Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΕ’. «Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.»
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΓ’. «Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὧν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ Εὐηρέστησε Νῶε».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

ΟΜΙΛΙΑ ΚΔ’ . «Ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας».

α’. Οὐ τὰ τυχόντα ἡμᾶς ὠφέλησε χθὲς ἡ τοῦ δικαίου Νῶε γενεαλογία. Καὶ γὰρ ἔγνωμεν θαυμαστὸν γενεαλογίας τρόπον, καὶ εἴδομεν τὸν δίκαιον ἀνακηρυττόμενον οὐκ ἀπὸ τῆς τῶν προγόνων περιφανείας, ἀλλ’ ἀπὸ τῆς τῶν οἰκείων τρόπων ἀρετῆς, δι’ ἦν καὶ τοσαύτην ἐδέξατο μαρτυρίαν παρὰ τῆς θείας Γραφῆς· «Νῶε γάρ, φησίν, ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ Εὐηρέστησε Νῶε». Εἰς ταῦτα γὰρ βραχέα τὰ ῥήματα ἅπασαν διδασκαλίαν χθὲς κατηναλώσαμεν. Ἡ γὰρ τῶν θείων λογίων φύσις ἐν ὀλίγοις ῥήμασι πολὺν ἐπιδείκνυται τῶν νοημάτων τὸν πλοῦτον, καὶ ἄφατον χαρίζεται τὸν θησαυρὸν τοῖς μετὰ ἀκριβείας τὴν ἔρευναν ποιεῖσθαι βουλομένοις. Διὸ δή, παρακαλῶ, μηδὲν ἁπλῶς διατρέχωμεν τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων, ἀλλὰ κἂν ὀνομάτων κατάλογος ᾖ, κἂν ἱστορίας διήγησις, τὸν ἐγκεκρυμμένον ἀνιχνεύωμεν θησαυρόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· «Ἐρευνᾶτε τὰς Γραφάς». Ἐπειδὴ οὐ πανταχοῦ ἐξ ἐπιπολῆς ἐστιν οὐρεῖν τὸν νοῦν τῶν ἐγγεγραμμένων, ἀλλὰ χρεία καὶ πολλῆς ἐρεύνης ἐστὶν ἡμῖν, ὥστε μηδὲν ἡμᾶς λαθεῖν τῶν ἐν τῷ βάθει κειμένων. Εἰ δὲ ἡ προσηγορία μόνη τῆς φύσεως, τὸ ἄνθρωπος ὄνομα λέγω, τοσαύτην ἡμῖν ἔτεκε χθὲς ὠφελείας ὑπόθεσιν, πόσον οὐ καρπωσόμεθα κέρδος, εἰ ἕκαστον τῶν ἐν τῇ Γραφῇ μετὰ προσοχῆς καὶ ἀγρύπνου διανοίας ἐπίωμεν; Καὶ γὰρ φιλάνθρωπον ἔχομεν Δεσπότην, καὶ ἐπειδὰν ἴδῃ μεριμνώντας ἡμᾶς, καὶ πόθον πολὺν ἐπιδεικνυμένους πρὸς τὴν τῶν θείων λογίων κατανόησιν, οὐκ ἀφίησιν ἑτέρου τινὸς δεηθῆναι. Ἀλλ’ εὐθέως φωτίζει τὸν ἡμέτερον λογισμόν, καὶ τὴν παρ’ αὐτοῦ ἔλλαμψιν χαρίζεται, καὶ κατὰ τὴν εὐμήχανον αὐτοῦ σοφίαν πᾶσαν τὴν ἀληθῆ διδασκαλίαν ἐντίθησι τῇ ἡμετέρᾳ ψυχῇ. Διὰ τοῦτο καὶ προτρέπων ἡμᾶς ἐπὶ τοῦτο, καὶ προθυμοτέρους ἐργαζόμενος, μακαρισμῶν ἀξίους ἀπέφηνε τοὺς τὸν τοιοῦτον πόθον ἐπιδεικνυμένους, λέγων, «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται». Ὅρα σοφίαν διδασκάλου· οὐ διὰ τοῦ μακαρισμοῦ μόνον προέτρεψεν, ἀλλὰ καὶ τῷ εἰπεῖν, «Οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην», ἐδίδαξε τοὺς ἀκούοντας μεθ’ ὅσης προθυμίας προσήκει πρὸς τὴν τῶν πνευματικῶν λογίων ἔρευναν ὁρμᾷν. Καθάπερ γάρ, φησίν, οἱ πείνης προηγησαμένης μετὰ προθυμίας ἀφάτου ἐπὶ τὴν τροφὴν ἐπείγονται, καὶ οἱ ἀπὸ τοῦ πολλοῦ δίψους ἐκκαιόμενοι τῷ πόματι μετὰ σπουδῆς προσίασι κατὰ τὸν αὐτὸν δὴ τρόπον προσήκει, καθάπερ πεινῶντας καὶ διψῶντας, οὕτω τῇ διδασκαλίᾳ τῇ πνευματικῇ προσιέναι. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον μακαρισμῶν ἄξιοι, ἀλλὰ καὶ τῶν σπουδαζομένων ἐπιτεύξονται. Καὶ γάρ, «Χορτασθήσονται», φησί, τοῦτ’ ἐστιν, ἐμπλησθήσονται· πληρώσουσιν αὐτῶν τὴν ἐπιθυμίαν τὴν πνευματικήν. Ἐπεὶ οὖν τοιοῦτον ἔχομεν Δεσπότην, οὕτως ἀγαθόν, οὕτω φιλότιμον, φέρε καὶ ἡμεῖς ἐπ’ αὐτὸν καταφύγωμεν, καὶ τὴν παρ’ αὐτοῦ ῥοπὴν ἐπισπασώμεθα, ἵνα καὶ αὐτὸς τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος φωτίσῃ ἡμῶν τὸν λογισμόν, πρὸς τὸ κατοπτεύειν τῶν θείων Γραφῶν τὴν δύναμιν· καὶ ὑμεῖς δὲ μετὰ πολλῆς τῆς προθυμίας, καθάπερ πεινῶντες καὶ διψῶντες, οὕτω τὴν πνευματικὴν διδασκαλίαν ὑποδέξασθε. Ἴσως γάρ, ἴσως ὁ ἀγαθὸς καὶ εὐμήχανος Δεσπότης, κἂν ἡμεῖς εὐτελεῖς ὦμεν, καὶ μηδενὸς λόγου ἄξιοι, ἀλλὰ δι’ ὑμᾶς καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν χορηγήσει λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος εἰς δόξαν αὐτοῦ, καὶ εἰς οἰκοδομὴν ὑμετέραν. Εἰς τὴν ἄνωθεν τοίνυν χάριν τὸ πᾶν ἐπιῤῥίψαντες, κἀκεῖνον ἐπικαλεσάμενοι τὸν σοφίζοντα τοὺς τυφλούς, καὶ τρανοῦντα τὰς γλώσσας τῶν μογιλάλων, ἁψώμεθα καὶ τῶν προσφάτοις ἀνεγνωσμένων, ἳν’ ἅπερ ἂν αὐτὸς χορηγήσῃ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, ταῦτα παραθῶμεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις, πάντα βιωτικὸν λογισμὸν ἑαυτῶν ἀποστήσαντες, ἵνα καθάπερ εἰς λιπαρᾶν καὶ βαθύγεων ἄρουραν, τῶν βοτανῶν καὶ τῶν ἀκανθῶν ἐκκεκαθαρμένων, οὕτω τὸν πνευματικὸν σπόρον καταβάλωμεν. «Αὗται δέ, φησίν αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ Εὐηρέστησε Νῶε». Ἄχρι τούτου τέλος ἔσχε τὰ τῆς διδασκαλίας χθές· διὸ χρὴ τὰ λειπόμενα εἰς μέσον προθεῖναι. «Ἐγέννησε δέ, φησί, Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ». Οὐχ ἁπλῶς ἡμῖν ἡ θεῖα Γραφὴ καὶ τὸν καιρὸν καὶ τὸν ἀριθμὸν ἐπεσημήνατο τῶν παίδων τοῦ δικαίου, ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν λανθανόντως παραδηλῶσαι βουλομένη τῆς πολλῆς αὐτοῦ ἀρετῆς τὴν ὑπερβολήν. Ἀνωτέρω γὰρ εἰποῦσα, ὅτι «Νῶε ἣν ἐτῶν πεντακοσίων», τότε ἐπήγαγε, «καὶ ἐγέννησε τρεῖς υἱούς»· διδάσκουσά ἡμᾶς τῆς ἐγκρατείας αὐτοῦ τὸ ὑπεράγαν μέγεθος, καὶ ὅτι πάντων τῶν τότε ὄντων ἀνθρώπων τοσαύτῃ ἀκρασίᾳ κεχρημένων, καὶ πολλὴν τὴν λαγνείαν ἐπιδεικνυμένων, καὶ πάτης, ὡς εἰπεῖν, τῆς ἡλικίας ἐπὶ τὴν κακίαν αὐτομολησάσης· ἀκούετε γὰρ τῆς θείας Γραφῆς λεγούσης, «Ἰδὼν δὲ Κύριος ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται τὰ πονηρὰ ἐπιμελῶς ἐν τῇ καρδίᾳ αὐτοῦ ἐκ νεότητος», καὶ σαφῶς ἡμῖν δεικνυούσης, ὅτι καὶ νέοι ἐνίκων τοὺς προβεβηκότας, καὶ οἱ γέροντες τῶν νέων οὐκ ἔλαττον ἐμάνησαν, καὶ ὅτι καὶ αὐτὴ ἡ ἀπειρόκακος ἡλικία πρὸς τὴν κακίαν πολλὴν εἶχε τὴν ῥοπήν,

β’. Ἵνα τοίνυν μάθωμεν, ὅπως τούτων ἁπάντων πολλὴν τὴν λύσσαν καὶ τὴν μανίαν ἐπιδεικνυμένων, ὁ δίκαιος οὗτος ἔμεινε μόνος τὸν τῆς σωφροσύνης ἆθλον μετὰ τῆς ἄλλης ἀρετῆς κατορθῶν, μέχρις ὅτε εἰς τὸ πεντακοσιοστὸν ἔτος ἔφθασε. Μετὰ τὸ εἰπεῖν γάρ, «Ἦν Νῶε ἐτῶν πεντακοσίων», τότε φησί, «Καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς». Εἶδες, ἀγαπητέ, τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἐγκράτειαν; Μὴ γὰρ δὴ ἁπλῶς αὐτὰ παραδράμωμεν, ἀλλὰ καὶ τὸν καιρὸν ἐννοήσαντες ἐκεῖνον, καὶ τὴν κακίαν τὴν κατὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους διὰ τὴν πολλὴν ῥαθυμίαν ἐπιπολάζουσαν, σκοπήσωμεν πόσης ἣν ἀρετῆς καὶ φιλοθέου γνώμης, ἐν τοσούτῳ μήκει χρόνου τῆς ἐπιθυμίας τὴν λύτταν χαλινῶσαι, καὶ ἀπεναντίας τοῖς ἄλλοις ἅπασιν ἐλθεῖν, καὶ μὴ μόνον τῆς παρανόμου μίξεως ἀποσχέσθαι, ἀλλὰ καὶ τῆς νενομισμένης, καὶ τῆς ἔξω τυγχανούσης ἐγκλημάτων. «Καὶ ἐγέννησε, φησί, Νῶε τρεῖς υἱοὺς τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας». Ἐμοὶ δοκεῖ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ ὑπηρετούμενον τὸν δίκαιον τοῦτον καὶ νῦν τῆς μίξεως ἀνασχέσθαι, καὶ τοὺς παῖδας τούτους ἔχειν. Ἐπειδὴ γὰρ διὰ τὸ τῆς κακίας μέγεθος καὶ τὴν ὑπερβάλλουσαν πονηρίαν πανωλεθρία ἔμελλε τὴν οἰκουμένην καταλήψεσθαι. Ὁ δὲ Φιλάνθρωπος Θεὸς καθάπερ ῥίζαν τινὰ καὶ ζύμην ἐβούλετο τὸν δίκαιον καταλιπεῖν, ἵνα ἀπαρχὴ γένηται μετὰ τὸν ἐκείνων ἀφανισμὸν τῶν μετὰ ταῦτα μελλόντων ἔσεσθαι· ταύτης ἕνεκεν τῆς αἰτίας, μετὰ πεντακόσια ἔτη τούτους τοὺς τρεῖς παῖδας ἐσχηκώς, μέχρι τούτων ἵσταται, δεικνὺς δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι τῇ μελλούσῃ παρὰ τοῦ Θεοῦ φιλανθρωπίᾳ εἰς τὸ τῶν ἀνθρώπων γένος ἔσεσθαι ὑπηρετούμενος τοῦτο πεποίηκε. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς στοχασμὸς ἐστι ταυτὶ τὰ ῥήματα, σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ εἶπε, ὅτι ἔσχεν ὁ δίκαιος τοὺς τρεῖς υἱούς, εὐθέως ἐπήγαγεν· «Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας». Εἶδες ἐπὶ τῆς αὐτῆς φύσεως πολλὴν καὶ ἄφατον τὴν διαφοράν; Ἐπὶ μὲν γὰρ τοῦ δικαίου ἔλεγεν ἡ Γραφή, «Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ»· ἐπὶ δὲ τῶν λοιπῶν ἁπάντων φησίν, «Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας». Τῷ ὀνόματι τῆς γῆς τὸ τῶν ἀνθρώπων πλῆθος ὀνομάζει. Ἐπειδὴ γὰρ πᾶσαι αὐτῶν αἱ πράξεις γήιναι ἐτύγχανον, διὰ τοῦτο τῷ τῇς γῆς ὀνόματι τὴν εὐτέλειαν αὐτῶν ἐμφαίνει, καὶ τῆς κακίας τὴν ὑπερβολήν. Καθάπερ γὰρ ἐπὶ τοῦ πρωτοπλάστου, μετὰ τὴν παράβασιν καἰ τὴν ἀφαίρεσιν τῆς δόξης τῆς πρότερον περιστελλούσης αὐτόν,τῷ ἐπιτιμίῳ τοῦ θανάτου αὐτὸν ὑπαγαγὼν ἔλεγε, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ»· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ ἦν πολλὴ τῶν κακῶν ἡ ἐπίτασις, φησίν, «Ἐφθάρη δὲ ἡ γῆ». Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐφθάρη δὲ ἡ γῆ, ἀλλ’ «Ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας». Τῷ εἰπεῖν. Ἐφθάρη, πᾶσαν τὴν κακίαν αὐτῶν ἐνέφηνεν. Οὐδὲ γὰρ ἐστιν εἰπεῖν, ὅτι ἑνὶ καὶ δύο ἁμαρτήμασιν ὑπευθύνους ἑαυτοὺς κατέστησαν, ἀλλὰ πάσας τὰς παρανομίας μετὰ πολλῆς τῆς δαψιλείας διεπράττοντο· διὸ καὶ ἐπήγαγε, «Καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας». Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τὴν κακίαν ἐπετήδευον, ἀλλ’ ἑκάστην ἁμαρτίαν μετὰ πολλῆς τῆς ἐπιτάσεως ἐπεδείκνυντο. Καὶ ὅρα πῶς λοιπὸν οὐδὲ μνήμης αὐτοὺς ψιλῆς ἀξιώσαι ἀνέχεται, ἀλλὰ τῷ τῇς γῆς ὀνόματι αὐτοὺς καλεῖ, δεικνῦσα καὶ τῆς κακίας τὴν ὑπερβολήν, καὶ τῆς τοῦ Θεοῦ ἀγανακτήσεως τὸ μέγεθος. «Ἐφθάρη δὲ ἡ γῆ, φησίν, ἐναντίον τοῦ Θεοῦ», τοῦτ’ ἐστιν, ἀπεναντίας τοῖς τοῦ Θεοῦ προστάγμασιν ἅπαντα διεπράττοντο, καταπατοῦντες τοῦ Θεοῦ τὰς ἐντολάς, καὶ τὸν ἐν τῇ φύσει κείμενον τῇ ἀνθρωπίνῃ διδάσκαλον διὰ τῆς οἰκείας ῥᾳθυμίας προδεδωκότες. «Καὶ ἐπλήσθη, φησίν, ἡ γῆ ἀδικίας». Εἶδες, ἀγαπητέ, ὅσον κακὸν ἁμαρτία, πῶς καὶ αὐτῆς τῆς προσηγορίας, καὶ τοῦ ἀνθρώπους ὀνομάζεσθαι λοιπὸν ἀναξίους ἀπεργάζεται; Ἄκουε πάλιν καὶ τῶν ἑξῆς· «Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἣν κατεφθαρμένη». Ὅρα πάλιν γῆν αὐτοὺς ὀνομαζομένους. Εἶτα, ἐπειδὴ καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασεν, ἵνα μὴ τις ὑπολάβῃ περὶ τῆς γῆς τῆς αἰσθητῆς ταῦτα εἰρῆσθαι, φησίν, Ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Οὐδὲ νῦν ἀνθρώπους αὐτοὺς καλέσαι κατηξίωσεν, ἀλλὰ τῷ τῇς σαρκὸς ὀνόματι μόνον ἐνδείξασθαι ἡμῖν βούλεται, ὅτι οὐ περὶ τῆς γῆς ταῦτά φησιν, ἀλλὰ περὶ τῶν ἀνθρώπων τῶν σάρκα περικειμένων, καὶ ταῖς γηίναις πράξεσιν ἑαυτοὺς καταναλωσάντων. Ἔθος γὰρ τῇ Γραφῇ, καθάπερ πολλάκις εἴπομεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τοὺς σαρκικὸν φρόνημα ἐπιδειξαμένους, καὶ μηδὲν ὑψηλὸν φανταζομένους τῷ τῇς σαρκὸς ὀνόματι προσαγορεύειν, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησιν· «Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται». Τὶ οὖν; Αὐτὸς ὁ ταῦτα λέγων οὐχὶ σάρκα περιέκειτο; Ἀλλ’ οὐ τοῦτό φησιν, ὅτι οἱ σάρκα περικείμενοι, οὐ δύνανται ἀρέσαι οὗτοι τῷ Θεῷ, ἀλλ’ ὅτι οἱ μηδένα τῆς ἀρετῆς λόγον ποιούμενοι, ἀλλὰ πάντα τὰ σαρκικὰ φρονοῦντες, καὶ περὶ τὰς ταύτης ἡδονὰς κατασπώμενοι, καὶ μηδεμίαν τῆς ψυχῆς τῆς ἀσωμάτου καὶ νοερᾶς φροντίδα ποιούμενα. Ἐπεὶ οὖν διὰ τῶν εἰρημένων ἐδίδαξεν ἡ μᾶς ἡ θεῖα Γραφὴ τῶν ἁμαρτημάτων τὸ πλῆθος, τῆς κακίας τὴν ὑπερβολήν, τῆς ἀγανακτήσεως τοῦ Θεοῦ τὸ μέγεθος, καὶ ὅτι διὰ τὴν τῶν παρανόμων ἔργων ἐπιτήδευσιν καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασε, καὶ τῷ τῇς σαρκὸς ὀνόματι προσηγόρευσεν, ἀποστερήσασα τοῦ τῆς κοινῆς φύσεως ὀνόματος, διὰ τῶν ἐπαγομένων τὴν ἄφατον ἡμῖν τοῦ Θεοῦ φιλανθρωπίαν ἐνδείκνυται, καὶ τῆς συγκαταβάσεως τὴν ὑπερβολήν. Τὶ γὰρ φησί; «Καὶ εἶπεν ὁ Θεὸς πρὸς Νῶε».

γ’. Ὅρα ἀγαθότητος ὑπερβολήν. Καθάπερ γὰρ φίλος φίλῳ, οὕτω λοιπὸν κοινοῦται τῷ δικαίῳ περὶ τῆς τιμωρίας, ἣν ἐπάγειν μέλλει τῷ τῶν ἀνθρώπων γένει, καὶ φησί· «Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν. Καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν». Τὶ ἐστι, «Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ»; Πολλήν, φησίν, ἐπεδειξάμην τὴν μακροθυμίαν, πολλὴν τὴν ἀνεξικακίαν, οὐ βουλόμενος ταύτην ἐπάγειν τὴν τιμωρίαν, ἣν ἐπάγειν μέλλω· ἀλλ’ ἐπειδὴ πολλὴ τῶν ἡμαρτημένων αὐτοῖς ἡ ὑπερβολὴ εἰς αὐτὸν ἤγαγεν αὐτοὺς τὸν καιρόν, καὶ τέλος δεῖ λοιπὸν ἐπιτεθῆναι, καὶ ἐκκοπῆναι αὐτῶν τὴν κακίαν, ὥστε μὴ περαιτέρω προβῆναι· Καιρὸς γὰρ, φησὶ, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Ὅρα καὶ ἐνταῦθα, πῶς καθάπερ ἀνωτέρω ἔλεγε, Πᾶς τις διανοεῖται, οὕτω καὶ νῦν, Παντὸς ἀνθρώπου. Πάντες γὰρ συμφωνοῦσι, πρὸς τὴν παρανομίαν ηὐτομόλησαν, φησί, καὶ οὐκ ἐστιν εὑρεῖν ἐν τοσούτῳ πλήθει τινὰ τῆς ἀρετῆς λόγον ποιούμενον. Καιρὸς γάρ, φησί, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Καιρός. Τοῦτ’ ἐστιν, ἔφθασεν ὁ καιρός, καθ’ ὃν δεῖ τὴν τομὴν ἐπιθεῖναι, καὶ τὴν νομὴν τοῦ ἕλκους ἐπισχεῖν. Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ· ὡσανεὶ μηδενὸς ἐφορῶντος, καὶ μέλλοντος εὐθύνας ἀπαιτεῖν τῶν αὐτοῖς πεπλημμελημένων, οὕτω πρὸς τὰς παρανόμους πράξεις ἑαυτοὺς ἐξέδωκαν, οὐκ ἐννοοῦντες ὅτι ἐμὲ λαθεῖν οὐχ οἷόν τε τὸν τὴν σύστασιν τῆς ζωῆς χαριζόμενον, καὶ σῶμα καὶ ψυχὴν χαρισάμενον, καὶ τοσούτων ἀγαθῶν τὴν χορηγίαν παρεσχηκότα. «Καιρὸς τοίνυν παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ». Εἶτα ὥσπερ ἀπολογούμενος τῷ δικαίῳ, καὶ δεικνὺς ὅτι ἡ τῶν ἠμαρτημένων αὐτοῖς ὑπερβολὴ εἰς ταύτην αὐτὸν ἐκκαλεῖται τὴν ἀγανάκτησιν, φησίν, Ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν. Μὴ γὰρ παρέλιπόν τι, φησί, τῶν εἰς κακίαν συντεινόντων; Τοσοῦτον ἐπεδείξαντο τὸ μέγεθος, ὡς καὶ ὑπερβλύζειν λοιπὸν τὴν κακίαν, καὶ πᾶσαν τὴν γῆν τῆς κακίας ἐμπεπλῆσθαι. Διὰ το τοῦτο καὶ αὐτοὺς καταφθείρω, καὶ τὴν γῆν, «Καὶ ἰδού, φησίν, ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν». Ἐπειδὴ αὐτοὶ προλαβόντες διὰ τῶν παρανόμων πράξεων ἑαυτοὺς κατέφθειραν, διὰ τοῦτο παντελῆ πανωλεθρίαν ἐπάγω, καὶ ἀφανισμὸν ἐργάζομαι, καὶ αὐτῶν, καὶ τῆς γῆς, ἵνα καθαρμὸν τινα δυνηθῇ δέξασθαι ἡ γῆ, καὶ ἀποκαθήρασθαι τοῦ ῥύπου τῶν τοσούτων ἁμαρτημάτων. Ἐννόει μοι λοιπὸν ποίαν εἰκὸς ἔχειν ψυχὴν τὸν δίκαιον τοῦτον ταῦτα ἀκούοντα παρὰ τοῦ Δεσπότου. Εἰ γὰρ καὶ πολλὴν ἀρετὴν ἑαυτῷ συνῄδει, ἀλλ’ ὅμως οὐκ ἀναλγήτως ἐδέχετο τὰ λεγόμενα. Φιλόστοργον γὰρ τῶν δικαίων τὸ γένος, καὶ ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας πάντα ἂν ἕλοιντο εὐκόλως ὑπομεῖναι. Πῶς τοίνυν εἰκὸς ἣν ἐκ τῶν ῥημάτων τούτων συνέχεσθαι τὸν θαυμάσιον τοῦτον ὑπογράφοντα ἤδη τῷ λογισμῷ τὴν ἁπάντων ἀπώλειαν, καὶ τὴν τῆς κτίσεως ἁπάσης φθοράν, ἴσως οὐδὲ περὶ αὐτοῦ τι χρηστὸν ὑποπτεύοντα; Οὐδέπω γὰρ ἣν αὐτῷ τοῦτο φανερόν. Ἳν’ οὖν μὴ διαταράττηται τὸν λογισμόν, ἀλλὰ μικρὰν τινα παραμυθίαν ἐν τῷ τοιούτῳ μεγέθει τῆς ἀθυμίας σχεῖν δυνηθῇ, ἐπειδὴ ἐδίδαξεν αὐτὸν τῆς κακίας αὐτῶν τὴν ὑπερβολήν, καὶ ὅτι καιρὸς κατεπείγει λοιπὸν ἀπαιτῶν βαθεῖαν αὐτοὺς δέξασθαι τὴν τομήν, φησὶ πρὸς αὐτὸν Ἐκείνους μὲν κοινὸς ὄλεθρος ἐκδέξεται, «σὺ δὲ ποίησον σεαυτῷ κιβωτόν». Τὶ ἐστι, «Σὺ δέ»; Ἐπειδὴ οὐκ ἐκοινώνησας αὐτοῖς τῆς κακίας, ἀλλὰ καὶ μετὰ ἀρετῆς τὸν βίον ὅλον διήνυσας, διὰ τοῦτό σοι προστάττω κιβωτὸν κατασκευάσαι. «Ἐκ ξύλων τετραγώνων, ἀσήπτων. Νοσσιᾶς Ποιήσεις τὴν κιβωτόν, καὶ ἀσφαλτώσεις ἔξωθεν καὶ ἔσωθεν αὐτὴν τῇ ἀσφάλτῳ· ἔστω δὲ τριακοσίων πηχῶν τὸ μῆκος, καὶ πεντήκοντα τὸ πλάτος καὶ τριάκοντα τὸ ὕψος.· Ἐπισυνάγων ποιήσῃς τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν, τὴν δὲ θύραν ποιήσεις ἐκ πλαγίων, κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὑτήν». Σκόπει Θεοῦ συγκατάβασιν καὶ δύναμιν ἄφατον, καὶ φιλανθρωπίαν πάντα λόγον ὑπερβαίνουσαν. Ὁμοῦ καὶ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐπιδείκνυται προστάττων αὐτῷ τὴν κιβωτὸν κατασκευάσαι, καὶ διαταξάμενος καὶ τὸν τρόπον τῆς κατασκευῆς, καὶ τὸ πλάτος, καὶ τὸ ὕψος, καὶ παραμυθίαν αὐτῷ χαρίζεται μεγίστην, ἐλπίδας αὐτῷ σωτηρίας ὑπογράφων διὰ τῆς κατασκευῆς, κἀκείνους τοὺς τοσαῦτα ἡμαρτηκότας βουλόμενος διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ εἰς ἔννοιαν ἐλθόντας τῶν αὐτοῖς εἰργασμένων, καὶ μετάνοιαν ἐπιδειξαμένους τῆς ἀγανακτήσεως τὴν πεῖραν μὴ λαβεῖν. Οὐδὲ γὰρ ὀλίγος χρόνος πάλιν αὐτοῖς πρὸς μετάνοιαν παρεσχέθη διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ, ἀλλὰ καὶ σφόδρα πολύς, καὶ ἱκανός, εἰ μὴ σφόδρα ἦσαν ἀγνώμονες, καταπτῆξαι πρὸς τὴν διόρθωσιν τῶν ἐπταισμένων. Εἰκὸς γὰρ ἕκαστον αὐτῶν, ὁρῶντα τὸν δίκαιον τεκταινόμενον τὴν κιβωτόν, τὴν αἰτίαν πυνθάνεσθαι τῆς κατασκευῆς, εἶτα μαθόντα τοῦ Θεοῦ τὴν ἀγανάκτησιν, εἰς αἴσθησιν ἐλθεῖν τῶν οἰκείων ἁμαρτημάτων, εἴπερ ἐβούλοντο. Ἀλλ’ ἐκεῖνοι οὐδὲ ἐντεῦθεν ἐκέρδανάν τι πλέον, οὐκ ἐπειδὴ οὐκ ἠδύναντο. Ἀλλ’ ἐπειδὴ οὐκ ἠβουλήθησαν.

ο’. Ἐπειδὴ τοίνυν τὰ περὶ τῆς κατασκευῆς τῆς κιβωτοῦ τῷ δικαίῳ διετάξατο, κοινοῦται αὐτῷ καὶ τῆς τιμωρίας τὸ εἶδος, ἧς ἤμελλεν ἐπάγειν, καὶ φησί· Σὺ μὲν ταύτην κατασκεύασον καθὰ διεταξάμην, ἐγὼ δέ, ἐπειδὰν πληρώσῃς τὴν κατασκευήν, καὶ τὰ κατὰ σὲ ἐν ἀσφαλείᾳ καταστήσω. «Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν. Ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾖ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ, καὶ ὅσα ἂν ᾗ ἐπὶ τῆς γῆς τελευτήσει». Ὅρα πῶς καὶ διὰ τῆς ἀπειλῆς δείκνυσι τῶν ἡμαρτημένων αὐτοῖς τὸ μέγεθος. Καὶ φησί· Καὶ τὴν αὐτὴν τιμωρίαν ἐπάξω καὶ τοῖς λογικοῖς, καὶ τοῖς ἀλόγοις. Ἐπειδὴ γὰρ τὴν αὐτῶν προεδρίαν προδεδώκασι, καὶ πρὸς τὴν τῶν ἀλόγων μετέπεσον κακίαν, οὐδεμίαν διαφορὰν ἕξει ἡ τιμωρία. «Ἐπάγω νῦν κατακλυσμὸν ὕδατος καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ». Καὶ τὰ κτήνη, φησί, καὶ τὰ πετεινά, καὶ τὰ θηρία, τὰ καὶ τετράποδα καὶ ὅσα ἐστὶν ὑποκάτω τοῦ οὐρανοῦ, καταφθαρήσεται. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲν καταλειφθήσεται, φησὶ, «Καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς τελευτήσει». Καὶ γὰρ καθαρσίου λοιπὸν δεῖται ἡ οἰκουμένη, ἀλλὰ τοῦτο μὴ σε ταραττέτω, μηδὲ συγχείτω σου τὸν λογισμόν. Ὁρῶν γὰρ αὐτῶν τοῦ ἕλκους τὸ ἀνίατον, στῆσαι βούλομαι τὰ τῆς κακίας ῥεύματα, ἵνα μὴ μείζοσι τιμωρίαις ἑαυτοῦ; Ὑπευθύνους καταστήσωσι. Διὸ καὶ νῦν τὴν ἑαυτοῦ φιλανθρωπίαν μιμούμενος, καὶ ἀγαθότητι κεραννὺς τὴν ἀγανάκτησιν, τοιαύτην ἐπάγω τὴν τιμωρίαν, ὡς ἀνώδυνον αὐτοῖς γενέσθαι καὶ ἀνεπαίσθητον. Οὐδὲ γὰρ πρὸς τὸ τῶν ἡμαρτημένων αὐτοῖς μέγεθος ἀφορῶν, οὐδὲ τίνων ἄξιοι τυγχάνουσιν, ἀλλὰ τὰ μετὰ ταῦτα προορῶν, καὶ τούτοις βούλομαι τὴν ἁρμόττουσαν τιμωρίαν ἐπαγαγεῖν, καὶ τοὺς ἑξῆς μέλλοντας ἔσεσθαι τῆς ἐκ τούτων ἀπαλλάξαι λύμης. Μὴ τοίνυν κατηφὴς ἕσο, μηδὲ θορυβοῦ ταῦτα ἀκούων. Εἰ γὰρ καὶ ἐκείνους ἀξία τῶν ἡμαρτημένων δίκη καταλήψεται, ἀλλὰ «Στήσω τὴν διαθήκην μοὺ μετὰ σοῦ». Ἐπειδὴ πάντες οἱ προλαβόντες ἀναξίους ἑαυτοὺς κατέστησαν, καὶ οὐ γεγόνασιν εὐγνώμονες περὶ τὰς ἐμὰς ἐντολάς, μετὰ σου λοιπὸν στήσω τὴν διαθήκην μου. Καὶ γὰρ ὁ πρωτόπλαστος, μετὰ τοσαύτας εὐεργεσίας ἀπάτην ὑπομείνας, παρέβη μου τὰς ἐντολάς, καὶ ὁ ἐξ ἐκείνου πάλιν τεχθεὶς εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα ὤλισθε· διὸ καὶ διηνεκῆ τὴν τιμωρίαν ἐδέξατο μετὰ τῆς κατάρας. Ἀλλ’ οὐδὲ ταῖς τοῦτον τιμωρίαις οἱ μὲτ’ αὐτὸν ἐσωφρονίσθησαν, ἀλλὰ καὶ ἐπεδαψιλεύσαντο, ὡς καὶ τῆς γενεαλογίας αὐτοὺς ἀποδοκιμασθῆναι. Μετὰ δὴ ταῦτα εὑρὼν τὸν Ἐνὼχ τῆς ἀρετῆς τὴν εἰκόνα διασώζοντα, διὰ τὴν πολλὴν εὐαρέστησιν ζῶντα αὐτὸν μετέθηκε, δεικνὺς καὶ τοῖς τὴν ἀρετὴν μετιοῦσιν, ὅσων καταξιοῦνται τῶν ἀμοιβῶν, καὶ βουλόμενος τοὺς ἑξῆς ζηλωτὰς ἐκείνου καταστῆσαι, καὶ τὴν αὐτὴν ἐκείνῳ βαδίσαι ὁδόν. Ἐπεὶ τοίνυν, πάντων λοιπὸν ἐπὶ τὴν κακίαν αὐτομολησάντων, σε μόνον εὗρον ἐν τοσούτῳ πλήθει δυνάμενον ἀνακαλέσασθαι τοῦ προπάτορος τὴν παράβασιν, μετὰ σοῦ στήσω τὴν διαθήκην μού. Ἡ γὰρ τῶν βεβιωμένων σοι πρᾶξις ἀξιόπιστόν σε δείκνυσι πρὸς τὸ δέξασθαι τὰς πὰρ’ ἐμοῦ ἐντολάς. Εἶτα ἵνα μὴ καὶ ταῦτα ἀκούων ὁ δίκαιος ἐκεῖνος ἔτι ἀθυμῇ, ὡς μόνος μέλλων καταλειφθήσεσθαι, παραμυθούμενος αὐτόν, ὡς εἰπεῖν, πάλιν φησίν· «Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σύ, καὶ οἱ υἱοὶ σου, καὶ ἡ γυνὴ σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σου». Εἰ γὰρ καὶ πολὺ τῆς τοῦ δικαίου ἀρετῆς ἐλείποντο, ἀλλ’ ὅμως τῆς ὑπερβαλλούσης ἐκείνων κακίας ἐκτὸς ἦσαν. Ἄλλως δὲ καὶ διὰ δύο ταύτας τὰς αἰτίας τῆς σωτηρίας ἀπολαύουσι, μίαν μέν, εἰς τιμὴν τοῦ δικαίου· ἔθος γὰρ τῷ φιλανθρώπῳ Θεῷ τιμᾷν τοὺς αὐτοῦ δούλους, καὶ χαρίζεσθαι αὐτοῖς πολλάκις τὴν ἑτέρων σωτηρίαν. Ὃ καὶ ἐπὶ τοῦ μακαρίου Παύλου πεποίηκε, τοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ πανταχοῦ τὰς ἀκτῖνας τῆς οἰκείας διδασκαλίας ἀφιέντος. Ἡνίκα γὰρ οὗτος ἐπὶ τὴν Ῥώμην ἀνήγετο, χειμῶνος κατὰ τὴν θάλατταν πολλοῦ γενομένου, καὶ πάντων τῶν ἐν τῷ πλοίῳ περὶ αὐτῆς τῆς σωτηρίας δεδοικότων, καὶ οὐδεμίαν ἐλπίδα χρηστὴν ἐχόντων διὰ τὸ τοῦ κλυδωνίου μέγεθος, καλέσας ἅπαντάς φησιν· «Εὐθυμεῖτε, ὧνδρες. Ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ἡμῶν πλὴν τοῦ πλοίου. Παρέστη γὰρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ Θεοῦ, οὐ εἰμι καὶ λατρεύω, ἄγγελος λέγων, Μὴ φοβοῦ, Παῦλε, κεχάρισται γὰρ σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ». Εἶδες πῶς ἡ ἀρετὴ τοῦ ἀνδρὸς τὴν σωτηρίαν ἐκείνοις προεξένησε; Μᾶλλον δὲ οὐχ ἡ ἀρετὴ μόνον, ἀλλὰ καὶ ἡ φιλανθρωπία τοῦ Δεσπότου. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν διὰ μίαν μὲν αἰτίαν ταύτην· δι’ ἑτέραν δέ, ἐπειδὴ ἐβούλετο ζύμην τινὰ καὶ ῥίζαν τοῦ μέλλοντος εἰς τὸ ἑξῆς συνίστασθαι γένους καταλειφθῆναι· οὐκ ἐπειδὴ ἀδύνατον ἣν τῷ Θεῷ καὶ ἄνωθεν πάλιν διαπλᾶσαι, καὶ ἐξ ἑνὸς μόνου τὸ γένος αὐξῆσαι ἀλλ’ ἐπειδὴ οὕτως ἐδοκίμασε, τὴν οἰκίαν ἀγαθότητα μιμούμενος.

ε’.Σκόπει δὲ καὶ διὰ τῶν ἑξῆς τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ὥσπερ γὰρ ἐν τῇ ἀπειλῇ τῇς τιμωρίας, μετὰ τοῦ τῶν ἀνθρώπων γένους καὶ τὰ κτήνη καὶ τὰ ἑρπετά, καὶ τὰ πετεινά, καὶ τὰ θηρία ἀπολέσθαι εἶπεν· οὕτω καὶ ἐνταῦθα διὰ τὸν δίκαιον καὶ ἐκ τούτων εἰσαχθῆναι εἰς τὴν κιβωτὸν ἀφ’ ἑκάστου γένους προστάττει μίαν συζυγίαν, ὥστε σπέρμα καὶ ἀπαρχὴν γενέσθαι τοῦ μετὰ ταῦτα μέλλοντος ἔσεσθαι πλήθους. «Καὶ ἀπὸ πάντων, φησί, τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται. Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σέ, τρέφεσθαι μετὰ σεαυτοῦ, ἄρσεν καὶ θῆλυ». Τοῦτο μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητέ· ἐννόησον γὰρ ὅσον ἔτικτε τῷ δικαίῳ τὸν θόρυβον, ἐννοοῦντι τὴν τούτων ὅλων ἐπιμέλειαν. Οὐ γὰρ ἤρκει αὐτῷ ᾗ φροντὶς τῆς γυναικός, καὶ τῶν παίδων, καὶ τῶν τούτων γυναικῶν, ἀλλὰ καὶ ἡ μέριμνα τῶν τοσούτων ἀλόγων καὶ ἡ διατροφὴ προσετίθετο. Ἀλλ’ ἀνάμεινον μικρόν, καὶ ὄψει τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ ὅπως ἐπικουφίζει τὴν ἐπικειμένην φροντίδα τῷ δικαίῳ. «Σὺ δὲ λήψῃ σεαυτῷ, φησίν, ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν». Μὴ νομίσῃς, φησίν, ἀπρονόητον σε καταλιμπάνεσθαι. Ἰδοὺ γὰρ προστάττω καὶ τὰ πρὸς τὴν ὑμετέραν τροφὴν ἀρκοῦντα, καὶ τὰ πρὸς διατροφὴν τῶν ἀλόγων ἅπαντα εἰσαχθῆναι εἰς τὴν κιβωτόν, ὥστε μήτε ὑμᾶς λιμοῦ καὶ στενοχωρίας πεῖραν λαβεῖν, μήτε τὰ ἄλογα διαφθαρῆναι οὐκ ἔχοντα τὴν κατάλληλον τροφήν. Καὶ ἐποίησε, φησί, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐποίησεν. Ὅρα μοι πάλιν καὶ ἐνταῦθα ἐγκωμίου μέγεθος. «Ἐποίησε, φησί, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός». Οὐ τὸ μὲν τῶν ἐπιταχθέντων εἰς ἔργον ἤγαγε, τοῦ δὲ ἠμέλησεν, ἀλλὰ πάντα τὰ ἐνταλθέντα ἐποίησε, καὶ «Οὕτως ἐποίησεν, ὥσπερ ἐνετείλατο αὐτῷ»· οὐδὲν παρέλιπεν, ἀλλὰ πάντα ἐπλήρωσε, καὶ ἔδειξε καὶ δι’ αὐτῶν τῶν ἔργων, ὅτι δικαίως ἠξιώθη εὐνοίας παρὰ τοῦ Δεσπότου. Πόσων στεφάνων οὐκ ἀξία ἂν γένοιτο ἡ μαρτυρία αὐτή, ἧς ἀπήλαυσε παρὰ τῆς θείας Γραφῆς ὁ δίκαιος; Τις ἂν γένοιτο μακαριστότερος τοῦ πάντα εἰς ἔργον ἀγαγόντος τὰ παρὰ τοῦ Θεοῦ ἐνταλθέντα, καὶ τοσαύτην ὑπακοὴν περὶ τὰ ἐπιταχθέντα ἐπιδειξαμένου; Καὶ ἵνα μάθῃς ὅσης ἀξιοῦται διὰ τοῦτο τῆς προῤῥήσεως παρὰ τοῦ τῶν ἁπάντων δημιουργοῦ, ἄκουε τῶν ἑξῆς· «Καὶ εἶπε, φησί, Κύριος ὁ Θεὸς πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν»· Εἶτα ἵνα μάθωμεν, ὡς οὐ χάριτι μόνον σώζει τὸν δίκαιον, ἀλλὰ καὶ τῶν πόνων τὰς ἀμοιβὰς αὐτῷ δίδωσι, καὶ τῆς ἀρετῆς τὰς ἀντιδόσεις, φησί· «Διὰ τοῦτό σε προστάττω εἰς τὴν κιβωτὸν εἰσελθεῖν μετὰ τοῦ οἴκου σου, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ». Μεγάλη καὶ ἀξιόπιστος ἡ μαρτυρία. Τὶ γὰρ ἂν γένοιτο ταύτης μεῖζον, ὅταν αὐτὸς ὁ Δημιουργός, ὁ καὶ εἰς τὸ εἶναι παραγαγών, τοιαῦτα ψηφίζηται περὶ τοῦ δικαίου; «Ὅτι σε, φησίν, εἶδον δίκαιον ἀναντίον ἐμοῦ». Ἡ ἀληθὴς ἀρετὴ αὕτη, ὅταν ἐναντίον τοῦ Θεοῦ τις ταύτην ἐπιδείκνυται, ὅταν ὁ ὀφθαλμὸς ἐκεῖνος ὁ ἀπαραλόγιστος τὴν ψῆφον φέρῃ. Εἶτα διδάσκων ἡμᾶς ὁ φιλάνθρωπος Θεὸς τὸ μέτρον τῆς ἀρετῆς, ὅπερ ἀπῄτει τότε παρὰ τοῦ δικαίου (οὐ γὰρ τὸ αὐτὸ μέτρον παρ’ ἑκάστου βούλεται τῆς ἀρετῆς εἰσφέρεσθαι, ἀλλὰ τῇ διαφορᾷ τῶν χρόνων καὶ τὴν διαφορὰν τῆς ἀρετῆς ἐπιζητεῖ), φησίν, «Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ», εἰς κακίαν ἀποκλινάσῃ τοσαύτην, ἐν τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ, τὴν τοσαύτην ἀγνωμοσύνην ἐπιδειξαμένῃ. Σὲ εἶδον δίκαιον, σὲ μόνον εὗρον εὐγνώμονα, σὲ εἶδον τῆς ἀρετῆς πολὺν ποιούμενον λόγον· σὺ μόνος ἐναντίον μου δίκαιος ὤφθης, τούτων ἁπάντων ἀπολλυμένων· σὲ προστάττω εἰσελθεῖν μετὰ τοῦ οἴκου σου παντὸς εἰς τὴν κιβωτόν· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν κελεύω σε εἰσαγαγεῖν ἑπτὰ ἑπτά. Ἐπειδὴ προλαβὼν προσέταξεν ἀδιορίστως ἀπὸ πάντων μίαν συζυγίαν εἰσαχθῆναι· διὰ τοῦτο νῦν φησίν, «Ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτά, ἀπὸ δὲ τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ». Εἶτα τὴν αἰτίαν διδάσκων ἐπήγαγε, «Διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν». Ἄξιον δὲ ἐνταῦθα διερευνῆσαι καὶ ἰδεῖν, πόθεν ᾔδει ὁ δίκαιος τίνα μὲν ἣν καθαρά, τίνα δὲ ἀκάθαρτα. Οὐδέπω γὰρ ἣν ἡ διαίρεσις αὐτὴ γεγενημένη, ἦν μετὰ ταῦτα ὁ Μωϋσῆς ἐνομοθέτησε τοῖς Ἰουδαίοις. Πόθεν οὖν ᾔδει; Οἴκοθεν, κινούμενος ἀπὸ τῆς ἐν τῇ φύσει ἐναποκειμένης διδασκαλίας, μετὰ δὲ ταύτης καὶ ὁ λογισμὸς ὑπηγόρευσεν. Οὐδὲν γὰρ ἀκάθαρτον τῶν παρὰ τοῦ Θεοῦ γεγενημένων. Πῶς γὰρ ἀκάθαρτον καλέσαιμέν τι τῶν δημιουργηθέντων, ἅπαξ τῆς ἄνωθεν ψήφου περὶ αὐτῶν γεγενημένης καὶ εἰπούσης τῆς θείας Γραφῆς, ὅτι «Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν»; Ἀλλὰ λοιπὸν ἡ φύσις ἀφ’ ἑαυτῆς κινουμένη τὴν διάκρισιν ταύτην ἐπεδείξατο. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἐννόησόν μοι ἔτι καὶ νῦν, ὅπως ἐν τισι μὲν τόποις τινῶν ἀπέχονται ἔνιοι ὡς ἀκαθάρτων καὶ μὴ νενομισμένων, ἔνιοι δὲ τούτων πάλιν τὴν μετάληψιν ποιοῦνται, τῆς συνηθείας αὐτοὺς ἐπὶ τοῦτο ἀγούσης. Οὕτως οὖν καὶ τότε αὐτὴ ἡ ἐναποκειμένη γνῶσις τῷ δικαίῳ ἐδίδασκε, τίνα μὲν ἣν πρὸς βρῶσιν ἐπιτήδεια, τίνα δὲ ἀκάθαρτα, οὐκ ὄντα, ἀλλὰ νομιζόμενα. Τίνος ἕνεκεν, εἶπε μοι, ὄνον ἀκάθαρτον ἡγούμεθα, καίτοι οὐδὲν ἕτερον σιτούμενον ἣ σπέρματα, ἑτέρα δὲ τῶν τετραπόδων πρὸς βρῶσιν ἐπιτήδεια νομίζομεν, καίτοι ἀκαθάρτου τροφῆς μεταλαμβάνοντα; Οὕτως ἡ παρὰ τοῦ Θεοῦ χορηγηθεῖσα τῇ φύσει γνῶσις τούτων διδάσκαλος ἐγίνετο. Ἑτέρως δὲ ἔστιν, εἰπεῖν, ὅτι καὶ ὁ προστάξας Θεὸς τὴν γνῶσιν αὐτῷ τούτων δήλην ἐποίησεν. Ἀλλὰ περὶ μὲν τῶν καθαρῶν καὶ ἀκαθάρτων ἀρκούντως εἰρήκαμεν.

Ϛ’. Πάλιν δὲ ἕτερον ἡμῖν ἀνακύπτει ζήτημα· Τὶ δήποτε ἀπὸ μὲν τῶν ἀκαθάρτων δύο δύο, ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτά; Καὶ πάλιν· Τίνος ἕνεκεν οὐχ ἔξ, οὐδὲ ὀκτώ, ἀλλ’ ἑπτά; Τάχα εἰς πολὺ μῆκος ὁ λόγος ἡμῖν ἐκτείνεται· ἀλλ’ εἰ μὴ ἀπεκάμετε, καὶ βούλεσθε, συντόμως καὶ περὶ τούτων διδάξομεν τὴν ὑμετέραν ἀγάπην, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ. Πολλοὶ γὰρ πολλὰ περὶ τούτων μυθολογοῦσι, καὶ ἐντεῦθεν ἀφορμὴν λαμβάνοντες παρατηρήσεις ἀριθμῶν ἐπιδείκνυνται. Ὅτι δὲ οὐκ ἔστι παρατήρησις, ἀλλ’ ἡ ἄκαιρος φιλοπραγμοσύνη τῶν ἀνθρώπων ταῦτα ἀναπλάττειν ἐπιχειρεῖ, ὅθεν καὶ πλείους τῶν αἱρέσεων ἐτέχθησαν, αὐτίκα μάλα εἴσεσθε. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον (ἵνα δόξωμεν ὡς ἐκ περιουσίας ἐπιστομίζειν τοὺς τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπεισφέροντας) εὑρίσκομεν ἐν ταῖς Γραφαῖς μᾶλλον τῆς συζυγίας ἀριθμὸν σωζόμενον. Καὶ γὰρ ἡνίκα ἔστελλε τοὺς μαθητάς, δύο δύο αὐτοὺς ἀπέστελλε, αὐτοὶ δὲ πάντες δώδεκα ἦσαν, καὶ τὰ Εὐαγγέλια· τέσσαρα τὸν ἀριθμὸν ἐστιν. Ἀλλὰ ταῦτα περιττὸν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, δεδιδαγμένης ἅπαξ τοῖς τοιούτοις ἀποφράττειν τὰς ἀκοάς. Ἀναγκαῖον δὲ λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν ἑπτὰ ἑπτὰ ἀπὸ τῶν καθαρῶν εἰς ἀχθῆναι εἰς τὴν κιβωτὸν προσέταξε. Τὸ μὲν πλείονα προστάξαι τῶν καθαρῶν εἰσαχθῆναι, διὰ τὸ παραμυθίαν τινὰ ἔχειν καὶ τὸν δίκαιον, καὶ τοὺς σὺν αὐτῷ τῇς ἐξ ἐκείνων ἀπολαύσεως μετέχοντας τὸ δὲ ἑπτὰ ἑπτά, καὶ τοῦτο πάλιν, εἰ τὴν αἰτίαν μάθοιτε, ἀπόδειξις ἂν εἴη μεγίστη τῆς φιλοθέου γνώμης τοῦ δικαίου. Ἐπειδὴ γὰρ ᾔδει ὁ φιλάνθρωπος Θεὸς τοῦ ἀνδρὸς τὴν ἀρετήν, καὶ ὅτι δίκαιος ὧν, καὶ τοσαύτης ἀπολαύσας παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ τοῦ τοσούτου κλυδώνιον διαφυγὼν τὴν πεῖραν, ἤμελλε μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν, καὶ τὸ ἐλευθερωθῆναι τῆς ἐν τῇ κιβωτῷ διαγωγῆς, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, καὶ βούλεσθαι θυσίας ἀνενέγκαι ὑπὲρ εὐχαριστίας τῶν γεγενημένων καὶ ὑπηργμένων αὐτῷ, ἵνα μὴ τοῦτο ποιῶν ἀκρωτηριάσῃ τὰς συζυγίας, διὰ τοῦτο προειδὼς αὐτοῦ τῆς γνώμης τὸ εὐχάριστον κελεύει ἑπτὰ ἑπτὰ εἰσάγεσθαι ἀφ’ ἕκαστον γένους τῶν ὀρνέων, ἵνα τῆς πανωλεθρίας παυσαμένης καὶ τὸν οἰκεῖον σκοπὸν ἐπιδείξηται, καὶ τὴ συζυγία τῶν πετεινῶν καὶ τῶν λοιπῶν ὀρνέων μὴ λυμήνηται, ὃ δὴ καὶ προιούσης τῆς διδασκαλίας μαθήσεσθε, ἐπειδὰν εἰς αὐτὸν τὸν τόπον παραγενώμεθα. Ὄψεσθε γὰρ τὸν δίκαιον τοῦτον τοῦτο πεποιηκότα. Ἐμάθετε τὴν αἰτίαν, δι’ ἣν ἑπτὰ ἑπτὰ εἰσαγαγεῖν προσετάχθη. Μηκέτι λοιπὸν ἀνέχεσθε τῶν μυθολογεῖν ἐπιχειρούντων, καὶ καταστοιχειουμένων τῆς θείας Γραφῆς, καὶ τὰ ἀπὸ τοῦ οἰκείου νοὸς ἐπεισφερόντων τοῖς θείοις διδάγμασιν. Ἐπειδὴ τοίνυν διετάξατο πάντα σαφῶς, καὶ περὶ τῶν ὀρνέων, καὶ περὶ τῶν καθαρῶν, καὶ περὶ τῶν ἀκαθάρτων, καὶ τῆς τούτων διατροφῆς, φησὶ πρὸς τὸν δίκαιον· «Ἔτι γὰρ ἡμερῶν ἑπτά, καὶ ἰδοὺ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς τῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους». Σκόπει μοι καὶ ἐκ τῶν νῦν εἰρημένων τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολήν, πῶς μετὰ τὴν τοσαύτην μακροθυμίαν καὶ νῦν πρὸ ἑπτὰ ἡμερῶν προλέγει, βουλόμενος τῷ φόβῳ σωφρονεστέρους αὐτοὺς ποιῆσαι, καὶ εἰς μετάνοιαν ἀγαγεῖν. Καὶ ὅτι διὰ τοῦτο προλέγει, ἵνα μὴ ἐπαγάγῃ τᾷ παρ’ αὐτοῦ εἰρημένα, ἐννόει μοι τοὺς Νινευΐτας, καὶ βλέπε πόση ἡ διαφορὰ τούτων κἀκείνων. Μετὰ γὰρ τοσαῦτα ἔτη ἀκούσαντες ὅτι ἐπὶ θύραις ἐστὶ τὰ δεινά, οὐδὲ οὕτω τῆς κακίας ἔστησαν. Καὶ μὴν εἰώθαμέν πως, μελλούσης μὲν τῆς τιμωρίας. Ῥᾳθυμεῖν καὶ διαναβάλλεσθαι· ἐπειδὰν δὲ πλησίον ὦμεν τῶν λυπεῖν δυναμένων, τότε συστέλλεσθαι καὶ πολλὴν ἐπιδείκνυσθαι τὴν μεταβολήν· ὃ δὴ καὶ ἐπὶ τῶν Νινευϊτῶν γέγονεν. Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται», οὐ μόνον οὐκ ἀπηγόρευσαν, ἀλλὰ καὶ διανέστησαν πρὸς τὸ ῥηθέν, καὶ τοσαύτην τῶν κακῶν τὴν ἀποχὴν ἐποιήσαντο, καὶ οὕτως ἀκριβῆ τὴν ἐξομολόγησιν ἐπεδείξαντο, ὡς καὶ μέχρι τῶν ἀλόγων ἐπεκτεῖναι αὐτοὺς τὰ τῆς ἐξομολογήσεως· οὐχ ὅτι δὲ τὰ ἄλογα ἐξωμολογήσαντο (πῶς γὰρ τὰ λόγων ἔρημα;), ἀλλ’ ἵνα διὰ τούτων ἐπισπάσωνται εἳς τὴν περὶ αὐτοὺς φιλανθρωπίαν τὸν ἀγαθὸν Δεσπότην. Κηρύξαντες γάρ, φησί, νηστείαν, προσέταξαν οἱ περὶ τὸν βασιλέα, καὶ τὰ κτήνη, καὶ τοὺς βόας, καὶ πάντα τὰ ἄλογα μήτε νομῆς μετασχεῖν, μήτε ὕδατος, ἀλλὰ πᾶσα τότε ἡ τῶν ἀνθρώπων φύσις σάκκον περιβαλλομένη, καὶ αὐτὸς ὁ ἐπὶ τοῦ θρόνου καθήμενος βασιλεύς, πολλὴν καὶ σύντονον τὴν ἐξομολόγησιν ἐποιήσαντο, καὶ ταῦτα οὐκ εἰδότες ὅτι διαφεύξονται τὴν τιμωρίαν. Ἔλεγον γάρ, «Τις οἶδεν, εἰ ἆρα μετανοήσει ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾖ ἐλάλησε ποιῆσαι ἡμῖν»;

ζ’. Εἶδες βαρβάρων εὐγνωμοσύνην; Εἶδες πῶς οὐδὲ ἡ τῶν ἡμερῶν στενοχωρία αὐτοὺς ὀκνηροτέρους εἰργάσατο, οὐδὲ ἀπαγορεῦσαι πεποίηκεν; Ὅρα καὶ τούτους μετὰ τοσοῦτον ἀριθμὸν ἐτῶν ἀκούσαντας, ὅτι ἔτι ἑπτὰ ἡμέραι, καὶ ὁ κατακλυσμὸς ἐπάγεται, οὐδὲ οὕτως ἐπιστρεφομένους, ἀλλ’ ἀναλγήτως διακειμένους, ὅθεν ὡμολογημένον ἂν εἴη, ὅτι ἡ προαίρεσις ἡ ἡμέτερα τῶν κακῶν ἁπάντων αἰτία. Ἰδοὺ γὰρ καὶ οὗτοι ἄνθρωποι, κἀκεῖνοι ἄνθρωποι, καὶ τῆς αὐτῆς φύσεως, ἀλλ’ οὐ τῆς αὐτῆς προαιρέσεως. Διὸ οὐδὲ τῶν αὐτῶν ἀπήλαυσαν, ἀλλ’ οἱ μὲν διέφυγον τὴν καταστροφήν, τοῦ ἀγαθοῦ Θεοῦ ἀρκεσθέντος αὐτῶν τῇ μετανοίᾳ διὰ τὴν οἰκείαν φιλανθρωπίαν, οἱ δὲ ὑποβρύχιοι γενόμενοι πανωλεθρίᾳ παρεδόθησαν.· «Ἔτι γάρ, φησίν, ἡμερῶν ἑπτά, ἐπάγω ὑετὸν ἐπὶ τῆς γῆς». Εἶτα αὐξῆσαι τὸν φόβον βουλόμενός φησι· «Τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας». Τὶ γάρ; Οὐκ ἣν αὐτῷ δυνατόν, εἴπερ ἐβούλετο, ἐν μιᾷ ἡμέρᾳ πάντα τὸν ὑετὸν ἐπαγαγεῖν; Τὶ δὲ λέγω ἐν μιᾷ ἥμερα;Ἐν μιᾷ ῥοπῇ. Ἀλλ’ ἐπίτηδες τοῦτο ποιεῖ βουλόμενος ὁμοῦ καὶ τὸν φόβον ἐπιτεῖναι, καὶ ἀφορμὴν αὐτοῖς παρασχεῖν τοῦ κἂν πρὸς αὐταῖς ταῖς θύραις γενομένους τὴν τιμωρίαν διαφυγεῖν. «Καὶ ἐξαλείψω, φησί, πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους». Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον προλέγει, καὶ οὐδὲ οὕτω καθικνεῖται. Ταῦτα δὲ πάντα ἐποίει, ἵνα ἡμᾶς διδάξῃ, ὅτι δικαίως αὐτοῖς τὴν τοσαύτην τιμωρίαν ἐπήγαγε, καὶ μηδεὶς ἔχῃ μέμφεσθαι τῶν ἀνοήτων, καὶ λέγειν, ὅτι «Εἰ ἐμακροθύμησεν, ἄρα ἂν ἀπέσχοντο τῆς κακίας, καὶ ἐπανῆλθον πρὸς τὴν ἀρετήν». Διὸ καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν δῆλον ἡμῖν ποιεῖ, καὶ τῆς κιβωτοῦ τὴν κατασκευὴν προστάττει. Καὶ μετὰ ταῦτα ἅπαντα καὶ πρὸ τῶν ἑπτὰ ἡμερῶν προλέγει, ἵνα πάντων τῶν ἀπερισκέπτως φθέγγεσθαι βουλομένων ἐπιστομίσῃ τὴν ἀναίσχυντον γλῶσσαν. «Καὶ ἐποίησε, φησί, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός». Ὅρα πῶς καὶ νῦν ἀνακηρύττει τοῦ δικαίου τὴν εὐγνωμοσύνην καὶ τὴν ὑπακοὴν ἡ θεῖα Γραφή, διδάσκουσα ὡς οὐδὲν τῶν ἐπιταχθέντων παρέλιπεν, ἀλλὰ πάντα πληρώσας, τῆς οἰκείας ἀρετῆς καὶ διὰ τούτου τὴν ἀπόδειξιν παρέσχετο.

η’. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμησώμεθα τὸν δίκαιον, καὶ τὰς παρὰ τοῦ Θεοῦ ἐντολὰς ἡμῖν δεδομένας πληροῦν σπουδάζωμεν, καὶ μὴ καταφρονῶμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν νόμων, ἀλλ’ ἔναυλον ἔχοντες τούτων τὴν μνήμην, πρὸς τὴν τούτων κατόρθωσιν ἐπειγώμεθα, καὶ μὴ ῥαθύμως τὰ κατὰ τὴν ἑαυτῶν σωτηρίαν οἰκονομῶμεν, καὶ μάλιστα ὅτι πολλῷ μεῖζον μέτρον ἀρετῆς νῦν ἀπαιτούμεθα, ὅσῳ καὶ μειζόνων ἀπηλαύσαμεν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν, «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Σκοπῶμεν τοίνυν καθ’ ἑαυτούς, καὶ μὴ ἁπλῶς παρατρέχωμεν τὸ εἰρημένον, ἀλλὰ ἐννοήσωμεν, ὅση κείσεται κόλασις τοῖς μὴ μόνον ὑπερβαίνειν ἐκείνους μὴ σπουδάζουσιν, ἀλλὰ καὶ ἔλαττον αὐτῶν ἔχουσι, καὶ μὴ ἀνεχομένοις μήτε ὀργὴν ἀφεῖναι τῷ πλησίον, μήτε καθαρὰν τὴν γλῶτταν διατηρεῖν ἀπὸ τῶν ὅρκων, μήτε τῷ ὀφθαλμῷ βουλομένοις ἀποτειχίζειν τὴν ἐπιβλαβῆ θέαν, καὶ τοῦ Δεσπότου προστάττοντος, μὴ μόνον ἀδικούμενον φέρειν γενναίως, ἀλλὰ καὶ ἐπιδαψιλεύεσθαι. «Τῷ θέλοντι γὰρ σοι, φησί, κριθῆναι, καὶ τὸν χιτῶνα σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον». Ἡμεῖς δὲ πολλάκις καὶ ἀδικεῖν ἐπιχειροῦμεν τὸν πλησίον, ἣ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα, καίτοι προσταττόμενοι μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷν («Τοῦτο γὰρ καὶ οἱ τελῶναι, φησί, ποιοῦσιν»), ἀλλὰ καὶ πρὸς τοὺς ἐχθραίνοντας γνησίως διακεῖσθαι, οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδεικνύμεθα. Διὰ ταῦτα ἀλγῶ καὶ ὀδυνῶμαι ὁρῶν τῆς μὲν ἀρετῆς τοσαύτην ἐν ἡμῖν τὴν σπάνιν, τῆς δὲ κακίας καθ’ ἑκάστην ἡμέραν τὴν ἐπίτασιν γινομένην, καὶ οὔτε τῆς γεέννης τὸν φόβον ἐκκόπτοντα ἡμῶν τὴν ἐπὶ τὴν κακίαν ὁρμήν, οὔτε τῆς βασιλείας τὸν πόθον προτρεπόμενον ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν, ἀλλὰ πάντας, ὡς εἰπεῖν, βοσκημάτων δίκην ἀπαγομένους, καὶ οὐδεμίαν ἔννοιαν λαμβάνοντας οὔτε τῆς φοβερᾶς ἐκείνης ὥρας, οὔτε τῶν παρὰ τοῦ Θεοῦ τεθέντων ἡμῖν νόμων, ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων ὑπόληψιν ἅπαντας ἐπτοημένους, καὶ τὸν παρὰ τούτων ἔπαινον θηρωμένους, καὶ μηδὲ ἀκούειν τοῦ Εὐαγγελίου λέγοντος, «Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες»; Ὥσπερ δὲ οἱ ταύτης ἐφιέμενοι, ἐκείνης παντελῶς ἐκπίπτουσιν, οὗτος οἱ ἐκείνης διηνεκῶς ἐξηρτημένοι, οὐδὲ ταύτης ἀποστεροῦνται. Καὶ γὰρ αὐτὸς προλαβὼν ἐπηγγείλατο λέγων, «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν»· καὶ τῷ περὶ ἐκείνην ἔχοντι τὸν πόθον ταῦτα πάντα ἕπεται. Ὁ γὰρ ἐκεῖ πτερώσας αὐτοῦ τὴν διάνοιαν, πάσης τῆς παρούσης εὐημερίας, ὡς οὐδὲ οὔσης ὑπερορᾷ. Οἱ γὰρ τῆς πίστεως ὀφθαλμοὶ ὅταν ἐκεῖνα κατοπτεύωσι τὰ ἀπόῤῥητα ἀγαθά, οὐδὲ αἴσθησιν λαμβάνουσι τῶν δρωμένων· τοσοῦτο τὸ μέσον ἐκείνων καὶ τούτων. Ἀλλ’ οὐδένα ὁρῶ προτιμῶντα τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. Διὸ λύπη μοὶ ἐστι, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου, ὅτι οὐδὲ ἡ πεῖρα τῶν πραγμάτων ἡμᾶς ἐπαίδευσεν, οὐδὲ αἱ τοῦ Θεοῦ ὑποσχέσεις, οὐδὲ τῶν δωρεῶν τὸ μέγεθος πρὸς τὸν τῆς βασιλείας πόθον μεταστῆναι παρεσκεύασεν, ἀλλ’ ἔτι χαμαὶ συρόμενοι προτιμῶμεν τὰ γήϊνα τῶν οὐρανίων, τὰ πρόσκαιρα τῶν μελλόντων, τὰ πρὶν ἣ φανῆναι ἀφιπτάμενα τῶν διαιωνιζόντων, καὶ τὴν πρόσκαιρον ἡδονὴν τῆς διηνεκοῦς ἡδονῆς, καὶ τὴν βραχεῖαν εὐημερίαν ταύτην τοῦ παρόντος βίου τῶν ἀτελευτήτων αἰώνων ἐχείνων. Οἶδα ὅτι δάκνει τὴν ἀκοὴν ταυτὶ τὰ ῥήματα, ἀλλὰ σύγγνωτε. Ἐπιθυμῶν τὴν ὑμῶν σωτηρίαν ταῦτα φθέγγομαι, καὶ βουλόμενος ἐνταῦθα μικρὸν ὑμᾶς δηχθέντας τὴν αἰώνιον κόλασιν διαφυγεῖν, ἣ πρὸς ὀλίγον ψυχαγωγηθέντας διηνεκῆ τὴν τιμωρίαν ὑπέχειν. Εἰ γὰρ ἀνάσχησθε τῶν ἐμῶν λόγων, καὶ τὴν προλαβοῦσαν ἀθυμίαν ἀποσείσεσθε, καὶ μάλιστα νῦν ὡς ἔτι ὁ βραχὺς οὗτος καιρὸς τῆς ἁγίας ὑμῖν ὑπολέλειπται τεσσαρακοστῆς, δυνήσεσθε καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐπισπάσασθαι, οὐδὲ γὰρ πολλῶν ἡμερῶν δεῖται ὁ Δεσπότης, οὐδὲ χρόνου, ἀλλ’ ἐὰν θελήσωμεν καὶ ἐν ταῖς δυσὶ ταύταις ἑβδομάσι πολλὴν τὴν διόρθωσιν τῶν ἐπταισμένων ἡμῖν ποιησόμεθα. Εἰ γὰρ τοὺς Νινευΐτας, ἐπειδὴ τριῶν ἡμερῶν τὴν μετάνοιαν ἐπεδείξαντο, τοσαύτης ἠξίωσε φιλανθρωπίας, πολλῷ δὴ μᾶλλον· ἡμᾶς οὐ περιόψεται· μόνον ἐὰν τὴν ἀληθῆ μετάνοιαν ἐπιδειξώμεθα, καὶ τῆς κακίας ἀποστάντες ἁψώμεθα τῆς ἐπὶ τὴν ἀρετὴν φερούσης ὁδοῦ. Καὶ γὰρ περὶ ἐκείνων, τῶν Νινευϊτῶν λέγω, μαρτυροῦσα ἡ θεῖα Γραφή, τοῦτό φησιν, ὅτι «Εἶδεν ὁ Θεὸς ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς». Ἐὰν τοίνυν καὶ ἡμᾶς ἴδῃ μεταταξαμένους πρὸς τὴν ἀρετήν, καὶ ἐκκλίνοντας μὲν ἀπὸ τῆς κακίας, ἐπὶ δὲ τὴν τῶν ἀγαθῶν ἐργασίαν σπεύδοντας, δέξεται καὶ ἡμῶν τὴν ἐπιστροφήν, καὶ τῶν φορτίων ἐλευθερώσας τῶν ἁμαρτημάτων παρέξει τὰς παρ’ ἑαυτοῦ δωρεᾶς. Οὐδὲ γὰρ ἡμεῖς οὕτω τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐπιθυμοῦμεν, καὶ σωτηρίας ἐφιέμεθα, ὡς αὐτὸς σπεύδει καὶ ἐπείγεται κἀκείνων ἡμῖν τὴν ἀπαλλαγὴν δωρήσασθαι, καὶ τῆς σωτηρίας τὴν ἀπόλαυσιν παρασχεῖν. Διὰ τοῦτο, παρακαλῶ, διεγείρωμεν ἑαυτῶν τὸν λογισμόν, καὶ ἕκαστος ἐξεταστὴς ἑαυτῷ γινέσθω, εἰ τὶ πλέον αὐτῷ κατώρθωται ἐν τῷ παρελθόντι χρόνῳ, εἰ τινα ὄνησιν ἔσχεν ἐκ τῆς συνεχοῦς ταύτης διδασκαλίας, εἰ τι ἐκαρπώσατο εἰς τὴν τοῦ πλησίον κατάστασιν, εἲ τινα τῶν ἐλαττωμάτων διώρθωσε τῶν ἑαυτοῦ, εἴ τινα πρὸς φιλοσοφίαν προτροπὴν ἐδέξατο ἐκ τῆς καθημερινῆς ἡμῶν παραινέσεως· καὶ τοῖς μὲν ἤδη κατωρθωμένοις προσθήκην ἐπινοείτω, καὶ μηδέποτε παυέσθω τῆς καλῆς ταύτης ἐργασίας. Εἰ δὲ τις ὑπὸ τῆς συνηθείας τῆς περὶ αὐτὸν κεκρατημένος ὁρᾷ ἑαυτὸν τοῖς αὐτοῖς ἐπιμένοντα, βιασάσθω ἑαυτοῦ τὸν λογισμόν, δίκην ἀπαιτήσας τῆς τοσαύτης ῥᾳθυμίας, καὶ μὴ ἀνάσχοιτο περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στήσας τὰ τῆς πονηρᾶς συνηθείας, ἐκκοπτέτω τὴν ὁρμήν, ἀναχαιτιζέτω τὸν λογισμόν, εἰς ἔννοιαν ἑαυτὸν ἀγέτω τῆς φοβερᾶς ἐκείνης ἡμέρας, ἀναλογιζέσθω τῆς φρικτῆς ταύτης τραπέζης τὴν ἀπόλαυσιν, καὶ τοῦ ἐντεῦθεν ἐκπηδῶντος πυρὸς τὴν φαιδρότητα, καὶ τὴν καυστικὴν δύναμιν, καὶ οἵαν ἀπαιτεῖ τοῦ προσιόντος εἶναι τὴν διάνοιαν, παντὸς ῥύπου, πάσης κηλῖδος καθαρεύουσαν, καὶ τῶν ἀτόπων λογισμῶν τὴν συνουσίαν ἐκτρεπομένην, ἳν’ οὕτως ἑαυτοὺς εὐτρεπίσαντες ταῖς μεταξὺ ταύταις ἡμέραις δυνηθῶμεν, καθ’ ὅσον οἷόν τε ἐκκαθάραντες ἑαυτούς, καὶ τῆς ἐντεῦθεν ἀπολαύσεως μετασχεῖν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν, χάριτι καὶ φιλανθρωπία τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΕ’. «Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.»
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΓ’. «Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὧν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ Εὐηρέστησε Νῶε».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος