Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΚΖ’. «Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΕ’. «Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΚϚ’. «Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν Τήν, καὶ ἐκόπασε τὸ ὕδωρ».

’α’. Μεγάλη καὶ ἄφατος· ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι δείκνυται ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ τῆς ἀγαθότητος αὐτοῦ ἡ ὑπερβολή, ἣν οὐ μόνον περὶ τὸ λογικὸν τοῦτο ζῶον ἐπιδείκνυται, τὸν ἄνθρωπον λέγω, ἀλλὰ καὶ περὶ τὴν τῶν ἀλόγων ζώων φύσιν. Δημιουργὸς γὰρ τῶν ἁπάντων τυγχάνων, εἰς πάντα τὰ ὑπ’ αὐτοῦ δημιουργηθέντα τὴν οἰκείαν ἐκτείνει ἀγαθότητα, διὰ πάντων ἡμῖν ἐνδεικνύμενος, ὅσην ποιεῖται πρόνοιαν τοῦ τῶν ἀνθρώπων γένους, καὶ ὅτι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Κἂν κολάζῃ τοίνυν, κἂν τιμωρῆται, ἀπὸ τῆς αὐτῆς ἀγαθότητος καὶ ταῦτα κἀκεῖνα ποιεῖ. Οὐδὲ γὰρ πάθει καὶ ὀργῇ τὰς τιμωρίας ἐπάγει, ἀλλὰ τὴν κακίαν ἐγκόψαι βουλόμενος, καὶ ὥστε μὴ πάνυ αὐτὴν προβῆναι. Ἐπεὶ καὶ νῦν, ὡς ἀκούετε, κατακλυσμὸν δι’ οὐδὲν ἕτερον ἐπήγαγεν, ἀλλὰ κηδόμενος τῶν πρὸς τοσαύτην κακίαν ἑαυτοὺς ἐκδεδωκότων. Καὶ ποῖα, φησί, κηδεμονία, τὸ πάντας ὑπὸ τῶν ὑδάτων ἀναιρεθῆναι; Μὴ ἀπερισκέπτως φθέγγου, ἄνθρωπε, ἀλλ’ εὐγνώμονι διάνοια τὰ παρὰ τοῦ Δεσπότου γινόμενα δέχου, καὶ τότε γνώσῃ, ὅσης καὶ τοῦτο μάλιστα κηδεμονίας. Τὸ γὰρ τοὺς τὰ ἀνήκεστα ἁμαρτάνοντας, καὶ καθ’ ἑκάστην ἡμέραν τὰ τραύματα ἐπιτείνοντας, καὶ τὰ ἕλκη ἀνίατα ἐργαζομένους ἐκ τῆς κακία ἀπαλλάττειν, οὐχὶ κηδεμονίας ἦν τῆς μεγίστης; Καὶ αὐτὸς δὲ ὁ τῆς τιμωρίας τρόπος οὐ πάσης γέμει φιλανθρωπίας; Τὸ γὰρ τοὺς καὶ ἄνευ τούτου μέλλοντας τὸ τῆς φύσεως χρέος ἐκτίνειν, οὕτως ἀλύπως ἐν μέρει τιμωρίας τὴν ζωὴν ἀποθέσθαι, καὶ μήτε αἴσθησιν τοῦ γεγενημένου λαβεῖν, ἀλλ’ ἀνωδύνως καὶ ἀναλγητί τὴν τιμωρίαν δέξασθαι, πόσης οὐκ ἂν εἴη σοφίας καὶ ἀγαθότητος αὐτὸ γὰρ πάλιν εἲ τις εὐσεβεῖ λογισμῷ καταμάθοι τὸ γενημένον, ὅτι οὐκ εἰς τοὺς τιμωρηθέντας μόνον τὰ τῆς εὐεργεσίας γέγονεν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες ἔσεσθαι δύο τὰ μέγιστα ἐντεῦθεν ἐκαρπώσαντο ἀγαθά, (τὸ τε μὴ ἁλῶναι ἐν τοῖς αὐτοῖς, καὶ τὸ ἐκ τούτων τῶν γεγενημένων σωφρονεστέρους γεγενῆσθαι), πόσην οὐκ ὤφειλον τῷ Θεῷ χάριν ὑπὲρ τούτων ὁμολογεῖν, ὅτι καὶ τῇ τιμωρίᾳ ἐκείνων καὶ τῷ δέει τοῦ μὴ τὰ αὐτὰ παθεῖν σωφρονέστεροι γεγόνασιν οἱ μετὰ ταῦτα, καὶ τῷ ἁπάσης τῆς κακίας καὶ πονηρίας τὴν ζύμην ἀναιρεθῆναι, καὶ μηδένα καταλειφθῆναι διδάσκαλον αὐτοῖς τῆς κακίας καὶ τῆς πονηρίας; Εἶδες πῶς καὶ αἱ κολάσεις αὐτοῦ καὶ αἱ τιμωρίαι εὐεργεσίαι μᾶλλόν εἰσι, καὶ τὴν πρόνοιαν αὐτοῦ μάλιστα τὴν περὶ τὴν τῶν ἀνθρώπῳ φύσιν δεικνύουσι; Καὶ εἲ τις βουληθείη ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἀπαριθμήσασθαι, εὑρήσει ἀπὸ τοῦ αὐτοῦ σκοποῦ ἁπάσας τὰς τιμωρίας ἐπάγοντα τοῖς ἡμαρτηκόσιν. Ἐπεὶ καὶ τὸν Ἀδάμ, ἡνίκα παρέβη, οὐ κολάζων μόνον, ἀλλὰ καὶ εὐεργετῶν ἐξέβαλε τοῦ παραδείσου. Καὶ ποῖα, φησίν, εὐεργεσία τὸ ἐκπεσεῖν τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς; Μὴ ἁπλῶς τοῖς γινομένοις πρόσεχε, ἀγαπητέ, μηδὲ παρέργως τὰ παρὰ τοῦ Θεοῦ γινόμενα καταμάνθανε, ἀλλὰ πρὸς τὸ βάθος κατόπτευε τῆς πολλῆς αὐτοῦ ἀγαθότητος καὶ εὑρήσεις ἅπαντα διὰ τοῦτο παρ’ αὐτοῦ γινόμενα. Εἰπὲ γὰρ μοι, εἰ καὶ μετὰ τὴν παράβασιν τῶν αὐτῶν ἀπήλαυσεν ὁ Ἀδάμ, ποῦ οὐκ ἂν ἐξεκυλίσθη; Εἰ γὰρ μετὰ τοσαύτας παραγγελίας ἀνασχέσθαι κατεδέξατο τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν ἐπιβουλὴν δέξασθαι τοῦ διαβόλου, ἣν δι’ αὐτοῦ προσήγαγε τῇ τῇς ἰσοθεΐας ἐλπίδι φυσήσας αὐτούς, καὶ εἰς τὴν τῆς παραβάσεως ἁμαρτίαν ἐμβαλών, εἰ καὶ μετὰ ταῦτα ἐπὶ τῆς αὐτῆς ἔμενεν ἀξίας καὶ διαγωγῆς, πῶς οὐκ ἂν πολλῷ μᾶλλον ἀξιοπιστότερον ἡγήσατο τὸν πονηρὸν ἐκεῖνον δαίμονα τοῦ τῶν ὅλων δημιουργοῦ, καὶ μείζονα τῆς οἰκείας ἀξίας πάλιν ἐφαντάσθη; Καὶ γὰρ τοιαύτη τῶν ἀνθρώπων ἡ φύσις· ὅταν ἁμαρτάνουσα μὴ ἀναχαιτίζηται, ἀλλ’ ἀδείας ἀπολαύει, περαιτέρω προϊοῦσα κατὰ κρημνῶν ἄπεισιν. Ἄλλως δὲ καὶ ἑτέρωθεν ἔχω δεῖξαι, ὅτι φιλανθρωπίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος καὶ ἐξελθεῖν αὐτὸν τοῦ παραδείσου προσέταξε, καὶ τῷ τοῦ θανάτου ἐπιτιμίῳ ὑπεύθυνον κατέστησε, τῇ μὲν ἐκβολῇ, καὶ τῷ πλησίον κατοικίσαι σωφρονέστερον ἐργαζόμενος καὶ εἰς τὸ ἑξῆς ἀσφαλέστερον, καὶ διὰ τῶν ἔργων αὐτὸν διδάσκων τοῦ ἀπατεῶνος τὴν ἐπιβουλήν. Τὸ δὲ τοῦ θανάτου ἐπιτίμιον πάλιν διὰ τοῦτο ἐπήγαγεν, ἵνα μὴ λοιπὸν διὰ τῆς παρακοῆς τῇ ἁμαρτίᾳ ὑπεύθυνος γεγονὼς ἀθάνατα ἁμαρτάνῃ. Οὐ δοκεῖ οὖν σοι ταῦτα πάντα τῆς μεγίστης εἶναι φιλανθρωπίας, καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, καὶ τὸ τιμωρήσασθαι τῷ τοῦ θανάτου ἐπιτιμίῳ; Ἔχω δὲ καὶ ἕτερόν τι προσθεῖναι. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ ταύτην αὐτῷ τὴν ἀγανάκτησιν ἐπήγαγεν, οὐκ εἰς αὐτὸν μόνον περιιστῶν τὰ τῆς εὐεργεσίας, ἀλλὰ καὶ τοὺς ἑξῆς βουλόμενος διὰ τῶν εἰς ἐκεῖνον γεγενημένων σωφρονίσασθαι. Εἰ γὰρ καί, τούτων γενομένων, ὁ ἐξ αὐτοῦ τεχθείς, ὁ Κάϊν λέγω, ὁρῶν ἐν ὀφθαλμοῖς τοῦ πατρὸς τὴν ἐκ τοῦ παραδείσου ἐκβολήν, τῆς δόξης ἐκείνης τῆς ἀφάτου τὴν ἔκπτωσιν, τῆς κατάρας ἐκείνης τὸ μέγεθος τῆς λεγούσης, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», οὐδὲ οὕτως ἐσωφρονίσθη, ἀλλὰ κακοῖς ἑαυτὸν περιέπειρεν· εἰ μὴ εἶδε τὰ εἰς τὸν πατέρα γεγενημένα, ποῦ οὐκ ἂν μανίας ἤλασε; Καὶ τὸ δὴ θαυμαστόν, ὅτι καὶ αὐτὸν τὸν τὰ τοιαῦτα ἡμαρτηκότα τῷ ἐνάγει φόνῳ τὴν δεξιὰν μολύναντα τιμωρούμενος φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασε.

’β. Καὶ ἵνα μάθῃς ἐκ τῶν εἰς τοῦτον γεγενημένων τῆς ἀγαθότητος τοῦ Θεοῦ τὸ μέγεθος, ἡνίκα μὲν εἰς αὐτὸν ὕβρισε, καὶ τὴν θυσίαν μέλλων προσάγειν πολλὴν τὴν καταφρόνησιν ἐπεδείξατο, οὐκ ὀρθῶς διελών, ἀλλ’ ἁπλῶς ; Ἔτυχε τὴν προσαγωγὴν ποιησάμενος, οὐδὲν πρὸς αὐτὸν εἶπε βαρὺ οὐδὲ ἐπαχθές· καίτοι γε τὸ ἁμαρτηθὲν τυχὸν ἦν, ἀλλὰ καὶ σφόδρα μέγα. Εἰ γὰρ ἀνθρώπους ὁμογενεῖς οἱ τιμὰν βουλόμενοι, τῶν πρωτείων καἰ τῶν ἐξαιρέτων αὐτοῖς παραχωροῦσι, κἀκεῖνα προσάγειν σπουδάζουσιν, ἃ μάλιστα πάντων αὐτοῖς τιμιώτερα δοκεῖ· ἄνθρωπον δὲ ὄντα καὶ Θεῷ προσάγοντα οὐκ ἐχρῆν τὰ τιμιωτέρα καὶ ἐξαίρετα προσάγειν; Τοσοῦτον τοίνυν αὐτοῦ ἁμαρτόντος, καὶ τοσαύτην ἐπιδειξαμένου τὴν καταφρόνησιν, οὐκ ἀπῄτησε δίκην, οὐδὲ τιμωρίαν ὑπὲρ τῶν γεγενημένων εἰσεπράξατο, ἀλλ’ ὡσανεὶ φίλος φίλῳ μετὰ πάσης ἡμερότητος διαλεγόμενος διελέχθη λέγων· «Ἥμαρτες, ἡσύχασον». Μόνον τὸ ἁμαρτηθὲν αὐτῷ ἔδειξε, καὶ συνεβούλευσε μὴ περαιτέρω προβῆναι. Εἶδες ὑπερβολὴν ἀγαθότητος; Ἀλλ’ ἐπειδὴ ἐκεῖνος οὐ μόνον οὐκ ἐκέρδανέ τι ἐκ τῆς τοσαύτης ἀνεξικακίας, ἀλλὰ καὶ τοῖς προλαβοῦσι μείζονα προσέθηκε, καὶ ἐπὶ τὴν σφαγὴν ἠπείχθη τοῦ ἀδελφοῦ, καὶ οὕτω μὲν ἦν εἰς αὐτὸν ἐπιδείκνυται τὴν μακροθυμίαν, πυνθανόμενος πρότερον καὶ διδοὺς αὐτῷ τόπον ἀπολογίας· ἐπειδὴ δὲ ἐνέμεινεν ἀναίσχυντών, τότε τὴν τιμωρίαν ἐπάγει σωφρονισμοῦ ἕνεκεν, πολλὴν καὶ αὐτὴν ἔχουσαν μεμιγμένην τὴν παρ’ αὐτοῦ φιλανθρωπίαν.

Ὁρᾷς πῶς, ἡνίκα μὲν εἰς αὐτὸν ἥμαρτε, καὶ ἁμαρτίαν οὐ τὴν τυχοῦσαν, ἀπεπέμψατο· ὅτε δὲ κατὰ τοῦ ἀδελφοῦ τὴν δεξιὰν ὥπλισε, τότε καὶ τὴν ἐπιτίμησιν καὶ κατάραν ἐδέξατο. Οὕτω νῦν καὶ ἡμεῖς ποιῶμεν, καὶ μιμώμεθα τὸν Δεσπότην τὸν ἡμέτερον· καὶ τὰ μὲν εἰς ἡμᾶς ἁμαρτήματα παραπέμπωμεν, καὶ συγχωρῶμεν τοῖς εἰς ἡμᾶς πλημμελοῦσιν· ὅταν δὲ εἰς τὸν Θεὸν συντείνῃ, τότε δίκας ἀπαιτῶμεν. Ἀλλ’ οὐκ οἶδ’ ὅπως ἀπεναντίας ἅπαντα διαπραττόμεθα, καὶ τὰ μὲν εἰς τὸν Θεὸν διαβαίνοντα ἁμαρτήματα οὐδὲ ὅλως ἐκδικεῖν σπουδάζομεν, ἂν δὲ τὶ τῶν τυχόντων εἰς ἡμᾶς ἁμαρτηθείη, τούτου σφοδροὶ γινόμεθα ἐξετασταὶ καὶ κατήγοροι, οὐκ εἰδότες ὅτι ταύτῃ καὶ μειζόνως καθ’ ἡμῶν μᾶλλον παροξύνομεν τὸν φιλάνθρωπον Δεσπότην. Ὅτι γὰρ ἔθος τῷ Θεῷ τᾷ μὲν εἰς αὐτὸν πολλάκις ἀποπέμπεσθαι, τὰ δὲ εἰς τοὺς πλησίον γινόμενα ἁμαρτήματα, ταῦτα μετὰ πολλῆς ἐκδικεῖν τῆς σφοδρότητος, ἄκουε τοῦ μὲν μακαρίου Παύλου λέγοντος· «Εἲ τις γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἲ τις ἔχει ἄνδρα ἄπιστον, εἰ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω αὐτόν». Εἶδες πόση ἡ συγκατάβασις; Κἂν Ἕλλην ᾗ, φησί, κἂν ἄπιστος, καταδέχεται δὲ τὸ συνοικέσιον, μὴ παραιτήσῃ. Καὶ πάλιν· «Κἂν ἐθνικὴ τυγχάνῃ ἡ γυνή, κἂν ἄπιστος, βούλεται δὲ συνοικεῖν, μὴ ἀπώσῃ. Τὶ γάρ, φησίν, οἶδας, ὧ γύναι, εἰ τὸν ἄνδρα σώσεις, ἣ τὶ οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις»; Ὅρα πῶς οὐ κωλύει τὸν ἀπιστοῦντα αὐτῷ ἣ τὴν ἀπιστοῦσαν καταδέχεσθαι εἰς τὸν τοῦ συνοικεσίου νόμον. Ἄκουε δὲ πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς; «Λέγω γὰρ ὑμῖν, ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι». Πολλὴ τῆς φιλανθρωπίας ἡ ὑπερβολή. Κἂν ἄπιστος ᾖ, φησίν, ἣ ἐθνική, καταδέχεται δέ, κάτεχε· ἂν δὲ εἰς σὲ ἁμάρτῃ, καὶ τῶν συνθηκῶν ἐπιλάθηται, καὶ τὴν ἑτέρων κοινωνίαν προτιμήσῃ, ἔξεστί σοι ἐκβαλεῖν καὶ ἀπώσασθαι. Ταῦτα λογιζόμενοι σπουδάζωμεν καὶ ἡμεῖς ἀμείβεσθαι τὸν Δεσπότην τῆς εἰς ἡμᾶς εὐνοίας, καὶ ὥσπερ αὐτὸς τὰ μὲν εἰς αὐτὸν ἀποπέμπεσθαι καταδέχεται, τὰ δὲ ἡμέτερα ἐκδικεῖ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος, τὸν αὐτὸν δὴ τρόπον καὶ αὐτοὶ ποιῶμεν· καὶ ὅσα μὲν εἰς ἡμᾶς ἁμαρτάνουσιν οἱ πλησίον συγχωρῶμεν, ὅσα δὲ εἰς τὸν Θεὸν συντείνει, ταῦτα μετὰ πολλῆς τῆς σπουδῆς ἐκδικεῖν σπουδάζωμεν. Τοῦτο γὰρ καὶ ἡμᾶς ὠφελήσει τὰ μέγιστα, καὶ τοὺς τὴν διόρθωσιν δεχομένους οὐ τὰ τυχόντα ὀνίνησι. Τάχα εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη σήμερον τὰ προοίμια. Καὶ τὶ πάθω; Οὐχ ἑκὼν τοῦτο ὑπέμεινα, ἀλλ’ ὑπὸ τῆς ἀκολουθίας τοῦ λόγου παρασυρείς.

Ἐπειδὴ δὲ περὶ τοῦ κατακλυσμοῦ πᾶς ὁ λόγος ἐκινήθη ἡμῖν, ἀνάγκην ἔσχομεν δεῖξαι τῇ ὑμετέρᾳ ἀγάπῃ, ὅτι καὶ αἱ τιμωρίαι αἱ παρὰ τοῦ Θεοῦ φιλανθρωπίαι μᾶλλόν εἰσιν ἣ τιμωρίαι, ὥσπερ οὖν αὐτὸς ὁ κατακλυσμός. Καθάπερ γὰρ πατὴρ φιλόστοργος, κηδεμονίᾳ τῇ περὶ τὴν ἡμετέραν φύσιν πάντα διαπράττεται. Ἵνα δὲ καὶ ἐκ τῶν νῦν ἡμῖν προκειμένων καὶ ἐκ τῶν σήμερον ἀναγνωσθέντων μάθητε αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἀκούσωμεν αὐτῶν τῶν τῆς θείας Γραφῆς ῥημάτων. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς λέγων, ὅτι «Ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα (μέχρι γὰρ τούτου ἡμῖν ἐπληρώθη τὰ τῆς διδασκαλίας), σήμερόν φησι, Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετὰ αὐτοῦ ἐν τῇ κιβωτῷ».

γ’. Θέα μοι πάλιν τῆς θείας Γραφῆς τὴν συγκατάβασιν. «Καὶ ἐμνήσθη, φησίν, ὁ Θεός». Θεοπρεπῶς νοῶμεν, ἀγαπητοί, τὰ λεγόμενα, καὶ μὴ τῇ ἀσθενείᾳ τῇς ἡμετέρας φύσεως λογιζώμεθα τῶν λέξεων τὴν παχύτητα. Ὅσον γὰρ πρὸς τὴν ἄῤῥητον φύσιν ἐκείνην, ἀνάξιον τὸ ῥῆμα· ὅσον δὲ πρὸς τὴν ἡμετέραν ἀσθένειαν, ἀκολούθως εἴρηται. «Ἐμνήσθη, φησίν, ὁ Θεὸς τοῦ Νῶε». Ἐπειδὴ γὰρ διηγήσατο ἡμῖν ἐν τοῖς ἤδη ῥηθεῖσι, καθάπερ προλαβόντες ἐδιδάξαμεν ὑμῶν τὴν ἀγάπην, ὅτι ἐν ταῖς τεσσαράκοντα ἡμέραις καὶ τοσαύταις νυξὶν ὁ ὑετὸς γέγονε, καὶ ἐν ἑκατὸν πεντήκοντα ἡμέραις ἐπὶ τῆς ταυτότητος διέμεινε δέκα πέντε πήχεις ὕψου μένον ἐπάνω τῶν ὀρέων, καὶ ὅτι τούτων γινομένων ὁ δίκαιος ἐν τῇ κιβωτῷ ἐτύγχανεν, οὐδὲ τὸν ἀέρα ἀναπνεῖν δυνάμενος, συνόντων αὐτῷ καὶ τῶν ἀλόγων ἁπάντων, διὰ τοῦτό φησι, «Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε». Τὶ ἐστιν, Ἐμνήσθη; ᾬκτειρε, φησίν, ὁ Θεὸς τὸν δίκαιον ἐν τῇ κιβωτῷ διάγοντα, ἠλέησεν αὐτὸν ἐν τοσαύτῃ στενοχωρίᾳ τυγχάνοντα, καὶ ἐν ἀμηχανίᾳ καθεστῶτα, καὶ οὐκ εἰδότα μέχρι τίνος στήσεται τὰ δεινά. Ἐννόει γὰρ μοι ποίους ἀνεκίνει καθ’ ἑαυτὸν λογισμοὺς μετὰ τὰς τεσσαράκοντα ἡμέρας καὶ τὰς τεσσαράκοντα νύκτας, ἃς ἡ τῶν ὑδάτων φορὰ κατεφέρετο, ὁρῶν ἐπὶ ἑκατὸν πεντήκοντα ἡμέρας ἐπὶ τοῦ αὐτοῦ μέτρου τὰ ὕδατα μένοντα, καὶ οὐδὲ ὅλως λήγοντα· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ αὐτοῖς ὀφθαλμοῖς εἶχεν ἰδεῖν τὰ γεγενημένα, ἀλλ’ ἐγκεκλεισμένος, καὶ οὐ δυνάμενός ποθεν τῇ ὕψει ὑποβαλεῖν τὰ κατειληφότα δεινά, μείζονα τὴν ὀδύνην ὑπέμενε, καὶ βαρυτέρα καθ’ ἑκάστην ἀνελογίζετο. Ἐγὼ δὲ καὶ θαυμάζω πῶς ὑπὸ τῆς ἀθυμίας αὐτῆς οὐ κατεπόθη, εἰς ἔννοιαν ἐρχόμενος καὶ τῆς ἀπωλείας τοῦ τῶν ἀνθρώπων γένους, καὶ τῆς μονώσεως τῆς οἰκείας, καὶ τῆς χαλεπῆς ἐκείνης διαγωγῆς. Ἀλλ’ ἡ αἰτία πάντων αὐτῷ τῶν ἀγαθῶν ἡ πίστις ἦν ἡ εἰς τὸν Θεόν, δι’ ἦν καὶ ἀντεῖχε καὶ πάντα γενναίως ἔφερε, καὶ τῇ ἐλπίδι τρεφόμενος οὐδενὸς ἐπῄσθετο τῶν λυπηρῶν. Ἐπεὶ οὖν τὰ παρ’ ἑαυτοῦ παρέσχε, καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, καὶ δαψιλῆ τὴν πίστιν εἰσήνεγκε, πολλὴν τὴν καρτερίαν ἐπιδειξάμενος, σκόπει τοῦ ἀγαθοῦ Θεοῦ τὴν πολλὴν περὶ αὐτὸν φιλανθρωπίαν. «Καὶ ἐμνήσθη, φησίν, ὁ Θεὸς τοῦ Νῶε». Οὐχ ἁπλῶς εἶπε, Καὶ ἐμνήσθη· ἀλλ’ ἐπειδὴ προλαβοῦσα ἡ θεῖα Γραφὴ τὴν μαρτυρίαν τὴν παρὰ τοῦ Θεοῦ δήλην ἡμῖν ἐποίησε περὶ τοῦ δικαίου, λέγοντος,«Εἴσελθε εἰς τὴν κιβωτόν, ὅτι σε εἶδον δίκαιον ἐν τῇ γενεᾷ ταύτῃ», διὰ τοῦτο νῦν φησί· «Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε», τοῦτ’ ἐστι, τῆς μαρτυρίας, ἦν περὶ αὐτοῦ ἐποιήσατο, ἀνεμνήσθη, καὶ οὐ περιεῖδεν ἐπὶ πολὺ τὸν δίκαιον, ἀλλὰ μέχρι τοσούτου μακροθυμήσας, μέχρις ὅτε ἀντισχεῖν ἠδύνατο, τότε λοιπὸν τὴν πάρ· ἑαυτοῦ δωρεῖται χάριν. Εἰδὼς γὰρ ἡμῶν τῆς φύσεως τὴν ἀσθένειαν, ἐπειδὰν συγχωρήσῃ πειρασμὸν τινὰ ἐπενεχθῆναι, μέχρι τοσούτου ἀφίησι, μέχρις ὅτε οἶδε δυναμένους ὑπενεγκεῖν, ἵνα καὶ ἡμῖν τῆς καρτερίας ἀρκοῦσαν τὴν ἀμοιβὴν χαρίσηται, καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται· καθάπερ καὶ Παῦλός φησι· «Πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν». Ἐπεὶ οὖν καὶ ὁ δίκαιος οὗτος τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, πίστει τῇ εἰς τὸν Θεὸν τὴν ἐν τῇ κιβωτῷ οἴκησιν ἀνασχόμενος, «Καὶ ἐμνήσθη, φησίν, ὁ Θεὸς τοῦ Νῶε». Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς φιλανθρωπίας τὴν ἄβυσσον, προσέθηκεν ἡ θεῖα Γραφή· «Καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ».

Ὅρα πῶς ἅπαντα διὰ τὴν εἰς τὸν ἄνθρωπον τιμὴν ἐργάζεται. Καθάπερ γὰρ ἐπὶ τῶν ἀπολωλότων ὑπὸ τοῦ κατακλυσμοῦ ἀνθρώπων, μετ’ ἐκείνων καὶ τὴν τῶν ἀλόγων ζώων φύσιν ἅπασαν διέφθειρεν, οὕτω καὶ ἐνταῦθα μέλλων τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείκνυσθαι περὶ τὸν δίκαιον, διὰ τὴν εἰς αὐτὸν τιμήν, καὶ περὶ τὴν τῶν ἀλόγων φύσιν, καὶ τὰ θηρία καὶ τὰ πετεινὰ καὶ τὰ ἑρπετὰ ἐκτείνει αὐτοῦ τὴν ἀγαθότητα. «Καὶ ἐμνήσθη, φησίν, ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπετῶν, καὶ ὅσαν ἦν μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ». Μνησθείς, φησί, τοῦ Νῶε, καὶ τῶν μετ’ αὐτοῦ ὄντων ἐν τῇ κιβωτῷ προσέταξεν ἐπισχεθῆναι τῶν ὑδάτων τὴν φοράν, ἵνα κατὰ μικρὸν τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ λοιπὸν τὸν δίκαιον ἀναπνεῦσαι ποιήσῃ, καὶ τῆς τῶν λογισμῶν ταραχῆς ἐλευθερώσας εἰς γαλήνην αὐτὸν καταστήσῃ, χαρισάμενος καὶ τοῦ φωτὸς τὴν ἀπόλαυσιν καὶ τοῦ ἀέρος τὴν ἀναπνοήν. «Καὶ ἐπήγαγεν ὁ Θεός, φησί, πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταράκται τοῦ οὐρανοῦ». Ὅρα πῶς ἀνθρωπίνοις ἡμῖν ἅπαντα διαλέγεται. Ἐπεκαλύφθησαν, γάρ, φησίν, αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς τοῦ οὐρανοῦ, μονονουχὶ λέγουσα ὅτι ἔδοξε τῷ Δεσπότῃ, καὶ πάλιν ἐπὶ τῆς οἰκείας χώρας τὰ ὕδατα ἔμεινε, καὶ οὐκ ἔτι πλεονασμὸς ἐγένετο, ἀλλὰ κατὰ μικρὸν ἔληγε. «Καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας». Ποῖος λογισμὸς τοῦτο καταλαβεῖν ἂν δυνηθείη ποτέ; Ἔστω, ὁ ὑετὸς ἐπεσχέθη, αἱ πηγαὶ οὐκέτι πλεονασμὸν εἰργάσαντο, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἐπεσχέθησαν· τὸ ὕδωρ τὸ τοσοῦτον πῶς ἔληξε; Πάντα ἄβυσσος ἦν. Πῶς οὖν ἡ τοσαύτη τῶν ὑδάτων ῥύμη ἀθρόον ἐλάττων ἐγίνετο· Τις ἂν τοῦτο ἀνθρωπίνῳ λογισμῷ εὑρεῖν δυνηθείη ποτέ; Τὶ οὖν ἔστιν εἰπεῖν; Τὸ τοῦ Θεοῦ πρόσταγμα ἦν, τὸ ἐργαζόμενον τὰ πάντα.

δ’. Μὴ τοίνυν ἡμεῖς περιεργαζώμεθα τὸ πῶς, ἀλλὰ τοῦτο μόνον πιστεύωμεν, ὅτι ἐκέλευσε καὶ ὑψώθη ἡ ἄβυσσος· προσέταξε, καὶ πάλιν τὴν οἰκείαν ἐπέσχε φοράν, καὶ πρὸς τὸν οἰκεῖον τόπον ὑπανεχώρησεν, ὃν αὐτὸς οἶδε μόνος ὁ δημιουργήσας αὐτὴν Δεσπότης. «Καὶ ἐκάθισε, φησίν, ἡ κιβωτὸς ἐν τῷ ἑβδόμῳ μηνί, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ. Τὸ δὲ ὕδωρ ἠλαττοῦτο ἕως τοῦ δεκάτου μηνός· καὶ ὤφθησαν οἱ κεφαλαὶ τῶν ὀρέων ἐν τῷ δεκάτῳ μηνί, τῇ πρώτῃ τοῦ μηνός». Σκόπει πῶς ἀθρόον ἡ μεταβολὴ γέγονε, καὶ πόσον ἔληξεν ἡ τῶν ὑδάτων φύσις, ὡς ἐπὶ τὰ ὄρη τὴν κιβωτὸν καθίσαι. Ἀνωτέρω γὰρ εἰποῦσα ἡ Γραφή, ὅτι δέκα πέντε πήχεις ἐπάνω τῶν ὀρέων ὑψώθη τὸ ὕδωρ, νῦν φησίν, ὅτι ἐκάθισεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ, καὶ κατὰ μικρὸν λοιπὸν μέχρι τοῦ δεκάτου μηνὸς ἠλαττοῦτο, καὶ τότε τῷ δεκάτῳ μηνὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. Ἐννόει μοι τοῦ δικαίου τὴν εὐτονίαν. Πῶς διήρκεσεν ἐν τοσούτοις φησὶ καθάπερ ἐν σκότῳ ὁ κατακεκλεισμένος. «Καὶ ἐγένετο, φησί, μετὰ τὰς τεσσεράκοντα ἡμέρας, καὶ ἀνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ ἀπέστειλε τὸν κόρακα ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ». Ὅρα τὸν δίκαιον οὐδέπω τολμῶντα κατοπτεῦσαι δι’ ἑαυτοῦ, ἀλλὰ τὸν κόρακα ἀπέστειλε, δι’ ἐκείνου μαθεῖν βουλόμενος, εἲ τινὰ ἔστι προσδοκῆσαι χρηστὴν μεταβολήν· «Καὶ ἐξελθών, φησίν, οὐκ ἀνέστρεψεν, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῇς γῆς». Οὐκ ἐπειδὴ μετὰ ταῦτα ἀνέστρεψε, τό, «Ἕως» προσέθηκεν ἡ θεῖα Γραφή· ἀλλ’ ἰδίωμα τοῦτό ἐστι τῆς θείας Γραφῆς. Καὶ πολλαχοῦ ἂν τις εὕροι ταύτην τὴν συνήθειαν, καὶ ἐνῆν πολλὰ τοιαῦτα εὑρεῖν καὶ παραγαγεῖν εἰς μέσον· ἀλλ’ ἵνα μὴ πάντα παρ’ ἡμῶν μανθάνοντες ῥᾳθυμότεροι γίνησθε, ὑμῖν καταλιμπάνομεν διερευνᾶσθαι τὴν Γραφήν, καὶ εὑρεῖν ὅπου τοῖς ἰδιώμασι τούτοις κέχρηται. Τέως δὲ ἡμᾶς ἀναγκαῖον εἰπεῖν τὴν αἰτίαν, ἡ δι’ ἣν οὐκ ἀνέστρεψε τὸ ὄρνεον. Ἴσως ληξάντων τῶν ὑδάτων ἀκάθαρτον ὃν τὸ ὄρνεον, καὶ σώμασιν ἐντυχὸν τοῖς τε ἀνθρωπίνοις, τοῖς τε τῶν ἀλόγων, καὶ τὴν κατάλληλον εὗρόν ἑαυτῷ τροφήν, ἐναπέμεινεν· ὅπερ καὶ αὐτὸ οὐ μικρὸν ἐγίνετο τῷ δικαίῳ τεκμήριον τῆς χρηστῆς ἐλπίδος. Εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ εὗρε μακρὰν τινα παραμυθίαν, ὑπέστρεψεν ἄν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἐντεῦθεν λοιπὸν τὴν χρηστὴν προσδοκίαν ἐσχηκὼς ὁ δίκαιος ἐκπέμπει τὴν περιστεράν, ὄρνεον ἥμερον καὶ φιλοσύνηθες, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδεικνύμενον, καὶ οὐκ ἀνεχόμενον ἕτερόν τι σιτεῖσθαι ἣ σπέρματα τῶν γὰρ καθαρῶν τυγχάνει. «Καὶ ἀπέστειλε τὴν περιστεράν, φησί, παρ’ αὐτοῦ, ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Καὶ μὴ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς». Ἄξιον ἐνταῦθα διερευνήσασθαι πῶς ἀνωτέρω εἰποῦσα ἡ ἁγία Γραφή, ὅτι αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, νῦν φησίν, ὅτι οὐχ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι τὸ ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Μετὰ ἀκριβείας ἀναγνῶμεν τὸ εἰρημένον, καὶ εἰσόμεθα τὴν αἰτίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς, «Οὐχ εὑροῦσα ἀνάπαυσιν», ἀλλά, Τοῖς ποσὶν αὐτῆς, προσέθηκεν, ἵνα διδάξῃ ἡμᾶς, ὅτι εἰ καὶ ἔληξεν ἐκ μέρους τὰ ὕδατα καὶ αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, ἀλλ’ ἔτι ἀπὸ τῆς πλησμονῆς τῶν ὑδάτων καὶ αὗταί τῶν ὀρέων αἱ κεφαλαὶ βορβορώδεις, ἣ τελματώδους ἰλύος ἦσαν πεπληρωμέναι. Διὸ οὐδὲ στῆναί που ἰσχύσασα ἡ περιστερά, οὐδὲ τροφὴν κατάλληλον εὑρεῖν δυναμένη, ὑπέστρεψε, διὰ τῆς ἐπανόδου διδάσκουσα τὸν δίκαιον, ὡς ἔτι πολλὴ τῶν ὑδάτων ἐστὶν ἡ φορά. «Καὶ ἐκτείνας, φησί, τὴν χεῖρα ἔλαβεν αὐτήν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν». Εἶδες πάσῃ τοῦ ὀρνέου ἡ εὐγνωμοσύνη, πῶς ἐπανελθοῦσα διὰ τῆς παρουσίας ἐδίδασκε τὸν δίκαιον ἔτι τινὰ μικρὰν μακροθυμίαν ἐνδείξασθαι; «Διό, Καὶ ἐπισχών, φησίν, ἔτι ἑπτὰ ἡμέρας ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ. Καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς». Οὐχ ἁπλῶς ἐνταῦθα οὐδὲ εἰκῆ κεῖται τό, «Πρὸς ἑσπέραν», ἀλλ’ ἵνα μάθωμεν ὅτι διὰ πάσης τῆς ἡμέρας διατραφεῖσα, καὶ εὑροῦσά τινα κατάλληλον δίαιταν, κατὰ τὴν ἑσπέραν ἐπανῆλθεν ἐπὶ τοῦ στόματος φέρουσα κάρφος ἐλαίας. Τοιοῦτον γὰρ τὸ ζῶον, ἥμερον, καὶ ἀεὶ τὴν συνήθειαν ἐπιζητοῦν· διὰ τοι τοῦτο καὶ ὑπέστρεφε, καὶ διὰ τοῦ κάρφους τῆς ἐλαίας πολλὴν παραμυθίαν ἐκόμισε τῷ δικαίῳ. Ἀλλ’ ἴσως ἂν τις εἴποι· καὶ πόθεν εὗρε τὸ φύλλον τῆς ἐλαίας; Τὸ μὲν πᾶν ἐγίνετο τῆς τοῦ Θεοῦ οἰκονομίας, καὶ τὸ εὑρεθῆναι, καὶ τὸ τὴν περιστερὰν λαβοῦσαν ἐπὶ τοῦ στόματος ἐπανελθεῖν πάλιν πρὸς τὸν δίκαιον ἄλλως δὲ καὶ τὸ δένδρον ἀειθαλὲς ἐστι, καὶ εἰκός, τῶν ὑδάτων ὑπονοστησάντων, ἔτι τὸ δένδρον τὴν τῶν φύλλων ἔχειν κόμην. «Καὶ ἐπισχών, φησίν, ἔτι ἑπτὰ ἡμέρας ἑτέρας ἐξαπέστειλε τὴν περιστεράν, καὶ οὐ προέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι». Ὅρα διὰ πάντων τὸν δίκαιον ἱκανὴν παραμυθίαν λαμβάνοντα. Ὥσπερ γὰρ ἐπανελθούσης αὐτῆς, καὶ ἐπὶ τοῦ στόματος φερούσης τὸ φύλλον τῆς ἐλαίας, χρηστὰς εἶχε τὰς ἐλπίδας, οὕτω καὶ νῦν τὸ ἐξελθοῦσαν μὴ ὑποστρέψαι πάλιν, δεῖγμα μέγιστον αὐτῷ παρεῖχε τοῦ πολλὴν αὐτὴν εὑρηκέναι τὴν ἄνεσιν, καὶ λῆξιν γεγενῆσθαι τῶν ὑδάτων παντελῆ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουσον τῶν ἑξῆς. «Καὶ ἐγένετο, φησί, τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνός, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς κιβωτοῦ, ἦν ἐποίησε, καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς».

ε’. Πάλιν ἐνταῦθα ἔπεισί μοι θαυμάζειν καὶ ἐκπλήττεσθαι καὶ τοῦ δικαίου τὴν ἀρετήν, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Πῶς γάρ,εἰπὲ μοι, μετὰ τοσοῦτον χρόνον προσβαλὼν τῷ ἀέρι, καὶ τὰς ὄψεις ἀνατείνας εἰς τὴν τοῦ οὐρανοῦ θέαν οὐκ ἀπετυφλώθη καὶ ἐπηρωθει τὰς ὄψεις; Ἴστε γάρ, ἴστε, ὅτι μάλιστα τοῦτο πάσχειν ἔθος τοῖς ἀνθρώποις, κἂν πρὸς βραχὺ μέρος τῆς ἡμέρας ἐν σκοτεινοῖς τόποις καὶ ζοφωδεστέροις διάγοντες πρὸς τὴν τοῦ φωτὸς ἀθρόον αὐγὴν ἀτενίσαι βουληθῶσιν. Ἀλλ’ ὁ δίκαιος οὗτος ἐν ἐνιαυτῷ ὁλοκλήρῳ καὶ ἐν τοσούτοις μησί, καθάπερ ἐν σκότῳ, διάγων ἐν τῇ κιβωτῷ, καὶ νῦν ἀθρόον πρὸς τὴν τοῦ φωτὸς αὐγὴν ἐπιδών, οὐδὲν τοιοῦτον ἔπασχεν. Ἡ γὰρ τοῦ Θεοῦ χάρις ἦν μετὰ τῆς παρασχεθείσης αὐτῷ ὑπομονῆς, ἡ καὶ τοῦ σώματος τὰς αἰσθήσεις ἰσχυρᾶς ἀπεργαζομένη, καὶ ἀνωτέρας τῶν σωματικῶν ἀναγκῶν ταύτας ποιοῦσα. «Ἓν δὲ τῷ δευτέρῳ μηνὶ ἐξηράνθη ἡ γῆ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός». Οὐχ ἁπλῶς τὴν τοσαύτην ἀκρίβειαν ποιεῖται ἡ θεῖα Γραφή, ἀλλ’ ἵνα μάθωμεν, ὅτι μέχρι μιᾶς ἡ μέρας τοῦ ἐνιαυτοῦ ἐκείνου ἡ συμπλήρωσις γεγένηται, καθ’ ὃν τοῦ δικαίου ἐδείχθη ἡ ὑπομονή, καὶ τῆς οἰκουμένης ἁπάσης τὸ καθάρσιον γέγονεν. Εἶτα ἐπειδὴ καθάπερ τινὰ ῥύπον ἀπεπλύνατο ἡ κτίσις ἅπασα, ἀποθεμένη τὴν ἅπασαν κηλῖδα, ἦν ἡ τῶν ἀνθρώπων κακία ἐν αὐτῇ κατεσκεύασε, καὶ φαιδρὸν αὐτῆς γέγονε τὸ πρόσωπον, τότε λοιπὸν προστάττει τὸν δίκαιον ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ, καὶ ἐλεύθεροί αὐτὸν τοῦ χαλεποῦ ἐκείνου δεσμωτηρίου, καὶ φησίν· «Εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Ἔξελθε σύ, καὶ οἱ υἱοὶ σου, καὶ ἡ γυνὴ σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ· καὶ πάντα τὰ θηρία ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς τῆς ἐξάγαγε μετὰ σεαυτοῦ, καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς». Σκόπει Θεοῦ ἀγαθότητα, πῶς διὰ πάντων παραμυθεῖται τὸν δίκαιον. Ἐπειδὴ γὰρ προσέταξεν αὐτὸν ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱούς, καὶ τὴν γυναῖκα, καὶ τὰς γυναῖκας τῶν υἱῶν αὐτοῦ, καὶ τὰ θηρία πάντα, ἵνα μὴ καὶ αὐτὸ τοῦτο πάλιν πολλὴν αὐτῷ κατασκεδάσῃ τὴν ἀθυμίαν, καὶ ἐναγώνιον αὐτὸν καταστήσῃ λογιζόμενον, ὡς ἐν ἐρημίᾳ ἔσται, ἐν τοσούτῳ πλάτει τῆς γῆς μόνος οἴκων, οὐδενὸς ὄντος ἑτέρου· εἰπών, ἔξελθε ἐκ τῆς κιβωτοῦ, καὶ ἐξάγαγε ἅπαντα μετὰ σεαυτοῦ, προσέθηκε, Καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς τῆς.

Ὅρα πῶς πάλιν ἄνωθεν ὁ δίκαιος οὗτος ἐκείνην δέχεται τὴν εὐλογίαν, ἣν πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ ἐδέξατο. Ὥσπερ γὰρ ἡνίκα ἐκεῖνος ἐδημιουργήθη, ἤκουσε· «Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυριεύσατε τῆς γῆς»· οὕτω καὶ οὗτος νῦν. Αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. Ὥσπερ γὰρ ἐκεῖνος ἀρχὴ καὶ ῥίζα γέγονε πάντων τῶν γεγονότων πρὸ τοῦ κατακλυσμοῦ, οὕτω καὶ ὁ δίκαιος οὗτος ζύμη τις καὶ ἀρχὴ καὶ ῥίζα γίνεται πάντων τῶν μετὰ τὸν κατακλυσμόν. Καὶ ἐντεῦθεν λοιπὸν τὰ τῆς τῶν ἀνθρώπων συστάσεως ἀρχὴν λαμβάνει, καὶ ἡ κτίσις ἅπασα τὸν οἰκεῖον ἀπολαμβάνει κόσμον, ἢ τε γῆ πρὸς καρποφορίαν διεγειρομένη, καὶ τὰ ἀλλὰ πάντα ὅσα διὰ τὴν τοῦ ἀνθρώπου ὑπηρεσίαν ἐδημιουργήθη. «Καὶ ἐξῆλθε Νῶε, φησί, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ· καὶ πάντα τὰ θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινόν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν ἐξῆλθον ἐκ τῆς κιβωτοῦ». Κατὰ τὸ τοῦ Δεσπότου, φησί, πρόσταγμα δεξάμενος τὴν εὐλογίαν τὴν λέγουσαν, «Αὐξάνεσθε καὶ πληθύνεσθε», ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ μετὰ τῶν ἄλλων ἁπάντων. Καὶ ἣν λοιπὸν ἐν πάσῃ τῇ γῇ ὁ δίκαιος μόνος διάγων μετὰ τῆς γυναικός, καὶ τῶν παιδίων, καὶ τῶν τούτων γυναικῶν. Καὶ εὐθέως ἐξελθὼν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, καὶ ὑπὲρ τε τῶν παρεληλυθότων, ὑπὲρ τε τῶν μελλόντων τὰς εὐχαριστίας ἀναφέρει τῷ ἑαυτοῦ Δεσπότῃ. Ἀλλ’ εἰ δοκεῖ, ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ κατὰ τὴν εὐγνωμοσύνην τοῦ δικαίου, μέχρι τούτου στήσαντες τὸν λόγον, καὶ παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην διηνεκῶς τοῦτον τὸν μακάριον ἐν διανοίᾳ περιστρέφειν, καὶ τῆς ἀρετῆς αὐτοῦ μετὰ ἀκριβείας τὴν εὐμορφίαν καταμανθάνειν, καὶ ζηλωτὰς αὐτοῦ γίνεσθαι. Σκόπει γὰρ μοι πόσος αὐτοῦ τῆς ἀρετῆς ὁ πλοῦτος, ὅτι σήμερον ἐν τοσαύταις ἡμέραις τὰ κατ’ αὐτὸν διηγούμενοι, οὐδέπω καὶ νῦν τέλος ἐπιθεῖναι ἰσχύσαμεν τῇ κατ· αὐτὸν ὑποθέσει. Καὶ τὶ λέγω τέλος ἐπιθεῖναι; Ὅσα ἂν εἴπωμεν, οὐ δυνάμεθα ἐφικέσθαι· ἀλλὰ κἂν ἡμεῖς πολλὰ δυνηθῶμεν εἰπεῖν, κἂν οἱ μεθ’ ἡμᾶς, οὐδὲ οὕτω πρὸς τὸ τέλος φθάσαι δυνησόμεθα· τοσοῦτόν ἐστιν ἀρετή. Ἐὰν γὰρ βουληθῶμεν, ἅπασαν ἡμῶν τὴν φύσιν οὗτος παιδεῦσαι δυνήσεται, καὶ πρὸς τὸν τῆς ἀρετῆς ζῆλον ἐναγαγεῖν. Ὅταν γὰρ καὶ μεταξὺ τοσούτων πονηρῶν ἀναστρεφόμενος οὗτος ὁ δίκαιος, καὶ μηδένα ἔχων εὑρεῖν ὁμότροπον, πρὸς τοσοῦτον μέτρον εὑρέθη φθάνων τῆς ἀρετῆς, τις ἡμῖν ἔσται ἀπολογία τοῖς μηδὲ τοσαῦτα κωλύματα ἔχουσι, καὶ ῥᾳθυμοῦσι πρὸς τὴν ταύτης κατόρθωσιν; Μὴ γὰρ μοι τὴν ἐν τοῖς πεντακοσίοις ἔτεσι διαγωγὴν λέγε μόνον, ὅτι κωμῳδούμενος καὶ χλευαζόμενος διετέλει ὑπὸ τῶν τὴν κακίαν μετιόντων, ἀλλὰ καὶ τὴν ἐν τῇ κιβωτῷ διατριβήν. Ὁ γὰρ ἐνιαυτὸς ἐκεῖνος ἀντίῤῥοπος εἶναί μοι δοκεῖ τοῦ παντὸς χρόνου· τοσαύτην ἐκεῖ τὴν θλῖψιν ὑπομένειν ὁ δίκαιος ἠναγκάζετο, ἐν στενοχωρίᾳ τοιαύτῃ τυγχάνων, καὶ μηδὲ ἀναπνεῖν δυνάμενος, καὶ τῆς μετὰ τῶν θηρίων καὶ τῶν ἀλόγων διαγωγῆς ἀνεχόμενος, καὶ διὰ πάντων δεικνὺς αὐτοῦ τῆς γνώμης τὸ στεῤῥόν, καὶ τὸ ἀκλινὲς τῆς προαιρέσεως, καὶ τὴν πίστιν ἣν περὶ τὸν Θεὸν ἐπεδείκνυτο, δι’ ἦν πάντα πράως καὶ κούφως ἔφερε. Διὰ τοι τοῦτο, ἐπειδὴ τὰ παρ’ αὐτοῦ πάντα εἰσήνεγκε, καὶ τῶν παρὰ τοῦ Θεοῦ μετὰ δαψιλείας ἀπήλαυσεν. Εἰ γὰρ καὶ στενοχωρίαν πολλὴν ὑπέμενεν ἐν τῇ διαγωγῇ τῇς κιβωτοῦ, ἀλλ’ ὅμως τὸ κλυδώνιον τὸ φοβερὸν καὶ τὴν πανωλεθρίαν ἐκείνην διέφυγε. Καὶ διὰ τοῦτο μετὰ τὴν στενοχωρίαν ἐκείνην καὶ τὴν ἀφόρητον εἱρκτήν, καὶ ἀδείας καὶ ἀνέσεως ἀπήλαυε, καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἠξιοῦτο, καὶ πάλιν τὴν οἰκείαν εὐγνωμοσύνην διὰ τῶν ἔργων ἐπλήρου· καὶ πανταχοῦ εὑρήσεις τὰς ἀρχὰς παρ’ αὐτοῦ εἰσφερομένας. Ὥσπερ δὲ τὴν πρώτην ἅπασαν ἡλικίαν τὴν ἀρετὴν μεταδιώξας, καὶ τῆς κακίας ἐκείνων ἐκτὸς γεγονώς, οὐ συναπήλαυσεν αὐτοῖς τῆς τιμωρίας, ἀλλὰ πάντων ὑποβρυχίων γινομένων αὐτὸς μόνος διεσώζετο· οὕτω πάλιν ἐπειδὴ πολλὴν τὴν πίστιν εἰσήνεγκε, καὶ μετ’ εὐχαριστίας τῆς ἐν τῇ κιβωτῷ οἰκήσεως ἠνέσχετο, πάλιν τὰ παρὰ τοῦ Θεοῦ ἠκολούθησε μετὰ πολλῆς τῆς φιλοτιμίας, καὶ ἐξενεχθεὶς τῆς κιβωτοῦ, καὶ εἰς τὴν προτέραν διαγωγὴν ἀποκατασταθείς, εὐθέως εὐλογίας ἀξιοῦται, καὶ πάλιν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ τὴν κατὰ δύναμιν εὐχαριστίαν ποιησάμενος, καὶ οὕτω μειζόνων ἀξιοῦται παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ γὰρ ἔθος τοῦτο τῷ Θεῷ, ἐπειδὰν μικρὰ καὶ εὐτελῆ παρ’ ἡμῶν εἰσενεχθῇ, ὅμως δ’ οὖν εἰσενεχθῇ, πολλὴν ἡμῖν τὴν παρ’ αὐτοῦ δωρεῖσθαι φιλοτιμίαν. Καὶ ἵνα μάθῃς καὶ τῆς ἀνθρωπίνης εὐτελείας τὴν ὑπερβολήν, καὶ τοῦ Δεσπότου σου τὴν φιλοτιμίαν, σκόπει μοι ἐνταῦθα. Κἂν γὰρ βουληθῶμέν τι εἰσενεγκεῖν, τὶ τοσοῦτον δυνησόμεθα, ἣ ὅσον τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἐπιδείξασθαι; Τὰ μὲν τοῖ παρ’ αὐτοῦ διὰ τῶν ἔργων εἰς ἡμᾶς ἐκπληροῦται. Ποῦ οὖν ἂν ἴσον γένοιτο ἔργα καὶ λόγοι; Ἀνενδεὴς γὰρ ὧν ἡμῶν ὁ Δεσπότης, οὐδενὸς δεῖται τῶν πὰρ’ ἡμῶν, εἰ μὴ τῶν ῥημάτων μόνον· καὶ αὐτὴν δὲ τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἀπαιτεῖ, οὐχ ὡς ταύτης χρῄζων αὐτός, ἀλλ’ ἡμᾶς παιδεύσῃ εὐγνώμονας εἶναι, καὶ ἐπιγινώσκειν τῶν ἀγαθῶν χορηγόν. Διὰ τοῦτο καὶ Παῦλος γράφων ἔλεγεν, «Εὐχάριστοι γίνεσθε», Οὐδὲν γὰρ οὕτως ἐπιζητεῖ παρ’ ἡμῶν ὁ Δεσπότης, ὡς τοῦτο τὸ κατόρθωμα. Μὴ τοίνυν ἀγνώμονες γινώμεθα, μηδὲ δι’ ἔργων εὐεργετούμενοι αὐτοί, ὀκνῶμεν τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ· πάλιν γὰρ εἰς ἡμᾶς τὸ κέρδος περιίσταται. Ἐὰν γὰρ ἐπὶ τοῖς φθάσασιν εὐχάριστοι γινώμεθα, καὶ πρὸς τὸ τῶν μειζόνων τυχεῖν ἑαυτοῖς πολλὴν προευτρεπίζομεν τὴν παῤῥησίαν. Μόνον, παρακαλῶ, καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν, εἰ οἷόν τε, ἀναλογιζώμεθα καθ’ ἑαυτοὺς μὴ τὰς κοινὰς εὐεργεσίας, ἃς πάσῃ τῇ φύσει ὁ τῶν ὅλων δημιουργὸς κεχάρισται, ἀλλὰ καἰ τὰς ἴδιᾳ καὶ καθ’ ἕκαστον ἡμῖν παρεχομένας.

Καὶ τὶ λέγω τὰς ἴδιᾳ καὶ καθ’ ἕκαστον παρεχομένας; Καὶ ὑπὲρ ὧν ἀγνοοῦντες εὐεργετούμεθα, καὶ ὑπὲρ τούτων εὐχαριστῶμεν. Ἐπειδὴ γὰρ κήδεται τῆς ἡμετέρας σωτηρίας, πολλὰ καὶ μὴ εἰδότας ἡμᾶς εὐεργετεῖ, καὶ πολλάκις καὶ κινδύνων ἐξαρπάζει, καὶ ἑτέρας εὐεργεσίας εἰς ἡμᾶς κατατίθεται. Πηγὴ γὰρ ἐστι φιλανθρωπίας, καὶ οὐδέποτε παύεται τὰ ἐκεῖθεν νάματα τῇ τῶν ἀνθρώπων φύσει προχέουσα. Ἂν τοίνυν ταῦτα λογιζώμεθα, καὶ σπουδάζωμεν καὶ ὑπὲρ τῶν φθασάντων τὰς εὐχαριστίας ἀναφέρειν τῷ Δεσπότῃ, καὶ ὑπὲρ τῶν ἑξῆς τοσούτους ἑαυτοὺς κατασκευάζειν, ὥστε μὴ ἀναξίους φανῆναι τῶν παρ’ αὐτοῦ εὐεργεσιῶν, δυνησόμεθα καὶ πολιτείαν ἀρίστην ἐπιδείξασθαι καὶ τῆς κακίας τὴν πεῖραν διαφυγεῖν. Ἡ γὰρ μνήμη τῶν εὐεργεσιῶν ἱκανὴ διδάσκαλος ἡμῖν ἔσται τῆς κατ’ ἀρετὴν πολιτείας, οὐκ ἀφιεῖσά ποτε εἰς ῥᾳθυμίαν ἐμπεσόντας καὶ λήθην, πρὸς τὴν κακίαν αὐτομολῆσαι. Ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυῖα ψυχὴ Οὐ τότε μόνον ἐπειδὰν κατὰ ῥοῦν φέρηται τὰ πράγματα, εὐγνωμοσύνην ἐπιδείκνυται, ἀλλὰ κἂν ἐναντία τις πραγμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν ἀναφέρει, οὐδὲν ἀπὸ τῆς τῶν πραγμάτων μεταβολῆς χαυνουμένη, ἀλλὰ ταύτῃ μᾶλλον νευρουμένη, καὶ τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν λογιζομένη, καὶ ὡς εὔπορος ὣν καὶ εὐμήχανος δύναται καὶ δι’ ἐναντίων πραγμάτων, εἰ καὶ ἡμεῖς τὴν ἀκριβῆ κατάληψιν μὴ ἰσχύωμεν συνιδεῖν, τὴν ἑαυτοῦ κηδεμονίαν ἐπιδείξασθαι.

Ϛ’. Οὕτω τοίνυν ἅπαντα τὰ καθ’ ἡμᾶς παραχωροῦντες, ὅπως ἂν φέρηται τὰ πράγματα, ἡμεῖς ἓν μόνον ἔργον ἔχωμεν, τὸ διηνεκῶς αὐτῷ εὐχαριστεῖν ὑπὲρ ἁπάντων. Διὰ γὰρ τοῦτο λογικοὶ τινες γεγόναμεν, καὶ ταύτῃ τῶν ἀλόγων διεστήκαμεν, ἵνα τὰς εὐφημίας καὶ τοὺς ὕμνους καὶ διηνεκεῖς δοξολογίας ἀναφέρωμεν τῷ τῶν ὅλων δημιουργῷ. Διὰ τοῦτο καὶ ψυχὴν ἡμῖν ἐνέπνευσε, καὶ γλῶσσαν ἐχαρίσατο, ἵνα τῶν παρ’ αὐτοῦ εἰς ἡμᾶς εὐεργεσιῶν εἰς αἴσθησιν ἐρχόμενοι, καὶ τὴν δεσποτείαν ἐπιγινώσκωμεν, καὶ τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καὶ τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρωμεν τῷ Δεσπότῃ. Εἰ γὰρ ἄνθρωποι οἱ τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντες μικρὰν τινα πολλάκις καὶ εὐτελῆ εἰς ἡμᾶς εὐεργεσίαν καταθέμενοι, ἀπαιτοῦσι τὴν ὑπὲρ ὧν πεπόνθαμεν εὐχαριστίαν, οὐ διὰ τὴν ἡμετέραν εὐγνωμοσύνην, ἀλλ’ ἵνα καὶ αὐτοὶ ἐντεῦθεν λαμπρότεροι φαίνωνται· πολλῷ μᾶλλον ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ τοῦτο πλείω ποιεῖν ἡμᾶς χρή, τοῦ διὰ τὴν ἡμετέραν ὠφέλειαν μόνον τοῦτο γίνεσθαι βουλομένου. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων ἡ γινομένη εὐχαριστία εἰς τοὺς εὐεργετηκότας, ἐκείνους λαμπροτέρους ἐργάζεται, οὕτως ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ ὅταν τοῦτο ποιῶμεν, ἑαυτοὺς λαμπροτέρους ἀπεργαζόμεθα· ἐπειδὴ οὐχὶ τῆς παρ’ ἡμῶν δεόμενος εὐφημίας τοῦτο βούλεται γίνεσθαι, ἀλλ’ ἵνα πάλιν εἰς ἡμᾶς περιστῇ τὸ κέρδος, καὶ μείζονος συμμαχίας ἑαυτοὺς ἀξίους καταστήσωμεν, Εἰ γὰρ καὶ μὴ δυνάμεθα κατ’ ἀξίαν ποτὲ τοῦτο ποιῆσαι· πῶς γάρ, τοσαύτῃ ἀσθενείᾳ φύσεως συνδεδεμένοι; Καὶ τὶ λέγω τὴν ἀνθρωπίνην φύσιν; Ἀλλ’ οὐδὲ αὑταί αἱ ἀσώματοι καὶ ἀόρατοι δυνάμεις, καὶ αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι, καὶ τὰ Χερουβίμ, καὶ τὰ Σεραφεὶμ τὴν κατ’ ἀξίαν δοξολογίαν ἀναφέρειν εὐχαριστοῦντες δυνήσονται· ἀλλ’ ὅμως τὴν κατὰ δύναμιν ἀνενεγκεῖν εὐχαριστίαν δίκασον ἂν εἴη, καὶ διηνεκῶς δοξάζειν τὸν ἡμέτερον Δεσπότην καὶ διὰ τῆς τῶν λόγων εὐφημίας, καὶ διὰ τῆς ἀρίστης πολιτείας. Αὕτη γὰρ μάλιστα καὶ λαμπροτέρα γένοιτο ἡ εὐφημία, ὅταν διὰ μυρίων γλωσσῶν τὴν δοξολογίαν ἀναφέρωμεν. Ὁ γὰρ ἐνάρετος ἕκαστον τῶν εἰς αὐτὸν ὁρώντων παρασκευάζει τὸν αὐτοῦ Δεσπότην ἀνυμνεῖν· καὶ ἡ παρ’ ἐκείνων δοξολογία πολλὴν καὶ ἀφάτῳ τῷ τὴν αἰτίαν παρέχοντι χαρίζεται τὴν παρὰ τοῦ Δεσπότου εὔνοιαν. Τὶ οὖν ἂν ἡμῶν μακαριστότερον γένοιτο, εἰ μέλλοιμεν μὴ μόνον αὐτοὶ διὰ τῆς οἰκείας γλώττης δοξάζειν τὸν ἀγαθὸν Θεόν, ἀλλὰ καὶ πάντας τοὺς ὁμογενεῖς διεγείρειν εἰς τὴν ὑπὲρ ἡμῶν δοξολογίαν; Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχύς, ὡς μυρίοις στόμασι δύνασθαι τὸν δημιουργὸν ἀνυμνεῖν. Οὐδὲν γὰρ ἀρίστης πολιτείας ἴσον γένοιτο, ἀγαπητέ. Διὰ τοῦτο καὶ ὁ κύριος Ἔλεγε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπωι, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς». Εἶδες πῶς καθάπερ τὸ φῶς φανὲν ἀπελαύνει τὸ σκότος, οὕτω καὶ ἢ ἀρετὴ ὀφθεῖσα καὶ τὴν κακίαν φυγαδεύει, καὶ τῆς πλάνης τὸ σκότος ἀπελάσασα πρὸς δοξολογίαν κινεῖ τῶν ὁρώντων τὴν διάνοιαν; Οὕτω τοίνυν σπουδάζωμεν ἡμῶν λάμπειν τὰ ἔργα, ὡς τὸν ἡμέτερον δοξάζεσθαι Δεσπότην. Ταῦτα δὲ ἔλεγεν ὁ Χριστός, οὐχ ἵνα πρὸς ἐπίδειξίν τι πράττωμεν· μὴ γένοιτο· ἀλλ’ ἵνα μετὰ ἀκριβείας καὶ κατὰ τὸ αὐτῷ δοκοῦν πολιτευόμενοι μήτε βλασφημία τινὶ χώραν παρέχωμεν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως παρασκευάζωμεν τοὺς ὁρῶντας δοξάζειν τὸν τῶν ὅλων Θεόν. Τότε γάρ, τότε καὶ τὴν παρ’ αὐτοῦ εὔνοιαν μειζόνως ἐπισπασόμεθα, καὶ τὴν κόλασιν διαφυγεῖν δυνησόμεθα, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΚΖ’. «Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΕ’. «Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος