαν γυναικῶν κατηνέχθησαν, καὶ ἡ ἀσώματος ἐκείνη φύσις πρὸς τὴν συναλλαγὴν τῶν σωμάτων ὑπήχθη; Ἣ οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος περὶ τῆς τῶν ἀγγέλων οὐσίας· «Ἓν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι Θεοῦ»; Οὐδὲ γὰρ οἷόν τε τὴν ἀσώματον φύσιν ἐκείνην τοιαύτην ἐπιθυμίαν δέξασθαί ποτε. Πρὸς τούτοις δὲ κἀκεῖνο ἐννοῆσαι δεῖ, ὅτι πάντη τῶν ἀτοπωτάτων ἐστὶ τοῦτο δέξασθαι τῷ λογισμῷ. Εἰ γὰρ οἱ ἅγιοι καὶ Πνεύματος ἁγίου ἠξιωμένοι οὐδὲ ὀπτασίαν ἀγγέλων ἰδεῖν ἴσχυσαν (καὶ γὰρ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν θεασάμενος ἀγγέλου παρουσίαν, οὐκ αὐτὴν τὴν οὐσίαν· πῶς γὰρ οἷόν τε ἀσώματον οὐσίαν ἰδεῖν; Ἀλλὰ μετασχηματισθεῖσαν, τὴν ἐνέργειαν μικροῦ δεῖν καὶ αὐτὴν τὴν ψυχὴν ἀφῆκεν, καὶ ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ ἀπνοῦς σχεδὸν ἔκειτο)· τὶς ἂν κἂν σφόδρα μεμηνὼς ᾖ, καταδέξαιτο τὸ βλάσφημον τοῦτο ῥῆμα καὶ πολλῆς γέμον τῆς ἀνοίας, ὅτι ἡ ἀσώματος φύσις καὶ νοερὰ σωμάτων συμπλοκῆς ἠνέσχετο;

γ’. Ἀλλ’ ἵνα μὴ ἐπιπολὺ ταῦτα κινοῦντες καὶ αὐτοὶ δόξωμεν εἰκῆ τὸν χρόνον κατατρίβειν, φέρε ἐπειδὴ διὰ τῶν πραγμάτων ἐπληροφορήσαμεν ὑμῶν τὴν ἀγάπην, ὡς τῶν ἀδυνάτων τοῦτο καθέστηκε, τὴν ἀλήθειαν τῶν ἐγκειμένων διδάξωμεν ὑμᾶς, πάλιν ἀναγνόντες τὰ παρὰ τῆς θείας Γραφῆς εἰρημένα· «Καὶ ἐγένετο, φησίν, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς· ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαὶ εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο». Προλαβόντες ἐδιδάξαμεν ὑμᾶς, ὅτι ἔθος τῇ Γραφῇ, καὶ τοὺς ἀνθρώπους υἱοὺς Θεοῦ καλεῖν. Ἐπεὶ οὖν ἀπὸ τοῦ Σὴθ οὗτοι κατῆγον τὸ γένος, καὶ ἀπὸ τοῦ ὑπ’ αὐτοῦ τεχθέντος καὶ προσαγορευθέντος Ἐνὼς («Ὁὐτος γάρ, φησίν, ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ»), ἐξ ἐκείνου λοιπὸν οἱ ἑξῆς τικτόμενοι υἱοὶ Θεοῦ προσηγορεύθησαν παρὰ τῆς θείας Γραφῆς, διὰ τὸ μιμεῖσθαι μέχρις ἐκείνου τῶν προγόνων τὴν ἀρετήν· υἱοὺς δὲ ἀνθρώπων ἐκάλεσε τοὺς πρὸ τοῦ Σὴθ γεγονότας, τοὺς ἀπὸ τοῦ Κάϊν, καὶ τοὺς ἐξ ἐκείνου τὸ γένος κατάγοντας. «Ἐγένετο γάρ, φησίν, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς· ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ (οἱ ἀπὸ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς) τὰς θυγατέρας τῶν ἀνθρώπων (ἐκείνας τὰς ὑπ’ ἐκείνων τεχθείσας, περὶ ὧν εἶπεν, ὅτι Καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς), ὅτι καλαὶ εἰσιν». Ὅρα πῶς διὰ τῆς λέξεως ταύτης πᾶσαν ἡμῖν αὐτῶν τὴν ἀσέλγειαν ἐνέφηνεν. Οὐδὲ γὰρ δι’ ἐπιθυμίαν παιδοποιίας ἐπὶ τὴν πρᾶξιν ταύτην ὥρμησαν, ἀλλὰ δι’ ἀκρασίαν ἡδονῆς· «Ἰδόντες γάρ, φησί, τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαὶ εἰσιν». Ἡ ἐπιθυμία τῆς εὐμορφίας ὁ εἰς τὸν ὄλεθρον αὐτοὺς τοῦτον ἤνεγκε, καὶ τὸ κάλλος τῆς ὄψεως καὶ τῆς πορνείας καὶ τῆς ἀσελγείας αὐτοῖς γεγένηται αἴτιον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ προσέθηκεν· «Ἔλαβον δὲ ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο». Καὶ τοῦτο πάλιν ἐμφαίνοντός ἐστι τὴν πολλὴν αὐτῶν ἀσέλγειαν, ὅτι τῷ κάλλει ἡττήθησαν, καὶ χαλινὸν ἐπιθεῖναι τῇ ἀτάκτῳ ἐπιθυμίᾳ οὐκ ἠβουλήθησαν· ἀλλὰ ὑποβρύχιοι γεγόνασιν ὑπὸ τῆς θέας χειρωθέντες, καὶ διὰ τὴν παράνομον ταύτην πρᾶξιν ἐρήμους ἑαυτοὺς καταστήσαντες τῆς ἄνωθεν προνοίας. Καὶ ἵνα μάθωμεν ὅτι οὐ νόμῳ γάμου, οὐδὲ παιδοποιίας ἕνεκεν τοῦτο διεπράξαντο, διὰ τοῦτό φησίν· «Ἰδόντες ὅτι καλαὶ εἰσιν, ἔλαθον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο». Τὶ οὖν; Τῶν ὀφθαλμῶν τὴν θέαν ἂν τις αἰτιάσαιτο; Οὐδαμῶς· οὐδὲ γὰρ ὁ ὀφθαλμὸς τοῦ ὀλίσθου αἴτιος γέγονεν, ἀλλ’ ἡ τῆς προαιρέσεως ῥᾳθυμία, καὶ τὸ τῆς ἐπιθυμίας ἀχαλίνωτον. Ὁ γὰρ ὀφθαλμὸς διὰ τοῦτο ἐδημιουργήθη, ὥστε διὰ τούτου κατοπτεύοντας τὰ τοῦ Θεοῦ δημιουργήματα, δοξάζειν τὸν τούτων ποιητήν. Τοῦ ὀφθαλμοῦ τοίνυν ἐστὶν ἔργον τὸ ὁρᾷν· τὸ οἱ κακῶς ὁρᾷν ἀπὸ τοῦ ἔνδοθεν ἡνιοχοῦντος λογισμοῦ γίνεται. Τὰ γὰρ μέλη πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν ἡμῖν εἶναι χρήσιμα ἐδημιούργησεν ὁ Δεσπότης, καὶ ἡνιοχεῖσθαι συνεχώρησεν ὑπὸ τῆς ἀσωμάτου οὐσίας, τῆς ψυχῆς λέγω. Ἐπειδὰν οὖν ἐκείνη εἰς ῥᾳθυμίαν ἀποκλίνῃ, καὶ τὰς ἡνίας χαλάσῃ, καθάπερ ἡνίοχος οὐκ εἰδὼς τὰ ἄτακτα τῶν ἵππων σκιρτήματα καταστέλλειν, ταῖς ἡνίαις ἐνδούς, καὶ τοὺς ἵππους τοὺς τὸ ἅρμα ἕλκοντας καὶ ἑαυτὸν κατακρημνίζει· οὕτω δὴ καὶ ἡ προαίρεσις ἡ ἡμέτερα, ἐπειδὰν μὴ εἴδῃ τοῖς μέλεσι δεόντως κεχρῆσθαι, ταῖς ἀτάκτοις ἐπιθυμίαις ἐνδοῦσα ὑποβρύχιον ἑαυτὴν ἐργάζεται. Διὰ τοῦτο ὁ Δεσπότης ἡμῶν Χριστὸς εἰδὼς τῆς φύσεως ἡ μῶν τὸ εὐεπηρέαστον καὶ τῆς προαιρέσεως τὴν ῥᾳθυμίαν, νόμον ἔθηκεν ἀποτειχίζοντα καὶ κωλύοντα τὴν περίεργον θεωρίαν, ἵνα ἐκ πολλοῦ τοῦ διαστήματος τὴν ἐν ἡμῖν τικτομένην πυρὰν σβέση, καὶ φησὶν· «Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Διὰ τοῦτο, φησίν, ἀπαγορεύω τὴν ἀκόλαστον ὄψιν, ἵνα ἐλευθερώσω τῆς ἀτόπου πράξεως. Μὴ γὰρ δὴ νομίσῃς. Φησίν, ὅτι ἡ συμπλοκὴ μόνον τὴν ἁμαρτίαν ἐργάζεται· ἡ γνώμη ἐστὶν ἡ τὴν κατάκρισιν δεχομένη. Καὶ οὗτοι τοίνυν ἐπειδὴ τὸ κάλλος εἴδοσαν, ἑάλωσαν τῇ θέᾳ· «Εἶδον γάρ, φησίν, ὅτι καλαὶ εἰσι, καὶ ἔλαβον ἑαυτοῖς ἀπὸ πασῶν, ὧν ἐξελέξαντο». Ἀλλ’ ἴδωμεν καὶ μετὰ τὴν ἄτοπον ταύτην πρᾶξιν, καὶ τὴν ἀκόλαστον γνώμην. Τοῦ Θεοῦ τὴν ἀγαθότητα. Καὶ εἶπε, φησί, Κύριος ὁ Θεός· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμα μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἵκοσι». Ἄβυσσον φιλανθρωπίας ἔστιν ἰδεῖν ἐν τοῖς βραχέσι τούτοις ῥήμασι. Καὶ εἶπε, φησί, Κύριος ὁ Θεός· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμα μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας». Τὸ Πνεῦμα ἐνταῦθα τὴν προνοητικὴν αὐτοῦ δύναμιν ἐκάλεσε, τὴν ἀπώλειαν αὐτῶν ἤδη προμηνύων. Καὶ ἵνα μάθῃς ὅτι περὶ τούτου ἣν ὁ λόγος, ὅρα τὸ ἐπαγόμενον· «Διὰ τὸ εἶναι αὐτούς, φησί, σάρκας»· τουτέστι διὰ τὸ σαρκικαῖς πράξεσιν αὐτοὺς καταδεδαπανῆσθαι, καὶ μὴ εἰς δέον κεχρῆσθαι τῇ τῆς ψυχῆς οὐσίᾳ, ἀλλ’ ὡς σάρκα μόνον περικειμένους καὶ ψυχῆς ἐρήμους ὄντας, οὕτω τὸν ἑαυτῶν βίον καταναλίσκειν. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ σάρκα τοὺς σαρκικοὺς καλεῖν, ὥσπερ τοὺς ἐναρέτους ἄσαρκους ὀνομάζειν, καθάπερ ὁ Παῦλός φησιν, «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί»· οὐκ ἐπειδὴ σάρκα οὐ περιέκειντο, ἀλλ’ ἐπειδὴ σάρκα περικείμενοι ἀνώτεροι τῶν σαρκικῶν ἦσαν φρονημάτων. Ὥσπερ οὐκ καὶ τοῖσδε διὰ τὸ ὑπερορᾶν τῶν σαρκικῶν ἔλεγεν· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί»· οὕτω καὶ ἐπὶ τούτων, ἐπειδὴ περὶ τὰς σαρκικὰς πράξεις διηνεκῶς ἦσαν ἠσχολημένοι, σάρκας αὐτοὺς ἐκάλεσε. «Διὰ τὸ εἶναι αὐτοὺς σάρκας», οὐκ ἔτι συγχωρήσω ταῖς ἁμαρτίαις αὐτοὺς καταῤῥυπαίνεσθαι.

ε’. Εἶδες ἀγανακτήσεως μέγεθος; Εἶδες ἀπειλῆς ὑπερβολήν; Σκόπει πῶς τῇ ἀπειλῇ καὶ τῇ ἀγανακτήσει τὴν φιλανθρωπίαν ἔμιξε. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἀπειλεῖ πολλάκις, οὐχ ἵνα εἰς ἔργον ἀγάγῃ τὴν ἀπειλήν, ἀλλ’ ἵνα διορθωσάμενος αὐτοὺς μηκέτι τήν ἀπειλὴν εἰς ἔργον ἐξενέγκῃ. Εἰ γὰρ ἐβούλετο τιμωρήσασθαι, διὰ τοῦτο ἀεὶ μέλλει καὶ ἀναβάλλεται, καὶ προλέγει, ἀφορμὴν παρέχων τοῖς ὑπευθύνοις φυγεῖν μὲν τὴν κακίαν, ἑλέσθαι δὲ τὴν ἀρετήν, καὶ τῆς τιμωρίας τὴν πεῖραν διαφυγεῖν. Ἐπεὶ οὖν ἠπείλησε τῇ πανωλεθρίᾳ αὐτοὺς παραδώσειν (τοῦτο γὰρ ἐστιν, «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας»· ἀντὶ τοῦ, Οὐκ ἐάσω αὐτοὺς λοιπὸν ζῆν), οὐκ ἀρκεσθεὶς τῇ τῶν πεντακοσίων ἐτῶν μακροθυμίᾳ ᾗ διὰ πάσης τῆς ζωῆς τοῦ Νῶε διὰ τῆς προσηγορίας ἐπαιδεύοντο, νῦν πάλιν ἐπιτείνων τὴν ἀγανάκτησιν, ἑτέραν αὐτοῖς προθεσμίαν ὁρίζει καὶ φησιν· Ἠπειλησάμην, καὶ εἶπον, καὶ δήλην ἐποίησα τὴν ἐμὴν ἀγανάκτησιν, ἣν διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων τῶν εἰργασμένων ἐπαχθῆναι ὑμῖν ἐστιν ἀκόλουθον· αλλ’ ἐπειδὴ καὶ τοὺς τὰ ἀνίατα ἡμαρτηκότας σωθῆναι βούλομαι, καὶ μηδένα ἀπόλλυσθαι, διὰ τοῦτο καὶ ἑκατὸν εἵκοσι ἐτῶν χρόνον πάλιν ἐνδίδωμι, ἵνα, εἰ βούλεσθε καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι Διὰ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς, καὶ τὴν ἀρετὴν ἑλόμενοι, τῆς τιμωρίας τὴν πεῖραν ἐκφύγητε. «Ἔσονται γάρ, φησίν, αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἵκοσι. Οἱ δὲ γίγαντες, φησίν, ἦσαν ἐπὶ τῆς τῆς ἐν ταῖς ἡμέραις ἐκείναις. Καὶ μετ’ ἐκεῖνα, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί». Γίγαντας ἐνταῦθα τοὺς ἰσχυροὺς τὸ σῶμα οἶμαι λέγειν τὴν θείαν Γραφήν. Ἐξ ἐκείνων, φησίν, ἡ γενεὰ αὐτῶν ηὐξήθη. Καὶ γὰρ καὶ ἀλλαχοῦ ἐστιν ἰδεῖν τοῦτο εἰρημένον «Γίγαντες, φησίν, ἔρχονται τὸν θυμὸν μοὺ παῦσαι». Τοῦτον δὲ τὸν τῶν ἑκατὸν εἵκοσι ἐτῶν ἀριθμὸν τινὲς νομίζουσι τὸν ὅρον τῆς ζωῆς εἶναι· οὐ τοῦτο δὲ σημαίνει, ἀλλὰ τέως τὴν μακροθυμίαν ἐνδείξασθαι βούλεται, ἣν καὶ μετὰ τοσαῦτα ἁμαρτήματα ἐπ’ αὐτοὺς ἐπιδείκνυται. Ἳν’ οὖν μάθωμεν καὶ μετὰ τὴν ἀγανάκτησιν, καὶ τὴν ἀπειλήν, καὶ τὴν τοσαύτην τοῦ χρόνου μακροθυμίαν, ἣν εἰς μετάνοιαν αὐτοῖς δέδωκεν, ὡς οὐ μόνον οὐδὲν ἐκέρδανον, ἀλλὰ καὶ τοῖς αὐτοῖς ἐπέμειναν, διὰ τοῦτό φησιν, «Ὃς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί». Εἶδες ἀγνωμοσύνης ὑπερβολήν; Εἶδες ψυχὴν ἀνάλγητον; Οὔτε ὁ τῆς τιμωρίας φόβος, οὔτε ὁ τῆς μακροθυμίας χρόνος ἀπέστησεν αὐτοὺς τῶν πονηρῶν πράξεων ἀλλ’ ἅπαξ κατὰ κρημνῶν κατενεχθέντες, καὶ τὸ τῆς διανοίας ὄμμα πηρωθέντες, οὐκ ἔτι λοιπόν, καθάπερ ὑπὸ μέθης τινὸς τῆς πονηρᾶς ἐπιθυμίας καταβαπτισθέντες, ἀνενεγκεῖν ἠβουλήθησαν, καθάπερ καὶ σοφὸς τὶς φησίν· «Ἄσεβής ἐμπεσὼν εἰς βάθος κακῶν καταφρονεῖ». Δεινὸν γάρ, δεινόν, ἀγαπητέ, ἁλῶναι ταῖς τοῦ διαβόλου παγίσιν. Ἡ γὰρ ψυχὴ λοιπὸν καθάπερ ἐν δικτύοις ἀπειλημμένη, καὶ ὥσπερ ὗς ἐγκυλιομένη βορβόρῳ ἥδεται, οὕτω καὶ αὐτὴ ὑπὸ τῆς κακῆς συνηθείας καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι, ὥστε μηδεμίαν τῷ πονηρῷ δαίμονι παρὰ τὴν ἀρχὴν εἴσοδον παρασχεῖν, ἵνα μὴ σκοτώσας ἡμῶν τὸν λογισμόν, καὶ τὸ διορατικὸν τῆς διανοίας ἀποτυφλώσας, παρασκευάσῃ, καθάπερ ἁπεστερημένους τοῦ ἡλιακοῦ τούτου φωτός, πρὸς τὰς ἀκτῖνας τοῦ τῆς δικαιοσύνης ἡλίου ὁρᾷν μὴ δυναμένους, κατὰ κρημνῶν φέρεσθαι, ὅπερ καὶ οὗτοι τότε πεπόνθασιν. Ἄκουε γὰρ πάλιν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν ἀνεξικακίαν. «Ἰδὼν δέ, φησί, Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς». Τὶ βούλεται τὸ εἰρημένον; Ἰδὼν δέ; Οὐκ ἐπειδὴ ἠγνόει ὁ λεπτότης· μὴ γένοιτο· ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν ἅπαντα. Διηγεῖται ἡ θεῖα Γραφή· ἵνα ἡμᾶς διδάξῃ, ὅτι καὶ μετὰ τὴν τοσαύτην αὐτοῦ μακροθυμίαν τοῖς αὐτοῖς ἐπέμενον, ἣ καὶ χείροσι περιέβαλον ἑαυτοὺς κακοῖς, φησίν· «Ἰδὼν δὲ ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς». Ἐκ γὰρ τῆς πονηρᾶς ταύτης πράξεως, καθάπερ ἀπὸ πηγῆς τινός, καὶ ἕτερα πολλὰ αὐτοῖς ἐτίκτετο ἁμαρτήματα· διὰ τοῦτό φησιν, «Αἱ κακίαι τῶν ἀνθρώπων». Ὅπου γὰρ πορνεία, καὶ ἀσέλγεια, καὶ τοσαύτη ἀκολασία, εἰκὸς καὶ μέθην, καὶ παροινίαν, καὶ πολλὴν ἀδικίαν, καὶ πλεονεξίαν καὶ τὰ μυρία τίκτεσθαι κακά. «Ἰδὼν δέ, φησί, Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας».

Ὅρα πῶς ἕκαστον τῶν εἰρημένων δείκνυσι τὸ μέγεθος τῶν ἠμαρτημένων. Ἐπειδὴ γὰρ εἶπε καθολικῶς, ὅτι «Ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐπήγαγε, Καὶ πᾶς τις Μεγάλη τοῦ ῥήματος ἡ ἔμφασις». Οὐχ ὁ νέος, φησίν, ἀλλὰ καὶ ὁ πρεσβύτης τὰ αὐτὰ τῷ νέῳ διαπράττεται· οὐδὲ ἀνὴρ μόνον, ἀλλὰ καὶ γυνή· οὐ δοῦλος, ἀλλὰ καὶ ἐλεύθερος· οὐ πλούσιος, ἀλλὰ καὶ πένης. Καὶ τό, Διανοεῖται, πολλὴν ἔχει τὴν δύναμιν. Οὐ γὰρ ἐκ συναρπαγῆς τοῦτο ὑπομένουσιν, ἀλλ’ ἐν τῇ καρδίᾳ διανοούμενοι, καὶ ταῦτα καθ’ ἑκάστην ὥραν βουλευόμενοι, καὶ ἐν τούτοις τὴν σπουδὴν ἔχοντες, καὶ οὐδὲ ἁπλῶς καὶ ὡς ἔτυχεν ἅπαξ ἣ δεύτερον ὑποσκελισθέντες ὑπὸ τῆς ἁμαρτίας, ἵστανται τῆς κακίας, ἀλλ’ ἐπιμελῶς ταύτην μετέρχονται, καὶ τὰ πονηρὰ διαπράττονται· τοῦτ’ ἐστι μετὰ πολλῆς τῆς σπουδῆς, οὐδὲν παρέργως, οὐδὲν ἠμελημένως ὑπ’ αὐτῶν γίνεται, οὐδὲ πρὸς βραχὺν χρόνον, ἀλλὰ πάσας τὰς ἡμέρας, πᾶσαν αὐτῶν τὴν ζωὴν εἰς τοῦτο καταναλίσκουσιν. Εἶδες πονηρίας ἐπίτασιν; Εἶδες πῶς μελέτην τὸ πρᾶγμα ἐποιοῦντο, ἐπιμελῶς ἅπαντα τὰ πονηρὰ διαπραττόμενοι, καὶ πᾶσα ἡλικία πρὸς τὴν τῆς κακίας ἐργασίαν ηὐτομόλει; Πᾶς τις, φησίν· οὐδὲ ἡ ἄωρος ἡλικία, οὐδὲ ἡ ἀπειρόκακος ἄμοιρος ἥν, ἀλλ’ εὐθέως καὶ ἐκ προοιμίων τὴν κακὴν ταύτην ἅμιλλαν πάντες ἐποιοῦντο, ἕκαστος τὸν πλησίον ὑπερβάλλεσθαι φιλονεικῶν ἐν τῇ τῶν πράξεων παρανομίᾳ. Ἐννόει γὰρ μοι ἐνταῦθα τὴν ὑπερβάλλουσαν τοῦ δικαίου σοφίαν, ὅτι ἐν τοσαύτῃ κακῶν συμφωνίᾳ ἴσχυσε τὴν λύμην διαφυγεῖν, καὶ μηδεμίαν ἐντεῦθεν δέξασθαι βλάβην, ἀλλὰ καθάπερ ἐξ ἑτέρας φύσεως συγκείμενος, οὕτως ἐῤῥωμένον φρόνημα ἀναλαβών, καὶ οἴκοθεν ἐπὶ τὴν τῆς ἀρετῆς κατόρθωσιν σπεύσας, καὶ τὴν κακὴν αὐτῶν συμφωνίαν διέφυγε, καὶ τῆς κατὰ πάντων ἐνεχθείσης πανωλεθρίας ἐκτὸς γέγονε. «Καὶ ἐνεθυμήθη, φησί, Κύριος ὁ Θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς». Ὅρα πάλιν λέξεως παχύτητα καὶ συγκατάβασιν. «Ἐνεθυμήθη», φησίν, ἀντὶ τοῦ, Μετεμελήθη· οὐκ ἐπειδὴ μεταμελεῖται Θεός· μὴ γένοιτο ἀλλὰ κατὰ τὴν συνήθειαν τὴν ἀνθρωπίνην ἡμῖν διαλέγεται ἡ θεῖα Γραφή, ἵνα διδάξῃ ἡμᾶς, ὅτι ἡ ὑπερβολὴ τῶν ἠμαρτημένων αὐτοῖς εἰς τοσαύτην ἀγανάκτησιν τὸν φιλάνθρωπον Θεὸν ἤγαγε. «Καὶ ἐνεθυμήθη, φησί, Κύριος ὁ Θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς τῆς». Μὴ γὰρ διὰ τοῦτο, φησί, αὐτὸν παρήγαγον· ἵνα εἰς τοσοῦτον ὄλισθον κατενεχθεὶς ἀπωλείας ἑαυτῷ αἴτιος καταστῇ; Διὰ τοῦτο ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τοσαύτης ἠξίωσα αὐτὸν τῆς τιμῆς, καὶ τοσαύτην περὶ αὐτὸν ἐπεδειξάμην τὴν πρόνοιαν, ἵνα τὴν ἀρετὴν ἑλόμενος ἐκτὸς τῆς ἀπωλείας γένηται. Ἐπειδὴ δὲ οὐκ εἰς δέον ἐχρήσατο τῇ φιλανθρωπίᾳ τῇ ἐμῇ, βέλτιον λοιπὸν ἐκκοπῆναι αὐτοῦ τὴν κακὴν ἐπιχείρησιν. «Καὶ διενοήθη, καὶ εἶπε Κύριος ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα αὐτούς». Τὰ παρ’ ἐμαυτοῦ πάντα, φησίν, ἐπεδειξάμην. Ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγον, τὴν γνῶσιν τῶν πρακτέων καὶ τῶν μὴ πρακτέων ἐνέθηκα τῇ φύσει, τὸ αὐτεξούσιον ἐδωρησάμην, ἀφάτῳ τῇ μακροθυμίᾳ ἐχρησάμην, καὶ μετὰ τὸν πολὺν χρόνον ἐκεῖνον, καὶ τὴν ἀγανάκτησιν, καὶ τὴν ἀπειλήν, ἣν εἶπον, καὶ ἑτέραν προθεσμίαν ὥρισα, βουλόμενος αὐτοὺς εἰς αἴσθησιν ἐλθόντας τῶν οἰκείων πταισμάτων ἀνακαλέσασθαι τὴν ἐμὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ οὐδὲ οὕτως ἐκέρδανόν τι πλέον, ἀνάγκη τὴν ἀπειλὴν εἰς ἔργον ἀγαγεῖν, καὶ παντελῆ ἐξάλειψιν αὐτῶν ἐργάσασθαι, καὶ καθάπερ ζύμην τινὰ πονηρὰν ἀφανίσαι τούτων τὸ γένος, ἵνα μὴ καὶ ταῖς εἰς τὸ ἑξῆς γενεαῖς τῆς κακίας διδάσκαλοι γένωνται. «Καὶ εἶπε Κύριος ὁ Θεός, Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους». Ἀλλ’ ἴσως εἴποι τις ἄν· Τίνος ἕνεκεν τοῦ ἀνθρώπου πρὸς κακίαν ἀποκλίναντος, καὶ τὰ ἄλογα τὴν αὐτὴν αὐτῷ τιμωρίαν ὑπομένει Εἰκότως. Μὴ γὰρ διὰ τὴν ἑαυτῶν χρείαν τὰ ἄλογα γέγονε; Διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη· τούτου τοίνυν ἐκ τοῦ μέσου αἱρουμένου, ποῖα ἐκείνων χρεία γένοιτ’ ἄν; Διὰ τοῦτο καὶ ταῦτα τῆς τιμωρίας κοινωνεῖ, ἵνα μάθητε τῆς ἀγανακτήσεως τὴν ὑπερβολήν. Καὶ καθάπερ ἐξ ἀρχῆς τοῦ πρωτοπλάστου ἀμαρτῶντος, ἡ γῆ τὴν κατάραν ἐδέξατο, οὕτω καὶ νῦν τοῦ ἀνθρώπου μέλλοντος ἀφανίζεσθαι, καὶ τὰ ἄλογα κοινωνεῖ τῆς τιμωρίας. Ὅσπερ δὲ εὐδοκιμοῦντος τοῦ ἀνθρώπου, καὶ ἡ κτίσις κοινωνεῖ τῇ τοῦ ἀνθρώπου εὐημερία (καθάπερ καὶ ὁ Παῦλός φησιν· «Ὅτι καὶ αὕτη ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῶν τέκνων τῆς δόξης τοῦ Θεοῦ»)· οὕτω καὶ νῦν διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων μέλλοντος τούτου κολάζεσθαι, καὶ πανωλεθρίᾳ παραδίδοσθαι, καὶ τὰ κτήνη, καὶ τὰ ἑρπετά, καὶ τὰ πετεινὰ συναπολαύει τοῦ κλυδωνίου τοῦ πᾶσαν τὴν οἰκουμένην καταλαμβάνειν μέλλοντος. Καὶ καθάπερ ἐν οἰκίᾳ, τοῦ προεστῶτος ὑπὸ τὴν δεσποτικὴν ἀγανάκτησιν γεγονότος, καὶ τοὺς συνυπηρετοῦντας πάντας εἰκὸς κοινωνεῖν τῆς κατηφείας· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα, καθάπερ ἐν οἰκίᾳ τῶν ἀνθρώπων ἀπολλυμένων, ἅπαντα τὰ ἐν τῇ οἰκίᾳ καὶ τὰ ὑπὸ τὴν τούτου δεσποτείαν τυγχάνοντα ἀνάγκη ὑπὸ τὴν αὐτὴν τιμωρίαν πεσεῖν. «Καὶ ἐνεθυμήθην, φησίν, ὅτι ἐποίησα αὐτούς». Πόσης συγκαταβάσεως τουτὶ πεπλήρωται τὸ ῥῆμα; Μὴ γὰρ ἐβουλόμην, φησί, τοσαύτῃ τιμωρίᾳ αὐτοὺς περιβαλεῖν; Αὐτοὶ μὲ τῇ ὑπερβολῇ τῆς παρανομίας εἰς τοσαύτην ἐξήνεγκαν τὴν ἀγανάκτησιν. Εἶτα ἵνα μὴ νομίσωμεν ἀφανισμὸν παντελῆ τοῦ τῶν ἀνθρώπων γίνεσθαι γένους, μηδὲ πρόῤῥιζον τὴν ἡμετέραν φύσιν ἀφανίζεσθαι, ἀλλὰ μάθωμεν ὅσον κακὸν ἁμαρτία, καὶ ὅσον ἀγαθὸν ἀρετή, καὶ ὅτι κρείσσων εἷς ποιῶν θέλημα Κυρίου, ἣ μυρίοι παράνομοι, φησί· «Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ». Εἰ καὶ τὸ πλῆθος ἅπαν, φησί, πρὸς τοσαύτην κακίαν ἐξώκειλεν, ἀλλ’ ὁ δίκαιος οὗτος τὸν σπινθῆρα τῆς ἀρετῆς διετήρησεν ὁμοῦ, καὶ τούτοις ἅπασι διὰ παντὸς τοῦ χρόνου διαλεγόμενος, καὶ παραινῶν ἀπαλλαγῆναι τῆς κακίας, καὶ ἑαυτὸν τῆς ἂπ’ αὐτῶν λύμης ἐλεύθερον καθιστάς. Καὶ ὥσπερ οὗτοι διὰ τῶν πονηρῶν πράξεων εἰς ἀγανάκτησιν τὸν φιλάνθρωπον Θεὸν ἐπεσπάσαντο οὕτω καὶ οὗτος, τὴν ἀρετὴν ἑλόμενος, «Χάριν εὗρεν ἐναντίον Κυρίου Θεοῦ. Οὐ γὰρ ἐστι προσωπολήπτης ὁ Θεός», ἀλλὰ κἂν ἕνα εὕρῃ ἐν τοσούτῳ πλήθει τὰ αὐτῷ δοκοῦντα διαπραττόμενον, οὐ περιορᾷ, ἀλλὰ τῆς οἰκείας αὐτὸν ἄξιοῖ προνοίας, καὶ ταύτῃ μᾶλλον πλείονα τὴν περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται, ὅσῳ καί, τοσούτων ὄντων τῶν ἐπὶ τὴν κακίαν ἑλκόντων, τὴν τῆς ἀρετῆς αὐτὸς ὁδὸν εἵλετο.

Ϛ’. Ὁ δὴ γινώσκοντες πρὸς ἓν μόνον ὁρῶμεν τὸ αὐτῷ δοκοῦν, καὶ τὸ ποιοῦν ἡμᾶς τὴν ἐκεῖθεν εὔνοιαν ἐπισπάσασθαι, καὶ μήτε φιλίᾳ χαριζόμενον μὴ συνηθείᾳ τινὶ δουλεύοντες ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ εἰς δέον χρησώμεθα, καὶ ὡς ἔτι καιρὸν ἔχομεν, πᾶσαν ῥᾳθυμίαν ἀποθέμενοι ποθήσωμεν τὴν ἀρετήν, μισήσωμεν τὴν κακίαν. Ἐὰν γὰρ μὴ καὶ πρὸς ταύτην πόθῳ καὶ ἐπιθυμίᾳ μετέλθωμεν, καὶ πρὸς ἐκείνην μῖσος πολὺ κτησώμεθα, οὔτε ἐκείνης τὴν λύμην διαφυγεῖν, οὐδὲ ταύτης ἐπιλαθέσθαι δυνησόμεθα. Ὅτι γὰρ ἐπιθυμούντων χρείαν ἔχει ἡ ἀρετή, καὶ ἐκκαιομένων εἰς τὸν περὶ αὐτῆς πόθον, ἄκουε τοῦ προφήτου λέγοντος· «Τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν»· οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητά, ἀλλ’ ἐπειδὴ τούτων τῶν ὑλῶν οὐκ ἔστιν ἑτέραν εὑρεθῆναι παρ’ ἡμῖν τιμιωτέραν διὸ καὶ ἐπήγαγε, «Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον». Καὶ ἐνταῦθα πάλιν, ἐπειδὴ μὴ εἶχε φύσιν εὑρεῖν τοῦ μέλιτος γλυκυτέραν, ταύτῃ ἐχρήσατο τῇ εἰκόνι. Καθάπερ οὖν οἱ περὶ τὴν τῶν χρημάτων συλλογὴν μεμηνότες ἐπιθυμίᾳ τινὶ καὶ πόθῳ, ἐπὶ τούτῳ πᾶσαν τὴν ὁρμὴν ἔχειν σπουδάζουσι, καὶ οὐδέποτε κόρον λαμβάνουσι· μέθη γὰρ ἀκόρεστός ἐστιν ἡ φιλαργυρία καὶ καθάπερ οἱ μεθύοντες ὅσῳ ἂν πλείονα τὸν ἄκρατον ἑαυτοῖς ἐκχέωσιν, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται· οὕτω δὴ καὶ οὗτοι τὴν μανίαν ταύτην τὴν ἀκάθεκτον οὐδέποτε στῆσαι δύνανται, ἀλλ’ ὅσῳ ἂν αὐξομένην ἴδωσιν αὐτοῖς τὴν περιουσίαν, τοσούτῳ καὶ τὴν ἐπιθυμίαν ἀνάπτουσι, καὶ οὐ πρότερον λήγουσι τῆς πονηρᾶς ταύτης ὀρέξεως, μέχρις ἂν εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα κατενεχθῶσιν. Εἰ τοίνυν οὗτοι τὴν ὀλέθριον ταύτην ἐπιθυμίαν, καὶ πάντων τῶν κακῶν αἰτίαν γενομένην, μετὰ τοσούτου ἐπιδείκνυνται τοῦ τόνου, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τὰ κρίματα Κυρίου, τὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν τυγχάνοντα, ταῦτα δι’ ὅλου στρέφειν ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, καὶ μηδὲν τῆς ἀρετῆς ἡγεῖσθαι προτιμότερον, ἀλλὰ καὶ τὰ ὀλέθρια ταῦτα πάθη ἐκτέμνειν τῆς ἑαυτῶν ψυχῆς, καὶ εἰδέναι ὅτι ἡ πρόσκαιρος αὕτη ἡδονὴ ὀδύνην τίκτειν εἴωθε διηνεκῆ, καὶ βάσανον πέρας οὐκ ἔχουσαν, καὶ μὴ ἀπατᾷν ἑαυτούς, μήτε νομίζειν ὅτι μέχρι τοῦ παρόντος βίου ἵσταται τὰ ἡμέτερα. Εἰ γὰρ καὶ μὴ τοῖς ῥήμασι ταῦτα φθέγγονται οἱ πολλοί, ἀλλὰ καὶ πιστεύειν λέγουσι τῷ τῇς ἀναστάσεως λόγῳ, καὶ τῇ τῶν μελλόντων ἀντιδόσει· ἀλλ’ ἐγὼ οὐ τοῖς ῥήμασι προσέχω, ἀλλὰ τοῖς καθ’ ἑκάστην ἡμέραν γινομένοις. Εἰ γὰρ ἀνάστασιν προσδοκᾷς καὶ ἀντίδοσιν, τίνος ἕνεκεν οὕτω περὶ τὴν τοῦ βίου δόξαν ἐπτόησαι; Τίνος ἕνεκεν, εἰπὲ μοι, κόπτεις σαυτὸν καθ’ ἑκάστην ἡμέραν, ὑπὲρ τὴν ἄμμον τὰ χρήματα συλλέγων. Καὶ ἀγρούς, καὶ οἰκίας, καὶ βαλανεῖα ὠνούμενος, καὶ πολλάκις ἐξ ἁρπαγῆς καὶ πλεονεξίας ταῦτα περιβαλλόμενος, καὶ πληρῶν ἐκεῖνο τὸ παρὰ τοῦ προφήτου εἰρημένον· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι»; Ἣ οὐχὶ ταῦτά ἐστι καθ’ ἑκάστην ἡμέραν ἰδεῖν γινόμενα; Καὶ ὁ μὲν φησίν, Ἐπισκοτεῖ μοι τοῦ δεινὸς ἡ οἰκία, καὶ μυρίας προφάσεις ἐπινοεῖ, ἵνα ταύτην ἀφέληται· ἕτερος δὲ τὸν ἀγρὸν τοῦ πένητος λαβὼν συνῆψε τῷ ἑαυτοῦ. Καὶ τὸ δὴ μεῖζον, καὶ καινόν, καὶ ξένον, καὶ οὐδὲ συγγνώμην ἔχον, τὶ ἐν ἑνὶ τόπῳ αὐτὸς καθήμενος, καὶ πολλάκις οὐδὲ θέλων ἑτέρωθι διαβῆναι δυνάμενος, ἣ δι’ ἑτέραν τινὰ πραγμάτων περίστασιν, ἣ καὶ ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας πεπεδημένος, πανταχοῦ καὶ ἂν πάσαις, ὡς εἰπεῖν, ταῖς πόλεσι βούλεται ὑπομνήματα τῆς οἰκείας πλεονεξίας κεκτῆσθαι, καὶ στήλας ἀθανάτους τῆς οἰκείας κακίας παρὰ πᾶσιν ἔχειν, καὶ τὰ μὲν ἁμαρτήματα, ἐξ ὧν ἅπαντα ταῦτα συνελέγη, τῇ οἰκείᾳ ἐπιτίθησι κεφαλῇ, καὶ φορτίον βαρὺ καὶ δυσβάστακτον ἐπιφερόμενος οὐκ αἰσθάνεται· τὴν δὲ ἐκ τούτων ἀπόλαυσιν ἑτέροις παραχωρεῖ, οὐ μετὰ τὴν τῆς ζωῆς μετάστασιν μόνον, ἀλλὰ καὶ πρὸ τῆς ἐντεῦθεν ἐξόδου. Κἂν γὰρ μὴ ἄκων αὐτῶν γυμνωθῇ, ὑπὸ τῶν ᾠκειωμένων διασπᾶται, ὡς εἰπεῖν, καὶ διασπαράττεται ἅπαντα ταῦτα, καὶ οὐδὲ τοῦ πολλοστοῦ αὐτῶν μέρους ἐν ἀπολαύσει γίνεται. Τὶ δὲ λέγω ἐν ἀπολαύσει; Ἂν γὰρ βουληθῇ, πῶς ἀρκέσει μίαν ἔχων γαστέρα πρὸς τοσοῦτο πλῆθος χρημάτων;

ζ’. Ἀλλὰ τῶν κακῶν ἁπάντων τὸ αἴτιον ἡ κενοδοξία, καὶ τὸ βούλεσθαι τὴν προσηγορίαν ἐπικεῖσθαι τὴν αὐτοῦ τοῖς ἀγροῖς, τοῖς βαλανείοις, ταῖς οἰκίαις. Τὶ σοι τὸ ὄφελος, ἄνθρωπε, ὅταν μετ’ οὐ πολύ, πυρετοῦ καταλαβόντος, ἀθρόον ἀφιπταμένη ἡ ψυχὴ καταλιμπάνῃ σε ἔρημον καὶ γυμνόν, μᾶλλον δὰ ἀρετῆς μὲν γεγυμνωμένον, περιβεβλημένον δὲ τὰς ἀδικίας, τὰς ἅρπαγάς, τὰς πλεονεξίας, τοὺς στεναγμούς, τὸν ὀδυρμόν, τὰ δάκρυα τῶν ὀρφανῶν, τὰς ἐπιβουλάς, τοὺς δόλους; Πῶς δυνήσῃ τὰ μεγάλα ταῦτα φορτία τῶν ἁμαρτημάτων ἔχων ἐπικείμενα, τὴν στενὴν πύλην ἐκείνην διαβῆναι, τὴν οὐ δυναμένην δέξασθαι τὸν ὄγκον τοῦ τοσούτῳ μεγέθους; Ἀνάγκη τοίνυν ἔξω μένοντα, καὶ ὑπὸ τῶν φορτίων τούτων βαρούμενον ἀνήνυτα μεταγινώσκειν, ἤδη πρὸ τῶν ὀφθαλμῶν τὰ κολαστήρια ὁρῶντα ηὐτρεπισμένα, καὶ τὸ πῦρ ἐκεῖνο τὸ φοβερὸν καὶ μηδέποτε σβεννύμενον, καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον. Ἀλλ’ εἲ τις ἡμῖν λόγος τῆς σωτηρίας τῆς ἡμετέρας, ὡς ἔτι καιρὸν ἔχομεν, ἀποστῶμεν τῆς κακίας, καὶ τὴν ἀρετὴν μεταδιώξωμεν, τῆς κενοδοξίας ὑπερίδωμεν. Διὰ τοῦτο γὰρ καὶ κενὴ λέγεται, ἐπειδὴ διάκενός ἐστι καὶ οὐδὲν ἔχουσα βέβαιον, οὐδὲ μόνιμον, ἀλλ’ ἀπάτη μόνον ὀφθαλμῶν τυγχάνει, πρὶν ἣ φανῆναι ἀφιπταμένη. Ἣ οὐχ ὁρῶμεν τὸν σήμερον ὑπὸ τῶν ῥαβδούχων προπεμπόμενον, καὶ ὑπὸ τῶν δορυφόρων κυκλούμενον, αὔριον πολλάκις δεσμωτήριον οἰκοῦντα, καὶ μετὰ τῶν κακούργων στρεφόμενον; Τὶ ταύτης τῆς κενῆς καὶ ματαίας δόξης ἀπατηλότερον; Εἰ δὲ καὶ μὴ ἐν τῷ παρόντι τὰ τῆς μεταβολῆς αὐτὸν ἐκδέξηται, ὁ θάνατος πάντως ἐπελθὼν διέκοψε τὴν εὐημερίαν, καὶ ὁ σήμερον σοβῶν ἐπὶ τῆς ἀγορᾶς, καὶ εἰς δεσμωτήριον ἐμβάλλων, καὶ ἐπὶ τοῦ θρόνου καθήμενος, καὶ μεγάλα φυσῶν, καὶ τοὺς ἅπαντας ἀνθρώπους ὡς σκιᾶς ὁρῶν, ἀθρόον τῇ ἑξῆς κεῖται νεκρὸς ἀπνοῦς, δυσωδίας ἐμπεπλησμένος, μυρίαις κατηγορίαις βαλλόμενος, ὑπὸ τῶν ἀδικηθέντων, ὑπὸ τῶν μηδὲν ἀδικηθέντων, συναλγούντων τοῖς ἀδικηθεῖσι. Τὶ τοῦ τοιούτου ἐλεεινότερον γένοιτ’ ἄν; Καὶ τὰ μὲν συλλεγέντα ἅπαντα πολλάκις ἐχθροὶ καὶ πολέμιοι πρὸς ἀλλήλους διενείμαντο· τὰ δὲ ἐκ τούτων ἐπισωρευθέντα αὐτῷ ἁμαρτήματα λαθὼν ἄπεισι, τὰς ὑπὲρ τούτων ἀπολογίας μετὰ πολλῆς ἀπαιτούμενος τῆς ἀκριβείας. Διὸ παρακαλῶ, φεύγοντες τὴν κενὴν ταύτην δόξαν, τὴν ἀληθῆ ποθήσωμεν, καὶ διαιωνίζουσαν· καὶ μήτε χρημάτων ἔρως ἡμᾶς ὑποσκελιζέτω, μήτε ἐπιθυμίας φλὸξ κατακαιέτω, μήτε φθόνος καὶ βασκανία τηκέτω, μήτε θυμὸς ἐμπρησμὸν ἡμῖν ἀπεργαζέσθω· ἀλλὰ πάντα ταῦτα τὰ πονηρὰ καὶ ὀλέθρια πάθῃ τῇ δρόσῳ τοῦ Πνεύματος κατασβέσαντες ὑπερίδωμεν τῶν παρόντων, ποθήσωμεν τὰ μέλλοντα ἔννοιάν τινα λάβωμεν τῆς μελλούσης ἡμέρας, καὶ πολλὴν τοῦ βίου τὴν ἀκρίβειαν ἐπιδειξώμεθα. Οὐδὲ γὰρ διὰ τοῦτο εἰς τὸν βίον τοῦτον παρήχθημεν, ἵνα μόνον ἐσθίωμεν καὶ πίνωμεν.

Οὐ τὸ ζῆν διὰ τὸ φαγεῖν καὶ πιεῖν γέγονεν, ἀλλὰ διὰ τὸ ζῆν τὸ φαγεῖν καὶ πιεῖν. Μὴ τοίνυν ἀντιστρέφωμεν τὴν τάξιν. Μήτε ὡς δι’ αὐτὸ γενόμενοι οὕτω τῇ γαστρὶ δουλεύωμεν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς· ἀλλὰ τὴν ἐντεῦθεν ἡμῖν τικτομένην βλάβην ἀναλογιζόμενοι, καταστέλλωμεν τῆς σαρκὸς τὰ κινήματα, καὶ μὴ ῥαθυμῶμεν, μηδὲ συγχωρῶμεν αὐτὴν κατεξανίστασθαι τῆς ψυχῆς. Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην διαδραμὼν ἅπασαν, καὶ τῶν σωματικῶν ἀναγκῶν ἀνώτερος γεγονώς, καὶ τῶν ἀῤῥήτων ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθείς, ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γραφῶν ἔλεγεν· «Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι»· εἰ τοίνυν ἐκεῖνος. Ὁ τοσαύτης ἀξιωθεὶς χάριτος. Μετὰ τοσαῦτα καὶ τηλικαῦτα κατορθώματα ἐδεῖτο τοῦ ὑπωπιάζειν, καὶ δουλαγωγεῖν, καὶ ὑποτάττειν τῇ τῇς ψυχῇς ἐξουσίᾳ, καὶ ὑπὸ τὴν ταύτης ἀρετὴν εἶναι ποιεῖν τοῦ σώματος τὰ σκιρτήματα (ὑπωπιάζει γὰρ τις τὸ κατεξανιστάμενον, καὶ δουλαγωγεῖ τὸ ἀφηνιῶν)· τὶ οὖν ἂν εἴποιμεν ἡμεῖς οἱ πάντων ἔρημοι τῶν ἀγαθῶν, οἱ φορτίοις ἁμαρτημάτων βεβαρημένοι, καὶ πρὸς τούτοις πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι; Μὴ γὰρ ἀνακωχὴν ἔχει ὁ πόλεμος οὗτος; Μὴ γὰρ καιρὸν ἐπιθέσεως κέκτηται; Πάντοτε νήφειν καὶ ἐγρηγορέναι δεῖ, καὶ μηδέποτε ἐν ἀδείᾳ εἶναι· ἐπεὶ μηδὲ ἐστι καιρὸς ὡρισμένος τῆς τοῦ πολεμοῦντος καὶ ἐπεμβαίνοντος ἡμῖν ἐπιθέσεως. Ἀεὶ τοίνυν φροντίζωμεν, ἀεὶ μεριμνῶμεν περὶ τῆς σωτηρίας τῆς ἡμετέρας, ἵνα οὕτω δυνηθῶμεν καὶ αὐτοὶ ἀνάλωτοι μεῖναι, καὶ τὰς παρὰ τοῦ πολεμίου μηχανὰς διαφυγόντες τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΓ’. «Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὧν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ Εὐηρέστησε Νῶε».
Προηγούμενο: Ὁμιλία ΚΑ’. Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾖ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾖ ἡμέρᾳ ἐποίησεν αὐτούς.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος