Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΛΒ’.«Καὶ ὤφθη Κύριος τῷ· Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ».
Προηγούμενο: Ὁμιλία Δ’. «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΛΑ’. «Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ καὶ τὸν υἱὸν Ἀῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων καὶ ἦλθεν ἕως Χαῤῥάν, καὶ κατῴκησεν ἐκεῖ».

α’. Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι τε μεθ’ ἡδονῆς ἐδέξασθε χθὲς τοὺς περὶ τῆς εὐχῆς λόγους, καὶ ὅτι μετὰ τοσαύτης σπουδῆς συντρέχετε περὶ τὴν ἀκρόασιν. Τοῦτο γὰρ καὶ ἡμᾶς προθυμοτέρους ἀπεργάζεται, καὶ παρασκευάζει δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν ἑστίασιν ταύτην τὴν πνευματικήν. Ἐπεὶ καί γηπόνος, ἐπειδὰν ἴδῃ τὴν ἄρουραν καὶ τὰ καταβαλλόμενα σπέρματα πολλαπλάσια δεικνύουσαν, καὶ κομῶντα τὰ λήϊα, οὐ παύεται τὰ παρ’ ἑαυτοῦ καθ’ ἑκάστην εἰσφέρων, καὶ τὴν προσήκουσαν ἐπιμέλειαν ποιούμενος, καὶ περισκοπῶν καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, μὴ ποῦ τὶ λυμήνηται τοῖς πόνοις αὐτοῦ· τὸν αὐτὸν δὴ τρόπον κἀγὼ ὁρῶν ὑμῶν τὴν ἄρουραν ταύτην τὴν πνευματικὴν οὕτω θάλλουσαν, καὶ τὸν πνευματικὸν τοῦτον σπόρον τοῖς τῆς διανοίας κόλποις παρακατατιθέμενον, ὁμοῦ καὶ χαίρω καὶ εὐφραίνομαι, καὶ πολὺν ἔχω τὸν ἀγῶνα, εἰδὼς τοῦ ἐχθροῦ καὶ ἐπιβούλου τῆς σωτηρίας τῆς ἡμετέρας τὴν πονηρίαν. Καθάπερ γὰρ οἱ κατὰ θάλατταν πειρᾶταί, ἐπειδὰν ἴδωσι ναῦν πολλῶν φορτίων πεπληρωμένην, καὶ πλοῦτον ἄφατον ἐπαγομένην, τότε μάλιστα πολλὴν τὴν ἐπιβουλὴν ἐπιδείκνυνται, ὥστε πάντα καταδύσαι τὸν φόρτον, καὶ γυμνοὺς καὶ ἐρήμους τοὺς ἐμπλέοντας καταστῆσαι· οὕτω δὴ καὶ ὁ διάβολος, ὅταν ἴδῃ πολὺν πλοῦτον συνηγμένον πνευματικόν, καὶ προθυμίαν ζέουσαν, καὶ διάνοιαν διεγηγερμένην, καὶ καθ’ ἑκάστην, ἡμέραν τὸν πλοῦτον αὐξανόμενον, δάκνεται καὶ τρίζει τοὺς ὀδόντας, καὶ καθάπερ πειρατὴς οὕτω περιέρχεται μυρίας ἐπινοῶν μηχανάς, ὥστε βραχεῖάν τινα εὑρεῖν εἴσοδον, καὶ γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἀποφῆναι, καὶ συλῆσαι πάντα τὸν πλοῦτον ἡμῶν τὸν πνευματικόν. Διὰ τοι τοῦτο νήφωμεν, παρακαλῶ, καὶ ὅσῳ ἂν τὰ τῆς περιουσίας ἡμῖν αὔξηται τῆς πνευματικῆς, τοσούτῳ καὶ τὰ τῆς ἀγρυπνίας ἐπιτεινέσθω, καὶ πανταχόθεν ἀποτειχίζωμεν αὐτῷ τὰς ἐφόδους, καὶ διὰ τῆς ἀρίστης πολιτείας τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενοι, ἀνωτέρους ἑαυτοὺς καταστήσωμεν τῶν τοῦ διαβόλου βελῶν. Πονηρὸν γὰρ ἐστι τὸ θηρίον, καὶ πολυπλόκους ἔχει τὰς μηχανάς· καὶ ἐπειδὰν μὴ δυνηθῇ ἐξ εὐθείας πρὸς τὴν κακίαν ἡμᾶς ὑποσῦραι, καὶ διὰ τῆς ἀπάτης δελεᾶσαι· οὐδὲ γὰρ βιάζεται, οὐδὲ ἀναγκάζει, μὴ γένοιτο, ἀλλ’ ἀπατᾷ μόνον, καὶ ἐπειδὰν ἴδῃ ῥᾳθυμοῦντας, ὑποσκελίζει· ὅταν οὖν μὴ δι’ αὐτῆς τῆς κακίας προφανῶς δυνηθῇ τῇ ἡμετέρᾳ σωτηρίᾳ λυμήνασθαι, πολλάκις δι’ αὐτῶν τῶν τῆς ἀρετῆς ἔργων, ὢν μετίωμεν, τὸ δέλεαρ ἐμβαλὼν λανθανόντως ἅπαντα τὸν ωὐτὸν κατέδυσε.

Τὶ οὖν ἐστιν, ὃ φημι; Ἀναγκαῖον γὰρ αὐτὸ σαφέστερον εἰπεῖν, ἵνα διδαχθέντες αὐτοῦ τὰς ἐπιβουλάς, διαφύγωμεν τὴν ἐντεῦθεν βλάβην. Ὅταν ἴδῃ μὴ εὐκόλως ἡμᾶς καταδεχομένους γυμνὴν τὴν κακίαν, ἀλλὰ φεύγοντας μὲν τὴν ἀσέλγειαν, τὴν δὲ σωφροσύνην ἀσπαζομένους, καὶ πάλιν τὴν πλεονεξίαν ἀποστρεφομένους, καὶ μισοῦντας τὴν ἀδικίαν, καὶ τῆς τρυφῆς καταγελῶντας, καὶ νηστείαις καὶ προσευχαῖς ἑαυτοὺς ἐκδεδωκότας, καὶ περὶ τὴν ἐλεημοσύνην ἐσπουδακότας· τότε λοιπὸν μεθοδεύει ἑτέραν μηχανήν, δι’ ἧς ἡμῶν τὴν εὐπορίαν ἅπασαν λυμήνασθαι δυνήσεται, καὶ τοσαῦτα κατορθώματα ἀνόνητα ἡμῖν ἀποδεῖξαι. Τοὺς γὰρ μετὰ πολλοῦ τοῦ τόνου περιγεγονότας αὐτοῦ τῶν μηχανῶν παρασκευάζει μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, καὶ πρὸς τὴν τῶν ἀνθρώπων ἀποβλέπειν δόξαν, ἵνα τῆς ἀληθοῦς δόξης ἐκπεσεῖν ποιήσῃ. Ὁ γὰρ μετιὼν τι τῶν πνευματικῶν, καὶ πρὸς ἀνθρωπίνην ἀφορῶν δόξαν, ἀπέχει τὸν μισθὸν αὐτοῦ ἐντεῦθεν ἤδη, καὶ οὐκ ἔτι λοιπὸν ὀφειλέτην ἔχει τὸν Θεόν. Παρ’ ὧν γὰρ ἐπεζήτησε δοξασθῆναι, ἀπήλαυσε τῶν ἐπαίνων, κἀκείνων τῶν ἐπηγγελμένων παρὰ τοῦ Δεσπότου ἀπεστέρησεν ἑαυτόν, προτιμήσας τὴν πρόσκαιρον εὐφημίαν καὶ τὴν παρὰ τῶν ὁμογενῶν τῆς παρὰ τοῦ πάντων δημιουργοῦ. Καὶ τοῦτο προλαβὼν αὐτός, καὶ ἐπὶ προσευχῆς καὶ ἐπὶ ἐλεημοσύνης, καὶ ἐπὶ νηστείας ἐδίδαξεν, οὕτω λέγων· «Ὅταν νηστεύῃς ἀλεῖψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρὶ σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατὴρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι». Καὶ πάλιν· «Ὅταν δὲ ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς, φησίν, ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμας, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν οὕτων». Εἶδες πῶς ὁ ταύτην τὴν δόξαν ἐπιζητῶν ἐκείνης ἀπεστέρηται, ὁ δὲ διὰ τοῦτο τὴν ἀρετὴν μετερχόμενος, καὶ λανθάνειν βουλόμενος τοὺς ἀνθρώπους, κατ’ ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν ἐν τῷ φανερῷ λήψεται παρὰ τοῦ Δεσπότου τὰς ἀμοιβάς. «Ὁ γὰρ Πατὴρ σου, φησίν, ὁ β.! Ἐπῶν ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ». Μὴ τοῦτο ἐννόει, φησίν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων ἐπῄνεσέ σε, καὶ ὅτι λανθάνων μετέρχῃ τὴν ἀρετήν· ἀλλ’ ἐκεῖνο λογίζου, ὅτι τοσαύτη τοῦ Δεσπότου ἔσται ἡ φιλοτιμία μετ’ οὐ πολύ, ὡς μὴ λανθανόντως, μηδ’ ἐν ἀποκρύφῳ, ἀλλὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους τοῦ ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας παρόντος ἀνακηρύξῃ σε καὶ στεφανώσει, καὶ τῶν πόνων τῆς ἀρετῆς τὰς ἀμοιβὰς ἀποδώσει. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τὸν πόνον τῆς ἀρετῆς ὑπομένοντες, καὶ διὰ τὴν πρόσκαιρον, καὶ εὐτελῆ, καὶ ματαίαν δόξαν τὴν παρὰ τῶν ὁμογενῶν τῆς ἄνωθεν τιμῆς ἑαυτοὺς ἀποστεροῦντες;

β’. Ἀσφαλιζώμεθα τοίνυν, παρακαλῶ, καὶ ὅπερ ἂν καταξιωθῶμεν ἔργον πνευματικὸν μετιέναι, τοῦτο παντὶ τρόπῳ πανταχόθεν ἐν τοῖς ταμιείοις τῆς διανοίας τῆς ἡμετέρας κρύπτειν σπουδάζωμεν, ἵνα ἐκεῖνον τὸν ἀκοίμητον ὀφθαλμὸν ἔχωμεν ἐπαινετήν, καὶ μὴ διὰ τὴν τῶν ἀνθρώπων εὐφημίαν, καὶ τοὺς πρὸς χάριν πολλάκις γινομένους ἐπαίνους, τῆς παρὰ τοῦ Δεσπότου εὐφημίας ἑαυτοὺς ἀναξίους καταστήσωμεν. Καὶ γὰρ ἀμφότερα ὀλέθρια, καὶ λύμῃ τῇς ἡμετέρας σωτηρίας, καὶ τὸ πρὸς δόξαν ἀνθρωπίνην ἀφορῶντά τι διαπράττεσθαι τῶν πνευματικῶν, καὶ τὸ μέγα φρονεῖν ἐφ’ οἷς ἂν κατορθῶσαι δυνηθῇ. Δι’ ὃ νήφειν χρὴ καὶ ἐγρηγορέναι, καὶ τὰ ἀπὸ τῆς θείας Γραφῆς φάρμακα ἐπιτιθέναι συνεχῶς ἑαυτοῖς, ὥστε μὴ ἁλῶναι τοῖς ὀλεθρίοις τούτοις πάθεσι. Κἂν γὰρ μυρία τις κατωρθωκὼς ᾖ, καὶ ἅπασαν τὴν ἀρετὴν διανύσας, μέγα δὲ φρονῇ πάντων ἐλεεινότερος ἂν γένοιτο καὶ ἀθλιώτερος. Καὶ τοῦτο δῆλον ἡμῖν γεγένηται, ἐξ ὧν ὁ Φαρισαῖος ἐκεῖνος ὑπέμεινε, μεγάλα φρονήσας κατὰ τοῦ τελώνου, καὶ ἐλάττων τοῦ τελώνου ἀθρόον γεγονώς, καὶ διὰ τῆς οἰκείας γλώττης πάντα αὐτοῦ τὸν πλοῦτον τῆς ἀρετῆς ἐκχέας, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν καταστήσας, καὶ ξένον καὶ καινὸν ναυάγιον ὑπομείνας. Εἰς αὐτὸν γὰρ ἐλθὼν τὸν λιμένα ἅπαντα τὸν φόρτον αὐτοῦ κατέδυσε. Τὸ γὰρ ἀπ’ εὐχῆς τῆς οὐ δεόντως γεγενημένης τοῦτο παθεῖν, ὅμοιόν ἐστι τῷ ἐν αὐτῷ μέσῳ τῷ λιμένι ναυάγιον ὑπομεῖναι. Διὰ τοι τοῦτο καὶ ὁ Χριστὸς παραγγέλλων τοῖς μαθηταῖς ἔλεγεν, «Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν»· ἀσφαλιζόμενος αὐτούς, καὶ ἐκ πολλοῦ τοῦ διαστήματος βουλόμενος τοῦ ὀλεθρίου τούτου πάθους ἐκτὸς αὐτοὺς γενέσθαι. Εἴδετε, ἀγαπητοί, πῶς οὔτε ὁ πρὸς δόξαν ἀνθρωπίνην κεχηνώς, καὶ διὰ ταύτην τὰ τῆς ἀρετῆς ἔργα μετιών, ἔχει τινὰ ὄνησιν, καὶ ὅτι καὶ μετὰ τὸ κατορθῶσαι πάντα τὰ τῆς ἀρετῆς, εἰ δόξει μέγα φρονεῖν ἐπὶ τούτοις, πάντων ἔρημος γίνεται καὶ γυμνός; Φεύγωμεν τοίνυν, παρακαλῶ, ταῦτα τὰ ὀλέθρια πάθη, καὶ πρὸς ἐκεῖνον μόνον ὁρῶμεν τὸν ἀκοίμητον ὀφθαλμόν, καὶ μηδὲν κοινὸν ἔχωμεν πρὸς τοὺς ὁμογενεῖς, μηδὲ ἐπιζητῶμεν τὸν παρὰ τούτων ἔπαινον, ἀλλ’ ἀρκώμεθα τῷ παρὰ τοῦ Δεσπότου. Οὗ ὁ ἔπαινος γάρ, φησίν, οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ Θεοῦ. Καὶ ὅσῳ ἂν πρὸς μείζονα ἐπιδιδῶμεν ἀρετήν, τοσούτῳ μᾶλλον ἑαυτοὺς μετριάζειν παρασκευάζωμεν, καὶ συνεστάλθαι. Κἂν γὰρ πρὸς αὐτὴν φθάσωμεν τῆς ἀρετῆς τὴν κορυφήν, ἐὰν ἀντιθῶμεν τὰς παρὰ τοῦ Δεσπότου εὐεργεσίας μετὰ πολλῆς εὐγνωμοσύνης, τότε καλῶς ὀψόμεθα, ὅτι οὐδὲ τὸ πολλοστὸν μέρος τῶν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς ὑπηργμένων εἰσηνέγκαμεν. Καὶ γὰρ ἕκαστος τῶν ἁγίων ἐντεῦθεν ηὐδοκίμησε. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ τῆς οἰκουμένης διδασκάλου, τῆς οὐρανομήκους ἐκείνης ψυχῆς, πῶς μετὰ τοσαῦτα κατορθώματα, μετὰ τὴν τοσαύτην ἄνωθεν μαρτυρίαν (σκεῦος γάρ, φησίν, ἐκλογῆς ἐστι μοι οὗτος), οὐκ ἐπιλανθάνεται τῶν οἰκείων πλημμελημάτων, ἀλλ’ ἀμφοῖν ταῦτα περιστρέφει, καὶ ὑπὲρ ὧν μάλιστα πεπληροφόρητο, ὅτι τὴν συγχώρησιν ἐδέξατο διὰ τοῦ βαπτίσματος, οὐδὲ τούτων ἐπιλανθάνεσθαι ἀνέχεται, ἀλλὰ βοᾷ καὶ λέγει, ὅτι «Ἐλάχιστός εἰμι τῶν ἀποστόλων, καὶ οὐκ εἰμι ἱκανὸς καλεῖσθαι ἀπόστολος». Εἶτα ἵνα τὴν ὑπερβολὴν αὐτοῦ παιδευθῶμεν τῆς ταπεινοφροσύνης, προσέθηκε, «Διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοὐ Θεοῦ». Τὶ ποιεῖς, ὧ Παῦλε; Ὁ Δεσπότης διὰ τὴν οἰκείαν φιλοτιμίαν συνεχώρησε, καὶ ἀπήλειψεν ἅπαντα τὰ ἡμαρτημένα σοι, καὶ σὺ ταῦτα στρέφεις; Ναί, οἶδα, φησί, καὶ οὐκ ἀγνοῶ τοῦ Δεσπότου τοῦ ἐμοῦ τὴν λύσιν· ἀλλ’ ὅταν ἐννοήσω τὰ ἐμοὶ εἰργασμένα, καὶ ἴδω τὸ πέλαγος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τότε μανθάνω καλῶς, ὅτι χάριτι αὐτοῦ καὶ φιλανθρωπίᾳ εἰμι ὃ εἰμι. Εἰπὼν γάρ, ὅτι «Οὐκ εἰμι ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ», ἐπήγαγε· «Χάριτι δὲ Θεοῦ εἰμι ὃ εἰμι». Ἐγὼ μέν, φησί, τοσαύτην ἐπεδειξάμην τὴν μανίαν· ἡ δὲ ἄφατος αὐτοῦ ἀγαθότης καὶ ἡ χάρις τὴν συγχώρησιν ἐχαρίσατο. Εἶδες ψυχὴν συντετριμμένην, καὶ τῶν πρὸ τοῦ βαπτίσματος ἡμαρτημένων διηνεκῶς τὴν μνήμην περιφέρουσαν; Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τὰ μετὰ τὸ βάπτισμα ἡμῖν ἡμαρτημένα, ταῦτα καθ’ ἑκάστην ἡμέραν μιμνησκόμενοι, καὶ διηνεκῶς ἐν τῇ διανοίᾳ περιστρέφοντες, μηδέποτε συγχωρῶμεν εἰς λήθην ἡμᾶς αὐτῶν ἐμπεσεῖν. Ἱκανὸς γὰρ ἡμῖν χαλινὸς τοῦτο γενήσεται πρὸς τὸ συνεστάλθαι καὶ μετριάζειν. Καὶ τὶ λέγω Παῦλον, τὸν τοσοῦτον καὶ τηλικοῦτον; Θέλεις ἰδεῖν καὶ τοὺς ἐν τῇ Παλαιᾷ ἐντεῦθεν μάλιστα εὐδοκιμήσαντας, ἀπὸ τοῦ μετριάζειν μετὰ μυρία κατορθώματα, καὶ τὴν ἄφατον παῤῥησίαν; Ἄκουε τοῦ πατριάρχου λέγοντος, μετὰ τὴν ὁμιλίαν τὴν πρὸς τὸν Θεόν, μετὰ τὴν ἐπαγγελίαν τὴν εἰς αὐτὸν γεγενημένην· «Ἐγὼ δὲ εἰμι γῆ καὶ σποδός».

γ’. Ἀλλ’ ἐπειδὴ τοῦ πατριάρχου ἐμνήσθην, τὶ δοκεῖ, τὰ σήμερον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα ταῦτα ἀναπτύξαντες ἴδωμεν τῆς ἀρετῆς τοῦ δικαίου τὴν ὑπερβολήν. «Καὶ ἔλαβε, φησί, Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς τὴν γῆν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥὰν καὶ κατῴκησεν ἐκεῖ καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάῤῥα ἐν Χαῤῥὰν ἔτη διακόσια πέντε, καὶ ἀπέθανεν ἐν Χαῤῥάν». Μετὰ ἀκριβείας προσέχωμεν, παρακαλῶ, τοῖς ἀναγνωσθεῖσιν, ἵνα δυνηθῶμεν καταλαβεῖν τὸν νοῦν τῶν ἐγγεγραμμένων. Ἰδοὺ γὰρ ἐν προοιμίοις δοκεῖ ζήτημα εἶναι ἐν τοῖς εἰρημένοις. Τοῦ γὰρ μακαρίου τούτου προφήτου, τοῦ Μωϋσέως λέγω, εἰπόντος, ὅτι «Ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχώρ, καὶ ἐξήγαγεν ἐκ γῆς Χαλδαίων, πορευθῆναι εἰς τὴν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥάν, καὶ κατῴκησεν ἐκεῖ»· ὁ μακάριος Στέφανος ἐγκωμιάζων τοὺς Ἰουδαίους φησὶν «Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν Μεσοποταμίᾳ, πρὶν ἣ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν. Κἀκεῖθεν, μετὰ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτόν». Τὶ οὖν ἐστιν; Ἐναντιοῦται ἑαυτῇ ἡ θεῖα Γραφή; Μὴ γένοιτο· ἀλλὰ συνιδεῖν ἐκ τούτου προσήκει. Ὅτι θεοφιλοῦς ὄντος τοῦ παιδός, ὀφθεὶς αὐτῷ ὁ Θεὸς προσέταξε μεταναστῆναι ἐκεῖθεν. Καὶ τοῦτο γνοὺς ὁ θάῤῥα ὁ τούτου πατήρ. Εἰ καὶ ἄπιστος ἐτύγχανεν, ἀλλ’ ὅμως ὑπὸ τοῦ πρὸς τὸν παῖδα φίλτρον κοινωνῆσαι αὐτῷ κατεδέξατο τῆς ἀποδημίας, καὶ ἐλθὼν εἰς τὴν Χαῤῥάν, κἀκεῖ κατοικήσας, οὕτω μετήλλαξε τὸν βίον· καὶ τότε κελεύσαντος τοῦ Θεοῦ μετανίσταται εἰς τὴν Χαναναίαν ὁ πατριάρχης. Ἀμέλει οὐ πρότερον αὐτὸν ὁ Θεὸς ἐκεῖθεν ἀνέστησε, μέχρις ὅτε Θάῤῥα ἐτελεύτησε. Τότε γὰρ μετὰ τὴν ἐκείνου τελευτήν. Φησί, «Καὶ εἶπε Κύριος τῷ Ἄβραμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἂν σοι δείξω. Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομα σου, καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντας σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Ἕκαστον τῶν εἰρημένων μετὰ ἀκριβείας διερευνησώμεθα, ἵνα ἴδωμεν τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον.

Μὴ γὰρ ἀτελῶς παραδράμωμεν τὸ εἰρημένον. Ἀλλ’ ἐννοήσωμεν ὅσος τοῦ ἐπιτάγματος ὁ ὄγκος. «Ἔξελθε, φησίν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἦν ἂν σοι δείξω». Κατάλιπε, φησί, τὰ δῆλα καὶ τὰ ὡμολογημένα, καὶ προτίμησον τὰ ἄδηλα καὶ τὰ μὴ φαινόμενα. Σκόπει ὡς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐγυμνάζετο ὁ δίκαιος τὰ μὴ φαινόμενα τῶν φαινομένων προτιμᾷν, καὶ τὰ μέλλοντα τῶν ἐν χερσὶν ὄντων. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ὅπερ ἐπετάττετο ποιῆσαι, καταλιπεῖν τὴν γῆν, ἔνθα τοσοῦτον ᾤκησε χρόνον, καὶ τὴν συγγένειαν ἅπασαν, καὶ πάντα τοῦ πατρὸς τὸν οἶκον, καὶ ἐλθεῖν ἔνθα μὴ ᾔδει, μηδὲ ἠπίστατο. Οὐ γὰρ εἶπεν εἰς ποίαν αὐτὸν χώραν βούλεται μεταστῆσαι, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ἐπιτάγματος ἐγύμναζε τοῦ πατριάρχου τὸ φιλόθεον. «Δεῦρο γάρ, φησίν, εἰς τὴν γῆν, ἦν ἂν σοι δείξω». Ἐννόησόν μοι, ἀγαπητέ, ὅπως ὑψηλῆς ἐδεῖτο γνώμης τὸ ἐπίταγμα, καὶ μηδεμιᾷ προσπαθείᾳ ἣ συνηθείᾳ κατεχομένης. Εἰ γὰρ νῦν μετὰ τὸ ἐπιδοῦναι τὴν εὐσέβειαν, οὕτως εἰσὶ πολλοὶ τῇ συνηθείᾳ προσδεδεμένοι. Ὡς καὶ μυριάκις ἂν ἕλοιντο, κἂν ἀνάγκη κατεπείγῃ, πάντα ὑπομεῖναι, ἣ τῶν τόπων μεταστῆναι, ἔνθα πρότερον τὴν οἴκησιν ἔσχον, καὶ ταῦτα οὐκ ἐπὶ τῶν τυχόντων μόνον ἀνδρῶν ἐστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ φυγόντων τοὺς ἐν μέσῳ θορύβους, καὶ τὸν τῶν μοναχῶν ἑλομένων βίον· πολλῷ δὴ μᾶλλον τότε τὸν δίκαιον τοῦτον εἰκὸς ἦν δυσχεράναι πρὸς τὸ ἐπίταγμα, καὶ ὀκνηρότερον καταστῆναι. Ἔξελθε, φησί, καὶ κατάλιπε τοὺς συγγενεῖς, καὶ τὸν οἶκον τὸν πατρικόν, καὶ «Δεῦρο εἰς γῆν, ἦν ἂν σοι δείξω». Τίνα οὖν οὐκ ἂν ἐθορύβησε ταυτὶ τὰ ῥήματα; Οὔτε τὸν τόπον, οὔτε τὴν χώραν δήλην αὐτῷ ποιεῖ, ἀλλὰ τῷ ἀδιορίστῳ βασανίζει τοῦ δικαίου τὴν γνώμην. Εἰ γὰρ ἕτερός τις ἦν ὁ κελευσθείς, καὶ εἷς τῶν πολλῶν, εἶπεν ἂν Ἔστω· κελεύεις μὲ καταλιπεῖν τὴν γῆν ἔνθα νῦν οἰκῶ, τὴν συγγένειαν, τὸν οἶκον τὸν πατρικόν· τίνος ἕνεκεν οὐχὶ καὶ τὸν τόπον, ἔνθα ἀφικέσθαι μὲ προστάττεις, δῆλον ποιεῖς, ἵνα εἰδέναι ἔχω κἂν τοῦ διαστήματος τὸ μέγεθος; Πόθεν γὰρ μοι ἐκεῖνο γνώριμον ἂν γένοιτο, ὅτι ταύτης, ἧς καταλιμπάνω, βελτίων ὀφθήσεται ἐκείνη μᾶλλον καὶ εὐπορωτέρα; Ἀλλ’ ὁ δίκαιος οὐδὲν τούτων οὐδὲ εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλὰ πρὸς τὸ τῶν ἐπιτεταγμένων μέγεθος ἀπιδών, τὰ ἄδηλα τῶν ἐν χερσὶ προετίθει. Καίτοι εἰ μὴ ὑψηλὸν εἶχε φρόνημα, καὶ φιλόσοφον γνώμην, καὶ ἐπεπαίδευτο πάντα πείθεσθαι τῷ Θεῷ. Καὶ ἕτερον οὐ μικρὸν εἶχεν ἂν κώλυμα, αὐτὴν τοῦ πατρὸς τὴν τελευτήν. Ἴστε γὰρ ὅτι πολλοὶ πολλάκις διὰ τοὺς τάφους τῶν προσηκόντων εἵλοντο τοῖς τόποις ἐκείνοις ἐναποθανεῖν, ἔνθα τὸν βίον κατέλυσαν οἱ γονεῖς.

δ’. Εἰκὸς τοίνυν ἣν καὶ τὸν δίκαιον τοῦτον, εἴγε μὴ ἣν σφόδρα φιλόθεος, καὶ τοῦτο λογίσασθαι, ὅτι Ὁ μὲν πατὴρ διὰ τὸ περὶ ἐμὲ φίλτρον οἴκοθεν ἐξανέστη, καὶ συνηθείας παλαιὰς ὑπερεῖδε, καὶ πάντων ἀνώτερος γεγονὼς μέχρι τούτου παρεγένετο, καὶ σχεδὸν εἰπεῖν, δι’ ἐμὲ ἐν ἀλλοτρίᾳ τὸν βίον κατέλυσεν· ἐγὼ δὲ οὐδὲ μετὰ τὸν θάνατον τὴν ἴσην αὐτῷ ἀμοιβὴν ἀποδοῦναι σπουδάζω, ἀλλὰ καταλιπὼν μετὰ τῆς συγγενείας τοῦ πατρὸς τὸν αὐτοῦ τάφον, ἀπελεύσομαι; Ἀλλ’ ὅμως οὐδὲν τούτων αὐτοῦ ἀπαμβλῦναι τὴν ὁρμὴν ἴσχυσεν· ἀλλὰ πάντα εὔκολα αὐτῷ, καὶ ράδια φαίνεσθαι ἐποίει τὸ περὶ τὸν Θεὸν φίλτρον. Ἐπεὶ κἀκεῖνο ἂν ἐνενόησεν, εἴγε ἀνθρωπίνοις λογισμοῖς τὰ καθ’ ἑαυτὸν ἐπιτρέψαι ἐβούλετο, Ἐν ἡλικίᾳ λέγων, τοιαύτη, καὶ λοιπὸν πρὸς γῆρας ἔσχατον ἐλαύνων ποῦ ἀπελεύσομαι; Οὐ τὸν ἀδελφὸν ἐπιφερόμενος, οὐ τοὺς συγγενεῖς ἔχων μεθ’ ἑαυτοῦ, ἀλλὰ πάντων τῶν πρὸς γένος διαφερόντων μοι κεχωρισμένος, πῶς ἔρημος καὶ ξένος οὕτω τὴν ἀλλοτρίαν καταλήψομαι, οὐδὲ εἰδὼς ὅπου στήσομαι τῆς πλάνης; Εἰ δὲ καὶ κατὰ μέσην τὴν ὁδὸν συμβῇ μὲ καταλῦσαι τὸν βίον, τὶ τὸ ὄφελος τῆς τοιαύτης ταλαιπωρίας; Τις μὲ περιστελεῖ τὸν γέροντα, τὸν ξένον, τὸν ἄπολιν, τὸν ἄοικον; Ἴσως ἡ γυνὴ τοὺς γείτονας παρακαλέσει συμπάθειαν τινὰ ἐπιδείξασθαι, καὶ ἐξ ἐράνου τινὸς καὶ συνεισφορᾶς τὰ καθήκοντα πληρώσει. Καὶ πόσῳ βέλτιον αὐτὸν τὸν βραχὺν χρόνον τὸν ὑπολειπόμενον ἡμῖν εἰς ζωήν, καθεζόμενον ἐνταῦθα καταλῦσαί με τὸν βίον, ἣ μετὰ γῆρας ὧδε κἀκεῖσε περιἕλκεσθαι, καὶ τὰ παρὰ πάντων ὑπομένειν σκώμματα, ὡς οὐδὲ ἐν ἡλικίᾳ τοιαύτῃ δυνηθέντα ἐν ἡσυχίᾳ διάγειν, ἀλλὰ τόπους ἐκ τόπων ἀμείβειν, καὶ μηδαμοῦ ἵστασθαι; Ἀλλὰ τούτων μηδὲν ὑπολογισάμενος ὁ δίκαιος οὗτος ὑπακούειν ἔσπευδε τῷ ἐπιτάγματι. Ἀλλ’ ἴσως εἴποι τις ἄν, ὅτι ἱκανὸν ἣν αὐτῷ εἰς προτροπὴν τὸ λέγειν· «Δεῦρο εἰς τὴν γῆν, ἦν ἂν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε». Τοῦτο τοίνυν αὐτὸ μάλιστα, εἰ μὴ φιλόθεος ἥν, ἤρκει ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν ἐργάσασθαι. Ἠδύνατο γὰρ εἰπεῖν, εἰ τῶν πολλῶν εἷς ἥν, ὅτι Τίνος ἕνεκεν εἰς τὴν ξένην με ἀπάγεις καὶ τὴν ἀλλοτρίαν μὲ καταλαβεῖν κελεύεις; Διὰ τὶ γὰρ με ἐνταῦθα, εἴγε βούλει μέγαν ποιῆσαι, οὐ ποιεῖς; Διὰ τὶ ἐπὶ τῆς οἰκίας τῆς πατρῴας διάγοντα οὐκ ἀξιοῖς τῆς σῆς εὐλογίας; Ὡς εἰ συμβαίη με, πρὶν ἣ φθάσαι εἰς τὸν τόπον ἔνθα κελεύεις, κατεργασθέντα ὑπὸ τῶν κατὰ τὴν ὁδοιπορίαν καμάτων καὶ διαφθαρῆναι, καὶ τὸν βίον καταλῦσαι, τὶ μοι τὸ ὄφελος τῶν ἐπηγγελμένων; Ἀλλ’ οὐδὲν τούτων οὐδὲ εἰς ἔννοιαν λαβεῖν κατεδέξατο, ἀλλά, καθάπερ εὐγνώμων οἰκέτης, τῷ ἐπιτάγματι μόνον ὑπήκουεν, οὐ περιεργαζόμενος, οὐδὲ πολυπραγμονῶν, ἀλλ’ ἐπείθετο, καὶ πεπληροφορημένος ἐτύγχανεν ὅτι ἀψευδεῖς ἦσαν αἱ τοῦ Θεοῦ ἐπαγγελίαι· «Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος». Μέγας τῆς ὑποσχέσεως ὁ ὄγκος. «Ποιήσω σε, φησίν, εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου». Οὐ μόνον ἔθνει σε μεγάλῳ ἐπιστήσω, καὶ τὸ ὄνομά σου μέγα ἀπεργάσομαι, ἀλλὰ καὶ Εὐλογήσω σε καὶ ἔσῃ εὐλογημένος. Μὴ νομίσῃς, ἀγαπητέ, ταὐτολογίαν εἶναι τὸ εἰρημένον τό, Καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Τοσαύτης σε, φησίν, εὐλογίας ἀξιώσω, ὡς παντὶ τῷ αἰῶνι συμπαρεκτείνεσθαι αὐτήν. «Ἔσῃ γὰρ εὐλογημένος», ὡς ἕκαστον ἀντὶ μεγίστης τιμῆς σπουδὴν ποιεῖσθαι εἰσωθεῖν ἑαυτὸν εἰς τὴν πρὸς σε οἰκειότητα. Ὅρα πῶς ἄνωθεν καὶ ἐκ προοιμίων αὐτῷ προέλεγε τὴν περιφάνειαν, ἐν ᾖ καταστήσειν αὐτὸν ἔμελλε. «Ποιήσω σε, φησίν, εἰς ἔθνος μέγα, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος». Διὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι μέγα φρονοῦντες ἐπὶ τῷ πατριάρχῃ ἐβούλοντο εἰς τὴν τούτου συγγένειαν ἑαυτοὺς εἰσωθεῖν, καὶ ἔλεγον· «Τέκνα τοῦ Ἀβραὰμ ἐσμεν». Ἀλλ’ ἵνα μάθωσιν, ὅτι ἀπὸ τῆς τῶν τρόπων κακίας ἀνάξιοι τυγχάνουσι τῆς συγγενείας, φησὶ πρὸς αὐτοὺς ὁ Χριστός, «Ἑἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν». Καὶ Ἰωάννης δὲ ὁ τοῦ Ζαχαρίου, ἡνίκα συνέῤῥεον εἰς τὸν Ἰορδάνην οἱ βαπτισθῆναι σπεύδοντες, ἔλεγε πρὸς αὐτούς· «Γεννήματα ἐχιδνῶν, τὶς ὑπέδειξεν ὑμῖν φεύγειν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ». Εἶδες πῶς μέγα αὐτοῦ τὸ ὄνομα παρὰ πᾶσιν ἥν; Ἀλλὰ τέως πρὸ τῆς ἐκβάσεως τὸ φιλόθεον τοῦ δικαίου δείκνυται, πῶς τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν ἐπίστευσε, καὶ ἅπαντα τὰ δοκοῦντα εἶναι φορτικὰ μετ’ εὐκολίας κατεδέχετο. «Καὶ εὐλογήσω, φησί, τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Ὅρα Θεοῦ συγκατάβασιν, καὶ πόσης αὐτῷ φιλίας δείκνυσι τεκμήριον. Ἐκείνους, φησί, φίλους ποιήσομαι, τοὺς πρὸς σε γνησίως διακειμένους, καὶ ἐκείνους ἐχθρούς, τοὺς ἐναντίως πρὸς σε ἔχοντας· ὅπερ σχεδὸν οὐδὲ παῖδες πρὸς πατέρας ἐπιδεῖξαι ἀνέχονται, τὸ τοὺς αὐτοὺς ποιεῖσθαι αὐτοῖς καὶ φίλους καὶ ἐχθρούς. Μεγίστη οὖν, ἀγαπητέ, ἡ περὶ τὸν πατριάρχην τοῦ Θεοῦ εὔνοια. Ἐκείνους, φησίν, εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ ἐκείνους καταρῶμαι τοὺς καταρωμένους σε· «Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Ἰδοὺ προσθήκη καὶ ἑτέρας φιλοτιμίας. Πᾶσαι γάρ, φησίν, αἱ φυλαὶ τῆς γῆς ἐπὶ τῷ τῷ ὀνόματι ἐνευλογεῖσθαι σπουδάσουσι, καὶ ἀπὸ τῆς σῆς προσηγορίας σεμνοτέρα τὰ καθ’ ἑαυτοὺς ἐγκαταστήσουσιν.

ε’. Ἠκούσατε, ἀγαπητοί, οἷα ἐπέταξεν ὁ Δεσπότης τῷ Χαλδαίῳ, τῷ γέροντι, τῷ μήτε νόμον ἐγνωκότι, μήτε προφήταις ἐντυχόντι, μήτε ἑτέρας διδασκαλίας τινὸς ἀπολαύσαντι; Εἴδετε ὅσος τῶν ἐπιταγμάτων ὁ ὄγκος; Πῶς ὑψηλῆς τινος καὶ νεανικῆς δεόμενος ψυχῆς πρὸς τὴν τούτων ἐκπλήρωσιν; Βλέπετε λοιπὸν καὶ τοῦ πατριάρχου τὴν εὐγνωμοσύνην, ὅπως ἡμῖν ἡ Γραφὴ φανερὰν αὐτὴν καθίστησι. Καὶ ἐπορεύθη, φησίν, Ἄβραμ καθὰ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός· καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ». Οὐχ ἁπλῶς εἶπεν, Ἐπορεύθη Ἀβράμ, ἀλλά, Καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός. Ἀκόλουθα, φησί, τῷ ἐπιτάγματι ἅπαντα διεπράξατο. Εἶπεν ἀφεῖναι πάντα, καὶ συγγένειαν, καὶ οἶκον· καὶ ἀφῆκεν. Εἶπεν ἐλθεῖν εἰς γῆν, ἦν οὐκ ᾔδει· κατεδέξατο. Ἐπηγγείλατο ποιήσειν εἰς ἔθνος μέγα, καὶ εὐλογήσειν· ἐπίστευσεν ὅτι ἔσται καὶ τοῦτο. Καὶ καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐπορεύθη· ἀντὶ τοῦ, ἐπίστευσε τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν, οὐδὲν ἐνδοιάσας, οὐδὲ ἀμφιβάλλων, ἀλλ’ ἐστηριγμένην ἔχων τὴν διάνοιαν καὶ τὸν λογισμόν, οὕτως ἐπορεύθη· διὸ καὶ πολλῆς εὐνοίας ἀπήλαυσε παρὰ τοῦ Δεσπότου. «Καὶ ᾤχετο, φησί, καὶ Λὼτ μετ’ αὐτοῦ». Τίνος ἕνεκεν, εἰπόντος τοῦ Θεοῦ, «Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς σου», τοῦτον ἐπεφέρετο; Οὐχὶ παρακούων τοῦ Δεσπότου, ἀλλ’ ἴσως ἐπειδὴ νέος ἦν, καὶ πατρὸς χώραν αὐτῷ ἐπεῖχε, κἀκεῖνος διὰ φιλοστοργίαν, καὶ τὴν τῶν τρόπων ἐπιείκειαν, δυσαποσπάστως εἶχε τοῦ δικαίου, ταύτης ἕνεκεν τῆς αἰτίας οὐκ ἀνέχεται αὐτὸν καταλιπεῖν. Λοιπὸν δὲ καὶ ἐν τάξει παιδὸς αὐτὸν εἶχεν, ἐν ἡλικίᾳ τοιαύτῃ παῖδας ἔχειν μὴ δυνηθεὶς διὰ τὴν τῆς Σάρας στείρωσιν.· Ἄλλως δὲ καὶ ὁ τρόπος τοῦ νέου οὐ πολὺ ἀπέδει τοῦ δικαίου. Αὐτὸ γὰρ τοῦτο τό, προκειμένων τῶν δύο ἀδελφῶν, προσνεῖμαι ἑαυτὸν τῷ δικαίῳ, πόσης ἦν συνέσεως, τὸ διακρῖναι καὶ δοκιμάσαι τίνι τῶν θείων δέοι τὰ καθ’ ἑαυτὸν ἐπιτρέψαι; Καὶ τὸ ἑλέσθαι τὴν ἀποδημίαν, καὶ αὐτὸ πάλιν δεῖγμα τῆς τῶν τρόπων ἦν κοσμιότητος. Εἰ γὰρ καὶ τὸ τελευταῖον ἓν τισὶν ἔδοξε διαμαρτάνειν, ἡνίκα τοῖς πρωτείοις ἐπεπήδησεν, ἀλλ’ ὅμως κατ’ ἴχνος τοῦ δικαίου ἐσπούδαζε πορεύεσθαι. Καὶ διὰ τοῦτο καὶ ὁ δίκαιος κοινωνὸν ἐλάμβανε τῆς ὁδοιπορίας, κἀκεῖνος μετὰ προθυμίας τῆς οἶκοι διατριβῆς τὴν ξένην προετίμησεν. Εἶτα ἵνα μάθωμεν ὅτι οὐ νεανίσκῳ ὄντι τῷ πατριάρχῃ ταύτᾳ ἐπέταττεν ὁ Δεσπότης, ἀλλ’ ἤδη πρὸς γῆρας ἐλαύνοντι, ὅτε καὶ ὀκνηρότερον λοιπὸν οἱ πλείους τῶν ἀνθρώπων πρὸς τὰς ἀποδημίας διάκεινται, φησίν· «Ἄβραμ δὲ ἣν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαῤῥάν». Εἶδες πῶς οὔτε ἡ ἡλικία, οὔτε ἕτερόν τι τῶν δυναμένων αὐτὸν ἐπισπάσασθαι πρὸς τὴν οἶκοι παραμονὴν κώλυμα αὐτῷ γέγονεν, ἀλλὰ πάντων ἀνώτερος ἐγένετο ὁ τοῦ Θεοῦ πόθος. Ὅταν γὰρ ἡ ψυχὴ διεγηγερμένη καὶ νήφουσα ᾖ, πάντα διατέμνει τὰ κωλύματα, καὶ ὅλη γίνεται τοῦ ποθουμένου, καὶ ὑπ’ οὐδενὸς τῶν ἐν μέσῳ φαινομένων δυσχερῶν διακόπτεται, ἀλλὰ πάντα παρατρέχει, καὶ οὐ πρότερον ἵσταται, μέχρις ἂν ἐπιτύχῃ τοῦ σπουδαζομένου. Διὰ τοι τοῦτο καὶ ὁ δίκαιος οὗτος, καὶ ὑπὸ τοῦ γήρως καὶ ὑπὸ ἑτέρων πλειόνων κωλύεσθαι δυνάμενος, πάντα διαῤῥήξας τὰ δεσμά, καθάπερ νέος καὶ σφριγῶν, καὶ ὑπὸ μηδενὸς κωλυόμενος, οὕτως ἔσπευδε καὶ ἠπείγετο εἰς ἔργον ἀγαγεῖν τοῦ Δεσπότου τὸ ἐπίταγμα. Οὐδὲ γὰρ οἷόν τε ποτε βουληθέντα τινὰ γενναῖόν τι καὶ ἀνδρεῖον ἐπιδείξασθαι, ἑτέρως τοῦτο εἰς ἔργον ἀγαγεῖν, μὴ πρότερον αὐτὸν πρὸς ἅπαντα τὰ μέλλοντα αὐτῷ πρὸς τὴν τοιαύτην ἐγχείρησιν ἐμποδὼν ἵστασθαι παραταξάμενον. Τοῦτο δὴ σαφῶς καὶ ὁ δίκαιος οὗτος ἐπιστάμενος, πάντα παραδραμών, καὶ μήτε συνήθειαν, μήτε συγγένειαν, μήτε οἰκίαν πατρικήν, μήτε τάφον, μήτε τὸ γῆρας αὐτὸ λογισάμενος, εἰς ἐκεῖνο μόνον ἔτεινεν αὐτοῦ τὴν διάνοιαν, ὅπως δυνηθῇ πληρῶσαι τὸ προσταχθὲν παρὰ τοῦ Δεσπότου. Καὶ ἣν ἰδεῖν πρᾶγμα πολλοῦ θαύματος γέμον, ἄνθρωπον ἐν γήρᾳ βαθυτάτῳ μετὰ γυναικός, καὶ αὐτῆς προβεβηκυίας λοιπόν, καὶ πλήθους οἰκετῶν μετανιστάμενον, καὶ οὐδὲ ὅπου λήξει αὐτῷ τᾷ τῇς πλάνης εἰδότα. Εἰ δὲ τις κἀκεῖνο συνετῶς λογίσαιτο, πόση κατ’ ἐκεῖνον τὸν καιρὸν ὁδῶν ἡ δυσκολία ἥν· οὐδὲ γὰρ καθάπερ νῦν μετὰ ἀδείας ἐξῆν ἐπιμίγνυσθαί τισι, καὶ οὕτως εὐκόλως τὰς ἀποδημίας ποιεῖσθαι, τῆς ἀρχῆς κατὰ τόπους οὔσης διῃρημένης, καὶ ἀναγκαζομένων τῶν διοδευόντων ἀπὸ ἀρχόντων εἰς ἄρχοντας μεταπηδᾶν, καὶ καθ’ ἑκάστην σχεδὸν ἀπὸ βασιλείας εἰς βασιλείαν μεταβαίνειν· καὶ τοῦτο τοίνυν ἱκανὸν ἦν κώλυμα τῷ δικαίῳ. Εἴγε μὴ πολὺν εἶχε τὸν πόθον καὶ τὴν ἐκ τοῦ ἐπιτάγματος ὑπακοήν. Ἀλλ’ οὗτος, καθάπερ ἀράχνην, ταῦτα πάντα διασπάσας τὰ κωλύματα, καὶ τῇ πίστει νευρωθεὶς τὸν λογισμόν, καὶ τῷ ἀξιώματι τοῦ ἐπαγγειλαμένου πεποιθώς, ἥπτετο τῆς ὁδοιπορίας. «Καὶ ἔλαβεν φησίν, Ἄβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο ἐν Χαῤῥάν, καὶ ἐξῆλθε πορευθῆναι εἰς γῆν Χαναᾶν».

Ϛ’. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν, πῶς ἡμῖν ἅπαντα διηγεῖται, ἵνα διὰ πάντων μάθωμεν τοῦ δικαίου τὸ φιλόθεον. Καὶ ἔλαβε, φησίν, Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥάν. Οὐχ ἁπλῶς εἶπε. Πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥάν, ἀλλ’ ἵνα μάθωμεν, ὅτι οὐδὲν τῶν ἀπὸ τῶν Χαλδαίων ἐπηγάγετο ὁ πατριάρχης, ἀλλὰ πάντων ἐκείνων τῶν πατρῴων παραχωρήσας τῷ ἀδελφῷ, οὕτως ἐξῄει ἐκείνᾳ μόνα ἐπιφερόμενος, ὅσα εἰς τὴν Χαῤῥὰν ἠδυνήθη κτήσασθαι. Καὶ τοῦτο δὲ ἐποίει ὁ θαυμάσιος οὗτος, οὐχὶ περὶ πολλοῦ ποιούμενος ταῦτα, οὐδὲ ὡς φιλοχρήματος τυγχάνων, ἀλλ’ ἵνα πᾶσιν ἔχῃ δεικνύναι διὰ τῆς περιουσίας αὐτοῦ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν πρόνοιαν. Ὁ γὰρ ἐκ τῆς Χαλδαίων γῆς αὐτὸν ἀναστήσας. Καὶ πάλιν ἐντεῦθεν μετοικισθῆναι προστάξας, αὐτὸς ἣν ὁ καὶ τὴν περιουσίαν αὐτῷ αὔξων ἐφ’ ἑκάστης, καὶ ἅπασαν δυσκολίαν ἀναιρῶν· ὥστε καὶ τοῦτο αὐτὸ δεῖγμα τῆς φιλοθέου αὐτοῦ γνώμης ἐτύγχανε, τοσαῦτα ἐπιφερόμενον, οὕτω διὰ πάσης ἰέναι τῆς ὁδοῦ. Ἕκαστος γὰρ τῶν δρώντων εἰκότως τὴν αἰτίαν μανθάνειν ἐβούλετο τῆς τοῦ δικαίου ἀποδημίας. Εἶτα πυνθανόμενος, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐπὶ τὴν ἀλλοτρίαν μεθίστατο, τὰ οἰκεῖα καταλιπών, δι’ αὐτῶν τῶν ἔργων ἐδιδάσκετο καὶ τῆς τε ὑπακοῆς τοῦ δικαίου τὸ φιλόθεον ἐμάνθανε, καὶ τῆς περὶ αὐτὸν προνοίας τοῦ Θεοῦ τὴν ὑπερβολήν. «Καὶ ἐξῆλθε, φησί, πορευθῆναι εἰς Γῆν Χαναᾶν. Πόθεν ᾔδει, ὅτι εἰς τὴν Χαναναίων γῆν λήξει αὐτῷ τὰ τῇς ἀποδημίας», καίτοι τοῦ ἐπιτάγματος οὕτως ἔχοντος, ὅτι «Δεῦρο εἰς τὴν γῆν, ἦν ἂν σοι δείξω»; Ἴσως ὁ Θεὸς αὐτῷ καὶ τοῦτο ἐμήνυσεν, ὑποδείξας αὐτοῦ τῇ διανοίᾳ τὴν γῆν, εἰς ἦν ἐβούλετο αὐτὸν καταστῆσαι. Διὰ γὰρ τοῦτο, ἡνίκα αὐτῷ ἐπέταττεν, ἀδιορίστως ἔλεγε, Δεῦρο εἰς τὴν γῆν ἣν ἂν σοι δείξω, ἵνα ἡμῖν ἐκκαλύψῃ τοῦ δικαίου τὴν ἀρετήν. Εἶτα ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ μετὰ πολλῆς τῆς δαψιλείας εἰσήνεγκε, ταχέως καὶ αὐτὸς τὴν γνῶσιν αὐτῷ ἐνέθηκε τῆς γῆς, εἰς ἣν ἐβούλετο αὐτὸν τὴν οἴκησιν ποιήσασθαι. Ἐπειδὴ γὰρ προεώρα τῆς ἀρετῆς τοῦ δικαίου τὸ μέγεθος, διὰ τοῦτο καὶ οἴκοθεν αὐτὸν ἀνέστησε, καὶ οὔτε τὸν ἀδελφὸν λαθεῖν ἐπέταξεν, ἐπειδὴ ἐβούλετο τοῦτον διδάσκαλον νῦν μὲν τοῖς κατὰ τὴν Παλαιστίνην ἅπασι γενέσθαι, μετὰ βραχὺ δὲ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον.

Εἶδες πῶς οὐκ ἐν τῇ φύσει, ἀλλ’ ἐν τῇ προαιρέσει τῆς γνώμης τῆς ἡμετέρας κεῖται καὶ τὰ τῆς ἀρετῆς, καὶ τὰ τῆς κακίας; Ἰδοὺ γὰρ κατὰ μὲν τὴν φύσιν ἀδελφοὶ ἐτύγχανον ὁ τε πατριάρχης, καὶ ὁ Ναχώρ, κατὰ δὲ τὴν προαίρεσιν οὐκ ἔτι· ἀλλ’ ἐκεῖνος μὲν καίτοι τοῦ ἀδελφοῦ πρὸς τοσαύτην ἀρετὴν φθάσαντος, ἔτι τῇ πλάνῃ προκατείληπτο· οὗτος δὲ καθ’ ἑκάστην ἡμέραν ἐδείκνυ δι’ αὐτῶν τῶν πραγμάτων ἅπασι τῆς κατὰ Θεὸν αὐτοῦ ἀρετῆς τὴν ἐπίδοσιν. «Καὶ ἦλθε, φησίν, εἰς γῆν Χαναᾶν, καὶ διώδευσεν Ἄβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου τοῦ Συχὲμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν». Διδάσκει ἡμᾶς ἡ Γραφὴ τὸ μέρος τῆς χώρας, εἰς ὃ νῦν τὴν κατοίκησιν ποιεῖται ὁ δίκαιος. Εἶτα, ἵνα μάθωμεν ὅπως διέκειτο ἔτι τὰ αὐτόθι, φησίν, «Οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν». Οὐχ ἁπλῶς τοῦτο ἐπεσημήνατο πάλιν ὁ μακάριος Μωϋσῆς, ἀλλ’ ἵνα μάθωμεν καὶ ἐντεῦθεν τὴν φιλόσοφον γνώμην τοῦ πατριάρχου, ὅτι τῶν τόπων ἔτι προκατειλημμένων ὑπὸ τῶν Χαναναίων, ἠναγκάζετο καθάπερ ἀλήτης καὶ ξένος, καὶ ὡς εἰς τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων, ὡς ἔτυχε καταλύειν, οὐδὲ καταγωγίου ἴσως εὐπορῶν. Καὶ ὅμως οὐδὲ οὕτως ἐδυσχέραινεν, οὐδὲ εἶπε Τὶ τοῦτο; Ὁ μετὰ τοσαύτης τιμῆς καὶ θεραπείας διάγων ἐν τῇ Χαῥῥὰν, νῦν ἀναγκάζομαι, ὡς ἄπολις, καὶ ξένος, καὶ ἔπηλυς, ἐν χάριτος μέρει περιιέναι, καὶ καταγωγίου εὐτελοῦς ἐπιζητεῖν ἀνάπαυσιν· καὶ οὐδὲ οὕτως ἐπιτυχεῖν δύναμαι αὐτοῦ, ἀλλ’ ἐν σκηναῖς καὶ καλύβαις μὲ διάγειν ἀνάγκη, καὶ τὰς ἄλλας ἁπάσας φέρειν ταλαιπωρίας. Τοῦτό ἐστιν ὅλον ὃ ἔλεγε, «Δεῦρο καὶ ποιήσω σε εἰς ἔθνος μέγα». Τέως μοι καλὰ τὰ προοίμια· τὶ χρηστὸν ἐστι προσδοκῆσαι λοιπόν; Ἀλλ’ οὐδὲ οὕτως ἠνέσχετό τι τοιοῦτον εἰπεῖν ὁ δίκαιος, οὐδὲ ἐνδοιάσαι· ἀλλ’ ὁλοκλήρῳ τῇ διανοίᾳ, καὶ τελείᾳ τῇ πίστει θαῤῥήσας ταῖς τοῦ Θεοῦ ὑποσχέσεσιν ἀκλινῆ διηνεκῶς ἔσχε τὸν λογισμόν· δι’ ὃ καὶ ταχέως ἠξιώθη τῆς ἄνωθεν παραμυθίας.

ζ’. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, ἐνταῦθα στήσαντες καταπαύσωμεν τὸν λόγον ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μιμήσασθαι τοῦ δικαίου τούτου τὴν γνώμην. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, εἰ ὁ μὲν δίκαιος οὗτος, ἀπὸ γῆς εἰς γῆν καλούμενος, τοσαύτην ἐπεδείξατο τὴν ὑπακοήν, καὶ οὔτε τὸ γῆρας, οὔτε τὰ ἄλλα, ἅπερ ἀπηριθμησάμεθα, κωλύματα, οὔτε ἡ τῶν καιρῶν δυσκολία, οὔτε ἄλλο τι τῶν ἐπισχεῖν αὐτὸν δυναμένων ἴσχυσεν ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν καταστῆσαι, ἀλλὰ πάντα διαῤῥήξας τὰ δεσμὰ ἔτρεχε, καὶ ἠπείγετο ὁ γέρων, καθάπερ νέος σφριγῶν, μετὰ τῆς γυναικός, καὶ τοῦ ἀδελφιδοῦ, καὶ τῶν οἰκετῶν, εἰς ἔργον ἀγαγεῖν τὸ παρὰ τοῦ Θεοῦ ἐπιταχθέν· ἡμεῖς οἱ οὐκ ἀπὸ γῆς εἰς γῆν καλούμενοι, ἀλλ’ ἀπὸ γῆς εἰς τὸν οὐρανόν, οὐδὲ τὴν αὐτὴν τῷ δικαίῳ προθυμίαν περὶ τὴν ὑπακοὴν ἐπιδειξόμεθα, ἀλλὰ ψυχρᾶς πολλάκις καὶ ἀνονήτους προβαλλόμεθα αἰτίας, καὶ οὔτε τὸ μέγεθος τῶν ἐπαγγελιῶν, οὔτε τὸ εὐτελὲς τῶν ὁρωμένων, ὅτι γήϊνα καὶ πρόσκαιρα, οὔτε τὸ τοῦ καλοῦντος ἀξίωμα ἐφέλκεται ἡμᾶς· ἀλλὰ τοσαύτην ἐπιδεικνύμεθα τὴν ῥᾳθυμίαν, ὡς προτιμᾷν τῶν ἀεὶ μενόντων τὰ πρόσκαιρα, καὶ τὴν γῆν τοῦ οὐρανοῦ, καὶ τὰ μηδέποτε τέλος λαβεῖν δυνάμενα τῶν πρὶν ἣ φανῆναι ἀφιπταμένων. Μέχρι γὰρ πότε, εἰπὲ μοι, οὕτως ἂν μεμήναμεν περὶ τὴν τῶν χρημάτων συλλογήν; Τις ἡ λύσσα τὸ καθ’ ἑκάστην ἡμέραν ὑπὸ τῆς χαλεπῆς ἐπιθυμίας πολιορκεῖσθαι, καὶ μηδέποτε κόρον λαμβάνειν, ἀλλὰ καὶ τῶν μεθυόντων χαλεπώτερον διακεῖσθαι; Καθάπερ γὰρ ἐκεῖνοι, ὅσῳ ἂν πλείονα πίνωσι τὸν ἄκρατον, τοσούτῳ μᾶλλον ἐκκαίονται πρὸς τὸ δίψος, καὶ χαλεπωτέραν τὴν κάμινον ἀνάπτουσιν· οὕτω δὴ καὶ οὗτοι τῇ τυραννίδι τῆς τῶν χρημάτων ἐπιθυμίας ἑαυτοὺς ἐκδεδωκότες οὐδέποτε ἵστανται τῆς ἐπιθυμίας· ἀλλ’ ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αἴρεται ἡ φλόξ, καὶ σφοδροτέρα ἡ κάμινος ἀνάπτεται. Οὐχ ὁρῶμεν τοὺς πρὸ ἡμῶν, ὅτι μετὰ τὸ ἅπασαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην περιβαλέσθαι, γυμνοὶ καὶ ἔρημοι ἐντεῦθεν ἀνηρπάσθησαν, τοσοῦτον μόνον ἀπολαύσαντες, ὅσον δίκας ἐκεῖ καὶ εὐθύνας ὑπὲρ ἁπάντων ἀπαιτεῖσθαι; Καὶ τὰ μὲν τῆς οὐσίας πολλάκις διενείμαντο διάφοροι· τὰ δὲ ὑπὲρ τούτων ἁμαρτήματα αὐτὸς μόνος ἐπιφερόμενος ἄπεισι, τὰς ὑπὲρ τούτων κολάσεις μετὰ πολλῆς τῆς ἀγανακτήσεως ὑπέχων, καὶ οὐδεμίαν οὐδαμόθεν παραμυθίαν εὑρεῖν δυνάμενος. Τίνος οὖν ἕνεκεν, εἰπὲ μοι, οὕτως ἀμελῶς πρὸς τὴν ἑαυτῶν σωτηρίαν διακείμεθα, καὶ ὡς περὶ ἀλλοτρίας οὕτω βουλευόμεθα περὶ τῆς ἑαυτῶν ψυχῆς; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· «Τὶ δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ»; Καὶ πάλιν· «Τὶ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ»; Μὴ γὰρ ἔχεις τι ταύτης ἀντάξιον; Κἂν τὴν οἰκουμένην ὅλην εἴπῃς, οὐδὲν ἐρεῖς. Τὶ γὰρ ὄφελος, καθάπερ ὁ Χριστὸς εἶπε, πάντα τὸν κόσμον κερδάναι, τὴν δὲ ψυχὴν ζημιωθῆναι, ἧς ἡμῖν οἰκειότερον οὐδέν; Ταύτην οὖν τὴν οὕτω τιμίαν, τὴν οὕτως ὀφείλουσαν ἡμῖν εἶναι περισπούδαστον, ταύτην οὕτω περιορῶμεν καθ ἑκάστην ἡμέραν σπαραττομένην, καὶ ποτὲ μὲν ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκουμένην, ποτὲ δὲ ὑπὸ ἀσελγείας καταξαινομένην, ἄλλοτε δὲ ὑπὸ θυμοῦ καταισχυνομένην, καὶ διαφόρως ὑφ’ ἑκάστου τῶν παθῶν κατατεινομένην, καὶ οὐδεμίαν ὀψὲ γοῦν ποτε περὶ αὐτὴν πρόνοιαν ποιησόμεθα; Καὶ τις ἀξιώσει ἡμᾶς λοιπὸν συγγνώμης, ἣ ἐξαιρήσεται τῆς ἐπικειμένης κολάσεως; Δι’ ὃ παρακαλῶ, ὡς ἔτι καιρὸν ἔχομεν, ἀποσμήχωμεν αὐτῆς τὸν ῥύπον διὰ δαψιλοῦς ἐλεημοσύνης, καὶ σβέσωμεν διὰ ταύτης τὴν πυρὰν τῶν ἡμετέρων ἁμαρτημάτων. «Πῦρ γάρ, φησί, φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύναις ἀποκαθαίρονται ἁμαρτίαι». Οὐδὲν γάρ, οὐδὲν ἕτερον οὕτως ἐξελέσθαι ἡμᾶς δυνήσεται τῆς τοῦ πυρὸς γεέννης, ὡς ἡ περὶ ταύτην δαψίλεια.· Ἂν ταύτην ἐπιδειξώμεθα κατὰ τοὺς ὑπ’ αὐτοῦ δοθέντας νόμους, μηδὲν πρὸς ἐπίδειξιν διαπραττόμενοι, ἀλλὰ διὰ τὸν περὶ τὸν Θεὸν πόθον, δυνησόμεθα καὶ τῶν ἠμαρτημένων ἡμῖν τὸν ῥύπον ἀπονίψασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ’ οὐ αὐτῷ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΛΒ’.«Καὶ ὤφθη Κύριος τῷ· Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ».
Προηγούμενο: Ὁμιλία Δ’. «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος