Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΔ’ . «Ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΒ’. «Καὶ ἣν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

ΟΜΙΛΙΑ ΚΓ’. «Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὧν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ Εὐηρέστησε Νῶε».

’α. Εἴδετε ἐν τοῖς ἤδη ῥηθεῖσιν, ὅσον τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος, καὶ πόση αὐτοῦ τῆς ἀνεξικακίας ἡ ὑπερβολή; Εἴδετε τῶν τότε ἀνθρώπων τῆς κακίας τὴν ἐπίτασιν; Κατεμάθετε ἐν μέσῳ τοσούτῳ πλήθει ὅση τοῦ δικαίου γέγονεν ἡ ἀρετή, καὶ ὅτι οὐδὲν αὐτὸν ἐλυμήνατο, οὔτε ἡ συμφωνία ἐκείνων ἐπὶ τὴν κακίαν ῥέπουσα, οὔτε τὸ μόνον ἐν μέσῳ τούτων ἀπειλῆφθαι, καὶ τὴν ἐναντίαν ὁδεύειν ὁδόν; Καθάπερ γὰρ κυβερνήτης ἄριστος τοὺς τῆς διανοίας οἴακας μετὰ πολλῆς τῆς ἀγρυπνίας μεταχειριζόμενος, οὐκ ἠφίει καταβαπτισθῆναι τὸ σκάφος ὑπὸ τῆς σφοδρότητος τῶν τῆς κακίας κυμάτων, ἀλλὰ ἀνώτερος τοῦ χειμῶνος γεγονώς, καὶ πελάγιος σαλεύων, ὡς ἐν λιμένι καθήμενος, οὕτω τῆς ἀρετῆς τὸ πηδάλιον ἰθύνων ἐκτὸς ἑαυτὸν κατέστησε τοῦ μέλλοντος κλυδωνίου τοὺς κατὰ τὴν οἰκουμένην ἅπαντας καταλήψεσθαι. Τοσοῦτόν ἐστιν ἀρετὴ πρᾶγμα, ἀθάνατον, καὶ ἀχείρωτον, οὐκ εἶκον ταῖς τοῦ παρόντος βίου ἀνωμαλίαις, ἀλλ’ ὑπεράνω τῶν τῆς κακίας δικτύων ἀφιπταμένη, καθάπερ ἀφ’ ὑψηλῆς τινὸς σκοπιάς, οὕτως ἅπαντα τὰ ἀνθρώπινα καθορῶσα, οὐδενὸς ἐπαισθάνεται τῶν τοῖς ἄλλοις λυπηρῶν φαινομένων. Ἀλλ’ ὥσπερ ὁ ἐπὶ πέτρας τινὸς ὑψηλῆς ἑστὼς καταγελᾷ τῶν κυμάτων. Ἐπειδὰν ἴδῃ ταύτᾳ προσρηγνύμενα μὲν τῇ πέτρᾳ, εἰς ἄφρον δὲ εὐθὺς διαλυόμενα· οὕτω δὴ καὶ ὁ τὴν ἀρετὴν μετιών, ἐν ἀσφαλεῖ χωρίῳ καθεστὼς οὐδὲν ἀηδὲς ὑπομένει ὑπὸ τῆς τῶν πραγμάτων ταραχῆς, ἀλλ’ ἐν ἡσυχίᾳ κάθηται τῇ τῶν οἰκείων λογισμῶν ἐντρυφῶν γαλήνῃ, καὶ ἐννοῶν, ὡς οὐδὲν τῶν ποταμίων ῥευμάτων διενήνοχε τὰ τοῦ παρόντος βίου πράγματα μετὰ τοσαύτης εὐκολίας καὶ ῥύμης παρατρέχοντα. Καθάπερ γὰρ ἐστιν ἰδεῖν τὰ τῆς θαλάσσης κύματα νῦν μὲν εἰς ὕψος ἄφατον αἰρόμενα, ἀθρόον δὲ πάλιν ταπεινούμενα· τὸν αὐτὸν δὴ τρόπον καὶ τοὺς ἀρετῆς ἀμελοῦντας, καὶ τὴν κακίαν μετιόντας ὁρῶμεν, νῦν μὲν μεγαλοφρονοῦντας, καὶ τὰς ὀφρῦς ἀνασπώντας, καὶ περὶ τὰ τοῦ παρόντος βίου πράγματα ἐπτοημένους, ἀθρόον δὲ ταπεινουμένους, καὶ εἰς ἐσχάτην ἐλαυνομένους πενίαν. Τούτους γὰρ καὶ ὁ μακάριος Δαυῒδ ὁ προφήτης αἰνιττόμενος ἔλεγε. «Μὴ φόβου ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήψεται τὰ πάντα». Καὶ καλῶς εἶπε, «Μὴ φοβοῦ». Μὴ σε θορυβείτω, φησίν, ἡ τοῦ πλούτου περιουσία, καὶ ἡ τῆς δόξης περιφάνεια. Ὄψει γὰρ μετ’ οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρόν, ἐῤῥιμμένον, σκωλήκων γιγνόμενον τροφήν, γυμνὸν τούτων ἁπάντων γιγνόμενον, καὶ οὐδὲν ὅλως μεθ’ ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα, ἀλλ’ ἐνταῦθα ἅπαντα καταλιπόντα. Μὴ τοίνυν τὰ παρόντα ἰδὼν ἀγωνιάσῃς, μηδὲ μακαρίσῃς τὸν μετὰ βραχὺν χρόνον ἐν ἐρημίᾳ τούτων μέλλοντα γίνεσθαι. Τοιοῦτον γὰρ ἡ παροῦσα εὐημερία, καὶ ἡ τοῦ πλούτου φύσις· οὐ συναποδημεῖ τοῖς ἐντεῦθεν μεθισταμένοις, ἀλλ’ ἐνταῦθα αὐτὴν ἅπασαν καταλιπόντες, γυμνοὶ καὶ ἔρημοι ἀπίασι, μόνην τὴν κακίαν περιβεβλημένοι, καὶ τὰ ἐκ ταύτης αὐτοῖς συλλεγέντα ἁμαρτημάτων φορτία. Ἐπὶ δὲ τῆς ἀρετῆς τοιοῦτον οὐδέν· ἀλλὰ καὶ ἐνταῦθα ἀνωτέρους τῶν ἐπιβουλευόντων καθίστησι, καὶ ἀναλώτους ἐργάζεται, καὶ διηνεκῆ τὴν ἡδονὴν χαρίζεται, καὶ οὐκ ἀφίησι τῆς τῶν πραγμάτων ἀνωμαλίας αἴσθησιν λαβεῖν, καὶ ἐντεῦθεν ἀποδημοῦσι συμμεθίσταται, καὶ τότε μάλιστα, ὅτε χρῄζομεν τῇς πὰρ’ αὐτῆς συμμαχίας, καὶ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πολλὴν ἡμῖν παρέχει τὴν βοήθειαν, ἥμερον ἡμῖν καθιστῶσα τοῦ δικαστοῦ τὸ ὄμμα καὶ καθάπερ ἐνταῦθα παρόντων τῶν δεινῶν ἀνωτέρους καθίστησι τῶν δεινῶν, οὕτω καὶ ἐν τῷ μέλλοντι ἐξαρπάζει τοὺς αὐτὴν ἐπιφερομένους τῶν κολαστηρίων ἐκείνων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἔτι καὶ τῆς τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαύσεως πρόξενος ἡμῖν γίνεται. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, καὶ οὐχ ἁπλῶς καὶ εἰκῆ ψυχαγωγοῦντες ὑμᾶς τούτοις κεχρήμεθα τοῖς ῥήμασιν, ἐκ τῶν νῦν προκειμένων δεῖξαι πειράσομαι τῇ ὑμετέρᾳ ἀγάπῃ. Ὅρα γὰρ πῶς ὁ θαυμάσιος οὗτος, ὁ Νῶε λέγω παντὸς τοῦ τῶν ἀνθρώπων γένους εἰς τὴν κατ’ αὐτῶν ἀγανάκτησιν ἐκκαλεσαμένου τὸν φιλάνθρωπον Δεσπότην, οὗτος διὰ τῆς οἰκείας ἠδυνήθη ἀρετῆς καὶ τῆς ἀγανακτήσεως τὴν πεῖραν διαφυγεῖν, καὶ πολλὴν τὴν παρ’ αὐτοῦ εὔνοιαν καὶ εἰ βούλει, τέως περὶ τῶν ἐν τῷ παρόντι βίῳ διαλεχθῶμεν. Ἴσως γὰρ τινες τοῖς μέλλουσι καὶ μὴ ὁρωμένοις διαπιστοῦσιν. Ἴδωμεν τοίνυν ἐκ τῶν ἐνταῦθα γινομένων, τίνα μὲν τοὺς πρὸς τὴν κακίαν αὐτομολήσαντας διεδέξατο, τινῶν δὲ ὁ τὴν ἀρετὴν ἑλόμενος ἠξιώθη. Ἐπειδὴ γὰρ διὰ τὴν πολλὴν τῆς κακίας ἐπίτασιν ἀπεφήνατο ὁ ἀγαθὸς Θεὸς πανωλεθρίᾳ τὸ τῶν ἀνθρώπων γένος καταδικάσειν, εἰπών, «Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς», καὶ δεικνὺς τῆς ἀγανακτήσεως αὐτοῦ τὴν ὑπερβολήν, οὐ κατὰ τοῦ τῶν ἀνθρώπων γένους μόνον τὴν ἀπόφασιν ἐξήνεγκεν, ἀλλὰ καὶ κατὰ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπετῶν, καὶ τῶν πετεινῶν· τῶν γὰρ ἀνθρώπων δι’ οὓς ταῦτα παρήχθη, ἀπόλλυσθαι μελλόντων, καὶ ὑποβρυχίων γίνεσθαι, εἰκότως καὶ ταῦτα τῆς τιμωρίας συναπήλαυσεν· ἐπειδὴ οὖν ἡ ἀπόφασις ἀόριστος ἥν, καὶ οὐδεμίαν ἔχουσα διαίρεσιν, ἵνα μάθῃς τὸ ἀπροσωπόληπτον τοῦ Θεοῦ, καὶ ὅτι ταῖς καρδίαις ταῖς ἡμετέραις ἐμβατεύων οὐδένα περιορᾷ, ἀλλὰ κἂν μικρὰν τινα ἀφορμὴν εὕρῃ παρ’ ἡμῶν εἰσφερομένην, ἄφατον αὐτοῦ ἐπιδείκνυται τὴν φιλανθρωπίαν, φησὶν ἡ Γραφή, ἵνα μὴ νομίσωμεν ὅτι παντελὴς ἀφανισμὸς γίνεται τοῦ τῶν ἀνθρώπων γένους, ἀλλὰ γνῶμεν, ὅτι διὰ τὴν οἰκείαν αὐτοῦ ἀγαθότητα ἀφίησι σπινθῆρά τινα σώζεσθαι, καὶ ῥίζαν τῷ τῶν ἀνθρώπων γένει, ὥστε πάλιν εἰς μακροὺς ἐκταθῆναι κλάδους· «Νῶε δέ, φησίν, εὗρε χάριν ἐναντίον τοῦ Θεοῦ».

β’. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲ τὴν τυχοῦσαν συλλαβὴν ἔστιν εὑρεῖν ἁπλῶς κειμένην. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς τὴν ὑπερβολὴν τῆς κακίας τῶν ἀνθρώπων, καὶ τῆς τιμωρίας τὸ μέγεθος τῆς μελλούσης ἐπάγεσθαι τοῖς ταύτης ἐργάταις, διδάσκει ἡμᾶς καὶ τὸν ἐν τοσούτῳ πλήθει δυνηθέντα τὴν ἀρετὴν ἀκέραιον διασῶσαι. Ἔστι μὲν γὰρ καὶ καθ’ ἑαυτὴν ἡ ἀρετὴ θαυμαστή. Ὅταν δὲ καὶ ἐν μέσῳ τῶν κωλυόντων τυγχάνων τις ταύτην μετίῃ, πολλῷ μᾶλλον θαυμαστοτέραν αὐτὴν ἀποφαίνει. Διὰ τοῦτο ὥσπερ θαυμάζουσα τὸν δίκαιον ἡ θεῖα Γραφὴ φησιν, ὅτι μεταξὺ τῶν τοσούτων διὰ τὴν κακίαν μελλόντων ἀγανακτήσεως πειρᾶσθαι, «Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ». Εὗρε χάριν, ἀλλ’ Ἐναντίον τοῦ Θεοῦ· οὐχ ἁπλῶς, Εὗρε χάριν, ἀλλ’ Ἐναντίον Κυρίου τοῦ Θεοῦ· ἵνα ἡμᾶς διδάξῃ ὅτι ἕνα τοῦτον εἶχε τὸν σκοπόν, ὥστε τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν ἐπαινετὴν ἔχειν, καὶ οὐδεὶς αὐτῷ λόγος τῆς τῶν ἀνθρώπων δόξης, οὐδὲ τῆς ἀτιμίας, καὶ τοῦ γέλωτος. Εἰκὸς γὰρ αὐτὸν ἀπεναντίας ἅπασι τὴν ἀρετὴν μετιέναι βουλόμενον πολλὴν ὑπομένειν τὴν χλεύην καὶ τὸν γέλωτα, πάντων τῶν τὴν κακίαν μετιόντων εἰωθότων ἀεὶ ἐπισκώπτειν τοὺς ταύτην φεύγειν βουλομένους, καὶ ἀρετὴν αἱρουμένους, ὅπερ καὶ νῦν πολλάκις γίνεται. Καὶ πολλοὺς τῶν ῥαθυμῶν δρῶμεν μὴ φέροντας τὸν γέλωτα καὶ τὴν χλευασίαν, ἀλλὰ προτιμώντας τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης. Ὑποσυρομένους καὶ συγκατασπωμένους τῇ τῶν ἑτέρων ἀνθρώπων κακίᾳ. Ψυχῆς γὰρ ἐστι γενναίας καὶ στεῤῥῷ τῷ φρονήματι κεχρημένης τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς τοὺς διασύρειν βουλομένους, καὶ μὴ πρὸς ἀρέσκειαν τῶν ἀνθρώπων τὶ διαπράττεσθαι, ἀλλὰ πρὸς τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν τείνειν τὸ ὄμμα, καὶ τὴν πὰρ’ ἐκείνου εὐφημίαν μόνον ἀναμένειν, καὶ τούτων ὑπερορᾷν, καὶ μηδὲν ἡγεῖσθαι αὐτῶν τὸν ἔπαινον, μήτε τὸν ψόγον, ἀλλὰ καθάπερ σκιᾶς καὶ ὀνείρατα παρατρέχειν. Καὶ ἐνταῦθα μὲν πολλοὶ πολλάκις τὴν ὕβριν οὐ φέροντες δέκα ἣ εἵκοσι ἀνθρώπων, ἣ καὶ ἐλαττόνων, ὑπεσκελίσθησαν καὶ κατέπεσον. «Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν». Οὐδὲ γὰρ τὸ τυχὸν ἐστιν ὑπεριδεῖν τῶν ὀνειδιζόντων. Καὶ καταγελώντων, καὶ κωμῳδεῖν βουλομένων ἀλλ’ ὁ δίκαιος οὗτος οὐχ οὕτως. Οὐ μόνον γὰρ δέκα καὶ εἵκοσι καὶ ἑκατὸν ἀνθρώπων, ἀλλὰ καὶ πάσης τῆς τῶν ἀνθρώπων φύσεως, καὶ μυριάδων τοσούτων ὑπερεῖδεν. Εἰκὸς γὰρ ἅπαντας αὐτοὺς καταγελᾷν, κωμῳδεῖν, χλευάζειν, πολλὴν τὴν παροινίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι, ἴσως δὲ ἣ καὶ βούλεσθαι διασπᾷν, εἰ οἷόν τε ἥν. Πολλὴν γὰρ ἀεὶ τὴν μανίαν ἐπιδείκνυται ἡ κακία κατὰ τῆς ἀρετῆς· ἀλλ’ οὐ μόνον οὐδὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τὸ πολεμεῖν ἰσχυροτέραν αὐτὴν ἀπεργάζεται. Τοσαύτῃ γὰρ τῆς ἀρετῆς ἡ ἰσχύς, ὅτι ἐν τῷ πάσχειν τῶν ποιούντων περιγίνεται, καὶ ἐν τῷ πολεμεῖσθαι τῶν πολεμούντων ἀνωτέρα καθίσταται. Καὶ τοῦτο ἔνεστι μὲν ἐκ πολλῶν συνιδεῖν. Ἵνα δὲ ἀφορμὰς ὑμῖν παράσχωμεν (Δίδου γὰρ φησί, σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται), ἀναγκαῖον καὶ ἐκ τῆς Παλαιὰς καὶ ἐκ τῆς Καινῆς τὰ παραδείγματα ὑμῖν παραγαγεῖν. Ἐννόει μοι τοίνυν τὸν Ἄβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ Κάϊν; Οὐχὶ ἐπὶ τοῦ ἐδάφους ἦν ἐῤῥιμμένος; Ἀλλὰ μὴ τοῦτο σκόπει, ὅτι ἐκράτησε καὶ περιεγένετο, καὶ ἀνεῖλε τὸν φθόνου μένον, καὶ οὐδὲν ἠδικηκότα· ἀλλὰ τὰ μετὰ ταῦτα λογίζου, ὅτι ὁ μὲν ἀναιρεθείς, ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἀνακηρύττεται, καὶ στεφανοῦται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελών, καὶ περιγενόμενος, καὶ τότε ζωὴν θανάτου βαρυτέραν ὑπέμενε, καὶ ἐξ ἐκείνου μέχρι τοῦ νῦν οὗτος μὲν στηλιτεύεται, καὶ τὰς παρὰ πάντων κατηγορίας δέχεται, ἐκεῖνος δὲ καθ’ ἑκάστην ἡμέραν ἐν τοῖς ἀπόντων ᾅδεται στόμασι. Καὶ ταῦτα μὲν ἐν τῷ παρόντι βίῳ, τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ποῖος λόγος, ποῖα διάνοια παραστῆσαι δυνήσεται; Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες πολλὰ καὶ διάφορα ἑτέρα τοιαῦτα εὑρήσετε ἐν ταῖς Γραφαῖς κείμενα. Διὰ γὰρ τοῦτο γέγραπται πρὸς ὠφέλειαν τὴν ἡμετέραν, ὥστε ταῦτα μανθάνοντας φεύγειν μὲν τὴν κακίαν, προτιμᾷν δὲ τὴν ἀρετήν. Βούλει καὶ ἐν τῇ Καινῇ τὸ αὐτὸ τοῦτο ἰδεῖν; Ἄκουε τοῦ μακαρίου Λουκᾶ τὸ αὐτὸ τοῦτο διηγουμένου περὶ τῶν ἀποστόλων, ὅτι μαστιγωθέντες ἀνεχώρουν ἀπὸ τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καίτοι γε αἱ μάστιγες οὐ χαρᾶς ἦσαν ἀφορμαί, ἀλλὰ λύπης καὶ ἀθυμίας· ἀλλὰ αἱ διὰ τὸν Θεὸν μάστιγες, καὶ ἡ ὑπόθεσις, δι’ ἣν ἐμαστίζοντο, τὴν χαρὰν αὐτοῖς ἔτικτε. Καὶ οἱ μὲν μαστιγώσαντες ἐν ἀπορίᾳ πολλῇ καὶ ἀμηχανία καθεστήκεισαν, οὐκ εἰδότες ὃ τι πράξωσιν. Ἄκουε γὰρ αὐτῶν καὶ μετὰ τὰς μάστιγας διαπορούντων, καὶ λεγόντων· Τὶ ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Τὶ λέγεις; Ἐμαστίξατε, μυρία κακὰ διεθήκατε, καὶ ἔτι ἀπορεῖτε; Τοσοῦτόν ἐστιν ἰσχυρὸν πρᾶγμα καὶ ἀχείρωτον ἡ ἀρετή, καὶ ἐν αὐτῷ τῷ πάσχειν τῶν ποιούντων περιγινομένη.

γ’. Ἀλλ’ ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, ἀναγκαῖον πάλιν ἐπανελθεῖν ἐπὶ τὸν δίκαιον τοῦτον, καὶ ἐκπλαγῆναι αὐτοῦ τῆς ἀρετῆς τὴν ὑπερβολήν, πῶς ἴσχυσε τοσούτου δήμου καταγελῶντος, ἐπεμβαίνοντος, χλευάζοντος, κωμῳδοῦντος (πάλιν γὰρ τὰ αὐτὰ λέγω, καὶ λέγων οὐ παύσομαι) ὑπεριδεῖν, καὶ ἀνώτερος γενέσθαι. Πῶς; Ἐγὼ λέγω· Ἐπειδὴ διηνεκῶς ἑώρα πρὸς τὸν ἀκοίμητον ὀφθαλμόν, ἐκεῖ τεταμένον εἶχε τῆς διανοίας τὸ ὄμμα, καὶ λοιπὸν τούτων ἁπάντων ὡς οὐδὲν ὄντων ἐφρόντιζε. Καὶ γὰρ οὕτως ἔχει· ἐπειδὰν γὰρ τις τρωθῇ τῷ ἔρωτι ἐκείνῳ, καὶ εἰς τὸν πρὸς τὸν Θεὸν πόθον ἑαυτὸν ἐκτείνῃ, οὐδὲν ἕτερον ὁρᾷ τῶν ὁρωμένων, ἀλλὰ διηνεκῶς ἐκεῖνον φαντάζεται τὸν ποθούμενον, καὶ ἐν νυκτί, καὶ ἐν ἡμέρᾳ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος. Μὴ τοίνυν σε ξενιζέτω, εἰ καὶ ὁ δίκαιος οὗτος ἅπαξ ἐκεῖ τείνας αὐτοῦ τὴν διάνοιαν, οὐδενὸς ἐφρόντιζε τῶν ὑποσκελίζειν ἐπιχειρούντων. Τὰ γὰρ παρ’ ἑαυτοῦ ἐπιδειξάμενος, καὶ τὴν ἄνωθεν χάριν ἐπισπασάμενος ἀνώτερος ἁπάντων ἐγίνετο· «Νῶε γάρ, φησίν, εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ». Εἰ καὶ πάσῃ τῇ τῶν τότε ἀνθρώπων φύσει οὐκ ἣν ἐπίχαρις, οὐδὲ ποθεινός, διὰ τὸ μὴ βούλεσθαι τὴν αὐτὴν αὐτοῖς ὁδεύειν ὁδόν, ἀλλὰ πρὸς ἐκεῖνον τὸν τὰς καρδίας ἐμβατεύοντα χάριν εὗρε, καὶ ἐκεῖνος αὐτοῦ τὴν γνώμην ἀπεδέξατο. Τὶ γάρ, εἰπὲ μοι, βλάβος ἐντεῦθεν ἐγένετο ἀπὸ τῆς τῶν ὁμογενῶν χλεύης καὶ τοῦ καταγέλωτος, τοῦ πλάσαντος τὰς καρδίας ἡμῶν, καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν, ἀνακηρύττοντος τὸν ἄνδρα καὶ στεφανοῦντος; Τὶ δὲ ὄφελος ἀνθρώπῳ γένοιτ’ ἂν παρὰ πάσης τῆς οἴκου μένῃς θαυμαζομένῳ καὶ ἐπαινουμένῳ, παρὰ δὲ τοῦ τῶν ὅλων δημιουργοῦ καὶ τοῦ ἀπαραλογίστου δικαστοῦ ἐπὶ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς κρινομένῳ; Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοί, μηδένα λόγον ποιώμεθα τοῦ παρὰ τῶν ἀνθρώπων ἐπαίνου, μηδὲ τὴν παρὰ τούτων εὐφημίαν ἐκ παντὸς τρόπου ζητῶμεν, ἀλλὰ καὶ δι’ ἐκεῖνον μόνον τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς, καὶ τὰ τῆς ἀρετῆς ἔργα μετίωμεν, καὶ τὴν κακίαν φεύγωμεν. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παιδεύων ἡμᾶς μὴ κεχηνέναι πρὸς τὰς παρὰ τῶν ἀνθρώπων εὐφημίας, μετὰ πολλὰ ἕτερα τελευταῖον καὶ τοῦτο ἐπήνεγκε λέγων· «Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι». Σκόπει πῶς διὰ τοῦ, «Οὐαί», ἡμῖν ἐνεφάνισε ποταπὴ τοῖς τοιούτοις κείσεται τιμωρία. Τὸ γὰρ οὐαὶ τοῦτο θρηνῶδές ἐστιν ἐπίφθεγμα· μονονουχὶ γὰρ ταλανίζων αὐτοὺς φησίν· «Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι». Καὶ ὅρα τοῦ ῥητοῦ τὴν ἀκρίβειαν. Οὐκ εἶπεν ἁπλῶς, οἱ ἄνθρωποι, ἀλλά, «Πάντες οἱ ἄνθρωποι». Οὐδὲ γὰρ οἷόν τε τὸν ἐνάρετον, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύοντα, καὶ ταῖς ἐντολαῖς τοῦ Χριστοῦ κατακολουθοῦντα παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι. Πολλὴ γὰρ τῆς κακίας ἡ ἐπίτασις, καὶ ἡ πρὸς τὴν ἀρετὴν ἐναντίωσις. Εἰδὼς οὖν ὁ Δεσπότης, ὅτι τὸν μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντα, καὶ τὸν παρ’ αὐτοῦ μόνον ἐκδεχόμενον ἔπαινον, τῶν ἀδυνάτων ἂν εἴη παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι, καὶ καλῶς ἀκούειν, διὰ τοῦτο ταλανίζει τοὺς διὰ τὸν παρὰ τούτων ἔπαινον τῆς ἀρετῆς ἀμελοῦντας. Ἡ γὰρ παρὰ πάντων εὐφημία τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς λόγον ποιεῖσθαι. Πῶς γὰρ παρὰ πάντων ἐπαινεθείη ὁ ἐνάρετος, εἰ βούλοιτο τοὺς ἀδικουμένους ἐξαρπάζειν τῶν ἀδικούντων, τοὺς ἐπηρεαζομένους τῶν κακῶς ποιεῖν βουλομένων; Πάλιν εἰ βούλοιτο διορθοῦν τοὺς ἁμαρτάνοντας, καὶ ἐπαινεῖν τοὺς κατορθοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν; Διὰ τοῦτό φησιν· «Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι». Πῶς οὖν οὐκ ἄξιον θαυμάζειν καὶ ἐκπλήττεσθαι τὸν δίκαιον τοῦτον, ὅτι ἅπερ ὁ Χριστὸς παραγενόμενος ἐδίδασκε, ταῦτα προλαβὼν ὑπὸ τοῦ ἐν τῇ φύσει ἐγκειμένου νόμου παιδευθεὶς μετὰ πολλῆς μετῄει τῇς ὑπερβολῆς, καὶ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον ἀποπεμψάμενος, διὰ τῆς τῶν βεβιωμένων ἀρετῆς τὴν παρὰ τῷ Θεῷ χάριν εὑρεῖν ἐσπούδαζε; «Νῶε γάρ, φησίν, εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ». Ἀλλ’ ὅτι μὲν διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετὴν εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ, διηγήσατο ἡμῖν ὁ θαυμάσιος οὗτος προφήτης ἐνηχούμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀναγκαῖον δὲ καὶ τὰ ἑξῆς εἰρημένα καταμαθεῖν, καὶ ἰδεῖν καὶ τὴν ψῆφον τὴν παρὰ τοῦ Θεοῦ περὶ αὐτοῦ γινομένην. «Αὗται δέ, φησίν, αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὧν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ Εὐηρέστησε Νῶε». Ξένος γενεαλογίας τρόπος. Εἰποῦσα γὰρ ἡ θεῖα Γραφή, «Αὗται δὲ αἱ γενέσεις Νῶε», καὶ τὰς ἀκοὰς ἡμῶν ἀναπτερώσασα, ὡς μέλλουσα τὴν γενεαλογίαν αὐτοῦ διηγεῖσθαι, καὶ τις μὲν αὐτοῦ πατὴρ ἐγένετο, πόθεν δὲ τὸ γένος κατῆγε, καὶ ὅπως εἰς τὸν βίον παρήχθη, καὶ τὰ ἀλλὰ ἅπαντα, ἅπερ ἔθος τοῖς τὰς γενεαλογίας ἐξηγουμένοις διηγεῖσθαι, ταῦτα πάντα καταλιποῦσα, καὶ τῆς συνηθείας ἀνωτέρω γενομένη, φησί· «Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὣν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ Εὐηρέστησε Νῶε». Εἶδες θαυμαστὴν γενεαλογίαν; «Νῶε, φησίν, ἄνθρωπος». Ὅρα καὶ τὸ κοινὸν ὄνομα τῆς φύσεως ἀντ’ ἐγκωμίου τῷ δικαίῳ γινόμενον. Ἐπειδὴ γὰρ ἐκεῖνοι καὶ τὸ ἄνθρωποι εἶναι ἀπώλεσαν διὰ τὸ πρὸς τὰ τῆς σαρκὸς ἡδονὰς ὀλισθῆσαι, οὗτος, φησίν, ἐν τοσούτῳ δήμῳ τοῦ ἀνθρώπου τὴν εἰκόνα διέσωσε. Τοῦτο γὰρ ἄνθρωπος, ὅταν ἀρετὴν μετίῃ. Οὐδὲ γὰρ τὸ μορφὴν ἔχειν τοῦ ἀνθρώπου, καὶ ὀφθαλμούς, καὶ ῥῖνα, καὶ στόμα, καὶ παρειᾶς, καὶ τὰ λοιπὰ μέλη, τοῦτο ἄνθρωπον ἀποδείκνυσι· ταῦτα γὰρ μέλη τυγχάνει τοῦ σώματος. Ἄνθρωπον γὰρ ἐκεῖνον ἂν καλέσαιμεν τὸν τὴν εἰκόνα τοῦ ἀνθρώπου διασώζοντα. Τὶ δὲ ἐστι τοῦ ἀνθρώπου ἡ εἰκών; Τὸ λογικὸν εἶναι. Τὶ οὖν; Φησίν· ἐκεῖνοι οὐκ ἂν εἶεν λογικοί; Ἀλλ’ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐνάρετον εἶναι, καὶ τὸ τὰ κακὰ διαφεύγειν, καὶ τῶν ἀτόπων παθῶν κρατεῖν, τὸ ταῖς ἐντολαῖς τοῦ Δεσπότου κατακολουθεῖν, τοῦτο ἄνθρωπος.

δ’. Καὶ ἵνα μάθῃς, ὅτι ἔθος τῇ Γραφῇ τοὺς τὴν κακίαν μετιόντας καὶ τῆς ἀρετῆς ἀμελοῦντας μηδὲ τῆς τοῦ ἀνθρώπου προσηγορίας ἀξιοῦν, ἄκουε τοῦ Θεοῦ λέγοντος, καθάπερ χθὲς ἐλέγομεν· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας». Ἐγὼ γάρ, φησί, μετὰ τῆς σαρκὸς καὶ τῆς ψυχῆς τὴν ἐξουσίαν ἐδωρησάμην· αὐτοὶ δὲ ὡς σάρκα μόνον περικείμενοι, οὕτω τῆς κατὰ τὴν ψυχὴν ἀρετῆς ἀμελοῦντες ὅλοι τῆς σαρκὸς λοιπὸν γεγόνασιν. Εἶδες πῶς διὰ τὴν κακίαν σάρκα αὐτοὺς καλεῖ, καὶ οὐκ ἀνθρώπους; Καὶ πάλιν προϊοῦσα, ὡς αὐτίκα μάλα εἴσεσθε, γῆν αὐτοὺς ὀνομάζει ἡ θεῖα Γραφή, διὰ τὸ τοῖς γηίνοις φρονήμασι καταδεδαπανῆσθαι· φησὶ γάρ. «Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ»· οὐ περὶ τῆς γῆς τῆς αἰσθητῆς λέγουσα. Ἀλλὰ τοὺς ἐνοικοῦντας γῆν ὀνομάζουσα. Ἀλλαχοῦ δὲ οὔτε σάρκα, οὔτε γῆν ὀνομάζει, οὐδὲ εἶναι αὐτοὺς ἡγεῖται ἐν τῷ παρόντι βίῳ, διὰ τὸ τῆς ἀρετῆς ἐρήμους εἶναι.· Ἄκουε γὰρ τοῦ προφήτου βοῶντος, καὶ λέγοντος ἐν μέσῃ τῇ μητροπόλει τῶν Ἱεροσολύμων, ὅπου μυριάδες τοσαῦται,ὅπου ἄπειρα πλήθη· «Ἦλθον, καὶ οὐκ ἣν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἣν ὁ ὑπακουσόμενος· οὐκ ἐπειδὴ μὴ παρῆσαν, ἀλλ’ ἐπειδὴ παρόντες τῶν μὴ παρόντων οὐδὲν ἄμεινον διέκειντο». Καὶ πάλιν ἑτέρωθι, «Περιδράμετε, φησί, καὶ ἴδετε, τὶ ἐστιν εἷς ποιῶν κρίμα καὶ δικαιοσύνην, καὶ ἵλεως ἔσομαι».

Εἶδες πῶς ἐκεῖνον μόνον οἶδε καλεῖν ἄνθρωπον ἡ ἁγία Γραφὴ τὸν τὴν ἀρετὴν μετιόντα, τοὺς δὲ λοιποὺς οὐδὲ εἶναι νομίζει, ἀλλὰ ποτὲ μὲν σάρκας ὀνομάζει, ποτὲ δὲ γῆν; Διὰ τοῦτο καὶ νῦν τὴν γενεαλογίαν τοῦ δικαίου διηγεῖσθαι ἐπαγγελλομένη ἡ θεῖα Γραφὴ φησι· «Νῶε ἄνθρωπος»· οὗτος γὰρ μόνος ἄνθρωπος, οἱ δὲ λοιποὶ οὐκ ἄνθρωποι, ἀλλὰ μορφὴν μὲν ἔχοντες ἀνθρώπων, τῇ δὲ πονηρίᾳ τῆς προαιρέσεως τὴν εὐγένειαν τῆς φύσεως προδεδωκότες, καὶ ἀντὶ ἀνθρώπων πρὸς τὴν τῶν θηρίων ἀλογίαν ἐκπεσόντες. Ὅτι γὰρ καὶ ἀνθρώποις τοῖς λογικοῖς, ἐπειδὰν πρὸς κακίαν ἀποκλίνωσι, καί τῶν ἀλόγων παθῶν αἰχμάλωτοι γένωνται, τῶν θηρίων τὰς προσηγορίας ἐπιτίθησιν αὐτοῖς ἡ θεῖα Γραφή, ἄκουε ποτε μὲν αὐτῆς λεγούσης, «Ἵπποι θηλυμανεῖς ἐγένοντο». Ὅρα πῶς διὰ τὴν ἄμετρον λαγνείαν τὴν τοῦ προσηγορίαν ἐπιτίθησιν. Ἄλλοτε δέ, «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν»· ἐνταῦθα τοὺς τοῦ θηρίου τὸ ὕπουλον καὶ δολερὸν μιμουμένους ἐμφαίνει. Καὶ πάλιν ἐνεοὺς ἑτέρους καλεῖ. Καὶ πάλιν, «Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς», τοὺς πρὸς τὴν διδασκαλίαν τῆς ἀρετῆς τὰς ἀκοὰς ἀποφράττοντας αἰνιττομένη. Καὶ πολλὰ εὕροι τις ἂν ὀνόματα ἐπιτιθέμενα παρὰ τῆς θείας Γραφῆς τοῖς διὰ ῥᾳθυμίαν πρὸς τὰ τῶν ἀλόγων καταφερομένοις πάθη. Καὶ οὐκ ἐν τῇ Παλαιᾷ μόνον τοῦτο ἐστιν ἰδεῖν, ἀλλὰ καὶ ἐν τῇ Καινῇ. Ἄκουε γὰρ τοῦ Βαπτιστοῦ Ἰωάννου λέγοντος τοῖς Ἰουδαίοις. «Γεννήματα ἐχιδνῶν, τὶς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς»; Εἶδες πῶς καὶ ἐνταῦθα τῆς γνώμης αὐτῶν τὸ δολερὸν ἀπὸ τῆς τοῦ θηρίου προσηγορίας ᾐνίξατο Τὶ οὖν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖσθαι ἄνθρωποι ἀποστερῶνται, καὶ διὰ τοῦτο πλείονα τὴν τιμωρίαν ὑπέχωσιν ὅτι πολλὰς ἀπὸ τῆς φύσεως ἀφορμὰς δεξάμενοι,ταύτας προδεδώκασιν ἑκόντες ὑποσυρέντες καὶ πρὸς τὴν κακίαν αὐτομολοῦντες. Ἐπεὶ οὖν οἱ τότε πάντες ἀναξίους ἑαυτοὺς τῆς προσηγορίας κατέστησαν καὶ τοῦ ὀνομάζεσθαι ἄνθρωποι, ὁ δὲ δίκαιος οὗτος ἐν τοσούτῳ ἀρετῆς αὐχμῶ τοσαύτην ἐπεδείξατο τῆς οἰκείας ἀρετῆς τὴν ὑπερβολήν, ἀρξαμένη διηγεῖσθαι ἡ θεῖα Γραφὴ τοῦ ἀνδρὸς τὴν γενεαλογίαν φησί· «Νῶε δὲ ἄνθρωπος». Ἔστι καὶ ἐπ’ ἄλλου δικαίου ταύτην εὑρεῖν τὴν προσηγορίαν ἀντὶ μεγίστου ἐγκωμίου ἐγκειμένην, καὶ πρὸ τῶν ἄλλων ἁπασῶν ἀπὸ ταύτης τῆς προσηγορίας ἀνακηρυττόμενον, τὸν τὴν ἀρετὴν μετὰ ἀκριβείας ἐπιδεικνύμενον. Τις οὖν ἐστιν; Ὁ μακάριος Ἰὼβ , ὁ τῆς εὐσεβείας ἀθλητής. Ὁ τῆς οἰκουμένης στεφανίτης, ὁ μόνος τὰ ἀνήκεστα ἐκεῖνα ὑπομείνας, καὶ τὰ μυρία βέλη δεξάμενος παρὰ τοῦ πονηροῦ δαίμονος ἐκείνου, καὶ ἄτρωτος διαμείνας, καὶ καθάπερ ἀδάμας τις οὕτω πάσας τὰς προσβολὰς ἐνεγκεῖν δυνηθείς, καὶ οὐ μόνον οὐ καταβαπτισθεὶς ὑπὸ τῶν τοσούτων κυμάτων, ἀλλὰ καὶ ἀνώτερος τῶν κυμάτων γενόμενος· καὶ τὰ τῆς οἰκουμένης πάθη ἐν τῷ οἰκείῳ σώματι δεξάμενος, ταύτῃ μᾶλλον λαμπρότερος ἀνεδείκνυτο. Οὐ μόνον γὰρ οὐ κατέπτηξεν αὐτὸν ἡ συνέχεια τῆς τῶν δεινῶν ἐμβολῆς, ἀλλὰ καὶ εἰς μείζονα εὐχαριστίαν αὐτὸν διήγειρε, καὶ δι’ ἁπάντων τὴν οἰκείαν εὐγνωμοσύνην ἐπεδείκνυτο, καιρίαν τῷ διαβόλῳ διδοὺς τὴν πληγήν, καὶ δεικνὺς ὡς ἀνηνύτοις ἐπιχειρεῖ καὶ πρὸς κέντρα λακτίζει. Τοῦτον τοίνυν τὸν ἅγιον καὶ πρὸ τῶν ἄθλων καὶ πρὸ τῶν ἀγώνων τῶν τοσούτων ἐπαινῶν ὁ φιλάνθρωπος Θεὸς καὶ ἀνακηρύττων, φησὶ πρὸς τὸν διάβολον· «Προσέσχες τῇ διανοίᾳ σου τῷ θεράποντι μοὺ Ἰώβ, ὅτι οὐκ ἔστι κατ’ αὐτὸν ἄνθρωπος τῶν ἐπὶ τῆς γῆς, ἅνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος»; Εἶδες καὶ τοῦτον ἀπὸ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος πρότερον ἀνακηρύττομεν ὅν; «Προσέσχες, φησί, τῷ θεράποντί μου Ἰὼβ , ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἄνθρωπος»; τὴν μετίῃ. Καὶ μὴν ἅπαντες ὅμοιοι, ἀλλ’ οὐχὶ κατὰ τὴν ἀρετήν, ἀλλὰ κατὰ τὸν τῆς μορφῆς λόγον· οὐ τοῦτο δὲ ἄνθρωπος, ἀλλ’ ὅταν τῆς κακίας ἀπεχόμενος τὴν ἀρετὴν μετίῃ.

Ἔ’. Εἶδες τινὰς ἀνθρώπους οἶδε καλεῖν ἡ θεῖα Γραφή; Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἰδὼν τὸν ὑπ’ αὐτοῦ δημιουργηθέντα ὁ τῶν ὅλων Δεσπότης ἔλεγε· «ποιησωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν», τοῦτ’ ἔστιν, ἵνα ἄρχων ᾗ καὶ τῶν ὁρωμένων ἁπάντων καὶ τῶν ἐν αὐτῷ τικτομένων παθῶν· ἵνα ἀρχῇ, καὶ μὴ ἄρχηται. Ἐὰν μέντοι προδοὺς τὴν ἀρχὴν ἄρχηται μᾶλλον, ἣ ἀρχῇ, ἀπόλλυσι καὶ τὸ εἶναι ἄνθρωπος, καὶ πρὸς τὴν τῶν ἀλόγων προσηγορίαν ἑαυτὸν μετατίθησι. Διὰ τοι τοῦτο καὶ νῦν τὴν ἀρετὴν τοῦ δικαίου τούτου ἀνακηρῦξαι βουλομένη ἡ θεῖα Γραφὴ φησίν, «Αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος». Ἰδοὺ καὶ ἕτερον ἐγκωμίου μέγιστον εἶδος, «Δίκαιος»· διὰ ταύτης τῆς προσηγορίας τὴν καθόλου ἀρετὴν ταύτην ἐμφαίνει. Τὸ γὰρ δίκαιος ὄνομα ἔθος ἡμῖν ἐπὶ τῶν πᾶσαν ἀρετὴν μετιόντων λέγειν. Εἶτα ἵνα μάθῃς ὅπως πρὸς αὐτὸ τὸ ἄκρον τῆς ἀρετῆς ἔφθασεν, ὅπερ καὶ τότε ἀπῃτεῖτο παρὰ τῆς φύσεως ἡμετέρας, φησί, «Δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ». Πάντα πληρώσας, φησίν, ἅπερ ἐχρῆν ἄνθρωπον ἐπιδείξασθαι ἀρετὴν ἑλόμενον (τοῦτο γὰρ ἐστι, «Τέλειος»), οὐδὲν ἐλλελοιπώς, ἐν οὐδενὶ χωλεύων. Οὐ τὸ μὲν κατορθώσας, ἐν τῷ δὲ διαμαρτών, ἀλλ’ ἐν πάσῃ ἀρετῇ τέλειος ἦν· τοῦτο γὰρ ἐχρῆν αὐτὸν ἐπιδείξασθαι. Εἶτα, ἵνα ἐκ τοῦ χρόνου καὶ ἐκ τῆς συγκρίσεως περιφανέστερον ἡμῖν τὸν δίκαιον ἀπεργάσηται, φησί· «Τέλειος ὣν ἐν τῇ γενεᾷ αὐτοῦ»· ἐν τῷ καιρῷ ἐκείνῳ, ἐν τῇ γενεᾷ αὐτοῦ τῇ διεστραμμένῃ, τῇ πρὸς τοσαύτην κακίαν ἀποκλινάσῃ, τῇ μηδὲ ἴχνος τῆς ἀρετῆς ἐπιδείξασθαι βουληθείσῃ. Ἐν ἐκείνη τοίνυν τῇ γενεᾷ, ἐν ἐκείνοις τοῖς χρόνοις οὗτος ὁ δίκαιος οὐ μόνον ἀρετὴν ἐπεδείξατο, ἀλλὰ καὶ εἰς τὴν ἄκραν κορυφὴν τῶν ἀρετῶν ἔφθασε τέλειος γεγονώς, καὶ ἐν ἅπασιν ἀπηρτισμένος. Ὅπερ γὰρ ἔφθην εἰπών, μείζονα δείκνυσιν ἀεὶ τῆς ἀρετῆς τὸν ὄγκον τὸ μεταξὺ τῶν πολεμούντων αὐτὴν κατορθοῦσθαι, καὶ ἐν μέσῳ τῶν κωλυόντων τὴν αὐτὴν ἐπιδείκνυσθαι ἀκρίβειαν. Διὸ δὴ καὶ ὁ δίκαιος οὗτος πλειόνων ἀξιοῦται τῶν ἐπαίνων. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται ἀνακηρύττουσα αὐτὸν ἡ θεῖα Γραφή, ἀλλὰ δεικνύουσα ἡμῖν τῆς ἀρετῆς αὐτοῦ τὴν ὑπερβολήν, καὶ ὅτι τὴν ψῆφον ἄνωθεν ἐδέξατο, εἰποῦσα, «Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ», φησί· «Τῷ Θεῷ εὐηρέστησε Νῶε». Τοσαύτη ἣν τῆς ἀρετῆς αὐτοῦ ἡ περιουσία, ὡς τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον ἐπισπάσασθαι. «Τῷ Θεῷ γάρ, φησίν, Εὐηρέστησε Νῶε»· ἵνα εἴπῃ ὅτι ἀποδεκτὸς παρὰ τῷ Θεῷ γέγονεν, ἤρεσε τῷ ἀκοιμήτῳ ἐκείνῳ ὀφθαλμῷ διὰ τῶν αὐτῷ κατορθωμένων, καὶ ἐκείνου τὴν εὔνοιαν ἐφελκύσατο ἡ τῶν βεβιωμένων πρᾶξις. Καὶ οὐ μόνον τῆς μελλούσης κατὰ πάντων ἐκφέρεσθαι ἀγανακτήσεως ἠλευθέρωσεν, ἀλλὰ καὶ ἑτέρων προστάτην αὐτὸν ἀπειργάσατο. Τῷ Θεῷ, γὰρ φησίν, Εὐηρέστησε Νῶε. Τις ἂν τούτου μακαριστότερος γένοιτ’ ἄν, τοῦ δυνηθέντος τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετήν, ὡς τὸν ἁπάντων Δεσπότην ἐπαινετὴν ἔχειν;

Τῶν μὲν οὖν αὐτῷ πεπραγμένων τοῦτο παντὸς πλούτου πάσης δόξης, καὶ δυναστείας, καὶ τῆς ἄλλης ἁπάσης ἀνθρωπίνης εὐημερίας τῷ νοῦν ἔχοντι προτιμότερον ἂν εἴη· τοῦτο τῷ γνησίαν περὶ τὸν Θεὸν ἀγάπην ἐπιδεικνυμένῳ βασιλείας ἂν εἴη ποθεινότερον. Ἡ γὰρ ἀληθὴς βασιλεία ἐστὶν αὕτη, τὸ δυνηθῆναι ἡμᾶς διὰ τῆς ἀρίστης πολιτείας εὐμενῆ καί·ἵλεω καταστῆσαι ἑαυτοῖς τὸν Δεσπότην. Οὐδὲ γὰρ γέενναν διὰ τοῦτο φοβεῖσθαι ὀφείλομεν καὶ δεδοικέναι, διὰ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καἰ τὰς φοβερᾶς τιμωρίας, καὶ τὰς διηνεκεῖς κολάσεις, ἀλλὰ διὰ τὸ προσκροῦσαι τῷ οὕτως ἀγαθῷ Δεσπότῃ, καὶ τῆς ἐκείνου εὐνοίας ἐκτὸς ἡμᾶς στῆναι· ὥσπερ οὖν καὶ ἐπὶ τὴν βασιλείαν διὰ τοῦτο σπεύδειν ἡμᾶς χρή, διὰ τὸν περὶ αὐτὸν πόθον, ἵνα τῆς ἐκείνου ῥοπῆς ἀπολαύωμεν. Ὥσπερ γὰρ βασιλείας ποθεινότερον τὸ εὐνοϊκῶς περὶ ἡμᾶς διακεῖσθαι τὸν φιλάνθρωπον ἡμῶν Δεσπότην, οὕτω γεέννης χαλεπώτερον τὸ τῆς ἐκεῖθεν εὐνοίας ἐκπεσεῖν.

Εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις ἢ προσηγορία μόνη τοῦ δικαίου, καὶ ὅσον ἡμῖν θησαυρὸν νοημάτων ἔτεκεν ἡ γενεαλογία τοῦ θαυμασίου τούτου ἀνδρός; Μιμώμεθα τοίνυν τῆς θείας Γραφῆς τοὺς κανόνας, καὶ ἐὰν βουλώμεθά τινων γενεαλογίας ἐξηγεῖσθαι, μὴ πατέρας, καὶ πάππους, καὶ ἐπιπάππους εἰς μέσον φέρωμεν, ἀλλὰ τοῦ γενεαλογουμένου τὴν ἀρετὴν ἐκκαλύπτωμεν. Οὗτος γὰρ ἄριστος γενεαλογίας τρόπος. Τὶ γὰρ ὄφελος ἐκ πατέρων εἶναι λαμπρῶν καὶ ἐναρέτων, αὐτὸν δὲ ἔρημον εἶναι τῆς ἀρίστης πολιτείας; Ἣ πάλιν τὶ βλάβος ἂν γένοιτο ἐκ πατέρων εἶναι καὶ προγόνων δυσγενῶν, καὶ ἀφανῶν, αὐτὸν δὲ πολλῇ κομᾷν τῇ ἀρετῇ; Ἐπεὶ καὶ ὁ δίκαιος οὗτος τοιοῦτος γεγονώς, καὶ τὴν τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενος, οὐκ ἀπὸ τοιούτων γέγονε προγόνων· οὐδὲ γὰρ ὡς ἐναρέτων αὐτῶν ἐμνημόνευσεν ἡ θεῖα Γραφή· καὶ ὅμως ἴσχυσε τοσούτων ὄντων κωλυμάτων, καὶ ὑπὸ τοσούτων ἐμποδιζόμενος, εἰς αὐτὴν τὴν ἄκραν ἀνελθεῖν τῆς ἀρετῆς· ἵνα μάθῃς ὅτι τὸν βουλόμενον νήφειν, καὶ ἐγρηγορέναι, καὶ πολλὴν τῆς οἰκείας σωτηρίας ποιεῖσθαι τὴν πρόνοιαν, οὐδὲν ἐστι τὸ διακωλῦον. Ὥσπερ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίναντες καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα, οὕτως ἐὰν βουληθῶμεν νήφειν, κἂν μύριοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐδὲν ἡμῶν τῇ σπουδῇ λυμήνασθαι δυνήσονται, καθάπερ οὐδὲ τὸν δίκαιον τοῦτον ἴσχυσαν τοσοῦτοι ὄντες ὀκνηρότερον περὶ τὴν ἀρετὴν ἐργάσασθαι. Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, καὶ ἐφ’ ἑτέρους τὴν αἰτίαν μεταγαγέτω, ἀλλὰ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω. Καὶ τὶ λέγω ἐφ’ ἑτέρους; Μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκανὸν εἶναι κωλῦσαι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν δύνασθαι· ἀλλ’ ἀπατᾷ μὲν καὶ ὑποσκελίζει τοὺς ῥᾳθυμοτέρους, οὐ μὴν κωλύει καὶ βιάζεται· καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα μὲν ἂν βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα, ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ὁδόν, ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράττειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς. Ὅταν δὲ ῥαθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ συμβουλεύοντος ἢ ὑποσκελίζοντος, οἴκοθεν κινούμενοι ἐπὶ τὴν κακίαν ὁρμῶμεν. Εἰ γὰρ μὴ ἐν τῇ προαιρέσει ἡμῶν ἔκειτο, μηδὲ ἐν τῇ τῇς γνώμης ἐξουσία, μηδὲ αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ φιλάνθρωπος Θεὸς κατεσκεύασεν, ἐχρῆν ἣ ἅπαντας εἶναι κακοὺς τοὺς τῆς αὐτῆς φύσεως κοινωνοῦντας καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένους, ἣ πάντας εἶναι ἐναρέτους. Ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῖν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγινομένους τῶν ἄτακτων σκιρτημάτων, καὶ χαλινοῦντας ἐπιθυμίαν, κρατοῦντας ὀργήν, βασκανίαν φεύγοντας, φθόνον ἐξορίζοντας, τῆς λύσσης τῶν χρημάτων ὑπερορῶντας, δόξης ἔλαττον φροντίζοντας, πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, καὶ τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον πάντων τῶν ὁρωμένων προτιμῶντας· οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταύτᾳ κατορθοῦν δυνήσονται μετὰ τὴν ἄνωθεν χάριν, καὶ ἡμεῖς τῇ οἰκείᾳ ῥᾳθυμίᾳ κεχρημένοι προδιδόαμεν ἡμῶν τὴν σωτηρίαν, ἐρήμους ἑαυτοὺς καθιστῶντες τῆς ἐκεῖθεν εὐνοίας;

Ϛ’. Διὸ παρακαλῶ ταῦτα λογιζομένους, καὶ συνεχῶς κινώντας ἐν τῇ διανοίᾳ, μηδέποτε τὸν διάβολον αἰτιᾶσθαι, ἀλλὰ τὴν ῥάθυμον ἡμῶν γνώμην. Καὶ ταῦτα λέγω οὐκ ἐκεῖνον ἀπαλλάξαι βουλόμενος κατηγορίας· μὴ γένοιτο· καὶ γὰρ ἔρχεται ὡς λέων ἁρπάσαι, καὶ ὠρυόμενος, καὶ τινὰ καταπίῃ ζητῶν· ἀλλὰ καὶ ἡμᾶς ἀσφαλεστέρους ποιῆσαι θέλων, ἵνα μὴ νομίζωμεν ἐκτὸς εἶναι ἐγκλημάτων, οὕτως εὐκόλως πρὸς τὴν κακίαν αὐτομολοῦντες, καὶ μὴ τὰ ψυχρὰ ἐκεῖνα λέγωμεν ῥήματα· Τίνος ἕνεκεν ἀφῆκεν αὐτὸν ὁ Θεὸς τοιοῦτον ὄντα πονηρόν, ὥστε ὑποσκελίζειν καὶ καταβάλλειν; Μεγίστης γὰρ ἂν εἴη ταῦτα τὰ ῥήματα ἀγνωμοσύνης. Ἀλλ’ ἐκεῖνο σὺν ἑαυτῷ σκόπει, ὅτι διὰ τοῦτο μάλιστα αὐτὸν κατέλιπεν, ἵνα τῷ φόβῳ συνωθούμενοι, καὶ τοῦ πολεμίου τὴν ἔφοδον προσδοκῶντες, πολλὴν ἀγρυπνίαν καὶ διηνεκῆ τὴν νῆψιν ἐπιδεικνυώμεθα, τῇ τῶν ἀμοιβῶν ἐλπίδι, καὶ τῇ ἀντιδόσει τῶν αἰωνίων ἐκείνων καὶ ἀποῤῥήτων ἀγαθῶν πάντα τῆς ἀρετῆς τὸν κάματον ὑποτεμνόμενοι. Καὶ τὶ θαυμάζεις εἰ τὸν διάβολον διὰ τοῦτο κατέλιπε κηδόμενος ἡμῶν τῆς σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπόθεσιν ἡμῖν στεφάνων κατασκευάζων; Αὐτὴν τὴν γέενναν διὰ τοῦτο παρεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συνωθήσῃ. Εἶδες εὐμήχανον τοῦ Δεσπότου φιλανθρωπίαν; Πῶς πάντα ποιεῖ καὶ πραγματεύεται, ὡς μὴ μόνον σῶσαι τοὺς ὑπ’ αὐτοῦ δημιουργηθέντας, ἀλλὰ καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιώσαι· Διὰ τοῦτο καὶ τὸ αὐτεξούσιον ἡμῖν δεδώρηται, καὶ ἐν τῇ φύσει καὶ ἐν τῷ συνειδότι ἡμῶν ἐναπέθετο τὴν γνῶσιν τῆς κακίας καὶ τῆς ἀρετῆς, καὶ τὸν διάβολον συνεχώρησεν εἶναι, καὶ τὴν γέενναν ἠπείλησεν, ἵνα μήτε τῆς γεέννης πεῖραν λάβωμεν καὶ τῆς βασιλείας ἐπιτύχωμεν. Καὶ τὶ θαυμάζεις εἰ ταῦτα ἅπαντα διὰ τοῦτο ἐπραγματεύσατο, καὶ μυρία ἕτερα; Δούλου μορφὴν ὁ ἐν τοῖς κόλποις τοῖς πατρικοῖς τυγχάνων λαβεῖν κατεδέξατο, καὶ πάντα τὰ ἀλλὰ ὑπομεῖναι τὰ σωματικά, καὶ ἐκ γυναικὸς γεννηθῆναι, καὶ ἐκ παρθένου τεχθῆναι, καὶ ἐννεαμηνιαῖον κυοφορηθῆναι χρόνον, καὶ σπάργανα δέξασθαι, καὶ πατέρα αὐτοῦ νομισθῆναι τὸν Ἰωσὴφ τὸν μνηστῆρα τῆς Μαρίας, καὶ κατὰ μικρὸν αὐξηθῆναι, καὶ περιτμηθῆναι, καὶ θυσίαν ἀνενεγκεῖν, καὶ πεινῆσαι, καὶ διψῆσαι, καὶ κοπιάσαι, καὶ τελευταῖον καὶ θάνατον ὑπομεῖναι, καὶ θάνατον οὐχ ἁπλῶς, ἀλλὰ τὸν ἐπονείδιστον νομιζόμενον, τὸν σταυροῦ λέγω· καὶ ταῦτα ἅπαντα δι’ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν κατεδέξατο ὁ τῶν ἁπάντων δημιουργός, ὁ ἀναλλοίωτος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγών, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, οὗ τῆς δόξης τὴν ἀστραπὴν οὐδὲ τὰ Χερουβίμ, αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι, ἰδεῖν δύνανται, ἀλλ’ ἀποστρέφουσαι τὰς ὄψεις τῇ προβολῇ τῶν πτερύγων τὸ θαῦμα ἡμῖν ἐπιδείκνυνται· ὃν διὰ παντὸς ὑμνοῦσιν ἄγγελοι, ἀρχάγγελοι, καὶ μυρίαι μυριάδες· οὗτος δι’ ἡμᾶς, καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, ἄνθρωπος γενέσθαι κατεδέξατο, καὶ τῆς ἀρίστης πολιτείας ἡμῖν τὴν ὁδὸν ἔτεμε, καὶ δι’ ὧν αὐτὸς ἦλθε τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβών, ἀρκοῦσαν διδασκαλίαν ἐναπέθετο. Ποῖα τοίνυν ἡμῖν λείπεται λοιπὸν ἀπολογία, τοσούτωνι διὰ τὴν ἡμετέραν σωτηρίαν προηγουμένων, εἰ μέλλοιμεν ἀνόνητα ἅπαντα δεικνύναι, διὰ τῆς ῥᾳθυμίας τῇς τούτων προδιδόντες ἡμῶν τὴν σωτηρίαν; Διὸ παρακαλῶ νήφειν, καὶ μὴ ἁπλῶς συνηθείᾳ τῶν ἄλλων κατακολουθεῖν, ἀλλὰ τὴν ἑαυτῶν ζωὴν καθ’ ἑκάστην ἡμέραν πολυπραγμονεῖν, καὶ εἰδέναι, τὶ μὲν ἡμῖν ἡμάρτηται, τὶ δὲ κατώρθωται· καὶ οὕτω τῶν ἠμαρτημένων τὴν διόρθωσιν ποιώμεθα, ἵνα καὶ τὴν ἄνωθεν ῥοπὴν ἐπισπασώμεθα, καὶ εὐάρεστοι τῷ Θεῷ γενώμεθα, καθάπερ ὁ δίκαιος οὗτος, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπία τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν



Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΔ’ . «Ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΒ’. «Καὶ ἣν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος