Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΛΑ’. «Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ καὶ τὸν υἱὸν Ἀῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων καὶ ἦλθεν ἕως Χαῤῥάν, καὶ κατῴκησεν ἐκεῖ».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΘ ’. «Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς τῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Δ’. «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν».

α’. Ἰδοὺ πρὸς τὸ τέλος ἐφθάσαμεν λοιπὸν τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ τῆς νηστείας διηνύσαμεν τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα λοιπὸν τῇ τοῦ Θεοῦ χάριτι κατηντήσαμεν. Ἀλλὰ μὴ διὰ τοῦτο ῥαθυμήσωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλῷ πλείονα τὴν σπουδὴν καὶ τὴν ἀγρυπνίαν ἐπιδειξώμεθα. Ἐπεὶ καὶ οἱ κυβερνῆται, ἐπειδὰν μυρία διαβάντες πελάγη, πεπληρωμένων αὐτοῖς τῶν ἱστίων, καὶ τῶν φορτίων εἰς ὕψος ἐγκειμένων, εἰς τὸν λιμένα εἰσιέναι μέλλωσι, τότε μάλιστα πολὺν τὸν ἀγῶνα καὶ τὴν φροντίδα ἔχουσι, μήπου σκοπέλῳ τινὶ ἣ πέτρα προσράξαν τινὶ τὸ πλοῖον ἀνόνητον αὐτοῖς τὸν προλαβόντα πόνον γενέσθαι παρασκευάσῃ. Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν· ὅταν πρὸς τὸ τέλος τῶν σταδίων φθάσωσι, τότε μᾶλλον εὐτονώτερον τὸν δρόμον ἐπιδείκνυνται, ὥστε τοῦ τέλους ἐπιτυχεῖν, καὶ τῶν βραδειῶν ἀξιωθῆναι. Καὶ ἀθληταὶ δὲ μετὰ μυρία παλαίσματα καὶ τὰς νίκας, ὅταν τὴν περὶ τοῦ στεφάνου παλαίωσι πάλην, πλείονα τὸν ἀγῶνα ἐπιδείκνυνται, ἵνα τὸν στέφανον λαβόντες οὕτως ἐξέλθωσι. Καθάπερ οὖν κυβερνῆται καὶ δρομεῖς καὶ ἀθληταί, τότε μᾶλλον τούτων ἕκαστος τὴν σπουδὴν ἐπιτείνει καὶ τὴν ἀγρυπνίαν, ὅταν πρὸς τῷ τέλει γένωνται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, ἐπειδὴ εἰς τὴν μεγάλην ταύτην ἑβδομάδα ἐφθάσαμεν τῇ τοῦ Θεοῦ χάριτι, νῦν μάλιστα καὶ τῆς νηστείας τὸν δρόμον ἐπιτεῖναι, καὶ τὰς εὐχὰς εὐτονωτέρας ποιεῖσθαι, καὶ πολλὴν καὶ ἀκριβῆ τὴν ἐξομολόγησιν τῶν ἠμαρτημένων ἐπιδείξασθαι, καὶ τὴν περὶ τὰς ἀγαθὰς πράξεις ἐργασίαν, ἐλεημοσύνην δαψιλῆ, ἐπιείκειαν, πραότητα, τὴν ἄλλην ἅπασαν ἀρετήν, ἵνα μετὰ τούτων τῶν κατορθωμάτων εἰς τὴν κυρίαν φθάσαντες ἡμέραν τῆς παρὰ τοῦ Δεσπότου φιλοτιμίας ἀπολαύσωμεν. Μεγάλην δὲ καλοῦμεν τὴν ἑβδομάδα, οὐκ ἐπειδὴ πλέον ἔχει τὸ μῆκος τῶν ὡρῶν· καὶ γὰρ εἰσιν ἕτεραι πολλῷ μείζους ὥρας ἔχουσαι· οὐδὲ ἐπειδὴ πλείους ἡμέρας ἔχει· καὶ γὰρ ὁ αὐτὸς ἀριθμὸς καὶ ταύτῃ καὶ ταῖς ἄλλαις πάσαις. Τίνος οὖν ἕνεκεν μεγάλην ταύτην καλοῦμεν; Ἐπειδὴ μεγάλα τινὰ καὶ ἀπόῤῥητα τυγχάνει τὰ ὑπάρξαντα ἡμῖν ἐν αὐτῇ ἀγαθά. Ἐν γὰρ ταύτῃ ὁ χρόνιος ἐλύθη πόλεμος, θάνατος ἐσβέσθη, κατάρα ἀνῃρέθη, τοῦ διαβόλου ἡ τυραννὶς κατελύθη, τὰ σκεύη αὐτοῦ διηρπάγη, Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους γέγονεν, οὐρανὸς βάσιμος γέγονεν, ἄνθρωποι τοῖς ἀγγέλοις συνεμίγησαν, τὰ διεστῶτα συνήφθη, ὁ φραγμὸς παρευρέθη, τὸ κλεῖθρον ἀνῃρέθη, ὁ τῆς εἰρήνης Θεὸς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ ἐπὶ τῆς γῆς. Διὰ τοῦτοι μεγάλην τὴν ἑβδομάδα καλοῦμεν, ἐπειδὴ τοσοῦτον πλῆθος δωρεῶν ἡμῖν ἐν αὐτῇ κεχάρισται ὁ Δεσπότης. Διὰ τοῦτο πολλοὶ καὶ τὴν νηστείαν ἐπιτείνουσι, καὶ ἀγρυπνίας καὶ παννυχίδας ἱερᾶς, καὶ ἐλεημοσύνας ἐπιδείκνυνται. Δεικνύντες δι’ ὧν πράττουσι τὴν τιμήν, ἣν περὶ τὴν ἑβδομάδα ἔχουσιν. Εἰ γὰρ ὁ Δεσπότης τοσαῦτα ἐν αὐτῇ ἡμῖν ἀγαθὰ ἐδωρήσατο, πῶς οὐχὶ καὶ ἡμᾶς προσήκει; Δι’ ὧν δυνάμεθα, τὴν αἰδὼ καὶ τὴν τιμὴν ἐπιδείκνυσθαι;

Καὶ γὰρ καὶ οἱ βασιλεῖς, δι’ ὧν ποιοῦσι καὶ αὐτοί, δηλοῦσιν ὅσον ἔχουσι τὸ θαῦμα τούτων τῶν σεπτῶν ἡμερῶν, κελεύσαντες ἐκεχειρίαν ἅπαντας ἔχειν τοὺς τὰ πολιτικὰ οἰκονομοῦντας πράγματα, καὶ τῶν δικαστηρίων τὰς θύρας ἀποκλείειν, καὶ πᾶν εἶδος μάχης καὶ φιλονεικίας ἐλαύνεσθαι, ἵνα μετὰ πολλῆς ἡσυχίας καὶ γαλήνης ἐξῇ πρὸς τὴν τῶν πνευματικῶν κατόρθωσιν ἐπείγεσθαι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέραν φιλοτιμίαν ἐπιδείκνυνται· τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφιᾶσι τῶν δεσμῶν, καὶ κατὰ δύναμιν ἀνθρωπίνην μιμοῦνται τὸν ἑαυτῶν Δεσπότην. Καθάπερ γὰρ αὐτός, φησί, τοῦ χαλεποῦ δεσμωτηρίου τῶν ἁμαρτημάτων ἡμᾶς ἀνίησι, καὶ τῶν μυρίων ἀγαθῶν παρέχει τὴν ἀπόλαυσιν, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς, φησί, προσήκει οἷς δυνάμεθα μιμητὰς γενέσθαι τῆς τοῦ Δεσπότου φιλανθρωπίας. Ἴδετε πῶς διὰ πάντων ἕκαστος ἡμῶν δείκνυσι τὴν αἰδὼ καὶ τὴν τιμήν, ἣν περὶ τὰς ἡμέρας ἔχομεν τὰς τῶν τοσούτῳ ἀγαθῶν προξένους ἡμῖν γεγενημένας; Διὰ τοῦτο παρακαλῶ, νῦν μᾶλλον, εἰ καὶ ποτε ἄλλοτε, πάντα λογισμὸν βιωτικὸν ἀπωσάμενοι, καὶ τὸ τῆς διανοίας ὄμμα καθαρὸν καὶ διεγηγερμένον ἔχοντες, οὕτως ἐνταῦθα παραγενώμεθα, καὶ μηδεὶς εἰσιὼν εἰς τὴν ἐκκλησίαν — βιωτικὰς ἐπισυρέσθω φροντίδας, ἵνα ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν λαβών, οὕτως οἴκαδε ἐπανέλθῃ. Φέρε οὖν πάλιν τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ ἐκ τῶν πρόσφατον ἀναγνωσθέντων παρὰ τοῦ μακαρίου Μωϋσέως ἑστιάσωμεν ὑμῶν τὴν ἀγάπην, αὐτὰ τὰ ἀνεγνωσμένα εἰς μέσον ὑμῖν προθέντες, δεικνύντες τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ τέλος ἐπέθηκε τῇ διηγήσει τῇ κατὰ τὸν Νῶε, ἐκ τοῦ Σὴμ λοιπὸν ἤρξατο τῆς γενεαλογίας, καὶ φησί, «Καὶ τῷ Σὴμ ἐγεννήθησαν καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Ἔβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος υἱοῦ». Εἶτα τὸν κατάλογον τῶν ὀνομάτων ποιησάμενος φησί, «Καὶ τῷ Ἔβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλὲκ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ». Σκόπει πῶς τῇ προσηγορίᾳ τοῦ τεχθέντος ἐναπέθετο τοῦ μέλλοντος ἔσεσθαι μετ’ οὐ πολὺ σημείου τὴν πρόγνωσιν, ἳν’ ὅταν ἴδῃς εἰς ἔργον τὸ πρᾶγμα ἐξελθόν, μηκέτι ξενισθῇς ὁρῶν ἄνωθεν τοῦτο τὴν προσηγορίαν τοῦ παιδὸς προμηνύουσαν. Μετὰ γὰρ τὸ ποιήσασθαι τῶν ἑξῆς γεγεννημένων ἐκ τούτων τὸν κατάλογον. Φησίν· «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν»· οὐ περὶ τῆς γῆς λέγουσα, ἀλλὰ περὶ τοῦ τῶν ἀνθρώπων γένους, ἵνα ἡμᾶς διδάξῃ ὅτι μίαν γλῶσσαν ἅπασα ἡ τῶν ἀνθρώπων εἶχε φύσις. «Καὶ ἦν πᾶσα ἡ γῆ, φησί, χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι». Χεῖλος ἕν, τὴν λαλιὰν φησί, καὶ φωνὴν πάλιν τὸ αὐτό, ἵνα εἴπῃ ὅτι ὁμόφωνοι καὶ ὁμόγλωσσοι πάντες ἦσαν. Καὶ ὅτι περὶ λαλιᾶς εἴρηται τό, «Καὶ ἣν πᾶσα ἡ γῆ χεῖλος ἕν», ἄκουε τῆς Γραφῆς ἀλλαχοῦ λεγούσης· «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν». Οὕτως οἶδεν ἡ Γραφὴ τῷ τοῦ χείλους ὀνόματι τὴν λαλιὰν προσαγορεύειν. «Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῆ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ».

β’. Ὅρα πῶς ἡ ἀνθρωπίνη φύσις οὐκ ἀνέχεται ἵστασθαι ἐπὶ τῶν οἰκείων ὄων, ἀλλ’ ἀεὶ τοῦ πλείονος ἐφιεμένη ὀρέγεται τῶν μειζόνων. Καὶ τοῦτό ἐστιν ὃ μάλιστα ἀπόλλυσι τὸ ἀνθρώπινον γένος, τὸ μὴ βούλεσθαι τῆς οἰκείας φύσεως ἐπιγινώσκειν μέτρα, ἀλλ’ ἀεὶ τῶν μειζόνων ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν ἀξίαν φαντάζεσθαι. Ἐντεῦθεν καὶ οἱ περὶ τὰ τοῦ κόσμου ἐπτοημένοι πράγματα, ἐπειδὰν πολὺν περιβάλλωνται πλοῦτον καὶ δυναστείαν, ὥσπερ ἐπιλανθανόμενοι τῆς οἰκείας φύσεως, μέχρι τοσούτου εἰς ὕψος ἐπαίρεσθαι βούλονται, μέχρις ἂν εἰς αὐτὸν τὸν πυθμένα κατενεχθῶσι. Καὶ τοῦτο ἴδοι τις ἂν ἐφ’ ἑκάστης συμβαῖνον ἡμέρας, καὶ οὐδὲ ταύτῃ τοῦ; Λοιποὺς σωφρονιζομένους, ἀλλὰ πρὸς βραχὺ μὲν συστελλομένους, ἀθρόον δὲ πάντων λήθην ποιουμένους, καὶ πάλιν τὴν αὐτὴν ἐκείνοις βαδίζοντας ὁδόν, καὶ εἰς αὐτὸν τὸν κρημνὸν καταγομένους· ὅπερ καὶ νῦν ἐστιν ἰδεῖν ἐπὶ τούτων γεγονός. «Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ». Ὅρα πῶς κατὰ μικρὸν ἡμᾶς διδάσκει τῆς γνώμης αὐτῶν τὸ ἄστατον. Ἐπειδὴ εἶδον, φησί, τὸ πεδίον, μεταναστάντες καὶ καταλιπόντες τὴν προτέραν οἴκησιν, ἐκεῖ κατῴκησαν. Εἶτά φησίν· «Εἶπεν ἕκαστος τῷ πλησίον αὐτοῦ· Δεῦτε πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἣν αὐτοῖς ὁ πηλός. Καὶ εἶπον· Δεῦτε, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ Μὴ ἕως τοῦ οὐρανοῦ· καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ πάσης τῆς γῆς». Ὅρα πῶς οὐκ εἰς δέον ἐκέχρηντο τῇ ὁμοφωνία, καὶ ὅτι ἡ ματαία τοῦ βίου τούτου βουλὴ γίνεται τῶν κακῶν ὑπόθεσις. «Δεῦτε, φησί, ποιήσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός». Σκόπει πόσην ἀσφάλειαν ἐπινοῆσαι βούλονται τῇ οἰκοδομῇ, οὐκ εἰδότες, ὅτι, «Ἑὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν». Καὶ οἰκοδομήσωμεν, φησίν, ἑαυτοῖς πόλιν, οὐχ ὅτι Θεῷ, ἀλλ’ ἑαυτοῖς. Ὅρα πόση τῆς κακίας ἡ ἐπίτασις· ἔναυλον ἔχοντες τὴν μνήμην τῆς πανωλεθρίας ἐκείνης, ἐπὶ τοσαύτην μανίαν ἐξώκειλαν. «Καὶ οἰκοδομήσωμεν, φησίν, ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ». Τῷ ὀνόματι τοῦ οὐρανοῦ ἡ θεῖα Γραφὴ τῆς τόλμης αὐτῶν τὴν ὑπερβολὴν ἡμῖν παραστῆσαι ἐβουλήθη. «Καὶ ποιήσωμεν, φησίν, ἑαυτοῖς ὄνομα». Εἶδες τὴν ῥίζαν τῆς κακίας; Ἵνα, φησί, μνήμης διηνεκοῦς ἀπολαύσωμεν, ἵνα εἰς τὸ διηνεκὲς ἔχωμεν μνημονεύεσθαι. Τοιαύτη ἡμῶν ἔσται ἡ πρᾶξις καὶ τὸ ἔργον, ὡς μηδέποτε λήθῃ παραπεμφθῆναι. Καὶ τοῦτο ποιήσωμεν «Πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς». Ὡς ἔτι, φησί, κατὰ ταὐτὸν ἐσμεν, εἰς ἔργον ἀγάγωμεν τὸ δόξαν ἡμῖν, ἵνα ἀδιάλειπτον μνήμην καταλίπωμεν ταῖς εἰς τὸ ἑξῆς γενεαῖς. Εἰσὶ πολλοὶ καὶ νῦν τούτους μιμούμενοι, καὶ ἀπὸ τοιούτων πράξεων μνημονεύεσθαι βουλόμενοι, οἱ τὰς λαμπρὰς οἰκοδομοῦντες οἰκίας, καὶ τὰ λουτρά, καὶ τὰς στοᾶς, καὶ τοὺς περιπάτους. Ἐὰν γὰρ καὶ τούτων ἕκαστον ἐρωτήσῃς τίνος ἕνεκεν πονεῖ καὶ ταλαιπωρεῖται, καὶ τοσαύτην ἐπιδείκνυται χρημάτων δαπάνην εἰς οὐδὲν δέον, οὐδὲν ἕτερον ἀκούσῃ, ἣ ταῦτα τὰ ῥήματα, ὥστε τὴν μνήμην διηνεκῶς σώζεσθαι, καὶ ἀκούειν ὅτι τοῦ δεῖνος ἡ οἰκία, καὶ τοῦ δεῖνος ὁ ἀγρός. Ἀλλὰ τοῦτο οὐκ ἐστι μνήμης ἀξιοῦσθαι, ἀλλὰ μᾶλλον κατηγορίας. Εὐθέως γὰρ τοῖς λόγοις τούτοις ἐπεισέρχεται καὶ τὰ μυρίων κατηγοριῶν ἄξια ῥήματα· τοῦ δεῖνος τοῦ πλεονέκτου, τοῦ ἅρπαγος, τοῦ χήρας καὶ ὀρφανοὺς γυμνώσαντος. Οὐκ ἐστι τοίνυν τοῦτο μνήμης ἀπολαύειν, ἀλλὰ κατηγορίαις διηνεκέσι βάλλεσθαι, καὶ μετὰ θάνατον στηλιτεύεσθαι, καὶ τὰς τῶν ὁρώντων γλώττας ἀκονᾷν εἰς βλασφημίαν καὶ κατηγορίαν τοῦ ταῦτα κτησαμένου. Εἰ δὲ ὅλως μνήμης ἐρᾷς διηνεκοῦς, ἐγὼ σοι ὑποδείξω ὁδόν, δι’ ἧς δυνήσῃ καὶ μνημονεύεσθαι διὰ παντός, καὶ μετ’ εὐφημίας πολλῆς καὶ πολλὴν σοι τὴν παῤῥησίαν ἐν τῷ μέλλοντι καιρῷ παρέξεις. Πῶς οὖν δυνήσῃ καὶ μνημονεύεσθαι καθ’ ἑκάστην ἡμέραν, καὶ τοῖς ἐγκωμίοις βάλλεσθαι καὶ μετὰ τὴν τῆς ζωῆς μετάστασιν; Εἰ ταυτὶ τὰ χρήματα εἰς τὰς τῶν πενήτων διανείμῃς χεῖρας, ἀφεὶς τοὺς λίθους καὶ τὰς μεγάλας οἰκοδομάς, καὶ τοὺς ἀγρούς, καὶ τὰ βαλανεῖα. Αὕτη ἡ μνήμη ἀθάνατος, αὕτη ἡ μνήμη μυρίων σοι θησαυρῶν πρόξενος γίνεται, αὐτὴ ἡ μνήμη τοῦ φορτίου τῶν ἁμαρτημάτων κουφίζουσα, πολλὴν σοι τὴν παῤῥησίαν προξενεῖ παρὰ τῷ Δεσπότῃ. Ἐννόησον γὰρ μοι καὶ αὐτὰ τὰ ῥήματα, ἅπερ ἕκαστος μέλλει λέγειν, τὸν ἐλεήμονα καὶ φιλάνθρωπον, τὸν ἐπιεικῆ, τὸν χρηστόν, τὸν μετὰ πολλῆς δαψιλείας διανείμαντα. «Ἐσκόρπισε γάρ, φησίν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Τοιοῦτον γὰρ ὁ τῶν χρημάτων πλοῦτος· σκορπιζόμενος μᾶλλον παραμένει· συνεχόμενος δὲ καὶ ἔνδον ἀποκλειόμενος καὶ τοὺς κατέχοντας συναπόλλυσιν. «Ἐσκόρπισε γάρ, φησίν, ἔδωκε τοῖς πένησιν. Ἀλλ’ ἄκουε καὶ τῶν ἑξῆς· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Ἐν μιᾷ ἡμέρᾳ τὸν πλοῦτον ἐσκόρπισε, καὶ ἡ δικαιοσύνη αὐτοῦ εἰς πάντα τὸν αἰῶνα διαμένει, καὶ τὴν μνήμην ἀθάνατον ἐργάζεται.

γ’. Εἶδες μνήμην παντὶ τῷ αἰῶνι παρεκτεινομένην; Εἶδες μνήμην μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν ἀγαθῶν; Διὰ τοιούτων οἰκοδομῶν μνημονεύεσθαι σπουδάζωμεν. Αἱ γὰρ διὰ τῶν λίθων οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελῆσαι δύνανται, ἀλλὰ καὶ ἀντὶ στήλης διηνεκοῦς ἡμῶν λαμπρᾷ τῇ φωνῇ καταβοῶσι. Καὶ τὰ μὲν ἐκ τούτων ἁμαρτήματα αὐτοὶ ἔχοντες ἄπιμεν, αὐτὰ δὲ καταλιπόντες ἐνταῦθα, οὐδὲ τῆς ψυχρὰς ἐκείνης καὶ ἀνονήτου παρ’ αὐτῶν μνήμης ἀξιούμεθα· ἀλλὰ ταῖς μὲν κατηγορίαις βαλλόμεθα, ἡ δὲ προσηγορία μεθίσταται εὐθέως εἰς ἕτερον. Καὶ γὰρ οὕτως ἔχει· ἀπὸ τούτου εἰς ἕτερον μεταβαίνει, καὶ ἀπ’ ἐκείνου εἰς ἄλλον πάλιν. Καὶ σήμερον μὲν ἡ οἰκία ἐλέγετο τοῦ δεῖνος, αὔριον δὲ τοῦ δεινός, καὶ μετά, τὴν ἑξῆς πάλιν ἑτέρου. Καὶ ἀπατῶμεν ἑκόντες ἑαυτούς, νομίζοντες δεσποτείαν τινὰ κεκτῆσθαι, οὐκ εἰδότες ὅτι μόνον τῆς χρήσεως ἀπολαύομεν, καὶ ἑκόντες καὶ ἄκοντες ἑτέροις τούτων παραχωροῦμεν· ὅτι γὰρ καὶ οἷς οὐ βουλόμεθα, τοῦτο τέως παρίημι. Ὅλως δὲ εἰ μνήμης ἐπιθυμεῖς, καὶ τοῦτό σοι περισπούδαστον, ἄκουε πῶς αἳ χῆραι ἐμέμνηντο τῆς Ταβιθᾶς, καὶ πῶς τὸν Πέτρον περιεστήκεισαν κλαίουσαι καὶ ἐπιδεικνύμενοι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς. Εἶδες οἰκοδομὰς ἐμψύχους φωνὰς ἀφιείσας, καὶ τοσαύτην ἰσχὺν ἐχούσας, ὡς καὶ ἀπὸ θανάτου εἰς ζωὴν ἐπαναγαγεῖν; Ἐπειδή, γὰρ περιέστησαν τὸν Πέτρον, καὶ τὰ δάκρυα θερμὰ ἐξέχεαν, τὴν τροφὴν καὶ τὴν χορηγίαν ἐπιζητοῦσαι, ἐκβαλὼν πάντας, φησίν, ὁ Πέτρος, θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἀναστήσας αὐτὴν ἐφώνησε τοὺς ἁγίους καὶ τὰς χήρας, καὶ παρέστησεν αὐτὴν ζῶσαν. Εἰ βούλει μνημονεύεσθαι, καὶ εἰ δόξης ἀληθοῦς ἐρᾶς, ταύτην μίμησαι, καὶ τοιαύτας οἰκοδομὰς ἐργάζου, μὴ περὶ τὴν ἄψυχον ὕλην καταδαπανώμενος, ἀλλὰ περὶ τοὺς ὁμογενεῖς πολλὴν τὴν φιλοτιμίαν ἐπιδεικνύμενος. Αὕτη ἡ μνήμη ἐπαινετὴ καὶ πολὺ τὸ κέρδος φέρουσα. Ἀλλὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ ἴδωμεν τῶν τότε ἀνδρῶν τὴν τόλμαν. Τὰ γὰρ ἐκείνων πάθη ἡμῖν, εἰ βουλοίμεθα νήφειν, σωφρονισμὸς γενήσεται. «Καὶ οἰκοδομήσωμεν ἑαυτοῖς, φησί, πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ τῆς γῆς». Ὁρᾷς πῶς πανταχοῦ τῆς ἑαυτῶν γνώμης τὴν διαφθορὰν ἐπιδεικνύουσι. «Καὶ οἰκοδομήσωμεν, φησίν, ἑαυτοῖς πόλιν»· καὶ πάλιν «Ποιήσωμεν ἑαυτοῖς ὄνομα». Ἀλλ’ ὅρα καὶ μετὰ τοσαύτην πανωλεθρίαν πάλιν πῶς οὐκ ἐλάττοσι κακοῖς ἐπιχειροῦσι. Τὶ οὖν ἵνα γενήσηται; Πῶς ἵνα ἀναχαιτισθῶσι τῆς μανίας; Ὑπέσχετο μηκέτι ποιήσειν σεῖν κατακλυσμὸν τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος· οὗτοι δὲ οὐδὲ ταῖς τιμωρίαις ἐσωφρονίσθησαν, οὔτε ταῖς εὐεργεσίαις βελτίους ἐγένοντο.

Διὸ ἄκουε τῶν ἑξῆς, ἵνα μάθης τῇς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος. «Καὶ κατέβη, φησί, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμουν οἱ υἱοὶ τῶν ἀνθρώπων». Ὅρα πῶς ἀνθρωπίνως ἡ Γραφὴ διαλέγεται. «Καὶ κατέβη, φησί, Κύριος ὁ Θεός»· οὐχ ἵνα ἀνθρωπίνως νοήσωμεν, ἀλλ’ ἵνα διὰ τούτου παιδευώμεθα μηδέποτε καταψηφίζεσθαι ἁπλῶς τῶν ἀδελφῶν τῶν ἡμετέρων, μήτε ἐξ ἀκοῆς καταδικάζειν, ἐὰν μὴ πρότερον πολλὴν δεξώμεθα τὴν πληροφορίαν. Πάντα γὰρ τὰ παρὰ τοῦ Θεοῦ διὰ τοῦτο γίνεται, καὶ τοσαύτῃ κέχρηται τῇ συγκαταβάσει πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως. «Καὶ κατέβη, φησί, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον». Ὅρα αὐτὸν οὐκ ἐκ προοιμίων ἀναστέλλοντα αὐτῶν τὴν μανίαν, ἀλλὰ πολλῇ τῇ μακροθυμίᾳ κεχρημένον, καὶ ἀναμένοντα εἰς ἔργον αὐτοὺς ἀγαγεῖν τὴν πονηρίαν ἅπασαν, καὶ τότε ἐκκοπῆναι τὴν ἐπιχείρησιν. Ἵνα γὰρ μὴ τινι ἐξῇ λέγειν, ὅτι ἐβουλεύσαντο μέν, οὐκ ἤγαγον δὲ εἰς ἔργον τὰ δόξαντα, ἀναμένει πληρῶσαι αὐτοὺς τὰ βουλευθέντα, καὶ τότε δεῖξαι αὐτοῖς ὡς ἀνοήτοις ἐπιχειροῦσι. «Καὶ κατέβη, φησί, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων». Ὅρα φιλανθρωπίας ὑπερβολήν. Συνεχώρησε καμεῖν αὐτοὺς καὶ ταλαιπωρηθῆναι, ἵνα τῶν πραγμάτων ἡ πεῖρα διδάσκαλος αὐτοῖς γένηται. Καὶ ἐπειδὴ εἶδεν ἀκμάζουσαν τὴν κακίαν, καὶ τὴν νόσον ἐπιτεινομένην, οὐκ εἰς τέλος ἀφίησιν, ἀλλὰ τὴν οἰκείαν ἐνδεικνύμενος ἀγαθότητα, καθάπερ ἰατρὸς ἄριστος, ὁρῶν αὐτῶν αὐξανομένην τὴν νόσον, καὶ τὸ ἕλκος ἀνίατον γινόμενον, ταχεῖαν ποιεῖται τὴν τομήν, ἵνα παντελῶς ἀφανίσῃ τὴν αἰτίαν τῆς νόσου. «Καὶ εἶπε, φησί, Κύριος ὁ Θεός· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· ἀντὶ τοῦ, φωνὴ μία καὶ γλῶσσα μία. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν».

δ’. Ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ μέλλει τὴν ὁρμὴν αὐτῶν ἐκκόπτειν, ἀπολογίαν πρότερον συντίθησι, καὶ μονονουχὶ δείκνυσιν αὐτῶν τῆς ἁμαρτίας τὸ μέγεθος, καὶ τῇς ἀγνωμοσύνης τὴν ὑπερβολήν, καὶ ὅτι τῇ συμφωνίᾳ οὐκ εἰς δέον ἐχρήσαντο. «Ἰδοὺ γάρ, φησί, γένος ἓν καὶ χεῖλος ἓν πάντων. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν ἐκλείψει ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν». Τοῦτο γὰρ ἔθος αὐτῷ, ἐπειδὰν μέλλῃ τιμωρίαν ἐπάγειν, πρότερον δεικνύναι τῶν ἠμαρτημένων τὸ μέγεθος, καὶ ὥσπερ ἀπολογίαν τινὰ συντιθέναι, καὶ τότε ποιεῖσθαι τὴν διόρθωσιν. Καὶ γὰρ ἐπὶ τοῦ κατακλυσμοῦ, ἡνίκα ἤμελλε τὴν ἀπειλὴν ἐκείνην τὴν φοβερὰν ποιεῖσθαι, φησὶν ἡ Γραφή· «Ἰδὼν δὲ ὁ Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν οἱ κακίαι τῶν ἀνθρώπων, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος». Εἶδες πῶς πρότερον ἔδειξε τῆς κακίας αὐτῶν τὴν ὑπερβολήν, καὶ τότε φησίν,· «Ἀπαλείψω τὸν ἄνθρωπον; Οὕτω καὶ νῦν· Ἰδοὺ γόνος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι». Εἰ ὁμονοίας τοσαύτης ἀπολαύοντες καὶ ὁμοφωνίας πρὸς τοσαύτην ἐξώκειλαν μανίαν, τοῦ χρόνου προϊόντος πῶς οὐχὶ χείρονα διαπράξονται; «Οὐκ ἐλλείψει γάρ, φησίν, ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν». Οὐδὲν αὐτῶν τὴν ὁρμὴν ἐπισχεῖν δυνήσεται, ἀλλὰ πάντα τὰ βουλευθέντα αὐτοῖς εἰς ἔργον ἀγαγεῖν σπουδάσουσιν, εἰ μὴ ταχέως ὑπὲρ τῶν ἤδη τολμηθέντων δίκην δώσουσι. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πρωτοπλάστου γεγονὸς εὑρήσῃ τις. Καὶ γὰρ ἐκεῖ, ἡνίκα ἤμελλεν ἐκβάλλειν τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς, φησί· «Τις ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ»; Καὶ πάλιν· «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου». Καὶ νῦν φησίν, «Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι· καὶ νῦν οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσαν ἂν ἐπιθῶνται ποιεῖν. Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον». Ὅρα πάλιν τῶν λέξεων τὴν συγκατάβασιν. «Δεῦτε, φησί, καὶ καταβάντες». Τὶ βούλεται ταῦτα τὰ ῥήματα; Συνέργειας δεῖται ὁ Δεσπότης πρὸς τὴν διόρθωσιν; Ἀλλὰ συμμαχίας πρὸς τὴν τούτων καθαίρεσιν; Οὐχί, μὴ γένοιτο. Ἀλλὰ καθάπερ ἤδη εἶπεν ἡ Γραφή,«Κατέβη Κύριος». Διδάσκουσα ἡμᾶς διὰ τούτου, ὅτι μετὰ ἀκριβείας αὐτῶν εἶδε τῆς κακίας τὴν ὑπερβολήν, οὕτω καὶ ἐνταῦθα φησί, «Δεῦτε, καὶ καταβάντες». Ὡς πρὸς ὁμοτίμους δὲ πάντως ἐστὶ τουτὶ τὸ εἰρημένον· «Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον». Καθάπερ, φησί, στήλην τινὰ διηνεκῆ, τοιαύτην αὐτοῖς ἐπιτίθημι τὴν τιμωρίαν, καὶ ἵνα παντὶ τῷ αἰῶνι συμπαρεκτείνηται, καὶ μηδεὶς χρόνος λήθην αὐτοῖς ἐμποιήσῃ. Ἐπειδὴ γὰρ οὐ δεόντως ἐχρήσαντο τῇ ὁμοφωνίᾳ, διὰ τῆς ἑτεροφωνίας αὐτοὺς σωφρονισθῆναι βούλομαι. Καὶ γὰρ οὕτως ἑκάστοτε εἴωθε ποιεῖν ὁ Δεσπότης. Τοῦτο ἐξ ἀρχῆς καὶ ἐπὶ τῇς γυναικὸς ἐποίησεν· οὐκ εἰς δέον ἐχρήσατο τῇ δοθείσῃ τιμῇ, καὶ διὰ τοῦτο ὑπέταξεν αὐτὴν τῷ ἀνδρί. Καὶ πάλιν ἐπὶ τοῦ· Ἀδάμ, ἐπειδὴ μὴ ἐκέρδανέ τι ἐκ τῆς πολλῆς ἀνέσεως, καὶ τῆς ἐν τῷ παραδείσῳ διαίτης, ἀλλὰ διὰ τῆς παραβάσεως τῷ ἐπιτιμίῳ ἑαυτὸν ὑπεύθυνον κατέστησεν, ἐξέβαλε αὐτὸν ἐκ τοῦ παραδείσου, καὶ τὴν τιμωρίαν αὐτῷ ἐπέθηκε διηνεκῆ, λέγων· «Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ». Καὶ οὕτω τοίνυν ἐπειδὴ τιμηθέντες τῇ ὁμοφωνία, εἰς κακίαν ἐχρήσαντο τῇ δοθείσῃ τιμῇ, διὰ τῆς ἑτεροφωνίας ἵστησιν αὐτῶν τῆς κακίας τὴν φοράν. «Καὶ συγχέωμεν αὐτῶν, φησί, τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον»· ἵνα ὥσπερ ἡ ὁμοφωνία τὴν συνοίκησιν εἰργάζετο, οὕτως ἡ διαίρεσις τῆς φωνῆς τὴν διασπορὰν αὐτοῖς κατασκευάσῃ. Οἱ μὴ τὴν αὐτὴν ἔχοντες φωνὴν καὶ διάλεξιν, πῶς ἂν δύναντο κατὰ ταὐτὸ οἰκεῖν; «Καὶ διέσπειρεν αὐτούς, φησί, Κύριος ὁ Θεὸς ἐκεῖθεν ἐπὶ προσώπου πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον». Ὅρα Δεσπότου φιλανθρωπίαν, εἰς ὅσην αὐτοὺς ἐνέβαλεν ἀμηχανίαν. Καὶ γὰρ μαινομένοις λοιπὸν ἐοίκασιν. Ὁ μὲν ἐπέταττεν ἕτερον, ὁ δὲ ἕτερον ἐπεδίδου· καὶ ἀνόνητος αὐτοῖς λοιπὸν ἣν πᾶσα ἡ ἐπιχείρησις. Διὸ «Καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Σύγχυσις· ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς· καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐπὶ πάσης τῆς γῆς». Σκόπει πόσα γίνεται, ὥστε τὴν μνήμην παντὶ τῷ αἰῶνι συμπαρεκτείνεσθαι. Πρῶτον μὲν ἡ τῶν γλωσσῶν διαίρεσις, μᾶλλον δὲ καὶ πρὸ τούτου ἡ τοῦ ὀνόματος προσηγορία· τὸ Φαλὲκ γὰρ ὄνομα. Ὅπερ ὁ Ἔβερ ἐπέθηκε τῷ παιδί, μερισμὸν σημαίνει. Ἔπειτα ἡ τοῦ τόπου προσηγορία· Σύγχυσις γὰρ ὁ τόπος ὠνομάσθη, ὅπερ ἐστὶ Βαβυλών. Ἔπειτα αὐτὸς ὁ Ἔβερ ἔμενε τὴν αὐτὴν ἔχων διάλεξιν, ἥνπερ καὶ πρότερον, ἵνα καὶ τοῦτο σημεῖον ἐναργὲς γένηται τῆς διαιρέσεως. Εἶδες διὰ πόσων ἠβουλήθη διηνεκῆ τὴν μνήμην διασώζεσθαι, καὶ μηδέποτε λήθῃ παραδοθῆναι τὸ τότε γεγενημένον; Καὶ γὰρ ἐξ ἐκείνου λοιπὸν πατὴρ παιδὶ ἀνάγκην εἶχε τὴν αἰτίαν λέγειν τῆς ἑτεροφωνίας, καὶ παῖς παρὰ πατρὸς μανθάνειν ἐζήτει τῆς τοῦ τόπου προσηγορίας τὴν αἰτίαν· Βαβυλὼν γὰρ διὰ τοῦτο ὁ τόπος ὠνομάσθη, ὅπερ ἐστὶ σύγχυσις, ὅτι ἐκεῖ συνέχει Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτούς. Ἀμφότερα ἡ τοῦ τόπου προσηγορία σημαίνειν μοι δοκεῖ, καὶ ὅτι τὰς γλώσσας συνέχεε, καὶ αὐτόθεν τὴν διασπορὰν ὑπέμειναν.

ε’. Ἠκούσατε, ἀγαπητοί, πόθεν αὐτοῖς ἡ τῆς διασπορᾶς ὑπόθεσις γέγονε, καὶ τῶν γλωττῶν ἡ διαίρεσις. Φύγωμεν, παρακαλῶ, τὴν μίμησιν, καὶ τοῖς παρὰ τοῦ Θεοῦ παρασχεθεῖσιν ἡμῖν εἰς δέον χρησώμεθα, καὶ τὴν φύσιν τὴν ἀνθρωπίνην ἐννοοῦντες οὕτω βουλευώμεθα, ὡς εἰκὸς ἀνθρώπους βουλεύσασθαι θνητοὺς τυγχάνοντας· καὶ λογιζόμενοι τοῦ παρόντος βίου τὸ ἐπίκηρον, καὶ ὡς βραχὺς ὁ τῆς ζωῆς ἡμῶν χρόνος, πολλὴν ἑαυτοῖς παῤῥησίαν προαποθώμεθα διὰ τῆς τῶν ἀγαθῶν πράξεων ἐργασίας· καὶ μὴ μόνον τῆς νηστείας τὴν ἐπίτασιν κατὰ τὰς ἡμέρας ταύτας ἐπιδειξώμεθα, ἀλλὰ καὶ ἐλεημοσύνης δαψίλειαν καὶ προσευχὰς ἐκτενεῖς. Καὶ γὰρ τῇ νηστείᾳ τὴν προσευχὴν ἀεὶ συνεζεῦχθαι δεῖ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουε τοῦ Χριστοῦ λέγοντος· «Τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ». Καὶ πάλιν ἐπὶ τῶν ἀποστόλων· «Προσευξάμενοι γάρ, φησί, καὶ νηστεύσαντες· παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν». Καὶ πάλιν ὁ Ἀπόστολος «Μὴ ἀποστερεῖτε, φησίν, ἀλλήλους, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ». Εἶδες πῶς δεῖται τῆς ἐντεῦθεν συμμαχίας ἡ νηστεία; Τότε γὰρ μάλιστα καὶ μετὰ νήψεως αἱ προσευχαὶ γίνονται, κουφοτέρας τῆς διανοίας τυγχανούσης, καὶ οὐδενὶ βαρουμένης, οὐδὲ ὑπὸ τοῦ πονηροῦ τῆς τρυφῆς φορτίου πιεζομένης. Μέγα γὰρ ὅπλον ἡ εὐχή, μεγάλη ἀσφάλεια, μέγας θησαυρός, μέγας λιμήν, ἄσυλον χωρίον· μόνον ἐὰν νήφοντες προσίωμεν τῷ Δεσπότῃ, καὶ πανταχόθεν συνάγοντες ἑαυτῶν τὴν διάνοιαν, οὕτω τὴν πρόσοδον ποιώμεθα, μηδεμίαν παρείσδυσιν διδόντες τῷ ἐχθρῷ τῇς σωτηρίας τῆς ἡμετέρας. Ἐπειδὴ γὰρ οἶδεν ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον δυνάμεθα περὶ τῶν συνεχόντων ἡμᾶς διαλεχθέντες, καὶ τὰ ἡμαρτημένα ἐξαγορεύσαντες, καὶ τὰ τραύματα τῷ ἰατρῷ δείξαντες, πολλῆς ἐπιτυχεῖν τῆς θεραπείας, τότε μάλιστα ἐφίσταται καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἐκκροῦσαι ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβαλεῖν. Διὰ νήφωμεν, παρακαλῶ, καὶ εἰδότες αὐτοῦ τὰς ἐπιβουλάς, μάλιστα κατὰ τὸν καιρὸν ἐκεῖνον σπουδάζωμεν, ὡσανεὶ παρόντα καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἑστῶτα ὁρῶντες, οὕτως αὐτὸν διακρούεσθαι, καὶ πάντα λογισμὸν διαταράττοντα ἡμῶν τὴν διάνοιαν ἀπωθεῖσθαι, καὶ ὅλους ἑαυτοὺς συντείνειν, καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἔντευξιν, ἵνα μὴ μόνον ἡ γλῶττα φθέγγηται, ἀλλὰ καὶ ἡ διάνοια συμβαίνῃ τοῖς λεγομένοις. Ἐὰν γὰρ ἡ γλῶττα μὲν προφέρῃ τὰ ῥήματα, ἡ δὲ διάνοια ἔξω ῥέμβηται, τὰ κατὰ τὴν οἰκίαν περισκοποῦσα, τὰ κατὰ τὴν ἀγορὰν φανταζομένη, οὐδὲν ἡμῖν ὄφελος ἔσται, τάχα δὲ καὶ πλείων ἡ κατάκρισις. Εἰ γὰρ ἀνθρώπῳ προσιόντες τοσαύτην ἐπιδεικνύμεθα τὴν σπουδήν, ὡς μηδὲ τοὺς πλησίον παρεστῶτας πολλάκις ὁρᾷν, ἀλλὰ συντείνειν ἑαυτῶν τὴν διάνοιαν, ᾧ προσίωμεν· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν ἡμᾶς χρή, καὶ συνεχῶς καὶ ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν. Διὰ γὰρ τοῦτο καὶ Παῦλος γραφῶν ἔλεγε, «Προσευχόμενοι ἐν παντὶ καιρῷ, προσεύχεσθε καὶ ἐν πνεύματι· μὴ γλώσσῃ μόνον, καὶ μετὰ ἀγρυπνίας διηνεκοῦς, φησίν, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ψυχῇ, Ἐν πνεύματι». Πνευματικὰ γάρ, φησίν, ἔστω ὑμῶν τὰ αἰτήματα, νηφέτω ὁ λογισμός, συντεινέσθω ἡ διάνοια τοῖς λεγομένοις. Τοιαῦτα αἰτεῖσθε, οἷα εἰκὸς παρὰ τοῦ Θεοῦ αἰτεῖν, ἵνα καὶ τῶν αἰτουμένων ἐπιτύχητε· καὶ εἰς αὐτὸ ἀγρυπνῆτε διεγηγερμένοι, νήφοντες, ἐγρηγορότες τὴν διάνοιαν, μὴ χασμώμενοι, καὶ κνώμενοι, καὶ ὧδε κἀκεῖσε τὸν λογισμὸν περιαγόμενοι, ἀλλὰ μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. «Μακάριος γάρ, φησίν, ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν». Μέγα ἀγαθὸν ἡ εὐχή. Εἰ γὰρ ἀνθρώπῳ τις διαλεγόμενος ἐναρέτῳ, οὐ μικρὰν ἐξ αὐτοῦ καρποῦται τὴν ὠφέλειαν, ὁ Θεῷ διαλέγεσθαι καταξιωθεὶς πόσων οὐκ ἀπολαύσεται τῶν ἀγαθῶν; Ἡ γὰρ εὐχὴ διάλεξίς ἐστι πρὸς τὸν Θεόν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ προφήτου λέγοντος, «Ἡδυνθείη τῷ Θεῷ ἡ διαλογὴ μοὺ τοῦτ’ ἐστιν, ἡ διάλεξίς μου ἡδεῖα φανείη τῷ Θεῷ». Μὴ γὰρ καὶ πρὶν ἣ αἰτήσωμεν, οὐκ ἠδύνατο παρασχεῖν; Ἀλλὰ διὰ τοῦτο ἀναμένει, ἵνα ἀφορμὴν λάβῃ παρ’ ἡμῶν τοῦ δικαίως ἡμᾶς ἀξιοῦν τῆς παρ’ αὐτοῦ προνοίας. Κἂν ἐπιτύχωμεν τοίνυν τῶν αἰτηθέντων, κἂν μὴ ἐπιτύχωμεν, παραμένωμεν τῇ αἰτήσει, καὶ μὴ μόνον ἐπιτυγχάνοντες εὐχαριστῶμεν, ἀλλὰ καὶ ἀποτυγχάνοντες. Τὸ γὰρ ἀποτυχεῖν, ὅταν ὁ Θεὸς βούληται, οὐκ ἔλασσόν ἐστι τοῦ ἐπιτυχεῖν. Οὐδὲ γὰρ ἴσμεν τὰ ἡμεῖς συμφέροντα ἡμῖν οὕτως, ὡς αὐτὸς ἐπίσταται. Ὥστε οὖν, κἂν ἐπιτύχωμεν, κἂν ἀποτύχωμεν, εὐχαριστεῖν ὀφείλομεν. Καὶ τὶ θαυμάζεις εἰ ἡμεῖς οὐκ ἴσμεν τὰ συμφέροντα; Παῦλος ὁ τοσοῦτος καὶ ε τηλικοῦτος,ὁ τῶν ἀποῤῥήτων ἐκείνων ἀξιωθείς, ἠγνόει τὰ μὴ συμφέροντα αἰτῶν. Ἐπειδὴ γὰρ ἑώρα ἑαυτὸν κυκλούμενον ὑπὸ τῶν δεινῶν καὶ τῶν ἐπαλλήλων πειρασμῶν, ηὔξατο τούτων ἀπαλλαγῆναι, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πολλάκις. «Τρίτον γάρ, φησί, τὸν Κύριον παρεκάλεσα». Τὸ δὲ Τρίτον, πολλάκις παρεκαλεσε, καὶ οὐκ ἐπέτυχεν. Ἴδωμεν οὖν πῶς διετέθη. Ἆρα μὴ ἐδυσχέρανεν; Ἆρα ὀκνηρότερος γέγονεν; Ἆρα ἐνάρκησεν; Οὐχί. Ἀλλὰ τὶ φησίν; Εἶπεν, «Ἀρκεῖ σοι ἡ χάρις μου». Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Οὐ μόνον οὐκ ἠλευθέρωσεν αὐτὸν τῶν ἐπικειμένων λυπηρῶν, ἀλλὰ καὶ ἐναπομένειν αὐτὸν εἴασε. Ναί· ἀλλὰ πόθεν δῆλον ὅτι οὐκ ἐδυσχέρανεν; Ἄκουε Παύλου λέγοντος, ἐπειδὴ ἔμαθε τὰ δοκοῦντα τῷ Δεσπότῃ· «Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου. Οὐ μόνον, φησί, λοιπὸν ἀπαλλαγῆναι οὐκ ἐπιζητῶ, ἀλλὰ καὶ μετὰ πλείονος τῆς ἡδονῆς καυχήσομαι ἐπὶ τούτοις». Εἶδες εὐγνώμονα ψυχήν; Εἶδες πόθον τὸν περὶ τὸν Θεόν; Ἄκουσον αὐτοῦ λέγοντος· «Τὸ γὰρ τὶ προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν». Οὐχ οἷόν τε, φησίν, ἀνθρώπους ἡμᾶς ὄντας εἰδέναι πάντα ἀκριβῶς. Δεῖ οὖν παραχωρεῖν τῷ δημιουργῷ τῇς ἡμετέρας φύσεως, κἀκεῖνα μετὰ χαρᾶς δέχεσθαι καὶ πολλῆς τῆς ἡδονῆς, ἅπερ αὐτὸς δοκιμάσει, καὶ μὴ πρὸς τὴν ὄψιν τῶν γινομένων ὁρᾷν, ἀλλὰ πρὸς τὰ δοκοῦντα τῷ Δεσπότῃ. Ὁ γὰρ εἰδὼς τὸ συμφέρον μᾶλλον ἡμῶν, αὐτὸς οἶδε καὶ ὅπως δεῖ τὴν σωτηρίαν τὴν ἡμετέραν μεθοδεῦσαι.

Ϛ’. Ἡμῶν τοίνυν ἓν ἔργον ἔστω, τὸ διηνεκῶς ταῖς προσευχαῖς προσκαρτερεῖν, καὶ μὴ ἀσχάλλειν πρὸς τὴν βραδύτητα, ἀλλὰ πολλὴν τὴν μακροθυμίαν ἐπιδείκνυσθαι. Οὐδὲ γὰρ ἀνανεύων ἡμῶν πρὸς τὰς αἰτήσεις ὑπερτίθεται, ἀλλὰ σοφιζόμενος ἡμῶν τὴν προσεδρίαν, καὶ βουλόμενος ἡμᾶς διηνεκῶς πρὸς ἑαυτὸν ἐφέλκεσθαι. Ἐπεὶ καὶ πατὴρ φιλόστοργος αἰτούμενος πολλάκις παρὰ τοῦ παιδὸς οὐκ ἐπινεύει, οὐχὶ μὴ βουλόμενος δοῦναι, ἀλλὰ τοῦ παιδὸς τὴν προσεδρίαν διὰ τούτου ἐπισπώμενος. Ταῦτα δὲ γινώσκοντες, μηδέποτε ἀπαγορεύωμεν, μηδὲ διαλείπωμεν προσιόντες, καὶ τὰς ἱκετηρίας ποιούμενοι. Εἰ γὰρ τὸν ὦμόν ἐκεῖνον καὶ ἀπηνῆ δικαστήν, καὶ μήτε τὸν Θεὸν φοβούμενον, ἡ προσεδρία τῆς γυναικὸς ἐξεβιάσατο, καὶ ἐξεκαλέσατο εἰς τὴν ἑαυτῆς ἀντίληψιν· πόσῳ μᾶλλον ἡμεῖς, εἰ βουληθείημεν ἐκείνην μιμήσασθαι τὴν γυναῖκα, τὸν ἥμερον καὶ φιλάνθρωπον ἡμῶν Δεσπότην, τὸν εὔσπλαγχνον, καὶ ἐπιτρέχοντα ἡμῶν τῇ σωτηρίᾳ ἐκκαλεσόμεθα πρὸς τὴν οἰκείαν ἀντίληψιν· Παιδεύσωμεν τοίνυν ἑαυτοὺς δυσαποσπάστως ἔχειν, καὶ διηνεκῶς ταῖς προσευχαῖς προσηλῶσθαι, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτί, καὶ μᾶλλον ἐν νυκτί, ὅτε οὐδεὶς ὁ ἐνοχλῶν, ὅτε πολλὴ τῶν λογισμῶν ἡ γαλήνη, ὅτε πολλὴ ἡ ἡσυχία, καὶ ταραχῆς ἐκτὸς τὸ δωμάτιον, οὐδενὸς ὄντος τοῦ ἐκκροῦσαι δυναμένου, καὶ ἀποστῆσαι τῆς προσόδου, ὅτε συνηρμένη ὁ τυγχάνουσα ἡ διάνοια πάντα μετὰ ἀκριβείας ἀναθέσθαι δύναται τῷ τῶν ψυχῶν ἰατρῷ. Εἰ γὰρ ὁ μακάριος Δαυΐδ, ὁ βασιλεὺς ὁμοῦ καὶ προφήτης, ὑπὸ τοσούτων ὀχλούμενος πραγμάτων, καὶ ἁλουργίδα καὶ διάδημα περικείμενος λέγε· «Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου»· τὶ ἂν εἴποιμεν ἡμεῖς, οἱ τὸν ἰδιωτικὸν καὶ ἀπράγμονα βίον μετιόντες, καὶ μηδὲ τὰ αὐτὰ ἐκείνῳ ποιοῦντες; Ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ πολλὰ εἶχεν αὐτὸν τὰ περισπῶντα, καὶ πολὺς ἣν ὁ τῶν πραγμάτων ὄχλος, καὶ πολλὴ ἡ ταραχή, καὶ καιρὸν οὐχ ηὕρισκεν ἐπιτήδειον ἑαυτῷ πρὸς τὴν τοιαύτην πρόσοδον, τὸν τῆς ἀνέσεως καιρόν, ὃν ἕτεροι ὕπνου ποιοῦνται καιρὸν ἐπὶ τῶν ἁπαλῶν στρωμάτων κατακεκλιμένοι, καὶ ὧδε κἀκεῖσε περιστρεφόμενοι, ὁ βασιλεύς, ὁ τοσαύτην ἀναδεδεγμένος φροντίδα, προσόδου καιρὸν ἐποιεῖτο, κατ’ ἰδίαν τῷ Θεῷ διαλεγόμενος, καὶ εἰλικρινεῖς καὶ συντεταμένας τὰς εὐχὰς ποιούμενος, ἤνυεν ἅπερ ἤθελε· καὶ διὰ τῶν προσευχῶν τούτων τοὺς πολέμους κατώρθου, τρόπαιον ἱστᾷς, καὶ νίκας νίκαις συνάπτων. Εἶχε γὰρ ὅπλον ἀχείρωτον, τὴν ἄνωθεν συμμαχίαν, οὐ πρὸς τοὺς παρὰ τῶν ἀνθρώπων πολέμους ἀρκέσαι δυναμένην μόνον, ἀλλὰ καὶ πρὸς τὰς τῶν δαιμόνων φάλαγγας. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, οἱ ἰδιῶται τὸν βασιλέα, τὸν ἀπράγμονα καὶ ἡσύχιον βίον μετιόντες, τὸν ἐν ἁλουργίδι καὶ διαδήματι, τὸν τῶν μοναχῶν βίον ὑπερακοντίσαντα. Ἄκουε γὰρ πάλιν αὐτοῦ ἀλλαχοῦ λέγοντος· «Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός». Εἶδες ψυχὴν ἐν διηνεκεῖ κατανύξει τυγχάνουσαν; Ἡ τροφὴ μου, φησίν, ὁ ἄρτος μου, ἡ ἑστίασις μου οὐδὲν ἕτερον ἥν, ἣ τὰ δάκρυά μου ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. Καὶ πάλιν, «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου». Τὶ ἐροῦμεν ἡμεῖς ἣ τὶ ἀπολογησόμεθα, οὐδὲ τὴν ἴσην τῷ βασιλεῖ τῷ ὑπὸ τοσούτων πραγμάτων περισπωμένῳ κατάνυξιν ἐπιδείξασθαι βουλόμενοι; Τὶ γάρ, εἰπὲ μοι, τῶν ὀφθαλμῶν ἐκείνων ὡραιότερον τῶν ὑπὸ τῆς συνεχείας τῶν δακρύων, καθάπερ ὑπὸ μαργαριτῶν τινων, κεκαλλωπισμένων; Εἶδες τὸν βασιλέα καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ δακρύοις καὶ εὐχαῖς ἑαυτὸν ἐκδεδωκότα· ὅρα καὶ τὸν τῆς οἰκουμένης διδάσκαλον ἐν δεσμωτηρίῳ καθειργμένον, καὶ τοὺς πόδας ἔχοντα ἐν τῷ ξύλῳ προσδεδεμένους ἅμα τῷ Σίλᾳ, καὶ διὰ πάσης τῆς νυκτὸς προσευχόμενον, οὔτε ὑπὸ τῆς ὀδύνης, οὔτε ὑπὸ τῶν δεσμῶν κωλυόμενον, ἀλλὰ ταύτῃ μᾶλλον πόλον καὶ θερμότερον τὸν πόθον ἐπιδεικνύμενον τὸν περὶ τὸν Δεσπότην· «Παῦλος γάρ, φησί, καὶ Σίλας κατὰ τὸ μεσονύκτιον προσευχόμενοι ὕμνουν τὸν Θεόν». Ὁ Δαυῒδ ἐν βασιλείᾳ καὶ διαδήματι δακρύοις καὶ εὐχαῖς ἅπαντα τὸν βίον κατανήλισκεν· ὁ Ἀπόστολος, ὁ εἰς τρίτον οὐρανὸν ἁρπαγείς, ὁ τῶν ῥητῶν ἀξιωθεὶς μυστηρίων, ἐν δεσμοῖς τυγχάνων κατὰ τὸ μέσον τῆς νυκτὸς προσευχὰς καὶ ὕμνους ἀνέφερε τῷ Δεσπότῃ· καὶ ὁ βασιλεὺς μεσονύκτιον ἐξεγειρόμενος ἐξωμολογεῖτο, καὶ οἱ ἀπόστολοι κατὰ τὸ μεσονύκτιον τενεῖς τὰς προσευχὰς καὶ τοὺς ὕμνους ἐποιοῦντο. Τούτους μιμησώμεθα καὶ ἡμεῖς, καὶ τῇ συνεχείᾳ τῶν προσευχῶν τειχίζωμεν ἡμῶν τὴν ζωήν, καὶ μηδὲν ἡμῖν ποτε κώλυμα γενέσθω. Οὐδὲν γὰρ ἐστιν ἡμῖν τὸ δυνάμενον ἐμποδίσαι, ἐὰν νήφωμεν. Μὴ γὰρ τόπου χρῄζομεν, ἡ καιροῦ; Πᾶς τόπος, πᾶς καιρὸς ἐπιτήδειος ἡμῖν πρὸς τὴν τοιαύτην πρόσοδον. Ἄκουε γὰρ πάλιν αὐτοῦ τοῦ διδασκάλου τῆς οἰκουμένης λέγοντος «Ἐν παντὶ τόπῳ ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ». Ἂν τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν οἰκίᾳ, κἂν ἐν ὁδῷ, κἂν ἐν δικαστηρίῳ παρεστώς, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ἐπ’ ἐργαστηρίῳ ᾗς ἑστηκώς, κἂν ὅπουπερ ἂν ᾗς, δυνήσῃ τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως. Ὅπερ εἰδότες, παρακαλῶ, μετὰ τῆς νηστείας καὶ τῆς προσευχῆς τὴν ἀκρίβειαν ἐπιδειξώμεθα, καὶ τὴν ἐντεῦθεν συμμαχίαν ἑαυτοῖς κατασκευάσωμεν· ἵνα τῆς παρ’ αὐτοῦ ῥοπῆς ἀξιούμενοι, καὶ τὸν παρόντα βίον εὐαρέστως αὐτῷ διανύσωμεν, καὶ ἐν τῷ μέλλοντι φιλανθρωπίας τινὸς ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΛΑ’. «Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ καὶ τὸν υἱὸν Ἀῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων καὶ ἦλθεν ἕως Χαῤῥάν, καὶ κατῴκησεν ἐκεῖ».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΘ ’. «Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς τῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος