Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΘ ’. «Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς τῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη».
Προηγούμενο: Ὁμιλία ΚΖ’. «Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

ΟΜΙΛΙΑ ΚΠ’. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ’ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς».

α’. Τὴν εὐλογίαν εἰς τὸ μέσον προθέντες χθές, ἧς ὁ Νῶε ἠξιώθη παρὰ τοῦ Δεσπότου μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τῆς κιβωτοῦ θυσιαστήριον οἰκοδομήσας, καὶ τὰς εὐχαριστηρίους θυσίας ἀναγαγών, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν, καὶ παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι,καὶ δεῖξαι τοῦ φιλανθρώπου Θεοῦ τὴν συγκατάβασιν καὶ τὴν κηδεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείξατο. Ἐπειδὴ γὰρ εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ταχέως αὐτὸν συνεστείλαμεν, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, μηδὲ τοῖς μετὰ ταῦτα λεγομένοις λυμήνασθαι τοῖς ἤδη ῥηθεῖσιν. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἐσπουδάσαμεν μόνον, τὸ πολλὰ εἰπεῖν, ἀλλὰ τοσαῦτα βουλόμεθα λέγειν, ὅσα δυνατὸν καὶ ὑμᾶς τῇ μνήμῃ παρακατασχεῖν, καὶ κερδάναντας ἐντεῦθεν ἀπελθεῖν. Εἰ γὰρ δὴ μέλλομεν καὶ ἡμεῖς πλείονα τοῦ δέοντος λέγειν, καὶ ὑμεῖς μηδὲν ἐκ τῶν λεγομένων καρποῦσθαι, τὶ τὸ ὄφελος; Εἰδότες τοίνυν ὅτι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν τοῦτον ἀνεδεξάμεθα τὸν κάματον, καὶ αὐταρκοῦσαν ἀμοιβὴν εἰληφέναι νομίζομεν, εἰ τὴν ὑμετέραν θεασοίμεθα προκοπὴν μετὰ ἀκριβείας κατέχουσαν τὰ λεγόμενα, καὶ ἐν τοῖς κόλποις τῆς ὑμετέρας διανοίας ἐναπόθεσθε συνεχῶς ταῦτα κινοῦντες καὶ ἀναμαρυκώμενοι. Ἡ γὰρ μνήμη τῶν ἤδη ῥηθέντων παρασκευάσει μετὰ πλείονος εὐκολίας ὑμᾶς δέχεσθαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, καὶ οὕτω τοῦ χρόνου προϊόντος καὶ ἑτέροις διδάσκαλοι γενήσεσθε. Τοῦτο γὰρ ἡμῶν ἡ πᾶσα ἀγρυπνία καὶ ἡ σπουδή, ὥστε πάντας ὑμᾶς τελείους καὶ ἀπηρτισμένους γενέσθαι, καὶ μηδὲν ὑμᾶς λανθάνειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων. Ἡ γὰρ τούτων γνῶσις, εἰ βουληθείημεν νήφειν καὶ ἐγρηγορέναι, καὶ πρὸς τὴν ἀρίστην πολιτείαν τὰ μέγιστα ἡμῖν συμβαλεῖται, καὶ προθυμοτέρους ἐργάσεται πρὸς τοὺς τῆς ἀρετῆς πόνους. Ὅταν γὰρ παιδευθῶμεν ὅτι ἕκαστος τῶν δικαίων τῶν πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν κτησαμένων, διὰ πειρασμῶν καὶ θλίψεων ὁδεύσας ἅπαντα τὸν βίον, καὶ πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενος, οὕτω τῶν ἀμοιβῶν ἠξιώθη, πῶς οὐχὶ καὶ αὐτοὶ σπουδάσομεν τὴν αὐτὴν αὐτοῖς ὁδὸν ἐλθεῖν, ἵνα καὶ τῶν αὐτῶν αὐτοῖς τύχωμεν ἀμοιβῶν; Διὸ παρακαλῶ καθ’ ἑκάστην ἡμέραν προσθήκην τινὰ ἐργάζεσθαι, καὶ αὔξειν ὑμῶν τὴν κατὰ Θεὸν οἰκοδομήν, καὶ τὰ μὲν ἤδη κατορθωθέντα μετὰ ἀσφαλείας καὶ πολλῆς τῆς φυλακῆς διατηρεῖν, τὰ δὲ λείποντα προστιθέναι, ἵνα οὕτως εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς φθάσητε, εἰς καύχημα ἡμέτερον, εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας, εἰς δόξαν Χριστοῦ. Καὶ γὰρ ὁρῶν ὑμῶν τὸ ἀκόρεστον περὶ τὴν πνευματικὴν διδασκαλίαν, οὐ παύομαι καθ’ ἑκάστην ἡμέραν, καίτοι πενίαν πολλὴν ἐμαυτῷ συνειδώς, τὴν ἑστίασιν ὑμῖν τὴν ἀπὸ τῶν θείων Γραφῶν παρατιθείς, καὶ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις διὰ τὴν οἰκείαν φιλανθρωπίαν καὶ διὰ τὴν ὑμετέραν ὠφέλειαν χορηγήσῃ. Ταῦτα ταῖς ὑμετέραις ἀκοαῖς παρατιθέμενος. Φέρε οὖν καὶ σήμερον δείξωμεν ὑμῶν τῇ ἀγάπῃ τῇς τοῦ Θεοῦ φιλανθρωπίας τὴν ὑπερβολήν, ἣν περὶ τὴν ἀνθρωπίνην φύσιν ἐπιδείκνυται, αὐτὰ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα τῷ Νῶε εἰς μέσον προτιθέντες. Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ. Μετὰ τὸ εὐλογήσαι αὐτὸν καὶ τοὺς νιοὺς αὐτοῦ, καὶ εἰπεῖν. Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ τὴν ἀρχὴν τὴν κατὰ τῶν ἀλόγων ἁπάντων ἐγχειρίσαι, καὶ τὴν ἐξουσίαν δοῦναι τοῦ, ὡς λάχανα χόρτου, οὕτω τούτων ποιεῖσθαι τὴν μετάληψιν, καὶ ἐντείλασθαι ὥστε κρέα ἐν αἵματι μὴ φαγεῖν, κηδόμενος ἔτι καὶ τοῦ δικαίου καὶ τῶν μετὰ ταῦτα μελλόντων ἔσεσθαι, καὶ φιλοτιμούμενος ἀεὶ ταῖς εὐεργεσίαις τὴν ἡμετέραν φύσιν, προστίθησι πάλιν εὐεργεσίας μείζους καὶ φησί· «Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνιστῶ τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ’ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ’ ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἀπὸ τῆς κιβωτοῦ· καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς· καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος. Καταφθεῖραι πᾶσαν τὴν γῆν». Ἐπειδὴ εἰκὸς ἦν τὸν δίκαιον ἔτι ἐναγώνιον εἶναι, καὶ τῷ δέει καταβεβλῆσθαι αὐτοῦ τὴν διάνοιαν, καὶ εἰ ποτε συμβαίη μικρὰν τινὰ ἐπομβρίαν γενέσθαι, ἔμελλεν ἂν ἁλύειν καὶ ἀναχαιτίζειν, ὡς πάλιν τοιούτου κλυδωνίου τὴν οἰκουμένην καταλαμβάνοντος, ἵνα καὶ αὐτὸς ἔχῃ θαῤῥεῖν καὶ οἱ εἰς τὸ ἑξῆς ἅπαντες, ὁ ἀγαθὸς Δεσπότης εἰδὼς ὅτι καὶ τὸ τυχὸν αὐτὸν λυποῦν θορυβῆσαι δυνήσεται· ἡ γὰρ πεῖρα τῶν παρελθόντων ἱκανὴ πολλὴν δειλίαν ἐμβαλεῖν· ἐπεὶ οὖν εἰκὸς ἦν τὸν μακάριον τοῦτον καὶ ἀπὸ τοῦ τυχόντος ὑετοῦ καταπλαγῆναι καὶ δειλιᾶσαι, διὰ τοῦτο ὁ ἀγαθὸς Θεὸς μονονουχὶ θαῤῥεῖν αὐτὸν παρασκευάζων, καὶ παντὸς δέους αὐτὸν ἀπαλλάττων, καὶ ἐν ἀδείᾳ πολλῇ καὶ εὐθυμίᾳ καθιστᾷς, ὑπισχνεῖται αὐτῷ μηκέτι τοιαύτην τιμωρίαν ἐπαγαγεῖν.

β’. Καὶ τοῦτο μὲν ἤδη καὶ πρὸ τῆς εὐλογίας ὑπέσχετο λέγων, καθάπερ ἠκούσατε, ὅτι «Οὐ προστιθῶ καταράσασθαι τὴν γῆν»· εἰ καὶ οἱ ἄνθρωποι τὰ τῆς κακίας ἐπιτείνουσιν, ἀλλ’ ὅμως ἐγὼ οὐκέτι τοιούτῳ ἐπιτιμίῳ ὑποβάλλω τὸ τῶν ἀνθρώπων γένος. Δεικνὺς γὰρ αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ πάλιν τοῦτο ὑπισχνεῖται, ἵνα θαῤῥεῖν ἔχῃ ὁ δίκαιος, καὶ μὴ λογίζεσθαι καθ’ ἑαυτὸν καὶ λέγειν· καὶ ἤδη εὐλογίας ἀξιώσας τὸ γένος τὸ ἡμέτερον, καὶ εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσας, τὴν πανωλεθρίαν ταύτην ἐπήγαγεν. Ἳν’ οὖν πάντα θόρυβον ἐκβάλῃ ἐκ τῶν αὐτοῦ λογισμῶν, καὶ πληροφορηθῇ ὡς οὐκέτι ἔσται τοῦτο· ὥσπερ γάρ, φησί, τὸν κατακλυσμὸν διὰ φιλανθρωπίαν ἐπήγαγον, ὥστε τὴν κακίαν ἐγκόψαι, καὶ μὴ περαιτέρω αὐτοὺς προβῆναι, οὕτω καὶ νῦν διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐπαγγέλλομαι μηκέτι τοῦτο ποιήσειν, ἵνα πάσης ἀθυμίας ἐκτὸς διάγοντες, οὕτω τὴν παροῦσαν ζωὴν διανύητε. Διὰ τοῦτό φησίν· «Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου, τοῦτ’ ἐστι, συνθήκας ποιοῦμαι». Καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐπειδὰν τις ἐπαγγέλληταί τι, συντίθεται καὶ πολλὴν παρέχει τὴν πληροφορίαν· οὕτω καὶ ὁ ἀγαθὸς Δεσπότης φησίν· «Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου». Καὶ καλῶς εἶπεν, Ἀνίστημι, ἀντὶ τοῦ, Ἰδοὺ ἐγὼ ἀνανεῶ τὴν ὑπὸ τῶν παραπτωμάτων πανωλεθρίαν αὐτῶν γεγενημένην, καὶ «Ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ’ ὑμᾶς». Ὅρα φιλανθρωπίαν Δεσπότου οὐ μόνον μέχρις ὑμῶν, φησίν, ἵστημι τὰς συνθήκας, ἀλλὰ καὶ πρὸς τοὺς μεθ’ ὑμᾶς γινομένους ταύτας βεβαίας ἀποφαίνω. Εἶτα ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλοτιμίαν, φησί· «Καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ’ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ· καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατακλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν». Εἶδες συνθηκῶν μέγεθος; Εἶδες ὑποσχέσεων ἄφατον φιλοτιμίαν; Σκόπει πῶς πάλιν ἐκτείνει αὐτοῦ τὴν φιλανθρωπίαν καὶ μέχρι τῶν ἀλόγων καὶ τῶν θηρίων, καὶ εἰκότως. Ὅπερ γὰρ πολλάκις εἶπον, τοῦτο καὶ νῦν φημί. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη, διὰ τοῦτο καὶ ταῦτα κοινωνεῖ νῦν τῆς εὐεργεσίας τῆς εἰς τὸν ἄνθρωπον γινομένης. Καὶ δοκεῖ μὲν κοινὴ γενέσθαι ἡ διαθήκη καὶ πρὸς αὐτὸν καὶ πρὸς τὰ ἄλογα, οὐκ ἐστι δὲ τοῦτο. Καὶ γὰρ καὶ τοῦτο διὰ τὴν αὐτοῦ παραμυθίαν γίνεται, ἵνα εἰδέναι πόσης ἀπολαύει τιμῆς, οὐ μόνον μέχρις αὐτοῦ τῆς εὐεργεσίας ἱσταμένης, ἀλλὰ δι’ αὐτὸν καὶ τούτων ἁπάντων συναπολαυόντων τῆς φιλοτιμίας τοῦ Δεσπότου. «Καὶ οὐκ ἀποθανεῖται, φησί, πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατακλυσμός, καταφθεῖραι πᾶσαν τὴν γῆν». Εἶδες πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὑπισχνεῖται τοιαύτην μηκέτι ἐπαγαγεῖν πανωλεθρίαν, ἵνα τὸν θόρυβον τῶν λογισμῶν ἐκβάλῃ τοῦ δικαίου, καὶ παρασκευάσῃ θαῤῥεῖν ὑπὲρ μελλόντων; Εἶτα οὐ πρὸς τὴν οἰκείαν φύσιν ἀφορῶν, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν, οὐκ ἀρκεῖται τῇ διὰ τῶν λόγων ὑποσχέσει, ἀλλὰ τὴν περὶ ἡμᾶς συγκατάβασιν ἐπιδεικνύμενος, καὶ σημεῖον παρέχει τὸ δυνάμενον παντὶ τῷ αἰῶνι συμπαρεκτεινόμενον τοῦ τοιούτου δέους ἀπαλλάσσειν τὸ τῶν ἀνθρώπων γένος, ἵνα κἂν πολὺς ὑετὸς κατενεχθῇ, κἂν σφοδρότερος ὁ χειμὼν γένηται, ἣ καὶ ἐὰν ἡ πλημμύρα τῶν ὑδάτων εἰς πλῆθος ἐπιδιδῷ, μηδὲ οὕτως ἔχωμεν δεδοικέναι, ἀλλὰ θαῤῥεῖν πρὸς τὸ δοθὲν σημεῖον ἀφορῶντες. «Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῇς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ». Ὅρα πόση τιμῇ περὶ τὸν δίκαιον κέχρηται. Ὡσανεὶ γὰρ ἄνθρωπος ἀνθρώπῳ διαλεγόμενος, οὕτω καὶ πρὸς αὐτὸν ποιεῖται τὰς συνθήκας, καὶ φησί· τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἣ ἐστι μεθ’ ὑμῶν, εἰς γενεᾶς αἰωνίους. Εἶδες πάσῃ τῇ ζωῇ τὸ μέλλον δίδοσθαι σημεῖον παρεκτεινόμενον εἰς γενεᾶς αἰωνίους; Οὐ μόνον κοινῇ πᾶσι τοῖς ζῶσι τὸ σημεῖον δίδωσιν, ἀλλὰ καὶ διηνεκὲς καὶ διαιωνίζον τῇ τοῦ κόσμου συστάσει. Τὶ οὖν ἐστι τὸ σημεῖον; «Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον μοὺ καὶ τῆς γῆς». Ἰδοὺ μετὰ τῆς ὑποσχέσεως τῆς διὰ τῶν λόγων καὶ τοῦτο δίδωμι τὸ σημεῖον, τὴν ἶριν λέγω, ἣν τινὲς φασι γίνεσθαι τοῦ ἡλίου πρὸς τὰ νέφη τὰς ἀκτῖνας ἀφιέντος. Εἰ ὁ λόγος μου, φησίν, οὐκ ἀρκεῖ, ἰδοὺ καὶ σημεῖον δίδωμι τοῦ μηκέτι τιμωρίαν τοιαύτην ἐπάξειν. Τοῦτο τοίνυν ὁρῶντες τὸ σημεῖον, τοῦ δέους ἀπαλλάττεσθε. «Καὶ ἔσται ἐν τῷ συννεφεῖν μέ, φησίν, νεφέλας ἐπὶ τῆς γῆς, καὶ ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἣ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί». Τὶ λέγεις, ὧ μακάριε προφήτα; Ἀναμνησθήσομαι, φησί, τῆς διαθήκης μου, τοῦτ’ ἐστι, τῆς συνθήκης μου, τῆς ἐπαγγελίας, τῆς ὑποσχέσεως· οὐκ ἐπειδὴ αὐτὸς δεῖται ἀναμνήσεως, ἀλλ’ ἵνα ἡμεῖς πρὸς ἐκεῖνο τὸ δοθὲν σημεῖον βλέποντες, μηδὲν ὑποπτεύωμεν χαλεπόν, ἀλλ’ εὐθέως εἰς ὑπόμνησιν ἐρχόμενοι τῆς τοῦ Θεοῦ ἐπαγγελίας, θαῤῥῶμεν ὡς οὐδὲν τοιοῦτο πεισόμεθα.

γ’. Εἶδες Θεοῦ συγκατάβασιν, ὅσην ποιεῖται κηδεμονίαν τοῦ γένους τοῦ ἡμετέρου, πόσον μέγεθος φιλανθρωπίας ἐπεδείξατο, οὐκ ἐπειδὴ εἶδε τὴν τῶν ἀνθρώπων μεταβολήν, ἀλλ’ ἵνα διὰ πάντων ἡμᾶς διδάξῃ τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολήν; Καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα· τοιοῦτος ὄμβρος οὐκέτι ἔσται. Ἐπειδὴ οἶδε τοῦτο δεδοικυῖα τὴν ἀνθρωπίνην φύσιν, ὅρα πῶς συνεχῶς ποιεῖται τὴν ὑπόσχεσιν, μονονουχὶ λέγων· κἂν ἴδητε πολλὴν τῶν ὄμβρων τὴν φοράν, μηδὲ οὕτω χαλεπὸν τι ὑποπτεύσητε. «Οὐ γὰρ ἔσται τὸ ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα»· τοιοῦτος ὄμβρος οὐκέτι ἔσται, τοιαύτης ἀγανακτήσεως οὐκέτι πειραθήσεται ἡ τῶν ἀνθρώπων φύσις. «Καὶ ἔσται, φησί, τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον τοῦ Θεοῦ, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί». Σκόπει πῶς βουλόμενος εἰς θάρσος καὶ εἰς πληροφορίαν ἀγαγεῖν τὴν ἀνθρωπίνην φύσιν, πόση ταπεινότητι τῶν λόγων κέχρηται. Καὶ ὄψομαι, φησί, τοῦ μνησθῆναι διαθήκης μου. Ἡ ὄψις οὖν εἰς μνήμην αὐτὸν ἄγει; Οὐχ· ἵνα τοῦτο ὑποπτεύσωμεν μὴ γένοιτο· ἀλλ’ ἵνα ὅταν ἴδωμεν τὸ σημεῖον τοῦτο, θαῤῥεῖν ἔχωμεν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, καὶ ὡς οὐχ οἷόν τε διαπεσεῖν τὰς τοῦ Θεοῦ ὑποσχέσεις. «Καὶ εἶπεν ὁ Θεός, φησί, τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον πάσης σαρκός, ἣ ἐστιν ἐπὶ τῆς γῆς». Ἔλαβες, φησί, τὸ σημεῖον, ὅπερ δέδωκα μεταξὺ ἐμοῦ καὶ πάσης σαρκὸς τῆς οὔσης ἐπὶ τῆς τῆς. Μηκέτι ταράττου τὴν διάνοιαν, μηδὲ θορυβοῦ τὸν λογισμὸν ἀλλὰ πρὸς τοῦτο βλέπων καὶ αὐτὸς ἔχε χρηστὰς τὰς ἐλπίδας, καὶ οἱ μετὰ σὲ πάντες τῆς ἐντεῦθεν παραμυθίας ἀπολαυέτωσαν, καὶ ἡ ὄψις τοῦ σημείου παρεχέτω θαῤῥεῖν, ὡς οὐκέτι τοιοῦτον κλυδώνιον τὴν οἰκουμένην καταλήψεται. Κἂν γὰρ ἐπιτείνηται τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, ἀλλ’ ἐγὼ ἅπερ ὑπεσχόμην ταῦτα πληρώσω, καὶ οὐκέτι τοιαύτην κατὰ πάντων ἀγανάκτησιν ποιήσομαι. Εἴδετε ἀγαθότητος ὑπερβολήν; Εἴδατε συγκαταβάσεως μέγεθος; Εἴδετε κηδεμονίας ἐπίτασιν; Εἴδετε φιλοτιμίας ἐπαγγελίαν; Οὐ γὰρ μέχρι δύο καὶ τριῶν καὶ δέκα γενεῶν ἐξέτεινεν αὐτοῦ τὴν εὐεργεσίαν, ἀλλὰ τῇ συστάσει τοῦ κόσμου ταύτην παρεκταθῆναι ὑπέσχετο, ἵνα ἐξ ἑκατέρων σωφρονιζώμεθα, καὶ ἐξ ὧν ἐκεῖνοι διὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος τοιαύτην ἐπεδέξαντο τιμωρίαν, καὶ ἐξ ὧν ἡμεῖς διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν τοιαύτης ἠξιώθημεν ὑποσχέσεως. Τοὺς γὰρ νοῦν ἔχοντας καὶ αἱ εὐεργεσίαι μᾶλλον ἣ αἱ τιμωρίαι ἐφέλκονται πρὸς τὴν ὑπακοὴν τῶν ἐπιταγμάτων.

Μὴ τοίνυν ἀγνώμονες γινώμεθα. Εἰ γὰρ καὶ πρὶν ἥ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας, εἰ εὐγνώμονες γενώμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξώμεθα, καὶ πολλὴν τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ποιησώμεθα, πόσης οὐκ ἂν πάλιν ἡμᾶς ἀξιώσῃ τῆς πὰρ’ αὐτοῦ φιλοτιμίας; Εἰ γὰρ ἀναξίους ὄντας εὐεργετεῖ, καὶ ἡμαρτηκότας φιλανθρωπεύεται· εἰ τῆς κακίας ἀποστάντες τὴν ἀρετὴν μεταδιώξομεν, τίνων οὐκ ἐπιτευξόμεθα; Διὰ γὰρ τοῦτο προλαμβάνων πολλὰς εἰς ἡμᾶς τὰς εὐεργεσίας κατατίθεται, καὶ ἡμαρτηκότας πάλιν ἄξιοῖ συγγνώμης καὶ τὰς τιμωρίας παρὰ πόδας οὐκ ἐπάγει, ἵνα διὰ πάντων ἡμᾶς ἐφελκύσηται, καὶ δι’ ὧν εὐεργετεῖ, καὶ δι’ ὧν μακροθυμεῖ. Πολλάκις δὲ δι’ ὧν ἐνίους κολάζει, ἑτέρους ἐνάγειν βούλεται, ἵνα τῷ ἐκείνων φόβῳ σωφρονισθέντες τῆς τιμωρίας τὴν πεῖραν διαφύγωσιν. Εἶδες εὐμήχανον αὐτοῦ φιλανθρωπίαν, πῶς πάντα τὰ παρ’ αὐτοῦ γινόμενα δι’ ἓν τοῦτο μόνον γίνεται, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν; Ταῦτα τοίνυν ἐννοοῦντες, μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀμελῶμεν ἀρετῆς, μηδὲ τοὺς πάρ· αὐτοῦ τεθέντας νόμους παρατρέχωμεν. Ἐὰν γὰρ ἴδῃ ἐπιστρέφοντας ἡμᾶς, καὶ ἡσυχάζοντας, καὶ ὅλως ἀρχὴν τίνα ποιουμένους, καὶ αὐτὸς τὰ παρ’ ἑαυτοῦ συνεισφέρει, κούφα καὶ ράδια ἡμῖν ἅπαντα κατασκευάζων, καὶ οὐκ ἀφιεὶς οὐδὲ αἴσθησιν λαθεῖν τῶν τῆς ἀρετῆς πόνων. Ὅταν γὰρ ψυχὴ πρὸς τὸν Θεὸν τείνῃ τὴν διάνοιαν, οὐκ ἔτι λοιπὸν ἀπατηθῆναι δύναται ὑπὸ τῆς ὄψεως τῶν ὁρωμένων, ἀλλὰ πάντα παρατρέχουσα, ἀκριβέστερον τούτων τῶν πρὸ τῶν ὀφθαλμῶν ἡμῶν κειμένων ἐκεῖνα φαντάζεται τὰ μὴ βλεπόμενα τοῖς σωματικοῖς ὀφθαλμοῖς, καὶ μεταβολὴν οὐκ ἐπιστάμενα, ἀλλὰ διηνεκῶς μένοντα, καὶ πεπηγότα, καὶ ἀκίνητα τυγχάνοντα. Τοιοῦτοι γὰρ οἱ τῆς διανοίας ὀφθαλμοί· πρὸς τὴν ἐκείνων θέαν διηνεκῶς ἀφορῶσι, καὶ ταῖς ἐκεῖθεν μαρμαρυγαῖς καταυγαζόμενοι πάντα τὰ τοῦ παρόντος βίου, ὡς ὄναρ καὶ σκιάν, παρατρέχουσιν, οὐκέτι ἀπάτην ὑπομένοντες, οὐδὲ παραλογισθῆναι δυνάμενοι· ἀλλὰ κἂν πλοῦτον ἴδωσιν, εὐθέως καταγελῶσιν, εἰδότες ὅτι δραπέτου παντὸς ἀγνωμονέστερον ἀπὸ τούτου εἰς ἐκεῖνον μεταπηδᾶ, καὶ οὐδέποτε ἵσταται, ἀλλὰ καὶ μυρία κακὰ τοὺς κεκτημένους διατίθησι, καὶ εἰς αὐτόν, ὡς εἰπεῖν, τῆς κακίας τὸν κρημνὸν αὐτοὺς ὦσας καταβάλλει. Κἂν σώματος εὐμορφίαν θεάσωνται, πάλιν οὐκ ἐπιστρέφονται, λογιζόμενοι τὸ ἐπίκηρον, τὸ εὐμετάβλητον, καὶ ὅτι ἀθρόον νόσος ἐπελθοῦσα πᾶσαν ἐκείνην τὴν εὐμορφίαν ἠφάνισε, καὶ πρὸ τῆς νόσου γῆρας καταλαβὸν ἀηδῆ καὶ ἀτερπῆ τὴν πρὸ τούτου εὔμορφον ὄψιν ἀπειργάσατο, καὶ θάνατος δὲ ἐπελθὼν ἅπασαν τὴν τοῦ σώματος ὥραν διέφθειρε. Κἂν δόξαν ἴδωσί τινα περιβεβλημένον, κἂν δυναστείαν, κἂν εἰς αὐτὴν τῶν ἀξιωμάτων τὴν κορυφὴν ἀνεληλυθότα, καὶ πάσης εὐημερίας ἀπολαύοντα, καὶ τοῦτον παρατρέχουσιν ὡς οὐδὲν βέβαιον ἔχοντα, οὐδὲ ἀκίνητον, ἀλλ’ ἐπ’ ἐκείνοις μέγα φρονοῦντα τοῖς ποταμίων ῥευμάτων μᾶλλον παρατρέχουσι. Τὶ γὰρ τῆς δόξης ἁπάσης τοῦ παρόντος βίου εὐτελέστερον, ὅταν τῷ ἄνθει τοῦ χόρτου παραβάλληται; Πᾶσα γὰρ δόξα ἀνθρώπου, φησίν, ὡς ἄνθος χόρτου.

σ’. Εἴδετε, ἀγαπητοί, πῶς μετὰ ἀκριβείας ὁρῶσιν οἱ τῆς πίστεως ὀφθαλμοί, ἐπειδὰν πρὸς τὸν Θεὸν ᾗ τεταμένῃ ἡ διάνοια; Εἴδετε πῶς ὑπ’ οὐδενὸς τῶν ὁρωμένων παραλογισθῆναι δύνανται, ἀλλὰ τὴν ὀρθὴν τῶν πραγμάτων ἔχουσι κρίσιν, οὐδεμίαν ἀπάτην ὑπομένοντες; Ἀλλ’, εἰ δοκεῖ, πάλιν ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, καὶ ὀλίγα προσθέντες καταπαύσωμεν τὴν διδασκαλίαν, ὥστε καὶ τὴν μνήμην τῶν εἰρημένων ἐντεθῆναι ὑμῶν τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐτέλεσεν ἡ θεῖα Γραφὴ τὴν περὶ τοῦ θείου σημείου διήγησιν, βούλεται πάλιν διδάξαι ἡμᾶς τὰ κατὰ τὸν δίκαιον καὶ τοὺς τούτου υἱούς, καὶ φησίν· «Ἦσαν δὲ οἱ υἱοὶ τοῦ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναᾶν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν». Ἄξιον ἐνταῦθα ζητῆσαι, τίνος ἕνεκεν τῶν τριῶν υἱῶν τοῦ Νῶε μνημονεύσασα ἡ θεῖα Γραφὴ ἐπήγαγε, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναᾶν. Μὴ νομίσητε, παρακαλῶ, ἁπλῶς τοῦτο προσεῤῥῖφθαι· οὐδὲν γὰρ ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων, ὃ μὴ μετὰ τίνος εἴρηται λόγου, πολλὴν τὴν ὠφέλειαν ἐγκεκρυμμένην ἔχοντος. Τίνος οὖν ἕνεκεν ἐπεσημήνατο καὶ προσέθηκεν, ὅτι «Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναᾶν»; Βούλεται διὰ τούτου αἰνίξασθαι ἡμῖν τῆς ἀκρασίας αὐτοῦ τὴν ὑπερβολήν, καὶ ὅτι οὐδὲ τῆς φορᾶς τὸ μέγεθος συσταλῆναι αὐτὸν πεποίηκεν, οὐδὲ ἡ τοσαύτη ἐν τῇ κιβωτῷ στενοχωρίᾳ, ἀλλὰ καίτοι τοῦ πρεσβύτου οὐδέπω καὶ νῦν τεκνοποιήσαντος, οὗτος τῇ ἀκρασία ἑαυτὸν ἐκδοὺς ἐν καιρῷ τοσαύτης ἀγανακτήσεως καὶ πανωλεθρίας τὴν οἰκουμένην καταλαβούσης, περὶ συνουσίαν ἠσχολεῖτο, καὶ τὸ ἀχαλίνωτον τῆς ἐπιθυμίας οὐ κατέστελλεν, ἀλλ’ ἤδη ἄνωθεν καὶ ἐκ προοιμίων ἐκείνου τῆς γνώμης αὐτοῦ τὸ μοχθηρόν. Ἐπεὶ οὖν μετ’ οὐ πολὺ διὰ τὴν ὕβριν τὴν εἰς τὸν γεγεννηκότα μέλλει τὴν κατάραν δέχεσθαι ὁ Χαναᾶν ὁ τούτου παῖς, διὰ τοῦτο ἤδη προλαβοῦσα ἢ θεῖα Γραφὴ ἐπεσημήνατο, καὶ τοῦ παιδὸς ἡμῖν τὴν προσηγορίαν δήλην ἐποίησεν, ὁμοῦ καὶ τοῦ γεγεννηκότος τὸ ἄκρατές· ἳν’ ὅταν μετὰ ταῦτα ἴδῃς αὐτὸν πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδειξάμενον πρὸς τὸν γεγεννηκότα, εἰδέναι ἔχῃς, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιοῦτος ἦν, ὡς γε οὐδὲ ὑπὸ τῆς συμφορᾶς συνεστάλη. Ἱκανὴ γὰρ ἡ τοσαύτη ἀθυμία πᾶσαν σβέσαι ἡδονήν, καὶ οὐδὲν οὕτω ταύτην τὴν φλόγα καὶ τὴν μανίαν καταστεῖλαι δύναται, ὡς ἀθυμίας ἐπίτασις καὶ συμφορᾶς ὑπερβολή. Ὁ τοίνυν ἐν τοσούτῳ μεγέθει τῶν κακῶν τοσαύτην ἐπιδειξάμενος τὴν λύτταν καὶ μανίαν περὶ τὴν παιδοποιΐαν, ποίας ἂν εἴη συγγνώμης ἄξιος;

Ἀλλ’ ἐντεῦθεν ἡμῖν πάλιν ἕτερον τίκτεται ζήτημα, τὸ πολυθρύλλητον ἐκεῖνο καὶ πανταχοῦ περιφερόμενον, τίνος ἕνεκεν τοῦ πατρὸς ἁμαρτόντος ὁ υἱὸς τὴν κατάραν δέχεται; Ἀλλ’ ἵνα μὴ νῦν μακρὸν ποιῶμεν τὸν λόγον, τοῦτο ταμιευσόμεθα πρὸς τὸ παρόν, ἳν’ ἐπειδὰν εἰς αὐτὸν τὸν τόπον ἀφικώμεθα, τότε καὶ τὴν λύσιν ἐπαγάγωμεν, ἣν ἂν ὁ Θεὸς παράσχῃ. Οὐδὲν γάρ, καθάπερ ἔφθην εἰπών, τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἄνευ λόγου τινὸς καὶ αἰτίας ἐστὶν εὑρεῖν ἐγγεγραμμένον. Τέως οὖν τοῦτο ἔγνωμεν, ὅτι οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, τῆς προσηγορίας τοῦ υἱοῦ ἐμνημόνευσεν ὁ Μωϋσῆς εἰπών, «Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναᾶν. Τρεῖς εἰσιν οὗτοι υἱοί, φησί, Νῶε, καὶ ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν». Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοί, μηδὲ τὸ νῦν ῥηθέν, ἀλλ’ ἐννοήσωμεν καὶ ἐξ αὐτοῦ τούτου τῆς δυνάμεως τοῦ Θεοῦ τὸ μέγεθος. Τρεῖς, φησίν, ᾖσαν οὗτοι υἱοὶ Νῶε, καὶ ἐκ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Πῶς ἀπὸ τῶν τριῶν τοσοῦτον πλῆθος ἐπέδωκε; Πῶς ἠδυνήθησαν διαρκέσαι; Πῶς ἐκ τῶν ὀλίγων τούτων ἅπας ὁ κόσμος συνέστη; Πῶς αὐτοῖς τὰ σώματα διέμεινεν; Οὐκ ἰατρὸς ἦν ὁ θεραπείαν προσάγων, οὐκ ἄλλη τις ἐπιμέλεια. Οὐδέπω γὰρ οὐδὲ πόλεις ἦσαν δειμάμενοι, ἀλλὰ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν, καὶ τὴν ἐν τῇ κιβωτῷ διαγωγήν, ὡς τεταριχευμένοι καὶ κατειργασμένοι ἐξῆλθον, καὶ ἐν τοσαύτῃ μονώσει τυγχάνοντες καὶ ἐρημίᾳ ἀφάτῳ πῶς οὐ διεφθάρησαν; Πῶς οὐκ ἀπώλοντο Ὁ γὰρ φόβος, εἰπὲ μοι, καὶ ἡ ἀγωνία οὐ κατέσειεν αὐτῶν τὴν διάνοιαν, καὶ διετάρασσε τὸν λογισμόν; Μὴ ξενισθῇς, ἀγαπητέ· Θεὸς γὰρ ἦν ὁ πάντα ἐργαζόμενος, καὶ ὁ τῆς φύσεως δημιουργὸς ἦν ὁ πάντα ταῦτα τὰ κωλύματα ἀναιρῶν, καὶ τὸ πρόσταγμα αὐτοῦ ἐκεῖνο τὸ λέγον, «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν», αὐτοῖς καὶ ὁ τὴν ἐπίδοσιν ἐχαρίσατο. Ἐπεὶ καὶ οἱ Ἰσραηλῖται ἡνίκα εἰς Αἴγυπτον τῇ πλινθείᾳ καὶ τῷ πηλῷ κατειργάσθησαν, ταύτῃ πολλῷ μᾶλλον εἰς πλῆθος ἐπέδωκαν, καὶ οὔτε τὸ ἀνηλεὲς ἐκεῖνο καὶ ὦμόν ἐπίταγμα τοῦ Φαραώ, τὸ κελεῦον τὰ ἄῤῥενα εἰς τὸν ποταμὸν ῥίπτεσθαι, οὐδὲ ἡ λοιπὴ κακουχίᾳ, ἣν ὑπὸ τῶν ἐργοδιωκτῶν ὑπέμενον, ἴσχυσεν ἐλαττῶσαι αὐτῶν τὸ πλῆθος, ἀλλὰ καὶ μᾶλλον εἰς πλῆθος ἐπεδίδουν. Ἡ γὰρ ἄνωθεν ῥοπὴ ἦν ἡ διὰ τῶν ἐναντίων ἅπαντα ἐργαζομένη.

ε’. Ὅταν τοίνυν ὁ Θεὸς κελεύῃ, μὴ ζητεῖ κατὰ ἀκολουθία ἀνθρωπίνην διερευνᾶσθαι τὰ πράγματα. Ἀνώτερος γὰρ ὢν τῆς φύσεως, οὐ δεῖται τῆς ἀκολουθίας τῆς φύσεως, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν κωλυόντων τὰ πράγματα αὐξάνεσθαι παρασκευάζει. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν ἀπὸ τῶν τριῶν τούτων τὴν οἰκουμένην ἅπασαν ἀνεπλήρωσεν. «Ἀπὸ τούτων γάρ, φησί, τῶν τριῶν διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Εἶδες Θεοῦ δύναμιν»; Εἶδες πῶς, κἂν πολλὰ ἦν τὰ κωλύματα, οὐδὲν ἐστι τὸ διακόπτον αὐτοῦ τὸ βούλημα; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς πίστεώς ἐστιν ἰδεῖν γινόμενον. Τοιούτων γὰρ ὄντων τῶν πολεμούντων, τοσούτων ὄντων τῶν ἐπιβουλευόντων, καὶ βασιλέων, καὶ τυράννων, καὶ δήμων κατεξανισταμένων, καὶ πάντα ποιούντων, ὥστε σβέσαι τὸν σπινθῆρα τῆς πίστεως, δι’ αὐτῶν τῶν ἐπιβουλευόντων, διὰ τῶν κωλύειν βουλομένων, τοσαύτη ἤρθη τῆς εὐσεβείας ἡ φλόξ, ὡς ἅπασαν καταλαβεῖν τὴν οἰκουμένην, καὶ τὴν ἀοίκητον. Κἂν πρὸς Ἰνδοὺς γὰρ ἀπέλθῃς, κἂν πρὸς Σκύθας, κἂν πρὸς αὐτὰ τὰ πέρατα τῆς οἰκουμένης, κἂν εἰς αὐτὸν τὸν ὠκεανόν, πανταχοῦ εὑρήσεις τοῦ Χριστοῦ τὴν διδασκαλίαν καταυγάζουσαν τὰς ἁπάντων ψυχάς. Τὸ γὰρ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ αὐτὰ τὰ βάρβαρα ἔθνη μετεῤῥύθμισεν ὁ τῆς εὐσεβείας λόγος, καὶ φιλοσοφεῖν ἔμαθον καὶ τῆς παλαιὰς συνηθείας ἀποστάντες πρὸς τὴν εὐσέβειαν μετετάξαντο. Καὶ καθάπερ διὰ τῶν τριῶν τούτων τὸ τῶν ἀνθρώπων πλῆθος ἐπιδοῦναι παρεσκεύασεν ὁ τῶν ὅλων δημιουργός· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πίστεως διὰ τῶν ἕνδεκα, τῶν ἁλιέων, τῶν ἀγραμμάτων, τῶν ἰδιωτῶν, τῶν μηδὲ διᾶραι τὸ στόμα τολμώντων, ἅπασαν ἐπεσπάσατο τὴν οἰκουμένην. Καὶ οἱ ἀγράμματοι οὗτοι, καὶ οἱ ἰδιῶται καὶ οἱ ἁλιεῖς τῶν φιλοσόφων ἀπέφραξαν τὰ στόματα, καὶ καθάπερ ὑπόπτεροι, οὕτω τὴν οἰκουμένην ἅπασαν διέδραμον κατασπείραντες τὸν τῆς εὐσεβείας λόγον καὶ τὰς ἀκάνθας ἐκτέμνοντες, καὶ τὰ παλαιὰ ἀνασπῶντες ἔθη, καὶ τοὺς τοῦ Χριστοῦ νόμους πανταχοῦ, καταφυτεύοντες· καὶ οὔτε τὸ ὀλίγους αὐτοὺς εἶναι, οὔτε ἡ ἰδιωτείᾳ, οὔτε τὸ αὐστηρὸν τῶν ἐπιταγμάτων, οὔτε τὸ παλαιᾷ συνηθείᾳ προκατειλῆφθαι ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ἴσχυσε κώλυμα αὐτοῖς γενέσθαι, ἀλλὰ ταῦτα πάντα ἀνῄρει προοδοποιοῦσα ἡ χάρις, καὶ μετ’ εὐκολίας ἅπαντα εἰργάζοντο, δι’ αὐτῶν τῶν κωλυμάτων μείζονα δεχόμενοι τὴν προθυμίαν. Καὶ γὰρ ποτε μὲν μαστιζόμενοι ἀνεχώρουν χαίροντες οὐ διὰ τὰς μάστιγας ἁπλῶς, ἀλλ’ « Ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι»· ἄλλοτε δὲ εἰς δεσμωτήριον ἐμβληθέντες, ἐπειδὴ ὓπ’ ἀγγέλου ἐξηνέχθησαν, πάλιν τῶν αὐτῶν εἴχοντο, καὶ εἰς τὸ ἱερὸν ἀφικνούμενοι τὸν τῆς διδασκαλίας λόγον κατέβαλον, σαγηνεύοντες τὰ πλήθη εἰς τὴν εὐσέβειαν· καὶ πάλιν κατεχόμενοι, οὐ μόνον οὐδὲ ἐντεῦθεν ὀκνηρότεροι ἐγίνοντο, ἀλλὰ καὶ πλείονα τὴν παῤῥησίαν ἐπεδείκνυντο, ἐν μέσῳ μαινομένου δήμου καὶ τοὺς ὀδόντας τρίζοντος ἑστῶτες καὶ λέγοντες· «Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις». Εἶδες παῤῥησίας μέγεθος; Εἶδες τοὺς ἰδιώτας, τοὺς ἁλιεῖς ὑπερορῶντας τοσούτων δήμων μαινομένων, καὶ πρὸς φόνους καὶ σφαγὰς ἑτοίμων; Ἀλλὰ οὐ ταῦτα ἀκούων, ἀγαπητέ, μὴ τούτοις λογίζου τὰ γινόμενα, ἀλλὰ τῇ ἄνωθεν χάριτι τῇ νευρούσῃ καὶ ἀλειφούσῃ αὐτῶν τὴν προθυμίαν. Ἐπεὶ καὶ αὐτὸς οὗτος ὁ μακάριος Πέτρος, ἡνίκα τὸν ἐκ κοιλίας μητρὸς χωλεύοντα ὄρθιον ἀποκατέστησε, πάντων ἐκπληττομένων καὶ θαυμαζόντων αὐτούς, ἐπιδεικνύμενος τὴν οἰκείαν εὐγνωμοσύνην φησίν· «Ἅνδρες, τὶ ἀτενίζετε ἡμῖν, ὡς ἰδίᾳ δυνάμει ἣ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Τίνος ἕνεκεν, Ἰδίᾳ δυνάμει πρὸς ὑγίειαν αὐτὸν ἐπαναγαγόντες, καὶ βαδίζειν παρασκευάσαντες; Τὶ ἡμῖν ἀτενίζετε; Οὐδὲν πλέον ἡμεῖς εἰσηνέγκαμεν, ἣ ὅτι τὴν γλῶτταν ἐδανείσαμεν· ὁ δὲ τὸ πᾶν ἐργασάμενος, ὁ Δεσπότης ἐστὶ καὶ δημιουργὸς τῆς φύσεως. Ἐκεῖνος Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οὓς πατριάρχας ἐπιγράφεσθε, ἐκεῖνος Ὃν ὑμεῖς παραδεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ἐκεῖνός ἐστιν ὁ ταῦτα ἐργασάμενον· ὃν Ὑμεῖς, τὸν ἅγιον καὶ δίκαιον, ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς κατεκρίνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ἂν ἀπέναντι πάντων ὑμῶν».

Ϛ’. Πολλὴ τῆς παῤῥησίας ἡ ὑπερβολή· μεγάλη καὶ ἄφατος τῆς ἄνωθεν αὐτοῖς παρασχεθείσης χάριτος ἡ δύναμις· σαφεστάτη τῆς ἀναστάσεως ἡ ἀπόδειξις ἡ τοῦ μακαρίου τούτου παῤῥησία γένοιτ’ ἄν. Τὶ γὰρ ἂν τούτου μεῖζον σημεῖον ἐπιζητήσειεν ἂν τις λαβεῖν, ὅταν ὁ πρὸ τοῦ σταυροῦ καὶ κόρης εὐτελοῦς ἀπειλὴν μὴ δυνηθεὶς ἐνεγκεῖν, νῦν οὕτω κατεξανίσταται τοῦ τῶν Ἰουδαίων δήμου, καὶ τοσαύτῃ παῤῥησίᾳ καὶ πρὸς τοσοῦτον πλῆθος, μόνος ὥν, οὕτως ἀτάκτως μεμηνός, ἐπαποδύεται, καὶ τοιαῦτα φθέγγεται, ἃ τὴν μανίαν αὐτῶν ἐπὶ πλεῖον διεγείρειν δύναται; Εἶδες, ἀγαπητέ, πῶς, ὅπερ ἐν προοιμίοις ἔλεγον, τοῦτο καὶ νῦν δείκνυται; Ἐπειδὰν τις πυρωθῇ τῷ πρὸς τὸν Θεὸν πόθῳ, οὐκέτι λοιπὸν ὁρᾷν ἀνέχεται τὰ τοῖς ὀφθαλμοῖς τούτοις τοῖς σωματικοῖς ὑποπίπτοντα, ἂλλ’ ἑτέρους ὀφθαλμοὺς κτησάμενος, τοὺς τῆς πίστεως λέγω, ἐκεῖνα διὰ παντὸς φαντάζεται καὶ πρὸς ἐκεῖνα τὴν διάνοιαν ἔχει τεταμένην, καὶ ἐν τῇ βαδίζων ὡς ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχων, οὕτω πάντα διαπράττεται, ὑπ’ οὐδενὸς τῶν ἀνθρωπίνων ἐμποδιζόμενος πρὸς τὸν κατ’ ἀρετὴν δρόμον. Ὁ γὰρ τοιοῦτος σὺ τὰ λαμπρὰ τοῦ βίου λοιπὸν ὁρᾷ, οὐ τὰ δυσχερῆ καὶ ἐναντία, ἀλλὰ πάντα παρατρέχει, πρὸς τὴν ἑαυτοῦ πατρίδα ἐπειγόμενος. Καὶ καθάπερ ὁ μετὰ πολλοῦ τοῦ τόνου τὸν σωματικὸν τοῦτον δρόμον τρέχων οὐδένα τῶν ἀπαντώντων ὁρᾶ, κἂν μυριάκις αὐτῷ προσπταίσῃ, ἀλλὰ πρὸς τὸν δρόμον ἔχων τεταμένον αὐτοῦ τὸν λογισμόν, εὐκόλως ἅπαντα παραδραμὼν ἐπείγεται πρὸς τὸν προκείμενον αὐτῷ σκοπόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τὸν κατ’ ἀρετὴν δρόμον τρέχειν σπουδάζων, καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ἀνελθεῖν ἐπιθυμῶν, πάντα τὰ ὁρώμενα κάτω ἀφίησι, καὶ ὅλος τοῦ δρόμου γίνεται, καὶ οὐ πρότερον ἵσταται, οὐδὲ κατέχεται ὑπὸ τινος τῶν ὁρωμένων, μέχρις ἂν εἰς αὐτὴν ἀνελθεῖν δυνηθῇ τὴν κορυφήν. Τῷ γὰρ οὕτω διακειμένῳ καὶ τὰ δοκοῦντα εἶναι φοβερὰ κατὰ τὸν παρόντα βίον, εὐκαταφρόνητα γίνεται, καὶ ὁ τοιοῦτος οὔτε ξίφος δέδοικεν, οὔτε κρημνόν, οὔτε θηρίων ὀδόντας, οὐ βασάνους, οὐ δημίων χεῖρας, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον λυπηρῶν· ἀλλὰ κἂν ἄνθρακας ἴδῃ ὑπεστορεσμένους, ὡς λειμῶνας ὁρῶν καὶ παραδείσους, οὕτως ἐπιπηδᾷ· κἂν ἕτερόν τι τῶν κολαστηρίων εἶδος ἐπαγόμενον θεάσηται, οὐ ναρκᾷ πρὸς τὴν ὄψιν, οὐδὲ ἐπιστρέφεται. Ὁ γὰρ τῶν μελλόντων πόθος μετέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ὡς ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα περικείμενος, οὕτως ἀνώτερος γίνεται τῶν παθῶν, καὶ τῇ ἄνωθεν χάριτι καὶ φρουρούμενος οὐδὲ αἴσθησιν λαμβάνει τῶν ἀλγηδόνων τῶν σωματικῶν.

Διὸ παρακαλῶ, ἳν’ εὐκόλως τοὺς κατὰ τὴν ἀρετὴν πόνους ἐνεγκεῖν δυνηθῶμεν, πολὺν τὸν περὶ τὸν Θεὸν ἐπιδειξώμεθα πόθον, καὶ ἐκεῖ τὴν διάνοιαν ἡμῶν τείναντες ὑπὸ μηδενὸς τῶν ἐν τῷ παρόντι βίῳ πρὸς τὸν ἐκεῖσε δρόμον ὑποσκελιζώμεθα, ἀλλὰ τῶν μελλόντων ἀγαθῶν τὴν διηνεκῆ ἀπόλαυσιν λογιζόμενοι, πάντα τὰ ἀλγεινὰ τοῦ παρόντος βίου πράως φέρωμεν, καὶ μήτε ἀδοξία ἡμᾶς λυπείτω, μήτε πενία πιεζέτω, μήτε νόσος σώματος τῆς ψυχῆς τὸ φρόνημα χαυνούτω, μήτε τὸ καταφρονεῖσθαι παρὰ τῶν πολλῶν καὶ ἐξευτελίζεσθαι ὀκνηροτέρους περὶ τὴν τῆς ἀρετῆς κατόρθωσιν ἀπεργαζέσθω· ἀλλὰ πάντα ταῦτα, ὥσπερ κόνιν, ἀποτιναξάμενοι, καὶ γενναῖον καὶ ὑψηλὸν φρόνημα ἀναλαβόντες, οὕτω πρὸς ἅπαντα πολλὴν τὴν ἀνδρείαν ἐπιδειξώμεθα, καὶ καθάπερ χθὲς παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην, τὰς πρὸς τοὺς ἐχθροὺς καταλλαγὰς μετὰ πολλῆς τῆς σπουδῆς ποιησώμεθα, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη ἐξορίσωμεν τῆς ἡμετέρας· κἂν ἐπιθυμία ἄτοπος ἐνοχλῇ, ταύτην φυγαδεύωμεν· κἂν θυμὸς πρὸς ὀργὴν διεγείρῃ, καταστέλλωμεν τὴν φλεγμονὴν τῇ ᾠδῇ τῶν πνευματικῶν παραινέσεων, δεικνύντες τοῦ πάθους τὸν ὄλεθρον. «Ἀνὴρ γάρ, φησί, θυμώδης, οὐκ εὐσχήμων»· καὶ πάλιν· «Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός». Κἂν χρημάτων ἐπιθυμία ταράσσῃ τὸν λογισμόν, φεύγειν σπουδάζωμεν τὴν ὀλεθρίαν ταύτην λύμην, καὶ καθάπερ ῥίζαν τῶν κακῶν ἁπάντων ἐκτέμνωμεν. Καὶ ἕκαστον δὲ τῶν ἐνοχλούντων ἡμῖν παθῶν διορθοῦν σπουδάζωμεν, ἵνα καὶ τῶν βλαβερῶν ἀπεχόμενοι, καὶ τὰς ἀγαθὰς πράξεις μεταδιώκοντες, δυνηθῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΘ ’. «Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς τῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη».
Προηγούμενο: Ὁμιλία ΚΖ’. «Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος