Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία Δ’. «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΠ’. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ’ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

ΟΜΙΛΙΑ ΚΘ ’. «Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς τῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη».

α’. Πρὸς τὸ τέλος λοιπὸν ἐφθάσαμεν τῆς κατὰ τὸν δίκαιον ὑποθέσεως· διό, παρακαλῶ, συντείνατέ μοι τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Οὐδὲ γὰρ μικρά, οὐδὲ τὰ τυχόντα ἐστὶ καρπώσασθαι καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμένων· τὰ γὰρ τοῖς παλαιοῖς συμβεβηκότα, εἰ βουλοίμεθα νήφειν, μεγίστης ἡμῖν διδασκαλίας ὑπόθεσις γίνεται. Διὰ γὰρ τοῦτο οὐ μόνον τὰ κατορθώματα τῶν ἁγίων γέγραπται, ἀλλὰ καὶ τὰ ἁμαρτήματα, ἵνα τὰ μὲν φεύγωμεν, τὰ δὲ ζηλώσωμεν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δείκνυσί σοι ἡ θεῖα Γραφὴ καὶ δικαίους πολλάκις σφαλέντας, καὶ ἁμαρτωλοὺς πολλὴν μεταβολὴν ἐπιδειξαμένους, ἵνα ἑκατέρωθεν ἀρκοῦσαν δεξώμεθα τὴν ἀσφάλειαν, καὶ μήτε ὁ ἑστὼς θαῤῥῇ ὁρῶν καὶ δικαίους καταπεσόντας, μήτε ὁ ἐν ἁμαρτήμασιν ὣν ἀπαγορεύῃ, ἰδὼν πολλοὺς ἀνενεγκόντας καὶ πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν φθάσαι δυνηθέντας. Μηδεὶς τοίνυν, παρακαλῶ, κἂν πολλὰ κατορθώματα ἑαυτῷ συνειδὼς ᾖ, θαῤῥείτω, ἀλλ’ ἐναγώνιος ἔστω, καὶ ἀκουέτω τοῦ μακαρίου Παύλου λέγοντος καὶ παραινοῦντος, «Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· μήτε ὁ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας κατελθὼν ἀπελπιζέτω ἑαυτοῦ τὴν σωτηρίαν, ἀλλ’ ἐννοῶν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν ἀκουέτω πάλιν τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἣ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Καὶ πάλιν· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι. Καὶ ζῆν αὐτόν». Εἶδες, ἀγαπητέ, πῶς ἕκαστον τῶν ἐν τῇ θείᾳ Γραφῇ ἐγγεγραμμένων δι’ οὐδὲν ἕτερον μνήμη παρεδόθη, ἀλλ’ ἢ διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους; Ταῦτα δὴ λογιζόμενοι ἕκαστος ἡμῶν τὰ κατάλληλα φάρμακα ἐντεῦθεν ἑαυτῷ ἐπιτιθέτω. Διὰ γὰρ τοῦτο πᾶσιν ἐπ’ ἀδείας πρόκειται, καὶ ἔξεστι τῷ βουλομένῳ τὸ ἁρμόδιον τῷ ἐνοχλοῦντι πάθει φάρμακον ἐπιτιθέναι, καὶ ταχίστην τὴν ὑγίειαν δέξασθαι, μόνον ἐὰν μὴ ἀποσείσηταί τις τὴν ἀπὸ τῆς ἰατρείας θεραπείαν, ἀλλὰ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται. Οὐδὲν γὰρ ἐστι τῶν τὴν ἀνθρωπίνην φύσιν συνεχόντων οὔτε ψυχικὸν οὔτε σωματικὸν πάθος, ὃ μὴ τὴν ἐντεῦθεν ἰατρείαν δέξασθαι δύναται. Τὶ γάρ, εἰπὲ μοι; Εἰσέρχεταί τις ἐνταῦθα λύπῃ καὶ πραγμάτων περιστάσει πιεζόμενος, καὶ διὰ τοῦτο καταχώννυται τῇ ἀθυμίᾳ, εἰσελθὼν καὶ εὐθέως ἀκούσας τοῦ προφήτου λέγοντος· «Ἵνα τὶ περίλυπος εἶ, ἡ ψυχὴ μου, καὶ ἵνα τὶ συνταράσσεις μέ; Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεὸς μου»· ἱκανὴν λαβὼν παραμυθίαν ἄπεισι, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν ἀποσεισάμενος. Ἕτερος πάλιν πενίᾳ πιεζόμενος ἐσχάτῃ δυσχεραίνει, καὶ ἀλύει ὁρῶν ἑτέρους πλούτῳ περιῤῥεομένους, καὶ μέγα φυσῶντας καὶ πολλὴν τὴν φαντασίαν περιβεβλημένους. Ἀκούει καὶ οὗτος πάλιν τοῦ αὐτοῦ προφήτου λέγοντος· «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μεριμνᾶν σου. Καὶ αὐτὸς σε διαθρέψει»· καὶ πάλιν· «Μὴ φόβου ὅταν πλουτήσῃ ἄνθρωπος, ἣ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήψεται τὰ πάντα». Ἕτερος πάλιν ἐπιβουλὰς καὶ συκοφαντίας ὑπομένων δυσχεραίνει, καὶ ἀβίωτον ἡγεῖται τὸν βίον, οὐδαμόθεν ἀνθρωπίνην βοήθειαν εὑρεῖν δυνάμενος. Διδάσκεται δὲ καὶ οὗτος ὑπὸ τοῦ μακαρίου τούτου προφήτου ἐν ταῖς τοιαύταις περιστάσεσι μὴ ἐπ’ ἀνθρωπίνην συμμαχίαν καταφεύγειν· ἀκούει γὰρ αὐτοῦ λέγοντος· «Αὐτοὶ ἐνδιέβαλόν μέ, ἐγὼ δὲ προσηυχόμην».

Εἶδες ὅθεν τὴν συμμαχίαν ἐπιζητεῖ; Ἕτεροι, φησί, δόλους ῥάπτουσι καὶ συκοφαντίας καὶ ἐπιβουλάς· ἐγὼ δὲ ἐπὶ τὸ τεῖχος τὸ ἀκαταμάχητον καταφεύγω, ἐπὶ τὴν ἄγκυραν τὴν ἀσφαλῆ, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, ἐπὶ τὴν εὐχήν, δι’ ἧς πάντα μοι τὰ δυσχερῆ κούφα καὶ ράδια γίνεται. Ἕτερος πάλιν ὑπὸ τῶν πρότερον θεραπευόντων καταφρονεῖται καὶ περιορᾶται, καὶ ὑπὸ τῶν φίλων καταλιμπάνεται, καὶ τοῦτο αὐτοῦ μάλιστα συγχεῖ καὶ ταράσσει τὸν λογισμόν. Ἀλλὰ καὶ οὗτος, εἰ βουληθείη, ἐνταῦθα παραγενόμενος ἀκούσει τοῦ μακαρίου τούτου λέγοντος· «Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχὴν μου· καὶ οἱ ζητοῦντες τὰ κακὰ μου ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν». Εἶδες μέχρις αὐτοῦ τοῦ θανάτου τὰς ἐπιβουλὰς ῥάπτοντας, καὶ διηνεκῆ τὸν πόλεμον ἐπιδεικνυμένους; Τὸ γάρ, «Ὅλην τὴν ἡμέραν», τοῦτο δηλοῖ, ὅτι διὰ πάσης τῆς ζωῆς. Τὶ οὖν αὐτὸς ἐκείνων ταῦτα ἐπιβουλευόντων καὶ κατασκευαζόντων ἔπραττεν; «ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς». Εἶδες φιλοσοφίας ὑπερβολήν, πῶς διὰ τῶν ἐναντίων ὁδῶν οὗτος περιεγένετο; Ἐκεῖνοι δόλουσ ἔῤῥαπτον, αὐτὸς καὶ τὰς ἀκοὰς ἔφραττεν, ὡς μηδὲ ἀκούειν· ἐκεῖνοι πάντα τὸν χρόνον οὐκ ἐπαύοντο καὶ τὴν γλῶτταν ἀκονοῦντες, καὶ ματαιότητας καὶ δολιότητας φθεγγόμενον οὗτος δὲ τῇ σιγῇ τὴν μανίαν ἐκείνων κατέστελλε. Καὶ τίνος ἕνεκεν οὕτως ἑαυτὸν διετίθει, καίτοι ἐκείνων ταῦτα κατασκευαζόντων, καὶ ὡσεὶ κωφός, καὶ ἄλαλος, καὶ μήτε ἀκοὰς ἔχων, μήτε γλῶτταν, οὕτω διέκειτο; Ἄκουε αὐτοῦ λέγοντος τὴν αἰτίαν τῆς τοσαύτης φιλοσοφίας· «Ὅτι ἐπὶ σοὶ ἤλπισα, Κύριε». Ἐπειδὴ ἐμαυτὸν ἐξήρτησα, φησί, τῆς εἰς σε ἐλπίδος, οὐδεὶς μοι λόγος τῶν παρὰ τούτων γινομένων. Ἡ γὰρ τῇ ῥοπῇ ἱκανὴ πάντα διασκεδάσαι, καὶ ἀκύρους αὐτῶν ποιῆσαι καὶ τὰς ἐπιβουλὰς καὶ τὰς μηχανάς, καὶ μηδὲν ἀφεῖναι τῶν ὑπ’ αὐτῶν κατασκευαζομένων εἰς ἔργον ἐλθεῖν.

β’. Ἴδετε πῶς δυνατὸν ἑκάστης συμφορᾶς τῆς συνεχούσης τὴν ἀνθρωπίνην φύσιν κατάλληλον ἐντεῦθεν φάρμακον λαβόντα ἀπελθεῖν, καὶ πᾶσαν ἀπώσασθαι ἀθυμίαν βιωτικήν, καὶ ὑπὸ μηδενὸς συστέλλεσθαι τῶν συμπιπτόντων; Διὰ τοῦτο παρακαλῶ καὶ συνεχῶς ἐνταῦθα βαδίζειν, καὶ μετὰ ἀκριβείας προσέχειν τῇ τῶν θείων Γραφῶν ἀναγνώσει, μὴ μόνον ἐπειδὰν ἐνταῦθα παραγίνησθε, ἀλλὰ καὶ οἴκαδε μετὰ χεῖρας λαμβάνειν τὰ θεῖα Βιβλία, καὶ μετ’ ἐπιμελείας δέχεσθαι τῶν ἐγκειμένων τὴν ὠφέλειαν. Πολὺ γὰρ τὸ ἐντεῦθεν τικτόμενον κέρδος· πρῶτον αὐτὸ τοῦτο, τὴν γλῶτταν ἀναπλάττεσθαι ποιεῖ διὰ τῆς ἀναγνώσεως· ἔπειτα καὶ ἡ ψυχὴ πτεροῦται καὶ μετάρσιος γίνεται, τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγαζομένη, κατ’ αὐτὸν ἐκεῖνον τὸν καιρὸν τῆς τῶν πονηρῶν λογισμῶν λύμης ἀπαλλαττομένη, καὶ γαλήνης ἀπολαύουσι πολλῆς καὶ ἡσυχίας. Καὶ ὅπερ ἡ σωματικὴ τροφὴ πρὸς τὴν σύστασιν τῆς ἡμετέρας ἰσχύος. Τοῦτο ἡ ἀνάγνωσις τῇ ψυχῇ γίνεται. Τροφὴ γὰρ ἐστι πνευματική, καὶ νευροῖ τὸν λογισμόν, καὶ ἰσχυρὰν ἐργάζεται τὴν ψυχήν, καὶ εὐτονωτέραν καὶ φιλοσοφωτέραν, οὐκ ἀφιεῖσα λοιπὸν ἁλίσκεσθαι τοῖς ἀλόγοις πάθεσιν, ἀλλὰ καὶ κοῦφον αὐτῇ τὸ πτερὸν ἐργαζομένη, καὶ πρὸς αὐτόν, ὡς εἰπεῖν, τὸν οὐρανὸν μεθιστῶσα. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τοῦ τοσούτου κέρδους, ἀλλὰ ταὶ ἐπὶ οἰκίας σπουδάζωμεν τῇ ἀναγνώσει τῶν θείων προσέχειν Γραφῶν, καὶ ἐνταῦθα παραγινόμενοι μὴ εἰς φλυαρίας καὶ ἀνονήτους ὁμιλίας τὸν καιρὸν καταδαπανῶμεν, ἀλλὰ δι’ ὃ παραγεγόναμεν, οὕτω συντείνωμεν ἑαυτούς, καὶ προσέχωμεν τοῖς ἀναγινωσκομένοις, ἵνα καρπωσάμενοί τι πλέον, οὕτως ἐντεῦθεν ἐξέλθητε. Εἰ μέλλοιτε εἰσελθόντες ἐνταῦθα πάλιν εἰς ὁμιλίας ἀκαίρους καὶ ἀνωφελεῖς τὸν καιρὸν καταναλίσκειν, καὶ μηδὲν πλέον εἰς ὠφέλειαν λόγων δεξάμενοι ἐπανιέναι, τὶ τὸ ὄφελος; Πῶς γὰρ οὐκ ἄτοπον, εἰς μὲν πανήγυριν βιωτικὴν ἀπιόντας σπουδάζειν πάντα τὰ ἐκ τῆς πανηγύρεως λαβόντας ἐπανελθεῖν οἴκαδε, καὶ ταῦτα χρήματα κατατιθέντας· ἐνταῦθα δὲ εἰς τὴν πανήγυριν ταύτην τὴν πνευματικὴν ἐρχομένους, μὴ πᾶσαν ποιεῖσθαι σπουδὴν λαβόντας τι τῶν χρησίμων, καὶ εἰς τὴν ψυχὴν ἐναποθεμένους οὕτως ἐπανιέναι, καὶ μάλιστα ὅτε οὐδὲ χρημάτων δαπάνην ἐργάσασθαι δεῖ, ἀλλὰ προθυμίαν μόνον εἰσενεγκεῖν, καὶ γνώμην συντεταμένην; Ἵνα οὖν μὴ χείρους γενώμεθα τῶν ταῖς βιωτικαῖς πανηγύρεσιν ἐμβαλλόντων, σπουδάζωμεν πολλὴν ἐπιδείκνυσθαι τὴν φροντίδα καὶ τὴν ἀγρυπνίαν, ἳν’ ἔχωμεν ἐντεῦθεν ἐξελθόντες ἐφόδια, ὥστε μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις ἐπιχορηγεῖν, καὶ δύνασθαι καὶ τὴν γυναῖκα διορθοῦν, καὶ τοὺς οἰκέτας, καὶ τοὺς γείτονας, καὶ τὸν φίλον, καὶ τὸν ἐχθρὸν αὐτόν. Τοιαῦτα γὰρ τὰ πνευματικὰ διδάγματα, ὡς κοινὰ πᾶσι προκεῖσθαι, καὶ μηδεμίαν εἶναι ἐν αὐτοῖς διαφοράν, πλὴν εἰ μὴ ποῦ τις γνώμην συντεταμένην εἰσενέγκας καὶ προθυμίαν ζέουσαν ὑπερηκόντισε τὸν πλησίον. Ἐπεὶ οὖν καὶ τῶν ἐνταῦθα διδαγμάτων τοσοῦτον τὸ κέρδος, φέρε σήμερον τὰ ἀναγνωσθέντα εἰς μέσον προθῶμεν καὶ τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθωμεν.

«Καὶ ἤρξατο, φησί, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη». Σκόπει πόσης ἡμῖν ὠφελείας ὑπόθεσις γίνεται αὐτὸ τῆς ἀναγνώσεως τὸ προοίμιον. Ὅταν γὰρ ἀκούωμεν, ὅτι ὁ δίκαιος, ὁ τέλειος, ὁ τὴν ἄνωθεν μαρτυρίαν δεξάμενος ἔπιε καὶ ἐμεθύσθη, πῶς ἡμεῖς λοιπὸν οἱ τοσούτοις καὶ ἑτέροις ἁμαρτήμασι καταβεβαπτισμένοι οὐχὶ μετὰ πολλοῦ τοῦ τόνου σπουδάσομεν φυγεῖν τὴν ἐκ τῆς μέθης λύμην; Καίτοι γε οὐχ ὅμοιόν ἐστι τὸ τὸν δίκαιον τοῦτον ἁλῶναι τῷ πάθει, καὶ ἡμᾶς τῷ αὐτῷ περιπεσεῖν. Πολλὰ γὰρ ἐστιν, ἃ τὸν δίκαιον τοῦτον συγγνώμης ἄξιον ἀποφαίνει. Καὶ ταῦτα λέγω οὐ τὸν ὑπὲρ τῆς μέθης λόγον ποιούμενος, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἐξ ἀκρασίας ὁ δίκαιος ὑπεσκελίσθη, ἀλλ’ ὑπὸ ἀγνοίας μᾶλλον. Καὶ ὅτι οὐχ ἁπλῶς εὗρε τὴν οἰνοποσίαν, ἄκουε αὐτῆς τῆς Γραφῆς λεγούσης καὶ τὴν ἀπολογίαν ποιουμένης, δι’ ὧν φθέγγεται· «Καὶ ἤρξατο, φησί, Νῶε ἄνθρωπος γεωργὸς γῆς. Καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη». Αὐτὸ τοῦτο τὸ εἰπεῖν. «Ἤρξατο», δείκνυσιν ὅτι αὐτὸς τὴν ἀρχὴν εὗρε τῆς οἰνοποσίας, καὶ διὰ πολλὴν ἄγνοιαν καὶ διὰ τὸ μὴ εἰδέναι τῆς μεταλήψεως τὰ μέτρα εἰς τὴν μέθην ἐξεκυλίσθη. Καὶ οὐ τοῦτο μόνον ἐστὶν ἀλλ’ ὅτι καὶ ἀθυμίᾳ πολλῇ κατεχόμενος ἐβουλήθη τὴν ἐντεῦθεν παραμυθίαν ἑαυτῷ ἐπινοῆσαι, καθάπερ καὶ τις φησὶ σοφός· «Δότε οἶνον τοῖς ἐν λύπαις, καὶ μέθην τοῖς ἐν ὀδύναις»· δεικνὺς ὅτι οὐδὲν οὕτως ἀθυμίας φάρμακον γενέσθαι δύναται, ὡς ἡ τούτου χρῆσις· μόνον τὶ μὴ ποῦ ἡ ἀμετρία λυμήνηται τὴν ἐξ αὐτοῦ ὠφέλειαν. Ὅτι δὲ ἐν λύπῃ ᾖν καὶ ἀθυμίᾳ ὁ δίκαιος οὗτος, ὁρῶν ἑαυτὸν ἐν ἐρημίᾳ τοσαύτῃ, καὶ πρὸ τῶν ὀφθαλμῶν ἐκείνῳ τὰ σώματα τῶν ἀνθρώπων ἐῤῥιμμένα, καὶ μετὰ τῶν κτηνῶν καὶ τῶν ἀλόγων, καὶ τάφον κοινὸν ἅπασι γεγενημένον, τις ἀντερεῖ; Ἔθος γὰρ τοῖς προφήταις καὶ τοῖς δικαίοις ἅπασι μὴ μόνον ὑπὲρ τῶν καθ’ ἑαυτοὺς ἀλγεῖν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν ἀνθρώπων. Καὶ εἰ τις ἐξαριθμῆσαι βούλοιτο, εὑρήσει πάντας ταύτην τὴν συμπάθειαν ἐπιδεικνυμένους. Καὶ ἀκούσει τοῦ μὲν Ἠσαΐου λέγοντος· «Μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τοῦ συντρίμματος τῆς θυγατρὸς τοῦ γένους μου»· τοῦ δὲ Ἰερεμίου· «Τις δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων»; Τοῦ δὲ Ἰεζεκιήλ· «Οἳ μοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ»; Καὶ τοῦ Δανιὴλ θρηνοῦντος, καὶ λέγοντος, ὅτι «Ὀλιγοστοὺς ἡμᾶς ἐποίησας παρὰ πάντα τὰ ἔθνη»· καὶ τοῦ Ἁμῶς· «Μετανόησον, Κύριε, ἐπὶ τούτῳ»· καὶ τοῦ Ἀμβακοὺμ· «Ἵνα τὶ ἔδειξάς μοι κόπους καὶ μόχθους»; Καὶ πάλιν· «Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης»· καὶ τοῦ μακαρίου δὲ αὐτοῦ τούτου Μωϋσέως ἀκούσει λέγοντος. «Εἲ μὲν ἀφίῃς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον»· πάλιν ἐπαγγελλομένου τοῦ Θεοῦ μείζονος ἔθνους ἡγεμονίαν αὐτῷ ἐγχειρίσαι, καὶ εἰπόντος· «Ἄφες με, καὶ ἐξαλείψω τοὺς ἀνθρώπους τούτους, καὶ ποιήσω σε εἰς ἔθνος μέγα»· οὐδὲ τοῦτο ἑλέσθαι, ἀλλὰ καὶ τὴν προστασίαν αὐτῶν προτιμοτέραν ἡγήσασθαι. Καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ μακάριος Παῦλος ἔλεγεν· «Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μού, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα».

γ’. Ἴδετε πῶς ἕκαστος τῶν δικαίων πολλὴν τὴν συμπάθειαν περὶ τοὺς ὁμογενεῖς ἐπεδείκνυτο. Ἐννοεῖτε λοιπὸν καὶ τὰ κατὰ τοῦτον τὸν δίκαιον, πόσα εἰκὸς ἦν πάσχειν καὶ πῶς ὑπὸ τῆς ἀθυμίας κατεργάζεσθαι, ὁρῶντα καὶ τῆς τοσαύτης ἐρημίας τὴν ἐπίτασιν, καὶ αὐτὴν τὴν γῆν, τὴν πρότερον κομῶσαν τοῖς πολλοῖς φυτοῖς καὶ τοῖς ἄνθεσι καλλωπιζομένην, ἀθρόον ὥσπερ ἀποκειραμένην τὴν κόμην, καὶ γυμνὴν αὐτὴν καὶ ἔρημον τυγχάνουσαν, Ἐπεὶ οὖν τοσαύτη τῆς ἀθυμίας ἦν ἡ ἐπίτασις, μικρὰν τινα ἑαυτῷ παραμυθίαν ἐντεῦθεν ἐπινοῶν, ἐπὶ τὴν τῆς γῆς ἐργασίαν, ἑαυτὸν ἐξέδωκε· διὰ τοῦτό φησι· «Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς ,καὶ ἐφύτευσεν ἀμπελῶνα».

Ἀλλ’ ἄξιον ζητῆσαι εἰ νῦν αὐτὸς ἐξηῦρε τὸ φυτόν, ἢ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἦν παραχθέν. Εἰκὸς μὲν τοῦτο ἄνωθεν καὶ ἐξ ἀρχῆς κατὰ τὴν ἕκτην ἡμέραν δεδημιουργῆσθαι, ἡνίκα «Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν (Κατέπαυσε γάρ, φησίν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἔποίησε)» μὴ μέντοι γνώριμον εἶναι τοῦ φυτοῦ τὴν χρῆσιν. Εἰ γὰρ ἦν ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ φυτὸν γνώριμον γεγονός, ἢ ὁ ἐξ αὐτοῦ καρπὸς κατάδηλος, πάντως ἂν καὶ οἱ περὶ τόν Ἄβελ τὰς θυσίας ἀνάγοντες καὶ οἶνον ἔσπεισαν. Ἀλλ’ ἐπειδὴ ἠγνόουν ἔτι τοῦ καρποῦ τὴν χρῆσιν, οὐκ ἐχρήσαντο τῷ φυτῷ. Οὗτος δὲ φιλότεχνος ὢν περὶ τὴν γεωργίαν, καὶ πολλῇ τῇ ἐπιμελείᾳ χρησάμενος, ἴσως καὶ τοῦ καρποῦ ἐγεύσατο, καὶ τοὺς βότρυας ἀποθλίψας καὶ τὸν οἶνον ποιήσας μετέλαβε τῆς χρήσεως. Καὶ ἐπειδὴ μήτε αὐτὸς ἐγεύσατο πρότερον, μήτε ἕτερον εἶδε μετειληφότα, οὐκ εἰδὼς πόσῳ δεῖ χρήσασθαι μέτρῳ, οὔτε ὅπως αὐτοῦ τῆς μεταλήψεως προσήκει μετασχεῖν, ὑπ’ ἀγνοίας εἰς τὴν μέθην ἐξώλισθεν. Ἄλλος δέ, ἐπειδὴ ἡ κρεοφαγίᾳ εἰσηνέχθη εἰς τὸν βίον, λοιπὸν καὶ ἡ οἰνοποσία. Ὅρα δὲ μοι κατὰ μικρόν, ἀγαπητέ, πῶς ἡ τοῦ κόσμου σύστασις οἰκονομεῖται, καὶ ἕκαστος ὑπὸ τῆς παρὰ Θεοῦ σοφίας ἐγκειμένης τῇ φύσει εὑρετὴς ἐκ προοιμίων τέχνης τινὸς γέγονε, καὶ οὕτως εἰς τὸν βίον εἰσήνεγκε τὰ τῶν τεχνῶν ἐπιτηδεύματα.· Ὁ γὰρ πρῶτος τὴν ἐργασίαν εὗρε τῆς γῆς, ὁ μετ’ αὐτὸν τὴν ποιμαντικήν, ἕτερος τὴν κτηνοτροφίαν, καὶ ἄλλος τὴν μουσικήν, ἕτερος τὴν χαλκευτικήν· οὗτος δὲ ὁ δίκαιος τὴν ἀμπελουργικὴν ἀπὸ τῆς ἐγκειμένης τῇ φύσει διδασκαλίας ἐπενόησε. Καὶ ἤρξατο, φησί, «Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη». Σκόπει πῶς τὸ τῆς ἀθυμίας φάρμακον, τὸ τῆς ὑγιείας ποιητικόν, ἐπειδὴ εἰς ἀμετρίαν ὑπερέβη διὰ τὴν ἄγνοιαν, οὐ μόνον οὐδὲν ὠφέλησεν αὐτόν, ἀλλὰ καὶ ἐλυμήνατο αὐτοῦ τῇ καταστάσει.

Ἀλλ’ ἴσως εἴποι τις ἄν’· καὶ τίνος ἕνεκεν τοσούτων γέμον κακῶν φυτὸν εἰς τὸν βίον εἰσηνέχθη; Μὴ ἁπλῶς τὰ ἐπιόντα φθέγγου, ἄνθρωπε. Οὐ γὰρ τὸ φυτὸν κακόν, οὔτε ὁ οἶνος πονηρόν, ἀλλ’ ἡ παρὰ τὸ δέον χρῆσις. Ὅτι γὰρ οὐ παρὰ τὸν οἶνον τὰ ἁμαρτήματα τὰ ὀλέθρια τίκτεται, ἀλλὰ παρὰ τὴν διεφθαρμένην γνώμην, καὶ τῷ τῇ ἀμετρίᾳ λυμαίνεσθαι τὴν ἐκ τούτου ἐγγινομένην ὠφέλειαν· διὰ τοῦτο νῦν μετὰ τὸν κατακλυσμὸν δείκνυσί σοι τοῦ οἴνου τὴν χρῆσιν, ἵνα μάθῃς ὅτι καὶ πρὸ τῆς τοῦ οἴνου χρήσεως καὶ εἰς ἀσέλγειαν ὑπερβάλλουσαν ἐξώκειλεν ἡ τῶν ἀνθρώπων φύσις, καὶ πολλὴν τῶν ἁμαρτημάτων τὴν ἐπίτασιν ἐπεδείξατο, καὶ ταῦτα οἴνου μηδαμοῦ φαινομένου· ἵνα καὶ ὅταν ἴδῃς τὴν τοῦ οἴνου χρῆσιν, μὴ τῷ οἴνῳ τὸ πᾶν λογίσῃ, ἀλλὰ τῇ προαιρέσει τῇ διεφθαρμένῃ, καὶ πρὸς τὴν κακίαν αὐτομολησάσῃ. Ἄλλως δὲ καὶ ἐννόησον ποῦ χρήσιμος γέγονεν ὁ οἶνος, καὶ φρίξον, ἄνθρωπε. Ἡ γὰρ ὑπόθεσις τῆς σωτηρίας ἡμῶν τῶν ἀγαθῶν διὰ τούτου τελεῖται.· Ἴσασιν οἱ μεμνημένοι τὸ λεγόμενον. «Καὶ ἤρξατο Νῶε, φησίν, ἄνθρωπος γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ». Δεινὸν γάρ, δεινόν, ἀγαπητέ, ἡ μέθη, καὶ ἱκανὴ πηρῶσαι τὰς αἰσθήσεις, καὶ καταβαπτίσαι τὸν λογισμόν. Τὸν γὰρ λογικὸν ἄνθρωπον, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἀναδεδεγμένον, καθάπερ νεκρὸν καὶ ἀνενέργητον, δεσμοῖς τισὶν ἀλύτοις πεδήσασα κεῖσθαι παρασκευάζει· μᾶλλον δὲ καὶ νεκροῦ χεῖρον. Ὁ μὲν γὰρ καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος τυγχάνει, οὗτος δὲ πρὸς μὲν τὰ καλὰ ἀνενέργητος, πρὸς δὲ τὰ κακὰ μᾶλλον ἐνεργεῖ, καὶ κοινὸς πᾶσι γέλως πρόκειται, καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις καὶ αὐτοῖς τοῖς οἰκέταις. Οἱ μὲν γὰρ φίλοι οἰκείαν τὴν αἰσχύνην λογιζόμενοι ἐγκαλύπτονται, καὶ αἰσχύνονται, οἱ δὲ ἐχθροὶ ἐφήδονται καὶ κωμῳδοῦσι καὶ ἐπαρῶνται, μονονουχὶ ταῦτα λέγοντες τὰ ῥήματα· τοῦτον δεῖ ἀναπνεῖν τὸν ἀέρα; Τὸ βόσκημα, τὸν χοῖρον, καὶ ἔτι τούτων χαλεπώτερα φθεγγόμενοι. Τῶν γὰρ ἀπὸ τῶν πολέμων ἐπανελθόντων, καὶ τὰς χεῖρας ᾑμαγμένας ἐχόντων, καὶ φοράδην ἀγομένων χεῖρον οὗτοι διάκεινται. Ἐκείνους μὲν γὰρ ἴσως καὶ ἐγκωμιάζουσιν οἱ πολλοὶ διὰ τὰ τρόπαια διὰ τὰς νίκας, διὰ τὰ τραύματα καὶ τὰς σφαγάς· τούτους δὲ ταλανίζουσιν, ἀθλίους ἀποκαλοῦσι, · μυρία αὐτοῖς ἐπαρῶνται κακά. Τὶ γὰρ ἂν εἴη ἀθλιώτερον τοῦ τῇ μέθῃ προσηλωμένου, καὶ καθ’ ἑκάστην ἡμέραν τὸν ἄκρατον ἐκχεομένου, καὶ τῶν λογισμῶν τὸ κριτήριον διαφθείροντος; Διὰ τοῦτο καὶ σοφὸς τις παρῄνει λέγων· «Ἀρχὴ ζωῆς ἀνθρώπου ἄρτος καὶ ὕδωρ καὶ Ἱμάτιον, καὶ οἶκος καλύπτων ἀσχημοσύνην», ἵνα κἂν ἁλῷ τις ὑπὸ τῆς μέθης, μὴ ἐκπομπεύηται, μηδὲ δημοσιεύηται, ἀλλὰ καὶ ὑπὸ τῶν οἰκείων περιστέλληται, καὶ μὴ προκέηται πᾶσι γέλωτος καὶ ἀσχημοσύνης ὑπόθεσις. «Καὶ ἤρξατο, φησί, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη».

δ’. Τὸ τῇς μέθης ὄνομα, ἀγαπητέ, ἐπὶ τῆς ἁγία; Γραφῆς οὐ πανταχοῦ ἐπὶ τούτου εἴρηται, ἀλλὰ καὶ ἐπὶ πλησμονῆς. Τοῦτο οὖν ἂν τις εἴποι περὶ τοῦ δικαίου τούτου, ὅτι οὐ δι’ ἀκρασίαν εἰς τὴν μέθην κατέπεσεν, ἀλλ’ ἡ πλησμονὴ τοῦτο αὐτῷ εἰργάσατο. Ἄκουε γὰρ τοῦ Δαυῒδ λέγοντος· «Μεθυσθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου, ἀντὶ τοῦ, πλησθήσονται». Ἄλλως δὲ οἱ τῇ μέθῃ ἑαυτοὺς ἐκδιδόντες οὐδέποτε κόρον λαμβάνουσιν, ἀλλ’ ὅσῳ ἂν ἐγχέωσιν ἑαυτοῖς τὸν ἄκρατον, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται, καὶ ἡ μετάληψις ἀεὶ ὑπέκκαυμα γίνεται τοῦ δίψους· καὶ τὰ μὲν τῆς ἡδονῆς ἠμαύρωται λοιπόν, τὸ δὲ δίψος ἀκατάπαυστον γεγονὸς εἰς αὐτὸν τὸν κρημνὸν τῆς κατάγει τοὺς ὑπ’ αὐτῆς αἰχμαλώτους γεγενημένους. «Καὶ ἐφύτευσε, φησίν, ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἶνον, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ». Ὅρα αὐτὸν οὐκ ἔξω ποῦ τοῦτο πάσχοντα, ἀλλὰ ἐν τῷ οἴκῳ αὐτοῦ. Διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεῖα Γραφὴ ὅτι Ἐν τῷ οἴκῳ αὐτοῦ, ἵνα ἐκ τῶν ἐπαγομένων τὴν ἐπίτασιν ἴδῃς τῇς πονηρίας τοῦ τὴν γύμνωσιν ἐκπομπεύσαντος. «Καὶ εἶδε, φησί, Χὰμ ὁ πατὴρ Χαναᾶν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Τάχα εἰ καὶ τινες ἕτεροι ἦσαν, κἀκείνοις ἂν ἐμήνυσε τὴν τοῦ πατρὸς ἀσχημοσύνην»· τοσαύτη ἦν τοῦ παιδὸς ἡ μοχθηρία. Διὰ γὰρ τοῦτο, ἵνα μάθης ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς διεφθαρμένος ἦν τὴν γνώμην, οὐχ ἁπλῶς εἶπεν ἡ Γραφή, ὅτι «εἶδε Χὰμ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ», ἀλλὰ τί; «Καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναᾶν». Τίνος ἕνεκεν, εἰπὲ μοι, καὶ ἐνταῦθα τοῦ υἱοῦ λέγει τὴν προσηγορίαν; Ἵνα μάθῃς ὅτι ἄκρατής τις ἦν καὶ ἀκόλαστος, καὶ ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ’ ἧς ἐν τοσαύτῃ καταστάσει παιδοποιεῖν ἠνέσχετο, ἀπὸ τῆς αὐτῆς καὶ νῦν εἰς τὸν γεγεννηκότα ἐξύβρισε. «Καὶ ἐξελθών, φησίν, ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω». Ὅρα μοι ἐνταῦθα, ἀγαπητέ, πῶς οὐκ ἐν τῇ φύσει τὰ τῆς κακίας ἔγκειται, ἀλλ’ ἐν τῇ γνώμῃ καὶ ἐν τῇ προαιρέσει. Ἰδοὺ γὰρ ἀμφότεροι τῆς αὐτῆς φύσεως, καὶ ἀδελφοί, τὸν αὐτὸν ἔσχον πατέρα, τῶν αὐτῶν ἀπήλαυσαν ὠδίνων, τῆς αὐτῆς ἐπιμελείας ἔτυχον, ἀλλ’ οὐ τὴν αὐτὴν προαίρεσιν ἐπεδείξαντο· ἀλλ’ ὁ μὲν πρὸς τὴν κακίαν ἐξώλισθεν, οἱ δὲ τὴν ὀφειλομένην τῷ πατρὶ τιμὴν ἀπένειμαν. Ἴσως δὲ καὶ ἐπεμβαίνων τῇ τοῦ πατρὸς ἀσχημοσύνῃ καὶ κωμῳδῶν τὸ γεγονὸς ἐξήγγειλε, καὶ οὐκ ἤκουσε σοφοῦ τινος λέγοντος· «Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρὸς σου». Ἀλλ’ οἱ ἀδελφοὶ οὐχ οὕτως· ἀλλὰ τί; «Ταῦτα ἀκούσαντες, Λαβόντες, φησί, Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν· «καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανές, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον». Εἶδες εὐγνωμοσύνην παίδων; Ὁ μὲν καὶ ἐξεπόμπευσεν, οἱ δὲ οὐδὲ ἰδεῖν ἀνέχονται, ἀλλ’ ὀπισθοφανῶς βαδίζουσιν, ἵνα ὀρθῶς βαδίσαντες συγκαλύψωσι τοῦ πατρὸς τὴν γύμνωσιν. Καὶ ὅρα αὐτῶν μετὰ τῆς πολλῆς εὐγνωμοσύνης καὶ τὴν ἐπιείκειαν. Οὔτε γὰρ ἐπιτιμῶσιν, οὔτε ἐπιπλήττουσι τῷ ἀδελφῷ, ἀλλ’ ἀκούσαντες, ἑνὸς μόνου γίνονται, τοῦ τὴν διόρθωσιν ταχεῖαν ποιήσασθαι, καὶ τὰ εἰς τιμὴν τοῦ γεγεννηκότος συντείνοντα ἐπιδείξασθαι. Καὶ τὸ πρόσωπον αὐτῶν, φησίν, ὀπισθοφανές, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Πολλὴ τῶν παίδων ἡ εὐλάβεια, καὶ ταύτην ἡμῖν δείκνυσιν οὐ τὸ σκεπάσαι μόνον, ἀλλὰ καὶ μὴ ἀνασχέσθαι ἰδεῖν. Παιδευθῶμεν τοίνυν καὶ ἐντεῦθεν, καὶ ἐξ ἀμφοτέρων κερδάνωμεν, καὶ τούτους μὲν μιμώμεθα, ἐκείνου δὲ τὸν ζῆλον φεύγωμεν. Εἰ γὰρ γύμνωσιν αἰσθητὴν ὁ ἐκπομπεύσας, κατάρας ἑαυτὸν ὑπεύθυνον κατέστησε, καὶ τῆς ὁμοτιμίας τῶν ἀδελφῶν ἐκπεσών, δουλεύειν αὐτοῖς κατεδικάσθη, εἰ καὶ μὴ αὐτὸς ἐκεῖνος, ἀλλ’ οἱ ἐξ αὐτοῦ πάντες· τὶ πείσονται οἱ τὰ ἁμαρτήματα τῶν ἀδελφῶν ἐκπομπεύοντες, καὶ οὐ μόνον οὐ περιστέλλοντες, ἀλλὰ καὶ μειζόνως αὐτὰ ποιοῦντες κατάδηλα, καὶ πολλὰ ἐκ τούτου ἐργαζόμενοι τὰ ἁμαρτήματα; Ὅταν γὰρ δημοσίευσης τοῦ ἀδελφοῦ τὸ πταῖσμα, οὐ μόνον ἐκεῖνον ἀναισχυντότερον καὶ ὀκνηρότερον εἰργάσω ἴσως πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς, ἀλλὰ καὶ τοὺς ἀκούοντας ῥᾳθυμοτέρους κατέστησας, καὶ πρὸς ἀπόνοιαν ἤλειψας· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ βλασφημεῖσθαι τὸν Θεὸν παρεσκεύασας. Τοῦτο δὲ ὅσην προξενεῖ τὴν κόλασιν τοῖς τὴν αἰτίαν παρέχουσιν, οὐδεὶς ἀγνοεῖ. Φύγωμεν τοίνυν, παρακαλῶ, τοῦ Χὰμ τὸν ζῆλον, μιμησώμεθα δὲ τῶν εὐγνωμόνων τούτων παίδων τὴν αἰδώ, ἣν περὶ τὴν γύμνωσιν τοῦ πατρὸς ἐπεδείξαντο· καὶ οὕτω τὰ τῶν ἀδελφῶν συσκιάζωμεν ἁμαρτήματα, οὐχ ἵνα εἰς ῥᾳθυμίαν αὐτοὺς παιδοτριβήσωμεν, ἀλλ’ ἵνα ταύτῃ μάλιστα πλείονα αὐτοῖς ἀφορμὴν παράσχωμεν τοῦ ταχέως τῆς λύμης ἐκείνης ἀπαλλαγῆναι, καὶ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐπανελθεῖν. Ὅσπερ γὰρ τὸ μὴ πολλοὺς ἔχειν μάρτυρας τῶν οἰκείων πλημμελημάτων εὐκολωτέραν κατασκευάζει τῷ νήφοντι τὴν ἐπάνοδον· οὕτως, ἐπειδὰν ἀπερυθριάσῃ ψυχῇ, καὶ ἴδῃ ὅτι οὐδένα λέληθε τὰ πονηρὰ διαπραττομένη, οὐκ εὐκόλως ἀποστῆναι ἀνέχεται, ἀλλὰ καθάπερ εἰς ὕλην τινὰ καὶ βυθὸν ἐμπεσοῦσα, καὶ ὑπὸ μυρίων κυμάτων κάτω παρελκομένη δυσκόλως ἀνανεῦσαι δυνήσεται, εἰς ἀπόγνωσιν λοιπὸν ἐμπεσοῦσα καὶ πρὸς τὴν ἐπάνοδον ἀπαγορεύουσα.

ε’. Διὰ τοῦτο, παρακαλῶ, μήτε ἐκπομπεύωμεν τὰ τῶν πλησίον σφάλματα, καὶ ἐπειδὰν πὰρ’ ἑτέρων ταῦτα μάθωμεν, μὴ ἐπειγώμεθα ὥστε τὴν γύμνωσιν ἰδεῖν ἀλλὰ καθάπερ οὗτοι οἱ εὐγνώμονες παῖδες, συγκαλύπτωμεν, συσκιάζωμεν, τῇ παραινέσει, ταῖς συμβουλαῖς καταπετωκυΐαν τὴν ψυχὴν ἀνορθοῦν σπουδάζωμεν, τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος διδάσκοντες, τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολήν, τῆς εὐσπλαγχνίας τὸ ἄμετρον, ἵνα μείζονος, ἤπερ οὗτοι, εὐλογίας ἀπολαύσωμεν παρὰ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ «βουλομένου Πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τοῦ μὴ βουλομένου Τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Καὶ τὴν γύμνωσιν, φησί, τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον». Ὅρα πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἐν τῷ νόμῳ τῷ γραπτῷ πρὸς διδασκαλίαν τοῦ τῶν ἀνθρώπων γένους νενομοθετημένα προλαβόντες ἀπὸ τοῦ ἐν τῇ φύσει κειμένου νόμου ἐπλήρουν, καὶ ὅπερ ὁ νόμος ἔλεγε· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται»; Καί, «Ὁ κακολογῶν πατέρα ἣ μητέρα, θανάτῳ τελευτάτω»· τοῦτο ἤδη διὰ τῶν ἔργων ἐπληροῦτο. Εἶδες πῶς προλαβοῦσα ἡ φύσις ἀρκοῦσαν εἶχε διδασκαλίαν;

«Ἐξένηψε δέ, φησί, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος». Ἐξένηψε δέ, φησίν. Ἀκουέτωσαν οἱ ἐν τοῖς συμποσίοις διημερεύοντες τοῦ ὀλίσθου τὸ μέγεθος, καὶ φυγέτωσαν τὴν ἐκ τῆς μέθης λύμην. Ἐξένηψε δέ, φησίν. Τὶ ἐστιν, Ἐξένηψεν; Ὅπερ ἡμῖν ἔθος περὶ τῶν μεμηνότων λέγειν, ἐπειδὰν ἐν ἐκστάσει γένωνται, ὅτι ὁ δεῖνα ἐξένηψεν ἀπὸ τοῦ δαίμονος, καὶ ἀπηλλάγη τῆς ἐκείνου τυραννίδος· τοῦτο καὶ ἐνταῦθα ἔφησεν ἡ Γραφή. Ἀληθῶς γὰρ ἡ μέθη αὐθαίρετός ἐστι δαίμων, καὶ χαλεπώτερον ἐκείνου σκοτοῖ τὸν λογισμόν, καὶ πάσης εὐγνωμοσύνης ἀποστερεῖ τὸν ἁλόντα. Τὸν μὲν γὰρ δαιμονιῶντα πολλάκις ὁρῶντες καὶ ἐλεοῦμεν, καὶ συναλγοῦμεν, καὶ πολλὴν περὶ αὐτὸν τὴν συμπάθειαν ἐπιδεικνύμεθα· ἐπὶ δὲ τοῦ μεθύσου τὸ ἐναντίον ἐργαζόμεθα· ἀγανακτοῦμεν, δυσχεραίνομεν, μυρία ἐπαρώμεθα. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ἐκεῖνος μὲν ὑπὸ τοῦ πονηροῦ δαίμονος ἐλαυνόμενος, ἄκων διαπράττεται ἅπερ ἂν διαπράξηται· κἂν λακτίσῃ, κἂν διαῤῥήξῃ χιτωνίσκον, κἂν αἰσχρὰ τινὰ φθέγξηται, συγγνώμης ἀξιοῦται· ὁ δὲ μεθύων, καὶ ὅπερ ἂν ἐπιδείξηται, οὐκ ἂν ἔσται συγγνώμης ἄξιος, ἀλλὰ καὶ οἰκείους, καὶ φίλους, καὶ γείτονας, καὶ πάντας ἔχει σφοδροὺς κατηγόρους, ἐπειδὴ οἴκοθεν ἀπὸ προαιρέσεως τὴν κακίαν μετελήλυθε, καὶ τῇ τυραννίδι τῆς μέθης ἑαυτὸν ἐξέδωκε. Καὶ ταῦτα λέγω, οὐχ ἵνα τοῦ δικαίου κατηγορήσω· πολλὰ γὰρ ἦν τὰ τὴν συγγνώμην αὐτῷ παρέχοντα· καὶ μετὰ τῶν ἄλλων ἁπάντων τὸ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, ὅπερ μέγιστον ἂν εἴη δεῖγμα καὶ τοῦ προτέρου ἁμαρτήματος, ὅτι ἐξ ἀγνοίας, ἀλλ’ οὐχ ὑπὸ ῥᾳθυμίας τοῦτο ὑπέμεινεν. Εἰ γὰρ ἀπὸ ῥᾳθυμίας τοῦτο ὑπέμεινεν, ἐχρῆν ἄρα καὶ πάλιν αὐτὸν ἁλῶναι τῷ πάθει· ἀλλ’ οὐκέτι τοῦτο πέπονθεν. Εἰ γὰρ καὶ πάλιν τὸ αὐτὸ ὑπέμεινεν, οὐκ ἂν ἡ Γραφὴ παρεσιώπησεν, ἀλλ’ ἐγνώρισεν ἂν ἡμῖν. Εἰς γὰρ ἐστι σκοπὸς καὶ εἰς ὄρος τῆς θείας Γραφῆς, τὸ μηδὲν παραλιπεῖν τῶν γεγονότων, ἀλλὰ μετὰ ἀληθείας ἡμᾶς διδάσκειν. Οὔτε γὰρ φθόνῳ τινὶ τὰς ἀρετὰς τῶν δικαίων παρατρέχει, οὔτε χάριτι πάλιν τὰ ἁμαρτήματα συσκιάζει. Ἀλλ’ ἅπαντα εἰς μέσον ἡμῖν προτίθησιν, ἳν’ ὑπογραμμὸν τινὰ καὶ διδασκαλίαν ἔχωμεν, καὶ ἐπειδὰν καὶ ἡμεῖς διὰ ῥᾳθυμίαν ἁλῶμέν τινὶ πταίσματι, ἀσφαλιζώμεθα μὴ πάλιν τῷ αὐτῷ περιπεσειν. Οὐ γὰρ οὕτω τὸ ἁμαρτεῖν χαλεπόν, ὡς τὸ Ἐπιμένειν. Μὴ τοίνυν τοῦτο ἴδῃς ὅτι ἐμεθύσθη ὁ δίκαιος, ἀλλ’ ὅτι οὐκ ἔτι τοῦτο πέπονθεν. Ἀλλ’ ἐννόει μοι τοὺς καθ’ ἑκάστην ἡμέραν ἐν ταῖς οἰνοφλυγίαις καταδαπανωμένους, καὶ ἐφ’ ἑκάστης σχεδὸν εἰπεῖν ἀποθνήσκοντας· καὶ ἐπειδὰν εἰς αἴσθησιν ἔλθωσιν, οὐδὲ οὕτω φεύγοντας τὴν ἐκεῖθεν λύμην, ἀλλ’ ὡς ἔργον τὶ τοῦτο καὶ ἀνδρείαν μεταδιώκοντας. Πάλιν δὲ κἀκεῖνο ἂν τις ἐννοήσειεν, ὅτι δίκαιος οὗτος, εἰ καὶ ὑπὸ ἀπειρίας καὶ τοῦ μὴ εἰδέναι τὰ μέτρα τῆς μεταλήψεως πιὼν ἐμεθύσθη, ἀλλ’ ὅμως δίκαιος ὣν καὶ πολλὰ ἔχων κατορθώματα, συσκιάζειν ἠδύνατο τὸ συμβᾶν ἁμάρτημα· ἡμεῖς δὲ ὅταν καὶ ὑφ’ ἑτέρων μυρίων ὦμεν πολιορκούμενοι παθῶν, καὶ μετ’ ἐκείνων καὶ ὑπὸ τῆς μέθης ἑαυτοὺς καταβαπτίζωμεν, ποίαν ἕξομεν παραμυθίαν, εἰπὲ μοι; Τις δὲ ἡμᾶς ἀξιώσει συγγνώμης οὐδὲ ὑπὸ τῆς πείρας αὐτῆς σωφρονιζομένους; «Ἐξένηψε δέ, φησί, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος». Πόθεν ἔγνω; Ἴσως οἱ ἀδελφοὶ ἐγνώρισαν, οὐχὶ τὸν ἀδελφὸν διαβαλεῖν βουλόμενοι, ἀλλὰ τὸ πρᾶγμα ὡς ἐγένετο διδάσκοντες, ἵνα κατάλληλον ἐκεῖνος τῷ τραύματι τὴν βοήθειαν δέξηται. «Καὶ ἔγνω, φησί, Νῶε ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος». Τὶ ἐστιν, Ὅσα ἐποίησεν; Ἀντὶ τοῦ, μέγα καὶ ἀφόρητον. Ἐννόησον γὰρ ὅτι ἔσω ἐν τῇ οἰκίᾳ θεασάμενος τὴν ἀσχημοσύνην, δέον συγκαλύψαι, ὁ δὲ ἐξελθὼν ἐξεπόμπευσε, καὶ εἰς κωμῳδίαν καὶ εἰς χλευασίαν τὸν πατέρα, ὅσον τὸ ἑαυτῷ ἧκον, ἐνέβαλε, καὶ ἐβούλετο καὶ τοὺς ἀδελφοὺς κοινωνοὺς λαβεῖν τῆς μοχθηροῖς προαιρέσεως· καὶ δέον μέλλοντα ἀπαγγέλλειν κἂν ἔσω ἐπὶ τῆς οἰκίας αὐτοὺς καλέσαι, καὶ οὕτως ἐξειπεῖν τὴν γύμνωσιν, ὁ δὲ ἐξῆλθεν ἔξω, ἔξειπε τὴν γύμνωσιν· ὡς εἰ καὶ πλῆθος ἑτέρων παρῆν, κἀκείνους μάρτυρας ἂν ἐποιήσατο τῆς ἀσχημοσύνης τοῦ πατρός. Διὰ τοῦτό φησιν,«Ὅσα ἐποίησε»· τουτέστι, τὴν ὕβριν εἰς τὸν πατέρα ἐπεδείξατο, ἐπελάθετο τῆς ὀφειλομένης τιμῆς παρὰ τῶν παίδων γίνεσθαι εἰς τοὺς γεγεννηκότας, ἐξεπόμπευσε τὰ ἁμαρτήματα, τοὺς ἀδελφοὺς ἠθέλησεν ὑποσῦραι, καὶ κοινωνοὺς λαβεῖν τῆς ὕβρεως. «Ὅσα ἐποίησεν αὐτῷ, φησίν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος». Καὶ μὴν οὐχ οὗτος ἣν ὁ νεώτερος δεύτερος γὰρ ἥν, καὶ πρότερος τοῦ Ἰάφεθ· ἀλλ’ εἰ καὶ τὴν ἡλικίαν πρότερος ἐκείνου, ἀλλὰ τῇ γνώμῃ νεώτερος, καὶ ἡ προπέτεια αὐτὸν ἐξέβαλεν. Ἐπειδὴ γὰρ οὐκ ἐβούλετο εἴσω τῶν οἰκείων ὅρων μεῖναι, ἀπώλεσε τὴν παρὰ τῆς φύσεως αὐτῷ δεδομένην τιμήν· καὶ ὥσπερ οὗτος, ὅπερ εἶχεν ἀπὸ τῆς φύσεως, προὔδωκε τῇ μοχθηρίᾳ τῇς προαιρέσεως, οὕτως ὁ Ἰάφεθ, ὅπερ οὐκ εἶχεν ἀπὸ τῆς φύσεως, τοῦτο προσέλαβεν ἀπὸ τῆς ὑγιοῦς γνώμης.

Ϛ’. Εἶδες πῶς οὐδὲν ἁπλῶς οὐδὲ ὡς ἔτυχέν ἐστιν εὑρεῖν κείμενον ἐν τῇ θείᾳ Γραφῇ; «Ὅσα ἐποίησεν αὐτῷ, φησίν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναᾶν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ». Ἰδοὺ ἐφθάσαμεν εἰς τὸ ζήτημα τὸ πανταχοῦ περιφερόμενον. Πολλῶν γὰρ ἐστιν ἀκοῦσαι λεγόντων· τίνος ἕνεκεν, τοῦ πατρὸς ἡμαρτηκότος, καὶ τὴν γύμνωσιν ἐξαγγείλαντος, ὁ παῖς τὴν κατάραν δέχεται; Διό, παρακαλῶ, μετὰ ἀκριβείας ἀκούσατε, καὶ δέχεσθε τὴν τούτου λύσιν. Ἐκεῖνα γὰρ ἐροῦμεν ἅπερ ἂν ἡ θείᾳ χάρις παράσχῃ διὰ τὴν ὑμετέραν ὠφέλειαν. «Καὶ εἶπεν· Ἐπικατάρατος Χαναᾶν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ». Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦ παιδὸς ἐμνημόνευσεν, ἀλλὰ διὰ τινὰ λόγον ἐγκεκρυμμένον. Βουλόμενος γὰρ ὁμοῦ καὶ καθάψασθαι αὐτοῦ διὰ τὸ πλημμεληθέν, καὶ τὴν ὕβριν, ἣν εἰς αὐτὸν ἐπεδείξατο, καὶ μήτε τῇ παρὰ τοῦ Θεοῦ ἤδη γεγενημένη εὐλογίᾳ λυμήνασθαι· «Εὐλόγησε γάρ, φησίν, ὁ Θεὸς τὸν Νῶε ἡνίκα ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ». Ἵνα οὖν μὴ δοκῇ τὸν ἅπαξ ὑπὸ τοῦ Θεοῦ τῆς εὐλογίας τυχόντα καταράσασθαι, ἐκεῖνον μὲν τέως τὸν ὑβρικότα ἀφίησι, τῷ δὲ υἱῷ τὴν κατάραν ἐπάγει. Ναί, ἀλλὰ καὶ τοῦτο μέν, φησί, δείκνυσιν ὅτι διὰ τοῦτο οὐ κατηράσατο τὸν Χάμ, ἐπειδὴ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἀπήλαυσε· τίνος δὲ ἕνεκεν ἐκείνου ἁμαρτόντος οὗτος δίκην δίδωσιν; Οὐδὲ τοῦτο ἁπλῶς γίνεται. Καὶ γὰρ οὐκ ἔλαττον τοῦ παιδὸς ὁ Χὰμ τὴν κόλασιν ὑπέμενε, καὶ τῆς τιμωρίας τὴν αἴσθησιν ἐλάμβανεν. Ἴστε γάρ, ἴστε πῶς πολλάκις ηὔξαντο πατέρες ὑπὲρ παίδων τιμωρίαν ὑποσχεῖν, καὶ ὅπως βαρύτερον αὐτοῖς ἐστιν εἰς κολάσεως λόγον, τὸ τοὺς παῖδας ὁρᾷν τιμωρουμένους, ἥ ἑαυτοὺς ὑπευθύνους γεγονότας. Ἐγίνετο τοίνυν τοῦτο, ἵνα καὶ οὗτος διὰ τὴν φυσικὴν φιλοστοργίαν πλείονα τὴν ὀδύνην ὑπομείνῃ, καὶ ἡ τοῦ Θεοῦ εὐλογία ἀκέραιος διαμείνῃ, καὶ ὁ τὴν κατάραν δεξάμενος παῖς οἰκείων ἁμαρτημάτων τίνῃ δίκας. Εἰ γὰρ καὶ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς νῦν τὴν κατάραν λαμβάνει, ἀλλ’ ὅμως εἰκὸς ἦν δι’ οἰκεῖα πλημμελήματα διδόναι δίκην. Οὐ γὰρ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς μόνον τὴν κατάραν ἐδέξατο, ἀλλ’ ἡ ἄρα ἵνα καὶ δι’ αὐτοῦ ἐκεῖνος μείζονα δῷ τὴν τιμωρίαν. Ὅτι γὰρ οὔτε πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων δίκην διδόασιν, ἀλλ’ ἕκαστος ὑπὲρ ὧν ἐπλημμέλησε τὰς εὐθύνας ὑπέχει, πολλαχοῦ ἔστιν εὑρεῖν παρὰ τῶν προφητῶν τοῦτο εἰρημένον· ὥσπερ ὅταν λέγωσι· «Τοῦ φαγόντος τὸν ὄμφακα οἱ ὀδόντες αἱμωδιάσουσι»· καὶ «Ἡ ψυχὴ ἡ ἁμαρτοῦσα, αὐτὴ καὶ ἀποθανεῖται»· καἰ πάλιν, «Οὐκ Ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων». Μηδεὶς τοίνυν ὑμῶν, παρακαλῶ, ἀγνοῶν τῆς θείας Γραφῆς τὸν σκοπόν, τολμάτω μέμφεσθαι τοῖς ἐγγεγραμμένοις, ἀλλ’ εὐγνώμονι διανοίᾳ, δεχέσθω τὰ λεγόμενα, καὶ θαυμαζέτω τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, καὶ λογιζέσθω ὅσον ἁμαρτία κακόν. Ἰδοὺ γὰρ τὸν ἀδελφὸν τὸν τῶν αὐτῶν ὠδίνων κοινωνήσαντα, τὸν ἐκ τῆς αὐτῆς νηδύος ἐξελθόντα, τοῦτον ἐπεισελθοῦσα ἡ ἁμαρτία δοῦλον εἰργάσατο, καὶ τὴν ἐλευθερίαν ἀφελομένη, εἰς τὴν ὑποταγὴν ἤγαγε· καὶ γὰρ ἐντεῦθεν τὰ τῆς δουλείας ἀρχὴν ἐλάμβανε λοιπόν. Οὐδὲ γὰρ ἦν πρὸ τούτου ἡ βλακεία αὕτη, καὶ τὸ οὕτω διαθρύπτεσθαι, καὶ ἑτέρων δεῖσθαι τῶν διακονουμένων, ἀλλ’ ἕκαστος αὐτὸς ἑαυτῷ διηκονεῖτο, καὶ πολλὴ ἦν ἡ ὁμοτιμία, καὶ πᾶσα ἀνωμαλία ἑκποδὼν ἦν. Ἐπειδὴ δὲ εἰσῆλθεν ἡ ἁμαρτία, ἐλυμήνατο τὴν ἐλευθερίαν, καὶ διέφθειρε τὴν ἀπὸ τῆς φύσεως δεδομένην ἀξίαν, καὶ τὴν δουλείαν ἐπεισήγαγεν, ἵνα διηνεκὴς ᾗ διδάσκαλος καὶ νουθεσίᾳ τῷ τῶν ἀνθρώπων γένει, ὥστε φεύγειν μὲν τῆς ἁμαρτίας τὴν δουλείαν, πρὸς δὲ τὴν ἐλευθερίαν τῆς ἀρετῆς ἐπανιέναι. Ὅτι γὰρ ὁ δοῦλος καὶ ὁ δεσπότης διηνεκῆ ἔχουσι τὴν ἐντεῦθεν ἐγγινομένην ὠφέλειαν, εἰ βούλοιντο, ἐννοείτωσαν, ὁ μὲν δοῦλος, ὅτι διὰ τοῦτο εἴληφε τὴν δουλείαν, ἐπειδὴ ὁ Χὰμ εἰς τοσαύτην προπέτειαν ἐξώκειλε· καὶ ὁ δεσπότης πάλιν λογιζέσθω, ὅτι οὐχ ἑτέρωθεν ἡ ὑποταγὴ γέγονε καὶ ἡ δουλεία, ἀλλ’ ἡ ἀπὸ τοῦ μοχθηρὰν ἐκεῖνον ἐπιδείξασθαι γνώμην, καὶ τῆς ἰσοτιμίας τῶν ἀδελφῶν ἐκπεσεῖν.

ζ’. Ἀλλ’ ἐὰν νήφωμεν, ταῦτα τὰ διὰ τὰ ἁμαρτήματα τῶν προγόνων τῶν ἡμετέρων εἰσενεχθέντα εἰς τὸν βίον οὐδὲν ἡμᾶς λυμήνασθαι δύναται, μέχρι τῶν ὀνομάτων μόνον ἱστάμενα. Ἐπεὶ καὶ ὁ πρωτόπλαστος διὰ τὴν παράβασιν τοῦ θανάτου τὸ ἐπιτίμιον εἰσήγαγε, καὶ τὸ ἐν λύπαις καὶ μόχθοις τὴν ζωὴν καταδαπανᾶσθαι· καὶ οὗτος τὴν δουλείαν· ἀλλὰ παραγενόμενος ὁ Δεσπότης Χριστὸς ταῦτα πάντα μέχρι τῶν ὀνομάτων αὐτῶν ἀφῆκεν εἶναι μόνον, ἐὰν βουλώμεθα. Οὔτε γὰρ ὁ θάνατος θάνατός ἐστι λοιπόν, ἀλλὰ ὄνομα μόνον ἔχει θανάτου· μᾶλλον δὲ καὶ αὐτὸ τὸ ὄνομα ἀφῃρέθη. Οὐκέτι γὰρ οὐδὲ θάνατον αὐτὸν προσαγορεύομεν, ἀλλὰ κοίμησιν καὶ ὕπνον. Διὸ καὶ αὐτὸς ὁ Χριστὸς ἔλεγε. «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται»· καὶ ὁ Παῦλος γραφῶν Θεσσαλονικεῦσι, φησί· «Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί». Καὶ ἡ δουλεία πάλιν ὁμοίως ὄνομα ἐστιν· ἐκεῖνος γὰρ ἐστι δοῦλος ὁ τὴν ἁμαρτίαν ἐργαζόμενος. Καὶ ὅτι καὶ ταύτην ἐξεῖλεν ὁ Χριστὸς παραγενόμενος, καὶ μέχρις ὀνόματος αὐτὴν ἀφῆκεν εἶναι, μᾶλλον δὲ καὶ τὴν προσηγορίαν αὐτὴν ἐξήλειψεν, ἄκουε τοῦ Παύλου λέγοντος· «Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοὶ εἰσιν». Ὁρᾷς πῶς ἐπισελθοῦσα ἡ ἀρετή, εἰς τὴν τῆς ἀδελφότητος συγγένειαν ἤγαγε τοὺς πρότερον τῷ ὀνόματι τῆς δουλείας ὑπευθύνους ὄντας. «Καὶ ἔσται, φησί, Χαναᾶν παῖς, οἰκέτης τοῖς ἀδελφοῖς αὐτοῦ». Οὐκ ἐχρήσω, φησίν, εἰς δέον τῇ τιμῇ, οὐδὲ ἤνεγκας τὴν εὐπραγίαν τὴν ἁπὸ τῆς ἰσοτιμίας· διὰ τοῦτο τῇ ὑποταγὴ σωφρονισθῆναί σε βούλομαι. Τοῦτο καἰ ἐξ ἀρχῆς ἐπὶ τῆς γυναικὸς γέγονεν. Ἐπειδὴ γὰρ ὁμότιμος τῷ ἀνδρὶ γενομένη, οὐ καλῶς ἐχρήσατο τῇ δεδομένῃ τιμῇ, διὰ τοῦτο ἀφῃρέθη τὴν ἐξουσίαν, καὶ ἤκουσε· «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφὴ σου, καὶ αὐτὸς σου κυριεύσει». «Ἐπειδὴ οὐκ οἶσθα, φησί, καλῶς κεχρῆσθαι τῇ ἀρχῇ, μάθε καλῶς ἄρχεσθαι, ἣ κακῶς ἄρχειν». Διὰ τοι τοῦτο καὶ οὗτος νῦν σωφρονισμοῦ ἕνεκεν δέχεται τὸ ἐπιτίμιον, καὶ διὰ τοῦ παιδὸς αὐτὸς τὴν κόλασιν ὑπομένει, ἵνα μάθης, δεῖ κἂν γηραλέος λοιπὸν ἦν, ἀλλ’ ἡ τιμωρία εἰς τὸν υἱὸν διαβήσεται· ὅπερ πικρὰν καὶ ὀδυνηρὰν αὐτῷ τὴν ζωὴν εἰργάσατο ἐννοοῦντι, ὅτι καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν ὁ παῖς ἤμελλε δίκας τίνειν ὑπὲρ τῶν αὐτῷ πεπραγμένων. Ὅτι γὰρ καὶ ὁ παῖς οἴκοθεν μοχθηρὸς ὑπῆρχε, καὶ οἱ ἐξ ἐκείνου πάντες βδελυκτοὶ γεγόνασι πρὸς κακίαν ἀποκλίναντες, ἄκουε τῆς Γραφῆς λεγούσης ἐν τάξει κατάρας· «Ὁ πατὴρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία». Καὶ πάλιν ἕτερός τις ἐνυβρίζων, «Σπέρμα Χαναᾶν καὶ οὐκ Ἰούδα». Ἀλλὰ γὰρ ἄξιον λοιπὸν ἀκοῦσαι μετὰ τὴν ἐπιτίμησιν, ἣν ἐδέξατο ὁ τὴν γύμνωσιν τοῦ πατρὸς ἐκπομπεύσας, τίνων ἀξιοῦνται τῶν ἀμοιβῶν οἱ τὴν τοσαύτην αἰδὼ καὶ τὴν τιμὴν ἀπονείμαντες τῷ πατρί. Καὶ εἴτε, φησίν, «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναᾶν παῖς αὐτοῦ». Τοῦτο, ἴσως ἂν τις εἴποι, οὐκ ἔστι τὸν Σὴμ εὐλογήσαι. Καὶ σφόδρα μὲν εὐλόγησεν αὐτόν. Ὅταν γὰρ ὁ Θεὸς εὐχαριστεῖται καὶ εὐλογεῖται διὰ τῶν ἀνθρώπων, τότε δαψιλεστέραν τὴν παρ’ ἑαυτοῦ εὐλογίαν εἴωθε χορηγεῖν ἐκείνοις. Δι’ οὓς αὐτὸς εὐλογεῖται. Εὐλογήσας τοίνυν τὸν Θεόν, ὀφειλέτην αὐτὸν κατέστησε μείζονος εὐλογίας καὶ αἴτιος γέγονε τῷ Σὴμ πλείονος ἀμοιβῆς, ἧς αὐτὸς αὐτόν, εἰ δι’ ἑαυτοῦ εὐλόγησεν. Ὥσπερ γὰρ ὅταν εὐλογῆται δι’ ἡμᾶς, πολλῆς ἡμᾶς ἄξιοί τῆς παρ’ αὐτοῦ εὐνοίας, οὕτω πάλιν ἐπειδὰν δι’ ἡμᾶς ἕτεροι αὐτὸν βλασφημῶσι μείζων ἐντεῦθεν ἡμῖν ἡ κατάκρισις γίνεται τοῖς τὴν αἰτίαν παρεχομένοις. Σπουδάζωμεν τοίνυν, παρακαλῶ, οὕτω βιοῦν καὶ τοσαύτην ἐπιδείκνυσθαι τῆς ἀρετῆς τὴν ἐπίτασιν, ὡς τοὺς εἰς ἡμᾶς ὁρῶντας εὐλογίας ὕμνους ἀναφέρειν τῷ Δεσπότῃ Θεῷ. Βούλεται γὰρ ἀγαθὸς ὢν καὶ φιλάνθρωπος δοξάζεσθαι δι’ ἡμῶν, οὐκ ἐπειδὴ αὐτὸς τι προσλαμβάνει εἰς τὴν οἰκείαν δόξαν· ἀνενδεὴς γὰρ ἐστιν· ἀλλ’ ἵνα ἀφορμὰς αὐτῷ παράσχωμεν τοῦ πλείονος ἡμᾶς ἀξιοῦν τῆς παρ’ αὐτοῦ εὐνοίας. «Εὐλογητὸς κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναᾶν παῖς αὐτῷ». Ὁρᾷς πῶς πατρικὴν ἐπιδείκνυται τὴν τιμωρίαν, σωφρονισμὸν οὖσαν μᾶλλον ἢ τιμωρίαν; Πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ οὐ τὴν ἀξίαν ἐβούλετο δίκην ἐπαγαγεῖν, ἀλλ’ ὥστε τὴν εἰς τὸ πρόσω κακίαν ἐγκόψαι. Διὰ τοῦτο, φησί, δουλείᾳ σε καταδικάζω, ἵνα διηνεκῆ καὶ ἀνεξάλειπτον ἔχῃς τὴν ὑπόμνησιν. Εἶτά φησι· «Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ, καὶ γενηθήτω Χαναᾶν παῖς αὐτοῦ». Μεγίστη πάλιν αὕτη ἡ εὐλογία, τάχα τινὰ κεκρυμμένον ἔχουσα θησαυρόν. «Πλατύναι γάρ, φησίν, ὁ Θεὸς τῷ Ἰάφεθ». Οὐκ ἂν τις ἁμάρτοι εἰπὼν προφητείαν εἶναι τὰς εὐλογίας τοῦ δικαίου. Εἰ γὰρ ὁ πατὴρ αὐτοῦ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τὴν προσηγορίαν αὐτῷ ἐπέθηκεν, ἀλλὰ προφητεύων διὰ τοῦ ὀνόματος τὸ μέλλον ἔσεσθαι κλυδώνιον· πολλῷ μᾶλλον ὁ δίκαιος οὗτος οὐκ ἂν ἁπλῶς οὐδὲ μάτην τὰς εὐλογίας ἐποιήσατο. Διὰ γὰρ τῶν εὐλογιῶν τούτων, τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, τῶν δύο λαῶν αἰνίττεσθαι αὐτὸν οἶμαι τὴν κλῆσιν καὶ διὰ μὲν τοῦ Σήμ, τοὺς Ἰουδαίους· ἐξ ἐκεῖνον γὰρ ὁ πατριάρχης Ἀβραάμ, καὶ τὸ τῶν Ἰουδαίων ἐπιδέδωκε γένος· διὰ δὲ τοῦ Ἰάφεθ, τὴν τῶν ἐθνῶν κλῆσιν. Ὅρα γὰρ καὶ ταύτην τὴν εὐλογίαν τοῦτο προμηνύουσαν. «Πλατύναι γάρ, φησίν, ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ». Τοῦτο ἐπὶ τῶν ἐθνῶν εἰς ἔργον ἐκβεβηκὸς ὁρῶμεν. Διὰ μὲν γὰρ τοῦ εἰπεῖν, «Πλατύναι, τὰ ἔθνη πάντα ἠνίξατο»· διὰ δὲ τοῦ εἰπεῖν, «Κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ», ὅτι τῶν τοῖς Ἰουδαίοις εὐτρεπισθέντων καὶ ἐκείνοις παρασκευασθέντων τὰ ἔθνη τὴν ἀπόλαυσιν ἔσχε. Καὶ γενηθήτω Χαναᾶν παῖς αὐτοῦ.

η’. Εἶδες οἵας ἔλαβον καὶ οὗτοι τῆς εὐγνωμοσύνης τὰς ἀμοιβάς, καὶ πόσην ἐκεῖνος διὰ τῆς προπετείας ἑαυτοῦ κατεσκέδασε τὴν ἀτιμίαν. Ταῦτα διηνεκῶς ἔχωμεν ἐπιγεγραμμένα τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, ἵνα τῶν μὲν μιμηταὶ καὶ ζηλωταὶ γενέσθαι δυνηθῶμεν, τοῦ δέ φύγωμεν τὸ μοχθηρὸν τῆς γνώμης, καὶ τῆς προπετείας τὴν ὑπερβολήν. «Καὶ ἔζησε, φησί, Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανε». Μὴ νομίσῃς δὲ τοῦτο ἁπλῶς ἐκσημήνασθαι τὴν θείαν Γραφήν, ἀλλ’ ὅρα καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἐγκράτειαν ὅτι οὔτε ἀδείας καὶ ἀνέσεως ἀπολαύσας, καὶ τοσοῦτον ἀριθμὸν ἐτῶν ἐπιζήσας, μετὰ τὴν ἀπὸ τῆς κιβωτοῦ ἔξοδον, παιδοποιίας ἠνέσχετο λοιπόν. Οὐδὲ γὰρ ἐμνημόνευσεν ἡ Γραφή, ὅτι ἑτέρους ἔσχε παῖδας, πλὴν τούτων τῶν τριῶν. Ἐντεῦθεν πάλιν λογίζου τοῦ Χὰμ τὴν πολλὴν ταύτην ἀκολασίαν, ὅτι οὔτε τὸν πατέρα ὁρῶν τοσαύτην ἐπιδεικνύμενον ἐγκράτειαν ἐσωφρονίζετο, ἀλλ’ ἀπ’ ἐναντίας τῷ γεγεννηκότι ἅπαντα διεπράττετο. Διὸ καὶ εἰκότως ἅπαν τὸ ἐξ αὐτοῦ γένος τῇ δουλείᾳ κατεδικάζετο, ἵνα χαλινὸν ἔχῃ τῇς μοχθηρὰς προαιρέσεως. Εἶτα ἐντεῦθεν διηγουμένη ἡ θεῖα Γραφὴ τοὺς ἐκ τῶν παίδων τεχθέντας, φησί· «Χὰμ δὲ ἐγέννησε τὸν Χοῦς»· καὶ πάλιν «Χοῦς δὲ ἐγέννησε τὸν Νεβρώδ. Οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. Οὗτος ἦν γίγας, κυνηγὸς ἐναντίον Κυρίου». Καὶ τινες μὲν φασὶ τὸ Ἐναντίον Κυρίου, ἀντὶ τοῦ ἐναντιούμενος τῷ Θεῷ· ἐγὼ δὲ οὐχ ἡγοῦμαι τοῦτο αἰνίττεσθαι τὴν θείαν Γραφήν, ἀλλ’ ὅτι ἰσχυρὸς τις ἣν καὶ ἀνδρεῖος. Τὸ δὲ ἀπέναντι Κυρίου τοῦ Θεοῦ, ἀντὶ τοῦ, ὑπ’ αὐτοῦ παραχθεῖς, ὑπ’ αὐτοῦ δεξάμενος τοῦ Θεοῦ τὴν εὐλογίαν, ἣ ὅτι ἤμελλεν ὁ Θεὸς δι’ αὐτοῦ θαυμάζεσθαι, ὡς τοιοῦτον παραγαγὼν καὶ δείξας ἐπὶ τῆς γῆς. Ἀλλὰ καὶ οὗτος πάλιν μιμούμενος τὸν πρόγονον, καὶ οὐκ εἰς δέον χρησάμενος τοῖς τῆς φύσεως προτερήμασιν, ἕτερον δουλείας ἐφεῦρε τρόπον, καὶ ἄρχων καὶ βασιλεὺς γενέσθαι ἐπεχείρησε. Βασιλεὺς γὰρ οὐκ ἂν γένοιτό ποτε μὴ ὄντων τῶν ἀρχομένων. Αὐτὴ δέ, δοκεῖ μὲν μᾶλλον ἐλευθερία εἶναι· δουλεία δὲ ἐστι χαλεπωτάτη ἐν ἐλευθερίας τάξει, ὅσῳ καὶ τῶν ἐλευθέρων κρατεῖ. Καὶ ὅρα τὴν πλεονεξίαν, ὅσα ποιεῖ· ὅρα τοῦ σώματος τὴν ἰσχὺν οὐ μένουσαν ἐπὶ τῶν οἰκείων ὁρῶν, ἀλλ’ ἀεὶ τοῦ πλείονος ἐφιεμένην, καὶ τῆς δόξης ὀρεγομένην. Οὐ γὰρ ὡς προϊστάμενος αὐτῶν, ὑπέταττεν, ἀλλὰ καὶ πόλεις ᾠκοδόμει, ἵνα νὰ ἄρχῃ τῶν πολεμίων. «Ἐκεῖθεν γάρ, φησίν, ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ὁ Ἀσσούρ, καὶ ᾠκοδόμησε τὴν Νινευΐ». Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς οὐδὲν λυμαίνεται τὴν ἡμετέραν φύσιν ἡ κακία τῶν προγόνων. Οὗτοι γὰρ οἱ Νινευΐται, οἱ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν διὰ τῆς μετανοίας ἐπισπασάμενοι, καὶ τὴν ἀπόφασιν τοῦ Δεσπότου ἀνακαλεσάμενοι, οὗτοι μὲν πρότερον ἔσχον προπάτορα τὸν Χάμ, τὸν πατραλοίαν ἐκεῖνον· ἔπειτα τὸν Νεβρώδ, ἄνθρωπον τύραννον καὶ αὐθάδη, ἔγγονον ἐσχηκότα τὸν Ἀσσούρ. Λέγονται δὲ ἴσως καὶ ἕτεροι γεγενῆσθαι ἐν αὐτοῖς βλάκες καὶ διατεθρυμμένοι, καὶ τὸν ὑγρὸν καὶ διαῤῥέοντα ζῶντες βίον, μέθῃ καὶ γέλωτι καὶ κώμοις καὶ χλευασίαις ἑαυτοὺς ἐκδεδωκότες· ἀλλ’ ἐπειδὴ ἠβουλήθησαν ἀκριβῆ τὴν μετάνοιαν ἐπιδείξασθαι, οὐδὲν αὐτοὺς ἐλυμήνατο τῶν προγόνων ἡ κακία, ἀλλὰ τοσαύτην ἐφελκύσαντο τὴν ἄνωθεν ῥοπήν, ὡς μέχρι τοῦ νῦν ἅδεσθαι αὐτῶν τὸ τῆς μετανοίας κατόρθωμα.

Τούτους τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, καὶ μαθόντες ὡς οὔτε κακία προγόνων ἡμᾶς λυμαίνεται, ἐὰν νήφειν βουλώμεθα, οὔτε ἀρετὴ προγόνων ὠφελῆσαι ἡμᾶς τὶ δύναται, ἐὰν ῥᾳθυμῶμεν, πολλὴν σπουδὴν ποιώμεθα τῆς ἀρετῆς ἀντέχεσθαι, καὶ εὐγνώμονα προαίρεσιν ἐπιδειξώμεθα, ἵνα τῆς αὐτῆς εὐλογίας τῷ Σὴμ καἰ τῷ Ἰάφεθ ἀπολαύσωμεν, καὶ τῆς κατάρας καὶ τῆς δουλείας, ἣν ὁ Χαναᾶν ἐδέξατο, ἐλευθερωθῶμεν, καὶ μὴ γενώμεθα δοῦλοι τῆς ἁμαρτίας, ἀλλὰ τὴν ἀληθῆ ἐλευθερίαν κτησάμενοι, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία Δ’. «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΠ’. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ’ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος