Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΠ’. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ’ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς».
Προηγούμενο: Ὁμιλία ΚϚ’. «Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν Τήν, καὶ ἐκόπασε τὸ ὕδωρ».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΚΖ’. «Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον».

α’. Εἴδετε χθὲς τοῦ φιλανθρώπου Δεσπότου τὴν ἀγαθότητα, ὅπως τὸν δίκαιον ἐξήγαγεν ἐκ τῆς κιβωτοῦ, ἐλευθερώσας καὶ τῆς ἐκεῖ διαγωγῆς, καὶ ἀπαλλάξας τοῦ χαλεποῦ ἐκείνου καὶ ξένου δεσμωτηρίου, καὶ τῆς ὑπομονῆς αὐτῷ τὰς ἀμοιβὰς ἀποδέδωκεν εἰπών· «Αὐξάνεσθε πληθύνεσθε». Μάθωμεν σήμερον τοῦ Νῶε τὴν εὐγνωμοσύνην, καὶ τὴν εὐχάριστον ψυχήν, δι’ ἧς πάλιν πλείονα καὶ πολλῷ μείζονα ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς φθάσασιν εὐγνώμονας γεγενημένους, ἐπιδαψιλεύεται τὰς παρ’ ἑαυτοῦ δωρεᾶς. Σπουδάζωμεν τοίνυν καὶ ἡμεῖς τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ ὑπὲρ τῶν ὑπαρξάντων ἡμῖν παρ’ αὐτοῦ ἀγαθῶν; Ἵνα καὶ μειζόνων ἀξιωθῶμεν, καὶ μηδέποτε ἐπιλανθανώμεθα τῶν παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν εἰς ἡμᾶς γεγενημένων, ἀλλὰ ἀεὶ ταῦτα στρέφωμεν ἐπὶ τῆς διανοίας τῆς ἡμετέρας, ἵνα ὑπὸ τῆς μνήμης συνωθούμενοι διηνεκῆ τὴν εὐχαριστίαν ποιώμεθα, εἰ καὶ τοσαῦται τὸ πλῆθός εἰσιν, ὡς μηδὲ ἀρκεῖν τὸν λογισμὸν τὸν ἡμέτερον ἐξαριθμήσασθαι τὴν εἰς ἡμᾶς φιλοτιμίαν αὐτοῦ γεγενημένην. Τὶ γὰρ ἂν τις λογίσαιτο τὰ ἤδη εἰς ἡμᾶς γεγενημένα, τὰ ἐπηγγελμένα, τὰ καθ’ ἑκάστην ἡμέραν γινόμεναι ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ὅτι καὶ σῶμα καὶ ψυχὴν ἐχαρίσατο, ὅτι λογικοὺς ἡμᾶς ἐδημιούργησεν, ὅτι τὸν ἀέρα τοῦτον ἀναπνεῖν ἐχαρίσατο, ὅτι τὴν κτίσιν ἅπασαν διὰ τὴν ἀνθρωπίνην φύσιν παρήγαγεν, ὅτι αὐτὸς μὲν ἐβουλήθη ἐκ προοιμίων τῆς τοῦ παραδείσου διαίτης ἀπολαύειν τὸν ἄνθρωπον, καὶ ἀνώδυνον βίον ἔχειν, καὶ μόχθου παντὸς ἀπηλλαγμένον, καὶ μηδὲν ἔλαττον ἔχειν τῶν ἀγγέλων καὶ τῶν ἀσωμάτων ἐκείνων δυνάμεων ἐν σώματι τυγχάνοντα, ἀλλὰ καὶ ἀνώτερον εἶναι τῶν σωματικῶν ἀναγκῶν; Εἶτα ἐπειδὴ διὰ ῥᾳθυμίαν ὑπήχθη τῇ ἀπάτῃ τοῦ διαβόλου τῇ διὰ τοῦ ὄφεως προσαχθείσῃ, οὐδὲ οὕτω διέλιπε τὸν ἡμαρτηκότα, τὸν παραβεβηκότα εὐεργετῶν, ἀλλὰ καὶ δι’ ὧν ἐτιμωρήσατο, καθάπερ καὶ χθὲς ἐλέγομεν, τῆς οἰκείας φιλανθρωπίας τὴν ὑπερβολὴν ἐπεδείξατο, καὶ πολλὰ ἕτερα καὶ ἀναρίθμητα εὐεργεσιῶν εἴδη εἰς αὐτὸν κατέθετο. Καὶ λοιπὸν τοῦ χρόνου προϊόντος, καὶ τοῦ γένους αὐξανομένου, καὶ εἰς κακίαν ἀποκλίναντος, ἐπειδὴ ἑώρα ἀνίατα γινόμενα τὰ τραύματα, καθάπερ ζύμην τινὰ πονηράν, τοὺς τῆς κακίας ἐργάτας ἠφάνισε, καταλιπὼν τὸν δίκαιον τοῦτον, ῥίζαν καὶ ἀρχὴν γενέσθαι τοῦ τῶν ἀνθρώπων γένους. Καὶ πάλιν σκόπει πόσην περὶ αὐτὸν ἐπιδείκνυται τὴν φιλοτιμίαν. Ἀπὸ τοῦ δικαίου τούτου καὶ τῶν τούτου υἱῶν ἅπασαν τὴν τῶν ἀνθρώπων φύσιν εἰς τοσοῦτον πλῆθος ἐπιδιδόναι παρεσκεύασε, καὶ κατὰ μικρὸν τοὺς δικαίους ἐκλεξάμενος, τοὺς πατριάρχας λέγω, διδασκάλους ἐπέστησε τῷ λοιπῷ τῶν ἀνθρώπων γένει, διὰ τῆς οἰκείας ἀρετῆς ἅπαντας ἐναγαγεῖν δυναμένους, καὶ καθάπερ ἰατρούς, τοὺς νενοσηκότας θεραπεύειν δυναμένους. Ποτὲ μὲν εἰς τὴν Παλαιστίνην, ποτὲ δὲ εἰς Αἴγυπτον κατάγει, ὁμοῦ καὶ τῶν αὐτοῦ δούλων ἐγγυμνάζων τὴν ὑπομονήν, καὶ τὴν οἰκείαν δύναμιν περιφανεστέραν δεικνύς· καὶ διηνεκῶς οὕτω διετέλεσε φροντίζων τῆς τῶν ἀνθρώπων σωτηρίας, προφήτας ἀναδεικνύς, καὶ σημεῖα καὶ θαύματα δι’ αὐτῶν ἐπιτελεῖσθαι ποιῶν. Εἶτα, ἵνα συντεμὼν εἴπω· καθάπερ γὰρ τῆς θαλάττης τὰ κύματα, κἂν μυριάκις βιασώμεθα, οὐκ ἂν ποτε δυνηθείημεν ἐξαριθμεῖσθαι, οὕτως οὐδὲ τὸ ποικίλον τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὢν περὶ τὴν ἡμετέραν φύσιν ἐπεδείξατο. Τὸ δὲ τελευταῖον, ἐπειδὴ εἶδε μετὰ τοσαύτην πρόνοιαν ἔτι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας δεομένην τὴν τῶν ἀνθρώπων φύσιν, καὶ οὐδὲν πλέον ἰσχύσαντας, οὐ τοὺς πατριάρχας, οὐ τοὺς προφήτας, οὐ τὰ θαύματα ἐκεῖνα τὰ παράδοξα, οὐ τὰς τιμωρίας καὶ τὰς νουθεσίας τὰς καθ· ἕκαστον ἐπαγομένας, καὶ τὰς αἰχμαλωσίας ἐκείνας τὰς ἐπαλλήλους, ὥσπερ οἰκτείρας τὸ γένος τὸ ἡμέτερον, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἰατρόν, τὸν Τῖόν αὐτοῦ τὸν μονογενῆ ἐκ τῶν κόλπων ἀναστήσας, ὡς εἰπεῖν, τῶν πατρικῶν, δούλου μορφὴν ἀναλαβόντα παρεσκεύασεν ἐκ παρθένου τεχθῆναι, καὶ σὺν ἡμῖν ἀναστραφῆναι, καὶ πάντα ὑπομεῖναι τὰ ἡμέτερα, ἵνα τὴν ἡμετέραν φύσιν κάτω που κειμένην ὑπὸ τοῦ τῶν ἁμαρτημάτων πλήθους ἀναγαγεῖν δυνηθῇ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν. Καὶ τοῦτο ἐκπληττόμενος ὁ τῆς βροντῆς υἱός, καὶ ἐννοῶν τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολήν, ἣν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπεδείξατο, ἐβόα καὶ ἔλεγεν· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον». Ὅρα πόσου θαύματος γέμει ἡ λέξις· Οὕτω, φησί, τὸ μέγεθος ἀναλογιζόμενος, ὅπερ ἤμελλεν ἐρεῖν· διὰ τοῦτο οὕτως ἤρξατο. Εἰπὲ οὖν ἡμῖν, ὧ μακάριε Ἰωάννῃ· Οὕτω, πῶς; Εἰπὲ τὸ μέτρον, εἰπὲ τὸ μέγεθος, δίδαξον ἡμᾶς τὴν ὑπερβολήν. «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον».

Εἶδες τὴν αἰτίαν τῆς τοῦ Υἱοῦ παρουσίας ταύτην οὖσαν, ὥστε τοὺς μέλλοντας ἀπόλλυσθαι σωτηρίας ἀφορμὴν εὑρεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως; Τὶ ἂν τις λογίσαιτο εἰς ἔννοιαν ἐλθὼν τῆς φιλοτιμίας ἐκείνης τῆς μεγάλης καὶ θαυμαστῆς, καὶ πάντα νικώσης λόγον, ἦν ἐχαρίσατο τῇ φύσει τᾷ ἡμετέρᾳ διὰ τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντων ἡμῖν τῶν πλημμελημάτων τὴν ἀπαλλαγὴν δωρησάμενος; Ἀλλὰ τὶ εἴπω. Οὔτε ἡ διάνοια ἐξαρκεῖ, οὐδὲ ὁ λόγος ἐξισχύει τὰ λοιπὰ ἐξαριθμήσασθαι. Ὅσα γὰρ ἂν εἴπω, τοσαῦτά ἐστι τὰ λείποντα, ὡς νικᾷν τῶν ἤδη ῥηθέντων τὴν ὑπερβολήν. Τὶ οὖν ἂν τις ἐννοήσειε τῆς μετανοίας τὴν ὁδόν, ἦν ἐχαρίσατο διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν τῷ ἡμετέρῳ γένει, καὶ μετὰ τὴν τοῦ βαπτίσματος δωρεὰν τὰς ἐντολὰς τὰς θαυμαστάς, δι’ ὧν, εἰ βουληθείημεν, δυνησόμεθα τὴν πὰρ’ αὐτοῦ ῥοπὴν ἐπισπάσασθαι;

β’. Εἶδες, ἀγαπητέ, ἄβυσσον εὐεργεσιῶν; Εἶδες πόσας ἀπαριθμησάμενοι, οὐδέπω οὐδὲ τὸ πολλοστὸν εἰπεῖν ἠδυνήθημεν; Πῶς γὰρ ἀνθρωπίνη γλῶττα δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα λόγῳ διελθεῖν; Τούτων τοίνυν τοσούτων καὶ τηλικούτων ὄντων, πάλιν πολλῷ μείζους καὶ ἀποῤῥητότεραί εἰσιν αἱ εὐεργεσίαι, ἃς μετὰ τὴν ἐντεῦθεν μετάστασιν ἐν τῷ μέλλοντι αἰῶνι ἐπηγγείλατο τοῖς τὴν ὁδὸν τῆς ἀρετῆς βαδίζουσι. Καὶ ἵνα δι’ ὀλίγων ῥημάτων τοῦ μεγέθους αὐτῶν τὴν ὑπερβολὴν ἡμῖν παραστήσῃ, φησὶν ὁ μακάριος Παῦλος· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέθη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Εἶδες δωρεῶν ὑπερβολήν; Εἶδες πᾶσαν ἔννοιαν ἀνθρωπίνην ὑπερβαινούσας αὐτοῦ τὰς εὐεργεσίας· «Ἐπὶ καρδίαν γάρ, φησίν, ἀνθρώπου οὐκ ἀνέβη». Ἐὰν τοίνυν βουλώμεθα ταύτας ἀναλογίζεσθαι, καὶ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν εὐχαριστίαν ποιῆσαι, δυνησόμεθα τὴν αὐτοῦ εὔνοιαν ἐπὶ πλέον ἐπισπάσασθαι, καὶ πρὸς τὴν ἀρετὴν μᾶλλον διεγερθῆναι. Ἡ γὰρ τῶν εὐεργεσιῶν μνήμη ἱκανὴ προτρέψασθαι πρὸς τοὺς τῆς ἀρετῆς πόνους, καὶ παρασκευάσαι πάντων ὑπεριδεῖν τῶν παρόντων, καὶ πρὸς τὸν τοσαῦτα εὐεργετηκότα κεχηνέναι, καὶ τὸν περὶ αὐτὸν πόθον ἀκμάζοντα καθ’ ἑκάστην ἡμέραν ἐπιδείκνυσθαι. Ἐντεῦθεν γὰρ καὶ ὁ δίκαιος οὗτος τοσαύτης ἀπήλαυσε τῆς ἄνωθεν εὐνοίας καὶ τῆς τιμῆς, ἐπειδὴ πολλὴν ὑπὲρ τῶν φθασάντων τὴν εὐγνωμοσύνην ἐπεδείξατο. Ἀλλ’ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀνεγνωσμένων ἀναγκαῖον προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἐπειδὴ γὰρ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, μετὰ τῶν υἱῶν, καὶ τῆς ἑαυτοῦ γυναικός, καὶ γυναικῶν τῶν παίδων, καὶ πάντων τῶν θηρίων καὶ τῶν πετεινῶν, καὶ ἐδέξατο παρὰ τοῦ Θεοῦ μετὰ τῆς ἐξόδου καὶ τὴν εὐλογίαν ἐκείνην τὴν πολλὴν αὐτῷ παραμυθίαν κομίζουσαν, τὴν λέγουσαν, «Αὐξάνεσθε καὶ πληθύνεσθε», διδάσκουσα ἡμᾶς ἡ θεῖα Γραφὴ ταὶ δικαίου τὴν εὐγνωμοσύνην, φησί· «Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον». Σκόπει μετὰ ἀκριβείας, ἀγαπητέ, ἐκ τῶν νῦν ῥημάτων πάλιν, πῶς ἐν αὐτῇ τῇ φύσει ὁ τῶν ἁπάντων δημιουργὸς ἐναπέθετο τὴν γνῶσιν ἡμῖν ἀκριβῆ τῆς ἀρετῆς. Πόθεν γάρ, εἰπὲ μοι, τούτῳ τῷ δικαίῳ ἐπῆλθεν; Οὐδεὶς ἦν ἕτερος, πρὸς ὃν ἂν ἰδεῖν εἶχεν. Ἀλλὰ καθάπερ ἐν ἀρχῇ ὁ ὑπὸ τοῦ πρωτοπλάστου τεχθείς, Ἄβελ λέγω, οἴκοθεν κινούμενος τὴν προσαγωγὴν ἐποιήσατο μετὰ πολλῆς τῆς ἀκριβείας· οὕτω δὴ καὶ νῦν ὁ δίκαιος οὗτος ἐξ οἰκείας γνώμης καὶ προαιρέσεως ὑγιοῦς κατὰ τὴν ἀνθρωπίνην δύναμιν, ὡς ἐνόμισε, διὰ τῷ θυσιῶν τὰς εὐχαριστίας ἀναφέρει τῷ Δεσπότῃ. Καὶ ὅρα αὐτὸν μετὰ πολλῆς φιλοσοφίας ἅπαντα διαπραττόμενον. Οὔτε γὰρ οἰκοδομῆς αὐτῷ ἐδέησε λαμπράς, οὐ ναοῦ, οὐκ οἴκου τινὸς θαυμαστοῦ, οὐκ ἄλλον οὐδενός· ᾔδει γάρ, ᾔδει σαφῶς, ὅτι γνώμην ἐπιζητεῖ μόνον ὁ Δεσπότης· καὶ ἐσχεδιασμένον οἰκοδομήσας τὸ θυσιαστήριον, καὶ λαθὼν ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, τὰς ὁλοκαρπώσεις ἀνενέγκει καί, ὅσον εἶχε δυνάμεως, τῆς οἰκείας προαιρέσεως τὴν εὐγνωμοσύνην ἐπεδείξατο· ἦν ἀποδεξάμενος ὁ φιλάνθρωπος Θεὸς καὶ τὴν γνώμην ἐστεφάνωσε, καὶ τὴν παρ’ ἑαυτοῦ πάλιν φιλοτιμίαν ἐπιδείκνυται. Φησὶ γὰρ ἡ Γραφή· «Καὶ ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας». Ὅρα πῶς ἡ γνώμη τοῦ προσάγοντος τὸν καπνόν, καὶ τὴν κνίσσαν, καὶ πᾶσαν τὴν ἐντεῦθεν τικτομένην ἀηδίαν πολλῆς τῆς εὐωδίας ἐνέπλησε. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε γράφων· «Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωὴν. Ὀσμὴν εὐωδίας».

Μὴ τῇ παχύτητι τῆς λέξεως προσπταίῃς, ἀλλὰ τῇ σαυτοῦ ἀσθενείᾳ τῶν ῥημάτων τὴν συγκατάβασιν λογισάμενος, νοεῖ ἐντεῦθεν, ὅτι δεκτὴ γέγονεν ἡ προσαγωγὴ τοῦ δικαίου. Ἵνα γὰρ καὶ δι’ αὐτῶν τῶν πραγμάτων εἰδέναι ἔχωμεν τὸ ἀνενδεὲς τοῦ Δεσπότου, καὶ ὅτι δι’ οὐδὲν ἕτερον ταῦτα γίνεσθαι συνεχώρησεν, ἀλλ’ ἵνα εἰς εὐγνωμοσύνην ἀγάγῃ τοὺς ἀνθρώπους· διὰ τοῦτο ἀφίησιν αὐτὰς τῷ πυρὶ καταναλίσκεσθαι, ἵνα καὶ αὐτοὶ οἱ προσάγοντες μάθωσιν ἐκ τῶν γινομένων, ὡς διὰ τὴν αὐτῶν ὠφέλειαν ἅπαντα γίνεται. Τίνος δὲ ἕνεκεν, εἰπὲ μοι, καὶ ὅλως συγχωρεῖ ταῦτα γίνεσθαι; Καὶ τοῦτο πάλιν συγκαταβαίνων τῇ ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ· ἐπειδὴ γὰρ ἔμελλον κατὰ μικρὸν οἱ ἄνθρωποι εἰς ῥᾳθυμίαν ἀποκλίνοντες καὶ θεοὺς ἑαυτοῖς ἐπιφημίζειν, καὶ τούτοις τὰς θυσίας ἐπιτελεῖν, προλαβὼν καταδέχεται ἑαυτῷ ταύτᾳ προσάγεσθαι, ἵνα οὕτω γοῦν ἀποστήσῃ τῇς ὀλεθρίας πλάνης τοὺς μέλλοντας ὑποσύρεσθαι. Καὶ ὅτι διὰ συγκατάβασιν πάντα ταῦτα παρ’ αὐτοῦ συνεχωρήθη, σκόπει τοῦ χρόνου προϊόντος ὅτι καὶ περιτομὴν νομοθετεῖσθαι κατεδέξατο, οὐχ ὡς πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν συντελέσαι τὶ ταύτης δυναμένης, ἀλλ’ ἵνα ὥσπερ σημεῖόν τι καὶ σφραγῖδα περιφέρειαι, δεῖγμα τῆς οἰκείας εὐγνωμοσύνης, οἱ τῶν Ἰουδαίων παῖδες, καὶ μὴ ἐξῇ αὐτοῖς συναναφύρεσθαι ταῖς τῶν ἐθνῶν ἐπιμιξίαις.

γ’. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος σημεῖον αὐτὸ καλεῖ λέγων «Καὶ σημεῖον ἔδωκε περιτομῆς, σφραγῖδα». Ὅτι γὰρ πρὸς τὴν δικαιοσύνην οὐδὲν αὐτὴ συντελεῖ, ἰδοὺ καὶ οὗτος ὁ δίκαιος μηδέπω τῆς περιτομῆς νομοθετηθείσης πρὸς τοσαύτην ἔφθασεν ἀρετήν. Καὶ τὶ λέγω; Λυτὸς ὁ πατριάρχης Ἀβραάμ, πρὶν ἣ τὴν περιτομὴν δέξασθαι, ἀπὸ τῆς πίστεως μόνης ἐδικαιώθη. Πρὸ γὰρ τῆς περιτομῆς, φησί, καὶ «Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Τὶ τοίνυν μέγα φρονεῖς, ὧ Ἰουδαῖε, ἐπὶ τῇ περιτομῇ; Μάνθανε, ὅτι πρὸ ταύτης πολλοὶ δίκαιοι γεγόνασι. Καὶ γὰρ ὁ Ἄβελ ἐκ πίστεως τὴν προσαγωγὴν ἐποιήσατο, καθάπερ καὶ Παῦλός φησιν· «Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ»· καὶ Ἐνὼχ μετετέθη, καὶ ὁ Νῶε κατὰ τὴν πολλὴν δικαιοσύνην τὸ κλυδώνιον ἐκεῖνο τὸ χαλεπὸν διέφυγε· καὶ ὁ Ἀβραὰμ πρὸ ταύτης ἀπὸ τῆς εἰς τὸν Θεὸν πίστεως ἀνεκηρύχθη. Οὕτως ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπὸ πίστεως τὸ τῶν ἀνθρώπων γένος τῆς σωτηρίας ἐπέτυχε. Διὰ τοῖ τοῦτο καὶ τὰς θυσίας συνεχώρησεν ὁ φιλάνθρωπος Δεσπότης αὐτῷ προσάγεσθαι, ἵνα ἐπειδὴ ἔτι ἀτελέστερον διέκειτο ἡ φύσις ἡ ἡμέτερα, ὁμοῦ καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἔχῃ ἐπιδείκνυσθαι, καὶ τῆς πρὸς τὰ εἴδωλα θεραπείας πάντη διαφύγῃ τὴν λύμην. Εἰ γάρ, καὶ τοσαύτης γενομένης συγκαταβάσεως, ὅμως οἱ πολλοὶ οὐ διέφυγον τὸν ὄλισθον, εἰ μὴ τοῦτο γέγονε, πῶς ἂν τις τὴν ἐκεῖθεν διέφυγε βλάβην; «Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας». Ἀλλ’ οὐκ ἐπὶ τῶν ἀγνωμόνων Ἰουδαίων οὕτως· ἀλλὰ τί; Ἄκουε τοῦ προφήτου λέγοντος, «Θυμίαμα εἰς βδέλυγμά μοι ἐστι», μονονουχὶ δεικνύοντος τῆς προαιρέσεως τῶν προσαγόντων τὴν μοχθηρίαν. Καθάπερ γὰρ ἐνταῦθα ἡ τοὐ δικαίου ἀρετὴ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας εἰργάσατο, οὕτως ἐπ’ ἐκείνων ἡ τῶν προσαγόντων πονηρία τὸ θυμίαμα τὸ εὐῶδες εἰς βδέλυγμα ὀσφρανθῆναι· παρεσκεύασε. Πανταχοῦ τοίνυν σπουδάζωμεν, παρακαλῶ, γνώμην ὑγιῆ ἐπιδείκνυσθαι. Αὐτὴ γὰρ αἰτία γίνεται πάντων τῶν ἀγαθῶν. Ὁ γὰρ ἀγαθὸς Δεσπότης οὐ τοῖς παρ’ ἡμῶν γινομένοις προσέχειν εἴωθεν ὡς τῇ ἔνδοθεν διανοίᾳ, ἀφ’ ἧς ὁρμώμενοι ταῦτα διαπραττόμεθα, καὶ πρὸς ἐκείνην βλέπων ἣ προσίεται τὰ ὑφ’ ἡμῶν γινόμενα, ἢ ἀποστρέφεται. Κἂν τε οὖν εὐχώμεθα, κἂν τε νηστεύωμεν, κἂν τε ἐλεημοσύνην ἐργαζώμεθα (αὗται γὰρ ἡμῶν εἰσιν αἱ πνευματικαὶ θυσίαι), κἂν τε ἕτερόν τι πνευματικὸν ἔργον ἐπιτελῶμεν, ἀπὸ γνώμης ὑγιοῦς ὁρμώμενοι τοῦτο διαπραττώμεθα, ἵνα καὶ τῶν καμάτων ἄξιον τὸν στέφανον κομισώμεθα. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸν μὲν πόνον ἡμᾶς ὑπομένειν, τῆς δὲ ἀμοιβῆς ἀποστερεῖσθαι, ὅταν μὴ κατὰ τοὺς ὑπ’ αὐτοῦ δοθέντας νόμους τὴν ἀρετὴν μετίωμεν. Ἔστι γάρ, ἔστι διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν καὶ τὸ ἔργον μὴ ἐπιτελέσαντας, ἀπὸ τῆς γνώμης μόνον τὸν στέφανον κομίσασθαι· καὶ ἵνα μάθῃς, σκόπει μοι τοῦτο ἐπὶ τῆς ἐλεημοσύνης· ὅταν γὰρ ἴδῃς τὸν ἐπὶ τῆς ἀγορᾶς ἐῤῥιμμένον καὶ ἐσχάτῃ πενίᾳ κατεχόμενον, καὶ συναλγῇς, τείνας τε τὴν διάνοιαν εἰς τὸν οὐρανὸν εὐχαριστήσῃς τῷ Δεσπότῃ καὶ ὑπὲρ τῶν κατὰ σαυτόν, καὶ ὑπὲρ τῆς ὑπομονῆς τοῦ πένητος, κἂν μὴ δύναιο ἐπαρκέσαι καὶ λῦσαι τὸν λιμόν, ἀπὸ τῆς γνώμης ἀπηρτισμένον ἔλαθες τὸν μισθόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης ἔλεγεν· «Ὃς ἐὰν ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ». Μὴ τι ψυχροῦ ποτηρίου εὐτελέστερον; Ἀλλ’ ἡ γνώμη τὸν μισθὸν αὐτῷ προεξένησε. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐναντίου εὑρήσομεν. Ἀλλ’ ἀναγκαῖον γοῦν ταῦτα κινεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα τούτων τὴν ἀκρίβειαν εἰδότες πολλὴν τῆς εὐγνωμοσύνης ποιῆσθε τὴν ἀσφάλειαν. Ἄκουε γὰρ τὶ φησὶν ὁ Χριστός· «ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Ὁρᾷς καὶ ἐνταῦθα πάλιν ἀπὸ τῆς μοχθηρὰς γνώμης καὶ τὴν κατάκρισιν ἑπομένην, καὶ διὰ τὴν ἀπερίσκεπτον ὄψιν, ὡς εἰς ἔργον τῆς μοιχείας ἐξελθούσης αὐτῷ, τὴν κόλασιν ἐπηρτημένην; Ταῦτα τοίνυν ἐννοοῦντες, πανταχοῦ τὴν γνώμην ἡμῶν ἀσφαλισώμεθα, ἵνα αὕτη τὰ παρ’ ἡμῶν γινόμενα παρασκευάσῃ εὐπρόσδεκτα γίνεσθαι. Εἰ γὰρ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας ἐποίησε, τὶ οὐκ ἂν ἐργάσηται τὰς πνευματικὰς ἡμῶν ταύτας λατρείας, καὶ πόσης ἡμᾶς οὐ παρασκευάσῃ ἀπολαῦσαι τῆς ἄνωθεν εὐνοίας; «Καὶ ὠσφράνθη, φησί, Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας». Εἶδες τὰ παρὰ τοῦ δικαίου γεγενημένα, πῶς, ὅσον μὲν πρὸς τὴν ὄψιν τῶν γεγονότων, εὐτελῆ τυγχάνει, ἀπὸ δὲ τῆς ὑγιοῦς αὐτοῦ γνώμης καὶ πάνυ μεγάλα δείκνυται; Σκόπει μοι λοιπὸν τοῦ φιλανθρώπου Δεσπότου τὴν ἄπειρον ἀγαθότητα. «Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα, ἔτι πάσας τὰς ἡμέρας τῆς γῆς».

ο’. Πολὺς τῆς εὐεργεσίας ὁ ὄγκος, καὶ πολὺ τῆς φιλανθρωπίας τὸ μέγεθος, καὶ ἄφατος τῆς ἀνεξικακίας ἡ ὑπερβολή. «Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς». Τό, Διανοηθείς, πάλιν ἀνθρωπίνως, καὶ ὡς πρὸς τὴν ἡμετέραν φύσιν. Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ γὰρ ἐπὶ τοῦ πρωτοπλάστου κατηράσατο εἰπών, «Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ»· καὶ ἐπὶ τοῦ Κάϊν πάλιν ὁμοίως. Ἐπεὶ οὖν καὶ νῦν τὴν τοσαύτην πανωλεθρίαν ἐπήγαγεν, ἵνα παραμυθήσηται τὸν δίκαιον, καὶ θαῤῥεῖν παρασκευάσῃ, καὶ μὴ μέλλῃ λογίζεσθαι καθ’ ἑαυτόν, τὶ τὸ κέρδος τῆς γεγενημένης εὐλογίας; Καὶ τοῦ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε, εἰ μέλλοιμεν πάλιν εἰς πλῆθος ἐπιδιδόντες ἀπόλλυσθαι; Καὶ γὰρ καὶ ἤδη εἶπεν ἐπὶ τοῦ Ἀδάμ, «Ἅὐξάνεσθε καὶ πληθύνεσθε», καὶ ἐπήγαγε κατακλυσμόν. Ἵνα οὖν μὴ ταῦτα λογιζόμενος καὶ στρέφων ἐν τῇ διανοίᾳ διηνεκῶς τὴν ἀγωνίαν ἔχῃ, ὅρα φιλανθρωπίαν Δεσπότου. Οὐ προσθήσω, φησίν, ἔτι «καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων». Ὅρα πῶς ἐπεσημήνατο, ὅτι διὰ τὴν τούτων μοχθηρίαν τὴν κατάραν ἐπήγαγε τῇ γῇ. Εἶτα ἵνα μὴ νομίσωμεν, ὅτι ἐπειδὴ ἐπὶ τὸ βέλτιον μετεβάλοντο, διὰ τοῦτο αὐτὸς ταύτην ἐποιήσατο τὴν ὑπόσχεσιν, φησὶν «Ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος». Ξένον φιλανθρωπίας εἶδος. «ἐπειδὴ ἔγκειται, φησίν, ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος», διὰ τοῦτο, «Οὐκέτι προσθήσω τοῦ καταράσασθαι τὴν γῆν». Ἐγὼ μὲν γάρ, φησί, τὰ παρ’ ἐμαυτοῦ καὶ ἅπαξ καὶ δεύτερον ἐπεδειξάμην· ἐπειδὴ δὲ ὁρῶ τὴν κακίαν αὐξανομένην, ἐπαγγέλλομαι μηκέτι καταράσασθαι τὴν γῆν. Εἶτα δεικνὺς αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἐπήγαγεν· «Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας». Ὅρα μοι πῶς διὰ πάντων μεγίστην χαρίζεται τῷ δικαίῳ τὴν παραμυθίαν· μᾶλλον δὲ οὐ τῷ δικαίῳ, ἀλλὰ διὰ τὴν οἰκείαν ἀγαθότητα καὶ πάσῃ τῇ μελλούσῃ συνίστασθαι τῶν ἀνθρώπων φύσει. Τὸ γάρ, «Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν», καὶ τό, «Καθὼς ἐποίησα», καὶ τό, «Πάσας τὰς ἡμέρας», τοῦτό ἐστιν ἐνδεικνυμένου, ὅτι οὐκέτι τοιοῦτον ἔσται κλυδώνιον, οὔτε τοσαύτη πανωλεθρία καταλήψεται τὴν οἰκουμένην. Εἶτα καὶ τῆς εὐεργεσίας αὐτοῦ τὸ διηνεκές· «Ἓν πάσαις, φησί, ταῖς ἡμέραις», τοῦτ’ ἐστι, πάντα τὸν αἰῶνα ἐπαγγέλλομαι μηκέτι τοσαύτην ἐπιδείξασθαι τὴν ἀγανάκτησιν, οὐδὲ οὕτω σύγχυσιν ἐργάσασθαι τῆς τῶν ὡρῶν κράσεως, καὶ τῆς τῶν στοιχείων θέσεως. Διὸ καὶ ἐπήγαγε, «σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν». Ἀκίνητος, φησίν, ἔσται αὕτη ἡ διάταξις, καὶ οὔτε ἡ γῆ διαλείψει ποτὲ τὰ παρ’ ἑαυτῆς τῷ τῶν ἀνθρώπων γένει χορηγοῦσα, καὶ τῶν καμάτων καὶ τῆς γεωργίας ἀποδιδοῦσα τὰς ἀμοιβάς, οὔτε αἱ τροπαὶ μετακινηθήσονται, ἀλλὰ ψῦχος καὶ καῦμα, καὶ θέρος καὶ ἔαρ καθ’ ἕκαστον τοῦ ἐνιαυτοῦ κύκλον ἔσται. Ἐπειδὴ γὰρ κατὰ τὸν τοῦ κατακλυσμοῦ καιρὸν ταύτης ὅλης τῆς διατάξεως σύγχυσίς τις γέγονε, καὶ καθάπερ ἐν μιᾷ νυκτί, οὕτως ἐν παντὶ τῷ χρόνῳ ἐν τῇ κιβωτῷ διῆγεν ὁ δίκαιος οὗτος, διὰ τοῦτό φησι· νῦν οὔτε ἡ ἡμέρα, οὔτε ἡ νὺξ τὸν οἰκεῖον ἐλλείψει δρόμον, ἀλλὰ μέχρι τῆς συντελείας τοῦ αἰῶνος ἀκίνητος ἔσται τούτων ἡ λειτουργία. Εἶδες παράκλησιν ἀρκοῦσαν καὶ δυναμένην ἀναστῆσαι τοῦ δικαίου τὸ φρόνημα; Εἶδες τῆς εὐγνωμοσύνης οἵαν δέχεται τὴν ἀμοιβήν; Ἄκουε καὶ ἐκ τῶν ἐπαγομένων πάλιν τὴν ἄφατον φιλοτιμίαν. «Καὶ εὐλόγησε, φησίν, ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ. Καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς τῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν πάντα δέδωκα. Καὶ πᾶν ἑρπετόν, ὃ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὃς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε». Ἄξιον ἐνταῦθα θαυμάσαι τοῦ Δεσπότου τὴν ὑπερβάλλουσαν ἀγαθότητα. Ὅρα γὰρ μοι πάλιν τὸν δίκαιον τοῦτον τῆς αὐτῆς εὐλογίας ἀξιούμενον τῷ Ἀδάμ, καὶ τὴν ἀφαιρεθεῖσαν ἀρχὴν ἀνακαλεσάμενον διὰ τῆς οἰκείας ἀρετῆς, μᾶλλον δὲ διὰ τὴν ἄφατον τοῦ Δεσπότου φιλανθρωπίαν. Ὥσπερ γὰρ ἐπ’ ἐκείνου ἔλεγεν, «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν ἑρπετῶν, καὶ πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων τῆς γῆς· οὕτω νῦν φησί· Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς τῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα. Καὶ πᾶν ἑρπετόν, ὃ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε». Ὅρα τὸν αὐτὸν κανόνα ἑτέρως διασῳζόμενον, τὸν ἐπὶ τοῦ πρωτοπλάστου. Καθάπερ γὰρ ἐκεῖ μετὰ τὸ πάντων ἐγχειρίσαι τὴν ἀρχήν, καὶ τῶν ἐν τῷ παραδείσῳ παρασχεῖν τὴν ἀπόλαυσιν, ἑνὸς ξύλου μόνον ἀπέχεσθαι ἐκέλευσεν· οὕτω δὴ καὶ ἐνταῦθα μετὰ τὴν εὐλογίαν, καὶ τὸ φοβερὸν αὐτὸν καταστῆσαι τοῖς θηρίοις, καὶ πάντα τὰ πετεινὰ καὶ τὰ ὄρνεα ὑπὸ χεῖρα ποιῆσαι, φησί· «Πᾶν ἑρπετὸν ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου ὑμῖν δέδωκα τὰ πάντα». Ἐντεῦθεν ἀρχὴ κρεωφαγιας γίνεται, οὐχ ἵνα εἰς γαστριμαργίαν αὐτοὺς ἀλείψῃ, ἀλλ’ ἐπειδὴ ἤμελλον ἐξ αὐτῶν θυσίας ἀναφέρειν οἱ ἄνθρωποι, καὶ εὐχαριστίας ποιεῖσθαι τῷ Δεσπότῃ, ἵνα μὴ δόξωσιν ὡς ἀφιερωμένων ἀπέχεσθαι, διὰ τοῦτο τῆς βρώσεως τὴν ἐξουσίαν χαρίζεται, καὶ πολλὴν τὴν ἄδειαν παρέχει. «Ὡς λάχανα χόρτου, φησί, δέδωκα ὑμῖν τὰ πάντα». Εἶτα καθάπερ ἐπὶ τοῦ Ἀδὰμ τοῦ ἑνὸς ξύλου ἐνετείλατο μετὰ τὴν πάντων ἀπόλαυσιν ἀπέχεσθαι, οὕτω καὶ ἐνταῦθα, μετὰ τὸ πάντων ἀδεῶς ἐπιτρέψαι τὴν ἑστίασιν, φησί· «Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε». Τὶ οὖν βούλεται τὸ εἰρημένον; Τὶ ἐστι, Κρέας ἐν αἵματι ψυχῆς; Τοῦτ’ ἔστι, πνικτόν. Τοῦ γὰρ ἀλόγου ἡ ψυχὴ τὸ αἷμα τυγχάνει.

ε’. Ἐπεὶ οὖν τὰς θυσίας ἤμελλον ἐπιτελεῖν τὰς διὰ τῶν ἀλόγων, μονονουχὶ διδάσκει αὐτοὺς λέγων, ὅτι τὸ μὲν αἷμα ἐμοὶ ἀφώρισται, τὸ δὲ κρέας ὑμῖν. Ταῦτα δὲ ποιεῖ, ἄνωθεν προαναστέλλων αὐτῶν τὴν ὁρμὴν τὴν περὶ τὴν ἀνδροφονίαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, καὶ εὐλαβεστέρους αὐτοὺς ἐντεῦθεν ποιῆσαι βουλόμενος ταῦτα διατάττεται, ἄκουε τῶν ἑξῆς. Καὶ γὰρ τὸ ὑμέτερον αἷμα, φησί, τῶν ψυχῶν ὑμῶν, ἐκζητήσω αὐτὸ ἐκ χειρὸς πάντων τῶν θηρίων, καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου. Τὶ οὖν; Ἡ ψυχὴ τοῦ ἀνθρώπου τὸ αἷμα τυγχάνει; Οὐ τοῦτο λέγει· μὴ γένοιτο· ἀλλὰ τῇ συνηθείᾳ τῇ ἀνθρωπίνῃ κέχρηται, ὡς ἂν τις εἴποι τινί, τὸ αἷμά σου βαστάζω ἐν ταῖς χερσὶ μου, ἀντὶ τοῦ, τὴν ἐξουσίαν ἔχω τῆς ἀναιρέσεως σου. Ὅτι γὰρ οὐ τὸ αἷμά ἐστι τοῦ ἀνθρώπου ἡ ψυχή, ἄκουε τοῦ Χριστοῦ λέγοντος; «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι». Καὶ ὅρα τὴν διαφορὰν ὅσην ἐποιήσατο. «ὁ ἐκχέων, φησίν, αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ τὸ αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον». Ἐννόησόν μοι, ὅσον τὸν φόβον διὰ τοῦ ῥήματος ἐπετείχισεν. Εἰ καὶ τὸ ὁμογενές, φησί, μὴ γίνεταί σοι κώλυμα, οὐδὲ ἡ κοινωνία τῆς φύσεως ἀφίστησί σε τῆς κακῆς ἐπιχειρήσεως, ἀλλὰ καὶ τὴν συμπάθειαν τὴν ἀδελφικὴν ἀπωσάμενος, ὅλος γίνῃ τοῦ μιαροῦ τούτου τολμήματος, ἐννόει ἅτι κατ’ εἰκόνα Θεοῦ δεδημιούργηται, καὶ ὅσης ἠξίωται παρὰ τοῦ Θεοῦ τῆς προεδρίας, καὶ ὅτι πάσης τῆς κτίσεως τὴν ἐξουσίαν ἀναδέδεκται, καὶ παῦσαι τῆς μοχθηρὰς γνώμης. Τὶ οὖν φησίν; Ἐὰν μυρίους τις ἐργάσηται φόνους, καὶ τοσαῦτα αἵματα ἐκχέῃ, πῶς τὴν ἀξίαν δώῃ δίκην, τοῦ αἵματος αὐτοῦ μόνου ἐκχυθέντος; Μὴ τοῦτο λογίζου, ἄνθρωπε, ἀλλ’ ἐννόει ὅτι τοιοῦτον μετ’ οὐ πολὺ δέξεται σῶμα ἄφθαρτον, τὸ δυνάμενον διηνεκῆ καὶ αἰώνιον κόλασιν ὑπέχειν. Κἀκεῖνο δὲ σκόπει, πῶς μετὰ ἀκριβείας διετάξατο. Ἐπὶ μὲν γὰρ τοῦ ἀνθρώπου φησί, μὴ ἐκχέῃς αἷμα· ἐπὶ δὲ τῶν ἀλόγων οὐκ εἶπε, μὴ ἐκχέῃς, ἀλλά, «Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἐκεῖ μὴ ἐκχέῃς· ἐνταῦθα, μὴ φάγῃς.

Εἶδες ὅσον τὸ ἀνεπαχθὲς ἔχουσιν αὐτοῦ αἱ νομοθεσίαι; Πῶς κοῦφοι καὶ ῥᾴδιαι αἱ ἐντολαί; Πῶς οὐδὲν βαρὺ οὐδὲ φορτικὸν ἐπιζητεῖ παρὰ τῆς ἡμετέρας φύσεως; Λέγουσι γὰρ τινες βαρὺ καὶ γεῶδες καὶ νοσοποιὸν εἶναι τὸ τῶν ἀλόγων αἷμα. Ἀλλ’ ἡμεῖς μὴ δι’ ἐκεῖνον τὸν φίλοσοφώτερον λόγον, ἀλλὰ διὰ τὴν τοῦ Δεσπότου νομοθεσίαν τὴν φυλακὴν ὀφείλομεν ἐκδείκνυσθαι. Εἶτα ἵνα μάθωμεν ἀκριβῶς τίνος ἕνεκεν τοσαύτην ταύτης τῆς ἐντολῆς τὴν ἀκρίβειαν ἐποιήσατο, καὶ ὅτι ἀναχαιτίζων τῶν ἀνθρώπων τὴν φονικὴν γνώμην φησίν», «Ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς»· οὐχ ἁπλῶς εἶπεν, Ὑμεῖς δέ, ἀλλὰ μονονουχὶ λέγων, ὑμεῖς οἱ ὀλίγοι, οἱ εὐαρίθμητοι πᾶσαν εὖτε γῆν πληρώσατε, καὶ κατακυριεύσατε αὐτῆς, τοῦτ’ ἔστι, τὴν ἀρχὴν ἔχετε, καὶ τὴν ἐξουσίαν, καὶ τὴν ἀπόλαυσιν. Ὅρα μοι Θεοῦ φιλανθρωπίαν, πῶς πρότερον μεγάλας τὰς εὐεργεσίας δωρούμενος, τότε καὶ νόμον καὶ ἐντολὴν δίδωσι. Καὶ καθάπερ ἐπὶ τοῦ Ἀδάμ, μετὰ τὸ ἐγκατοικῆσαι ἐν τῷ παραδείσῳ, καὶ τὴν τοσαύτην ἀπόλαυσιν χαρίσασθαι, τότε τὴν ἀποχὴν τοῦ ξύλου ἐνετείλατο· οὕτω καὶ ἐνταῦθα μετὰ τὸ ὑποσχέσθαι μηκέτι τοιαύτην ἐπάξειν πανωλεθρίαν, μηδὲ ἀγανάκτησιν τοιαύτην ἐπιδείξασθαι, ἀλλὰ ἀκίνητα μέχρι τῆς συντελείας ἐᾷν ἀπαντᾷ τὰ στοιχεῖα διαμένειν, ἕκαστον τὸν οἰκεῖον δρόμον καὶ τὴν οἰκείαν τάξιν ἀποπληροῦντα, καὶ εὐλογίας αὐτοὺς ἀξιώσαι, καὶ τὴν ἀρχαίαν ἐξουσίαν δωρήσασθαι τὴν κατὰ τῶν ἀλόγων ἁπάντων, καὶ τῆς κρεωφαγίας τὴν ἄδειαν παρασχεῖν, τότε φησί, «Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε». Εἶδες πῶς πρότερον εὐεργετεῖ καὶ τὴν φιλοτιμίαν ἄφατον ἐπιδείκνυται, καὶ τότε ἐπιτάττει; Καίτοι γε ἐπ’ ἀνθρώπων οὐκ ἂν ποτε τοῦτο γένοιτο. Οἱ γὰρ ἄνθρωποι πρότερον βούλονται τὰ παρ’ ἑαυτῶν ἐπιταττόμενα εἰς ἔργον ἐκβῆναι, καὶ πολλὴν ἐπιδείξασθαι τὴν εὔνοιαν τοὺς τὰ ἐπιτάγματα δεχομένους, καὶ τὴν τούτων ἐκπλήρωσιν ποιουμένους, καὶ τότε ἄρα ἀμείβεσθαι τοὺς πολλὴν τὴν ὑπακοὴν ἐπιδειξαμένους. Ἐπὶ δὲ τοῦ κοινοῦ πάντων Δεσπότου τὸ ἐναντίον· πρότερον εὐεργετεῖ καὶ τῷ πλήθει τῶν εὐεργεσιῶν ἐφέλκεται τὴν ἡμετέραν φύσιν, καὶ τότε κούφα καὶ ράδια ἐπιτάττει, ἵνα καὶ τῇ εὐκολίᾳ τῶν ἐπιταγμάτων καὶ ταῖς παραλαβούσαις εὐεργεσίαις διεγηγερμένοι, πρὸς τὴν τούτων ἐπειχθῶμεν ἐκπλήρωσιν.

Μὴ τοίνυν ῥαθυμῶμεν, ἀγαπητοί, μηδὲ ὀκνηρότεροι γινώμεθα περὶ τὴν ὑπακοὴν τῶν ἐπιταχθέντων, καὶ τὰς παραλαβούσας εὐεργεσίας λογιζόμενοι, καὶ τῶν ἐπιταγμάτων τὴν εὐκολίαν, καὶ τῶν ἐπαγγελιῶν τῶν μετὰ τὴν ἐκπλήρωσιν ἡμῖν τεταμιευμένων τὸ μέγεθος· ἀλλὰ νήφωμεν καὶ περὶ τὴν ἐργασίαν σπεύδωμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν ἐντολῶν, καὶ τὰς ὁδοὺς ἃς ἐχαρίσατο τῇ ἡμετέρᾳ φύσει πρὸς τὴν τῶν ψυχῶν ἡμῶν συντελούσας σωτηρίαν, μὴ ἀποπεμψώμεθα, ἀλλὰ τῷ ὑπολειπομένῳ τῆς ζωῆς ἡμῶν χρόνῳ εἰς δέον χρησάμενοι, καὶ τὰ ἡμαρτημένα ἀπονιψώμεθα, καὶ πολλὴν ἑαυτοῖς τὴν παῤῥησίαν προαποθώμεθα, καὶ μάλιστα νῦν, ὡς ἔτι ἐνέστηκε τὸ λειπόμενον τῆς ἁγίας τεσσαρακοστῆς

ϚΑ’. Οὐδὲ γὰρ ὀλίγος ἐστὶν ὁ τῶν ἡμερῶν ἀριθμὸς ὁ ὑπολειπόμενος, εἰ βουληθείημεν μικρὸν ἀνανῆψαι. Τοῦτο δὲ εἶπον, οὐκ ἐπειδὴ τοσούτου χρόνου μόνον δεῖται τῶν ἠμαρτημένων ἡμῖν ἡ διόρθωσις, ἀλλ’ ἐπειδὴ Δεσπότην ἔχομεν φιλάνθρωπον καὶ ἥμερον, καὶ οὐ δεῖται χρόνου πολλοῦ· μόνον ἐὰν μετὰ πολλῆς τῆς θερμότητος καὶ τῆς νήψεως αὐτῷ προσίωμεν, ἀποστήσαντες ἑαυτοὺς τῶν βεβιωμένων ἁπάντων, καὶ προσηλώσαντες τῇ ἄνωθεν ῥοπῇ. Καὶ γὰρ οἱ Νινευΐται τοσούτῳ πλήθει ἁμαρτιῶν βεβαρημένοι, ἐπειδὴ πολλῇ καὶ ἀκριβεῖ τῇ μετανοίᾳ ἐχρήσαντο, οὐκ ἐδεήθησαν πλέον ἢ τριῶν ἡμερῶν πρὸς τὸ ἐκκαλέσασθαι τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ τὴν κατ’ αὐτῶν ἐξενεχθεῖσαν ἀπόφασιν ἄκυρον ἀποφῆναι. Καὶ τὶ λέγω, οἱ Νινευΐται; Ὁ λῃστὴς ὁ ἐπὶ τοῦ σταυροῦ οὐδὲ μιᾶς ἡμέρας ἐδεήθη. Καὶ τὶ λέγω μιᾶς ἡμέρας; Οὐδὲ βραχείας ὥρας. Τοσαύτη ἐστὶν ἡ περὶ ἡμᾶς τοῦ Θεοῦ φιλανθρωπία. Ἐπειδὰν γὰρ ἴδῃ τὸν τόνον τῆς ἡμετέρας γνώμης, καὶ πόθῳ ζέοντι προσιόντας ἡμᾶς, οὐ μέλλει, οὐδὲ ἀναβάλλεται· ἀλλὰ ταχεῖαν παρέχει τὴν παρ’ ἑαυτοῦ φιλοτιμίαν, καὶ λέγει· «Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι».

Ἂν τοίνυν βουληθῶμεν καὶ ἡμεῖς ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις σπουδὴν τινα ἐπιδείξασθαι, καὶ τῇ συμμαχίᾳ τῇ ἀπὸ τῆς νηστείας εἰς δέον χρήσασθαι, καὶ τὴν ῥᾳθυμίαν ἀποτιναξάμενοι, εὐχὰς ἐκτενεῖς ποιήσασθαι πρὸς τὸν Δεσπότην, δάκρυα θερμὰ προχέειν, κατηγορεῖν συνεχῶς τῶν ἡμῖν πεπλημμελημένων, προτιθέναι καθάπερ ἰατρῷ τὰ ἡμέτερα τραύματα, καὶ τὰ τῆς ψυχῆς ἕλκη δεικνύναι, καὶ τὴν παρ’ αὐτοῦ ἰατρείαν ἐπιζητεῖν, καὶ τὰ ἀλλὰ τὰ παρ’ ἑαυτῶν εἰσφέρειν, συντριβὴν διανοίας, κατάνυξιν ἀκριβῆ, ἐλεημοσύνην δαψιλῆ, τὰ λοιπὰ πάθη τὰ διαταράττοντα ἡμῶν τὸν λογισμὸν χαλινοῦν, καὶ ἐξορίζειν τῆς ἡμετέρας ψυχῆς, καὶ μήτε ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκεῖσθαι, μήτε μνησικακεῖν πρὸς τοὺς πλησίον, καὶ ἐχθρωδῶς διακεῖσθαι πρὸς τοὺς ὁμογενεῖς. Οὐδὲν γάρ, οὐδὲν οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς τὸν μνησικακοῦντα ἄνθρωπον καὶ τὴν ἔχθραν τὴν πρὸς τὸν πλησίον ἐπὶ τῆς ψυχῆς διηνεκῶς φυλάττοντα. Τοσαύτη γὰρ ταύτης ἐστὶ τῆς ἁμαρτίας ἡ λύμῃ, ὅτι καὶ φιλανθρωπίαν Θεοῦ ἀνεκαλέσατο. Καὶ ἵνα μάθητε, ὑπομνῆσαι ὑμᾶς βούλομαι τῆς παραβολῆς τῆς ἐν τῷ Εὐαγγελίῳ κειμένης, ὅπως ἐκεῖνος ὁ τῶν μυρίων ταλάντων τὴν συγχώρησιν δεξάμενος παρὰ τοῦ Δεσπότου, ἐπειδὴ προσέπεσε, καὶ ἐδεήθη, καὶ ἱκέτευσε. «Σπλαγχνισθεὶς γάρ, φησίν, ὁ κύριος αὐτοῦ ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον συνεχώρησεν αὐτῷ. Εἶδες εὐσπλαγχνίαν Δεσπότου; Ἐκεῖνος προσέπιπτεν ἱκετεύων προθεσμίαν αὐτῷ δοθῆναι. Μακροθύμησον γὰρ ἐπ’ ἐμοί, φησί, καὶ πάντα σοι ἀποδώσω». Ἀλλ’ ὁ ἀγαθὸς δεσπότης, ὁ κηδεμὼν καὶ φιλάνθρωπος, ἐπικαμφθεὶς τῷ ἱκέτῃ, οὐχ ὅσον ᾔτησε, τοσοῦτον παρέσχεν, ἀλλ’ ὅσον οὐδὲ ἐνενόησε. Τοιοῦτον γὰρ αὐτῷ ἔθος ἀεὶ νικᾷν καὶ προφθάνειν τὰς ἡμετέρας αἰτήσεις. Ἐκείνου τοίνυν ἐνδοθῆναι παρακαλέσαντος, καὶ ὑποσχομένου πᾶσαν ποιήσασθαι τὴν ἔκτισιν, ὁ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημμελήματα, σπλαγχνισθεὶς λοιπὸν ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Εἶδες τὶ μὲν ὁ δοῦλος ᾐτήσατο, ὅσον δὲ ὁ δεσπότης ἐχαρίσατο; Ὅρα πάλιν αὐτοῦ τούτου τὴν ἀπόνοιαν. Δέον γὰρ κατὰ τὴν τοσαύτην φιλανθρωπίαν καὶ τὴν ἄφατον εὐεργεσίαν τὴν εἰς αὐτὸν γεγενημένην συμπαθέστατον αὐτὸν καταστῆναι περὶ τοὺς ὁμογενεῖς, ὁ δὲ τὸ ἐναντίον ἐπιδείκνυται. Ἐξελθὼν γάρ, φησίν, οὗτος αὐτός. Ὁ τῶν μυρίων ταλάντων τὴν συγχώρησιν δεξάμενος. Ἀκούετε, παρακαλῶ, μετὰ ἀκριβείας· τὰ γὰρ τούτῳ συμβάντα ἱκανὰ καθικέσθαι τῆς ἡμετέρας ψυχῆς, καὶ πεῖσαι τὸ χαλεπὸν τοῦτο νόσημα ἐξορίσαι τῆς διανοίας τῆς ἡμετέρας. «Οὗτος τοίνυν ἐξελθὼν εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια». Σκόπει πόσον τὸ μέσον. Ὧδε σύνδουλος ὁ ὀφείλων ἑκατὸν δηνάρια, ἐκεῖ δεσπότης ὁ ἀπαιτῶν, καὶ μυρία ἦν τάλαντα· καὶ ὅμως ἐπειδὴ εἶδεν ἱκετεύοντα καὶ παρακαλοῦντα, συνεχώρησεν· οὗτος δὲ «Κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοὶ εἰ τὶ ὀφείλεις». Τὶ οὖν; Πεσών, φησίν, ὁ σύνδουλος αὐτοῦ. Ὅρα πῶς συνεχῶς στρέφει τὸ ῥῆμα τοῦτο ὁ εὐαγγελιστής, ὁ σύνδουλος αὐτοῦ, οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μάθωμεν, ὅτι οὐδὲν μεταξὺ αὐτῶν τὸ μέσον. Καὶ ὅμως τὴν αὐτὴν ἱκετηρίαν πρὸς αὐτὸν ἐποιήσατο, ἣν καὶ οὗτος πρὸς τὸν δεσπότην, λέγων· Μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα σοι ἀποδώσω. «Ὁ δέ, φησίν, ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς τὴν φυλακήν, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ». Ὣ τῆς ἀγνωμοσύνης ὑπερβολὴ ἔναυλον ἔχων τὴν μνήμην τῆς τοσαύτης γενομένης φιλοτιμίας, οὐδὲ οὕτως ἠνέσχετο συμπαθὲς τι λογίσασθαι· ἀλλὰ πρότερον μὲν ἔπνιγε, νῦν δὲ καὶ εἰς δεσμωτήριον ἐνέβαλεν.

ζ’. Ἀλλ’ ὅρα τὶ γίνεται. «Ἰδόντες δὲ φησίν, οἱ σύνδουλοι αὐτοῦ ἐλυπήθησαν· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν πάντα τὰ γινόμενα». Οὐκ ἐκεῖνος ὁ πεπονθώς, (πῶς γάρ, καθειργμένος ἐν τῷ δεσμωτηρίῳ) ἀλλ’ οἱ σύνδουλοι, οἱ μηδὲν ἠδικημένοι, ὡς ἀδικηθέντες, οὕτως ἠνιάθησαν. Καὶ ἐλθόντες ἅπαντα ἐμήνυσαν. Ἀλλ’ ὅρα τοῦ Δεσπότου λοιπὸν τὴν ἀγανάκτησιν. «Τότε προσκαλεσάμενος αὐτόν, φησί, λέγει· Δοῦλε πονηρέ». Ἀληθῶς ἐντεῦθέν ἐστιν ἰδεῖν ὅσος τῆς μνησικακίας ὁ ὄλεθρος. Ἡνίκα γὰρ τὰ μυρία τάλαντα ἐμεθόδευεν, οὐκ ἐκάλεσεν αὐτὸν πονηρόν, ἀλλὰ νῦν, ὅτε περὶ τὸν σύνδουλον γέγονεν ἀπηνής. «Πονηρὲ δοῦλε, φησί, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με». Ὅρα πῶς δείκνυσιν αὐτοῦ τῆς κακίας τὴν ὑπερβολήν. Μὴ γὰρ πλέον τι ἐπιδείξω; Φησίν. Οὐχὶ ῥήματα ψιλὰ ἐποιήσω, καὶ δεξάμενός σου τὴν ἱκεσίαν, πᾶσαν ἐκείνην τὴν μεγάλην καὶ ἀπόῤῥητον ὀφειλὴν συνεχώρησα; «Οὐκ ἔδει καὶ σέ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγὼ σε ἠλέησα; Ποίας ἂν εἴης ἄξιος συγγνώμης, εἰ ἐγὼ μὲν ὁ δεσπότης σου τοσοῦτον ὄγκον ὀφειλημάτων διὰ τὰ ψιλὰ ἐκεῖνα ῥήματα συνεχώρησα, σὺ δὲ τὸν σύνδουλόν σου τὸν ὁμογενῆ οὐκ ἠλέησας, οὐδὲ ἐπεκάμφθης, οὐδὲ εἰς μνήμην ἐλθὼν τῶν ὑπαρξάντων σοι παρ’ ἐμοῦ, ἐπιδείξω τινὰ περὶ αὐτὸν συμπάθειαν, ἀλλ’ ἀνελεὴς ἐγένου καὶ ὦμός, καὶ ἐλεῆσαι τὸν σύνδουλον σου οὐκ ἠθέλησας; Διὰ τοῦτο ἐνταῦθα μαθήσῃ διὰ τῆς πείρας ὅσων κακῶν ἑαυτῷ αἴτιος κατέστης. Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς». Ὅρα καὶ νῦν αὐτὸν ὀργιζόμενον διὰ τὴν εἰς τὸν σύνδουλον ἀπανθρωπίαν, καὶ τοῖς βασανισταῖς παραδιδόντα· καὶ ὅπερ πρότερον οὐκ ἐποίησεν, ἡνίκα τοσούτοις τοῖς ὀφειλήμασιν ὑπεύθυνος ἦν, νῦν κελεύει γίνεσθαι. «Παρέδωκε γὰρ αὐτὸν τοῖς βασανισταῖς, ἕως οὐ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον»· ἕως οὗ, φησί, τὰ μυρία τάλαντα, ὧν τὴν συγχώρησιν ἤδη λαβὼν ἀπῆλθε, ταῦτα καταβάλλῃ. Μεγίστῃ καὶ ἄφατος ἡ τοῦ Θεοῦ φιλανθρωπία· ἡνίκα μὲν γὰρ αὐτὸς ἐμεθόδευεν ἐπειδὴ τὴν ἱκεσίαν ἐποιήσατο, συνεχώρησεν· ἐπειδὴ δὲ εἶδεν αὐτὸν περὶ τὸν σύνδουλον ὦμόν καἰ ἀπάνθρωπον γεγονότα, τότε λοιπὸν τὴν οἰκείαν ἀνακαλεῖται φιλοτιμίαν, δεικνὺς αὐτῷ διὰ τῶν πραγμάτων αὐτῶν, ὡς οὐ τοσοῦτον ἐκεῖνον ἠδίκησεν, ὅσον ἑαυτόν. Καὶ καθάπερ ἐκεῖνος εἰς φυλακὴν ἔβαλεν, ἕως οὐ ἀποδῷ τὸ ὀφειλόμενον, οὕτω καὶ αὐτὸς τοῖς βασανισταῖς παραδέδωκεν, ἕως οὗ ἅπασαν καταθῇ τὴν ὀφειλήν. Ταῦτα δὲ οὐ περὶ ταλάντων καὶ περὶ δηναρίων ἁπλῶς εἴρηκεν, ἀλλὰ περὶ ἁμαρτίας ὁ λόγος καὶ μεγέθους πλημμελημάτων, ἵνα μάθωμεν ὅτι ἡμεῖς μὲν μυρίων πλημμελημάτων δίκας ὀφείλοντες τῷ Δεσπότῃ, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν συγχώρησιν παρ’ αὐτοῦ δεχόμεθα. Ἐὰν δὲ περὶ τοὺς ὁμοδούλους καὶ τοὺς ὁμογενεῖς, καὶ τοὺς τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντας ὦμοί καἰ ἀπάνθρωποι γενώμεθα, καὶ τὰ εἰς ἡμᾶς πλημμελούμενα μὴ διαλύσωμεν, ἀλλ’ ὑπὲρ τῶν εὐτελῶν τούτων πονηρευώμεθα (ὅσον γὰρ ἑκατὸν δηνάρια πρὸς μυρία τάλαντα, τοσοῦτον τὸ μέσον τῶν ἡμετέρων πρὸς τὸν Δεσπότην πλημμελημάτων, καὶ τῶν εἰς ἡμᾶς γινομένων παρὰ τῶν ὁμογενῶν), τότε καὶ τὴν ἀγανάκτησιν ἐπισπασόμεθα τοῦ Δεσπότου, καὶ ὧν πρότερον τὴν συγχώρησιν ἐδεξάμεθα, τούτων πάλιν τὴν ὀφείλησιν μετὰ βασάνων ἀπαιτεῖσθαι κελευόμεθα. Ἵνα γὰρ μάθωμεν ἀκριβῶς ὅτι πρὸς ὠφέλειαν τῶν ψυχῶν τῶν ἡμετέρων τὴν παραβολὴν ταύτην παρήγαγεν ὁ Δεσπότης, ἄκουε τοῦ ἐπαγομένου· «Οὕτω καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει ὑμῖν, φησίν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν». Μέγα τῆς παραβολῆς τὸ κέρδος, μόνον ἐὰν προσέχειν βουλώμεθα. Τὶ γὰρ τοσοῦτον ἀφεῖναι δυνάμεθα, ὅσον ἀφίεται ἡμῖν παρὰ τοῦ Δεσπότου; Καὶ ἡμεῖς μέν, ἐὰν τοῦτο βουληθῶμεν, ὁμοδούλοις ἀφίεμεν· αὐτοὶ δὲ παρὰ τοῦ Δεσπότου τὴν συγχώρησιν δεχόμεθα. Καὶ ὅρα καὶ τὴν ἀκρίβειαν τῶν εἰρημένων. Οὐ γὰρ εἶπεν ἁπλῶς, ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ ἡμαρτημένα, ἀλλὰ τί; «Ἑὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν». Σκόπει πῶς βούλεται αὐτὴν ἡμῶν τὴν καρδίαν ἐν γαλήνῃ καὶ ἡσυχίᾳ τυγχάνειν, καὶ τὸν λογισμὸν ἡμῶν ἀτάραχον, καὶ παντὸς ἀπηλλάχθαι πάθους, καὶ πολλὴν τὴν πρὸς τοὺς πλησίον ἡμᾶς ἐπιδείκνυσθαι τὴν φιλαγαθωσύνην. Καὶ ἀλλαχοῦ δὲ πάλιν ἐστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· «Ἑὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος». Μὴ τοίνυν νομίσωμεν ἕτερον εὐεργετεῖν, ὅταν τοῦτο ποιῶμεν, ἡ μεγάλην τινὰ εἰς ἐκεῖνον κατατίθεσθαι χάριν. Αὐτοὶ γὰρ ἐσμεν οἱ τῆς εὐεργεσίας ἀπολαύοντες, καὶ πολὺ τὸ κέρδος ἑαυτοῖς ἐντεῦθεν προξενοῦντες· ὥσπερ ἐὰν μὴ τοῦτο ποιῶμεν, πάλιν ἐκείνους μὲν οὐδ’ ὅλως ἀδικῆσαί τι δυνησόμεθα, ἑαυτοῖς δὲ τὴν ἀφόρητον τῆς γεέννης κόλασιν προευτρεπίζομεν. Διὸ παρακαλῶ, ταῦτα λογιζόμενοι μηδέποτε ἀνεχώμεθα τοῖς λελυπηκόσιν ἡμᾶς, ἢ ἑτέρως πῶς ἀδικήσασι μνησικακεῖν, ἢ ἐχθρωδῶς πρὸς αὐτοὺς διακεῖσθαι· ἀλλ’ ἐννοῦντες ὅσης ἡμῖν εὐεργεσίας πρόξενοι καὶ παῤῥησίας περᾶ τῷ Δεσπότῃ γίνονται, καὶ πρὸ πάντων ὅτι δαπάνη τυγχάνει τῶν ἡμετέρων ἁμαρτημάτων ἡ πρὸς τοὺς λυπήσαντας καταλλαγή, σπεύδωμεν καὶ ἐπειγώμεθα, καὶ τὸ ἐκ τούτου κέρδος ἐννοοῦντες τοσαύτην ἐπιδειξώμεθα περὶ τοὺς ἠδικηκότας θεραπείαν, ὡσανεὶ πρὸς εὐεργέτας ἀληθῶς. Ἐὰν γὰρ νήφωμεν, οὐχ οὕτως οἱ γνησίως περὶ ἡμᾶς διακείμενοι καὶ παντὶ τρόπῳ θεραπεύειν σπουδάζοντες ὠφελῆσαι ἡμᾶς δυνήσονται, ὡς ἡ περὶ τούτους θεραπεία, ἀξίους ἡμᾶς τῆς ἄνωθεν εὐνοίας ἀπεργαζομένη, καὶ τοῦ φορτίου τῶν ἡμαρτημένων ἡμῖν ἐπικουφίζουσα.

η’. Ἐννόησον γὰρ μοι, ἀγαπητέ, ὅσον τῆς ἀρετῆς τὸ μέγεθος ταύτης ἀπὸ τῶν ἐπάθλων, ὧν ἐπηγγείλατο τοῖς ταύτην κατωρθωκόσιν ὁ τῶν ὅλων Θεός. Εἰπὼν γάρ, «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς»· ἐπειδὴ μεγάλα ἦν τὰ ἐπιτάγματα καὶ τῆς ἄκρας ἁπτόμενα κορυφῆς, φησίν· «Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους». Εἶδες κατὰ δύναμιν ἀνθρωπίνην τίνι παρόμοιος γίνεται ὁ μὴ μόνον μὴ ἀμυνόμενος τοὺς λελυπηκότας, ἀλλὰ καὶ προσεύχεσθαι ὑπὲρ αὐτῶν σπουδάζων; Μὴ τοίνυν ἀποστερῶμεν ἑαυτοὺς διὰ ῥᾳθυμίαν τοιούτων δωρεῶν καὶ τῶν ἐπάθλων τῶν πάντα λόγον ὑπερβαινόντων, ἀλλὰ παντὶ τρόπῳ τοῦτο κατορθῶσαι σπουδάζωμεν, καὶ βιασάμενοι τὸν λογισμὸν παιδεύσωμεν εἴκειν τῷ τοῦ Θεοῦ ἐπιτάγματι. Διὰ γὰρ τοῦτο κἀγὼ νῦν ἐποιησάμην ταύτην τὴν παραίνεσιν, καὶ τὴν παραβολὴν εἰς μέσον ἤγαγον, καὶ τοῦ κατορθώματος ἔδειξα τὸ μέγεθος, καὶ ὅσον ἡμῖν ἐκ τούτου κέρδος γίνεται, ἵνα, ὡς ἔτι καιρός, ἕκαστος ἡμῶν, εἲ τινα ἔχοι ἐχθρωδῶς πρὸς αὐτὸν διακείμενον, σπουδὴν ποιήσηται διὰ τῆς πολλῆς θεραπείας καταλλάξαι αὐτὸν ἑαυτῷ. Καὶ μὴ μοι λεγέτω τις, ὅτι καὶ ἅπαξ καὶ δεύτερον παρεκάλεσα, καὶ οὐ προσήκατο· εἰ ἀπὸ εἰλικρινείας τοῦτο πράττωμεν, μὴ πρότερον παυσώμεθα, μέχρις ἂν

πολλῇ προσεδρίᾳ νικήσαντες, ἐφελκυσώμεθα αὐτόν, καὶ ἀποστήσωμεν τῆς πρὸς ἡμᾶς ἀπεχθείας. Μὴ γὰρ ἐκείνῳ τι χαριζόμεθα; Εἰς ἡμᾶς διαβαίνει τὰ τῆς εὐεργεσίας· τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμεθα, τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἑαυτοῖς προαποτιθέμεθα, παῤῥησίαν πολλὴν πρὸς τὸν Δεσπότην ἐκ τούτου λαμβάνομεν.· Ἂν τοῦτο κατορθώσωμεν, δυνησόμεθα μετὰ καθαροῦ συνειδότος καὶ τῇ ἱερᾷ ταύτῃ καὶ φρικτὴ τραπέζῃ προσελθεῖν, καὶ τὰ ῥήματα ἐκεῖνα τὰ τῇ εὐχῇ συνεζευγμένα μετὰ παῤῥησίας φθέγξασθαι. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον. Διὸ τῷ ἑκάστου συνειδότι καταλιμπάνω εἰδέναι, πῶς μὲν κατωρθωκότες τὴν ἐντολὴν μετὰ παῤῥησίας προέσθαι ταῦτα δυνάμεθα κατὰ τὸν καιρὸν ἐκεῖνον τὸν φοβερόν. Εἰ δὲ ῥᾳθυμήσαιμεν, πόσης ἡμῖν οὐκ ἂν γένοιτο κατακρίσεως αἴτιον ἐναντία τοῖς ῥήμασι διαπραττομένοις, τολμᾷν ἁπλῶς καὶ εἰκῆ προφέρειν τὰ τῆς εὐχῆς ῥήματα, καὶ μεῖζον ἑαυτοῖς ἐπιπορεύειν τὸ πῦρ, καὶ τὴν ἀγανάκτησιν ἐκκαλεῖσθαι τοῦ Δεσπότου; Χαίρω καὶ εὐφραίνομαι ὁρῶν ὑμᾶς μεθ’ ἡδονῆς ἀκούοντας τὰ λεγόμενα, καὶ διὰ τοῦ κρότου δεικνύντας, ὅτι ἕτοιμοι γενέσθαι σπουδάζετε, καὶ εἰς ἔργον ἀγαγεῖν τὴν δεσποτικὴν ταύτην παραίνεσιν. Τοῦτο γὰρ ἐστι τὸ ἰατρείαν τῶν ἡμετέρων ψυχῶν, τοῦτο φάρμακον τοῖς ἡμετέροις τραύμασιν, αὕτη ἀρίστη ὁδὸς τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, τοῦτο μέγιστον δεῖγμα φιλοθέου ψυχῆς, τὸ διὰ τὸν τοῦ Δεσπότου νόμον πάντα καταδέχεσθαι, καὶ μὴ ὑποσύρεσθαι ὑπὸ τῆς τῶν λογισμῶν ἀσθενείας, ἀλλ’ ἀνωτέρους γίνεσθαι τῶν παθῶν, ἐννοοῦντας τὰς ἐφ’ ἑκάστης ἡμέρας παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσίας γεγενημένας. Καὶ ὅσῳπερ ἂν ἐπιδειξώμεθα, οὐδὲ τὸ πολλοστὸν φθάσαι μέρος δυνησόμεθα τῶν τε ἤδη παρασχεθέντων ἡμῖν, τῶν τε καθ’ ἑκάστην ἡμέραν εἰς ἡμᾶς γινομένων, καὶ τῶν τεταμιευμένων ἡμῖν ἀγαθῶν, εἲ βουληθείημεν εἰς ἔργον ἀγαγεῖν τὰ παρ’ αὐτοῦ προστεταγμένα. Ἕκαστος τοίνυν ἐντεῦθεν ἐξιών, ἔργον τοῦτο ποιησάσθω, καὶ ὡς ἐπὶ θησαυρὸν μέγιστον σπευδέτω, καὶ μηδὲ τὸ τυχὸν ἀναβαλλέσθω. Κἂν καμεῖν δέῃ, κἂν ζητῆσαι, κἂν μακρὰν ὁδὸν ἀπελθεῖν, κἂν δυσκολίαι τινὲς ὦσι, πάντα ταῦτα τὰ κωλύματα ἀνέλωμεν. Ἑνὸς μόνου γινώμεθα, πῶς τὸ παρὰ τοῦ Δεσπότου ἐπιταχθὲν εἰς ἔργον ἀγαγεῖν δυνηθῶμεν, καὶ τῆς ὑπακοῆς τὸν μισθὸν κομίσασθαι. Μὴ γὰρ οὐκ οἶδα ὅτι βαρὺ καὶ ἐπαχθὲς φαίνεται τὸ πρὸς τὸν ἐχθρωδῶς διακείμενον καὶ πολεμίως ἀπελθεῖν καὶ στῆναι καὶ διαλεχθῆναι; Ἀλλ’ ἐὰν ἐννοήσῃς τοῦ ἐπαγγέλματος τὸ ἀξίωμα, καὶ τῆς ἀμοιβῆς τὸ μέγεθος, καὶ ὅτι οὐκ εἰς ἐκεῖνον, ἀλλ’ εἰς σὲ ἀνατρέχει τὰ τῆς εὐεργεσίας, πάντα σοι κούφα καὶ ράδια φανεῖται. Ταῦτα τοίνυν στρέφοντες ἐν τοῖς λογισμοῖς τοῖς ἡμετέροις, περιγινώμεθα τῆς συνηθείας, καὶ εὐσεβεῖ λογισμῷ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ πληρωταὶ γινώμεθα, ἵνα καὶ τῶν παρ’ αὐτοῦ ἀμοιβῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τῇς αὐτοῦ ἀγαθότητος. Μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΠ’. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ’ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς».
Προηγούμενο: Ὁμιλία ΚϚ’. «Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν Τήν, καὶ ἐκόπασε τὸ ὕδωρ».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος