Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΛΓ’. «Ἄβραμ δὲ ἦν, πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἐρήμων Βεθήλ, ἕως τοῦ τόπου, οὐ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθήλ, καὶ ἀνὰ μέσον Ἀγγαί, εἰς τὸν τόκον τοῦ θυσιαστηρίου, οὐ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν».
Προηγούμενο: Ὁμιλία ΛΑ’. «Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ καὶ τὸν υἱὸν Ἀῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων καὶ ἦλθεν ἕως Χαῤῥάν, καὶ κατῴκησεν ἐκεῖ».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΛΒ’.«Καὶ ὤφθη Κύριος τῷ· Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ».

α’. Πολὺς ὁ θησαυρὸς καὶ ἄφατος, ἀγαπητοὶ, ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι, καὶ δεῖ συντεταμένης. Διανοίας καὶ λογισμοῦ νήφοντος καὶ διεγηγερμένου, ὥστε μηδὲν ἡμᾶς παραδραμεῖν τῶν ἐγκεκρυμμένων τοῖς βραχέσι τούτοις ῥήμασι. Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὐκ αὐτόθεν καὶ ἐκ ψιλῆς ἀναγνώσεως πάντα τὰ ἐν ταῖς Γραφαῖς κείμενα εὐσύνοπτα καὶ δῆλα ἡμῖν τυγχάνειν συνεχώρησεν, ἵνα τὴν νώθειαν ἡμῶν διεγείρῃ, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδειξάμενοι, οὕτω τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπωσώμεθα. Εἴωθε γὰρ πῶς τὰ μὲν μετὰ πόνου καὶ ζητήσεως εὑρισκόμενα μᾶλλον ἐμπήγνυσθαι ἡμῶν τῇ διανοίᾳ· τὰ δὲ μετ’ εὐκολίας, θᾶττον ἀφίπτασθαι τῆς καρδίας τῆς ἡμετέρας. Μὴ τοίνυν ῥαθυμῶμεν, παρακαλῶ, ἀλλὰ διεγείρωμεν ἡμῶν τὸν λογισμόν, καὶ πρὸς τὸ βάθος αὐτὸ τῶν γεγραμμένων ὁλοσχερῶς κατοπτεύσωμεν, ἵνα δυνηθῶμεν κερδάναντές τι πλέον ἐντεῦθεν, οὕτως οἴκαδε ἐπανελθεῖν. Καὶ γὰρ πανήγυρίς ἐστι πνευματικὴ τοῦ Θεοῦ ἡ ἐκκλησία, καὶ ἰατρεῖόν ἐστι ψυχῶν, καὶ δεῖ, καθάπερ εἰς πανήγυριν παραγενομένους, πολλὴν τὴν εὐπορίαν ἐντεῦθεν συλλέξαντας, οὕτως ἐπανιέναι, καὶ καθάπερ εἰς ἰατρεῖον ἀπαντῶντας, τὰ κατάλληλα τοῖς ὑποκειμένοις πάθεσι φάρμακα λαβόντας ἐξιέναι. Οὐ γὰρ διὰ τοῦτο καθ· ἑκάστην ἡμέραν συνεδρεύομεν, ἵνα τὰς πρὸς ἀλλήλους συντυχίας ἁπλῶς ποιησάμενοι, οὕτως ἅπαντες διαλυθῶμεν· ἀλλ’ ἵνα ἕκαστόν τι τῶν χρησίμων μαθών, καὶ πρὸς τὸ ἐνοχλοῦν πάθος τὴν ἰατρείαν δεξάμενος, οὕτως ἐντεῦθεν ἀναχωρήσῃ. Πῶς γὰρ οὐκ ἂν εἴη τῶν ἀτοπωτάτων, τὰ μὲν παιδία τὰ ἡ μετέρα εἰς διδασκαλεῖον ἀποστέλλοντας, καθ’ ἑκάστην ἡμέραν ἀπαιτεῖν παρ’ αὐτῶν προσθήκην τινὰ τῶν μαθημάτων, καὶ οὐκ ἂν ποτε ἀνασχοίμεθα ἁπλῶς καὶ εἰκῆ ταῦτα βαδίζειν ἐκεῖσε, εἰ μὴ ἴδωμεν καρπούμενά τι πλέον· ἡμᾶς δὲ τοὺς εἰς μέτρον ἡλικίας φθάσαντας, καὶ εἰς τὸ πνευματικὸν τοῦτο διδασκαλεῖον παραγενομένους, μὴ τὴν ἴσην ἐκείνοις σπουδὴν ἐπιδείκνυσθαι, καὶ ταῦτα ἔνθα εἰς τὴν τῆς ψυχῆς σωτηρίαν τὸ κέρδος διαβαίνει; Ἕκαστος τοίνυν ἡμῶν, παρακαλῶ, ἑαυτὸν καθ’ ἑκάστην ἡμέραν διερευνάσθω, τὶ μὲν ἐκ τῆς ἡμερινὴς ἐκέρδανε διαλέξεως, τὶ δὲ ἐκ τῆς ἐπιούσης, ἵνα μὴ δόξωμεν καὶ ἡμεῖς εἰκῆ καὶ ἁπλῶς ἐνταῦθα παραγίνεσθαι. Ὅτι δὲ τοῦτο ἡμᾶς μὲν πάσης αἰτίας ἀφίησι (τὰ γὰρ καθ’ ἑαυτοὺς ἅπαντα εἰσφέρομεν, καὶ οὐδὲν τῶν εἰς δύναμιν παραλιμπάνομεν), τοῖς δὲ ἀγανακτοῦσι, καὶ μετὰ ἀκριβείας μὴ προσέχουσι, καὶ καρποῦσθαί τι πλέον μὴ βουλομένας μείζονος αἴτιον κατακρίσεως γίνεται, ἄκουσον τοῦ Χριστοῦ λέγοντος πρὸς μὲν τὸν καταχώσαντα τὸ τάλαντον· «Πονηρὲ δοῦλε, ἔδει σε τὸ ἀργύριόν μου καταβαλεῖν ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἂν ἐλθὼν ἀπῄτησα αὐτὸ μετὰ τόκου· περὶ δὲ τῶν Ἰουδαίων· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐχ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν». Ἀλλὰ νῦν ἡμεῖς οὐ τοῦτο σκοποῦμεν, εἰ ἔξω τῶν ἐγκλημάτων ἐσμέν, ἀλλὰ τὴν ὑμετέραν ἐπιθυμοῦμεν προκοπήν, καὶ ἀκρωτηριάζεσθαι ἡμῖν ἡγούμεθα τὰ τῆς εὐφροσύνης, κἂν μυριάκις αὐτοὶ ὦμεν ἀνεύθυνοι, εἰ μὴ καὶ ὑμεῖς ἀξίαν τῶν πόνων τῶν ἡμετέρων τὴν σπουδὴν ἐπιδείξησθε. Αὐτὴ γὰρ ἡμῶν τῆς εὐφροσύνης ἡ ὑπόθεσις, τὸ ὁρᾷν ὑμῶν τὴν ἐν τοῖς πνευματικοῖς ἐπίδοσιν. Καὶ οἶδα μὲν ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν συνέσεως πεπληρωμένοι ὄντες, δυνήσεσθε καὶ ἄλλους νουθετεῖν· ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον, ἐπαναμιμνήσκων ὑμᾶς, καὶ διεγείρων ὑμῶν τὸν ζῆλον καὶ τὴν προθυμίαν, ταῦτα συνεχῶς παραινῶ, βουλόμενος ὑμᾶς τελείους καὶ ἀπηρτισμένους γενέσθαι Οὐ μικρὸν γὰρ καὶ τοῦτο αὐτὸ δεῖγμα ποιοῦμαι τῆς κατὰ Θεὸν ὑμῶν προκοπῆς, τὸ μετὰ τοσαύτης προθυμίας καθ’ ἑκάστην ἡμέραν ἐνταῦθα παραγίνεσθαι, καὶ ἀκορέστως ἔχειν περὶ τὴν πνευματικὴν διδασκαλίαν. Ὥσπερ γὰρ ἡ περὶ τὴν σωματικὴν τροφὴν ὄρεξις ὑγιείας ἂν εἴη μεγίστης σημεῖον· οὕτως ἡ περὶ τὴν πνευματικὴν διδασκαλίαν ἐπιθυμία τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἂν εἴη ἐναργέστατον. Διὰ τοῖ τοῦτο κἀγὼ εἰδὼς ὑμῶν τὸν πόθον, καὶ ὅτι κἂν μυριάκις παρατείνω τὴν διδασκαλίαν, οὐδὲ οὕτως ἐμπλῆσαι ὑμῶν δύναμιν τὴν ἐπιθυμίαν, καὶ κόρον ἐμποιῆσαι τῆς τροφῆς ταύτης τῆς πνευματικῆς, οὐ παύσομαι κατὰ δύναμιν τὴν ἐμήν, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις παρέχῃ, εἰς ὠφέλειαν ὑμετέραν ταῦτα ἐφ’ ἑκάστης ὑμῖν παρατιθείς. Καὶ τὰ ἀπὸ τῶν θείων Γραφῶν διδάγματα ἐναποτιθέμενος ταῖς ὑμετέραις διανοίαις.

β’. Φέρε οὖν καὶ σήμερον τὸν φιλάνθρωπον Δεσπότην παρακαλέσαντες ὁδηγήσαι ἡμῶν τὴν γλῶσσαν πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν, τὴν συνήθη παραθῶμεν ὑμῖν διδασκαλίαν, αὐτὰ πρότερον τὰ ἀναγνωσθέντα προθέντες ἐπὶ τῆς ὑμετέρας ἀγάπης. «Καὶ ὤφθη φησί, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ καὶ εἶπεν αὐτῷ. Οὐ καλῶς ἔλεγον ἐξ ἀρχῆς, ὅτι πολὺς ὁ θησαυρὸς ἐναπόκειται τοῖς βραχέσι τούτοις ῥήμασιν; Ἰδοὺ γὰρ εὐθέως ξένον καὶ καινὸν τὸ προοίμιον τῶν εἰρημένων· Καὶ ὤφθη, φησί, Κύριος ὁ Θεὸς τῷ·Ἀβράμ». Πρῶτον τοῦτο εὑρίσκομεν ἐν τῇ Γραφῇ νῦν τὸ ῥηθέν, ὅτι Ὤφθη· οὔτε γὰρ ἐπὶ τοῦ Ἀδάμ, οὔτε ἐπὶ τοῦ· Ἄβελ, οὔτε ἐπὶ τοῦ Νῶε, οὔτε ἐπ’ ἄλλου τινὸς ταύτῃ ἐχρήσατο τῇ λέξει ἡ θεῖα Γραφή. Τὶ οὖν ἐστι τὸ εἰρημένον, «Καὶ ὤφθη». Φησί; Καὶ πῶς ἑτέρωθι λέγει, «Οὐδεὶς ὄψεται τὸν Θεόν, καὶ ζήσεται»; Τὶ οὖν ἂν εἴποι μὲν νῦν τῆς Γραφῆς λεγούσης, ὅτι ὤφθη; Πῶς ὤφθη τῷ δικαίῳ; Ἆρα αὐτὴν τὴν οὐσίαν εἶδεν; Οὐχί· μὴ γένοιτο. Ἀλλὰ τί; Οὕτως ὤφθη, ὡς αὐτὸς οἶδε μόνος, καὶ ὡς ἐκείνῳ δυνατὸν ἦν ἰδεῖν. Εὐμήχανος γὰρ ὢν ὁ σοφὸς καὶ φιλάνθρωπος ἡμῶν Δεσπότης, καὶ συγκαταβαίνων τῇ ἀνθρωπίνῃ φύσει, τοῖς ἀξίως προπαρεσκευασμένοις ἑαυτὸν ἐμφανίζει. Καὶ τοῦτο δείκνυσι διὰ τοῦ προφήτου, λέγων, «Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην». Ἐπεὶ καὶ Ἠσαΐας εἶδεν αὐτὸν καθήμενον τοῦτο δὲ ἀνάξιον Θεοῦ· Θεὸς γὰρ οὐ κάθηται· πῶς γὰρ ἡ ἀσώματος ἐκείνη καὶ ἀνώλεθρος φύσις; Καὶ ὁ Δανιὴλ πάλιν εἶδεν αὐτόν, ὡς παλαιὸν ἡμερῶν· καὶ ὁ. Ζαχαρίας ἑτέρως αὐτὸν ἐθεάσατο. Καὶ Ἰεζεκιὴλ πάλιν ἄλλως. Διὰ τοῦτο οὖν ἔλεγεν, «Ἐγὼ ὁράσεις ἐπλήθυνα», ἀντὶ τοῦ, Πρὸς τὴν ἑκάστου ἀξίαν οὕτως ὤφθην. Καὶ νῦν οὖν, ἐπειδὴ ἀνέστησε τὸν δίκαιον οἴκοθεν, καὶ προσέταξεν εἰς τὴν ἀλλοτρίαν ἐλθεῖν, παραγενόμενος δέ, καθάπερ ἀλήτης καὶ ξένος, οὕτω περιῄει, τῶν Χαναναίων ἔτι κατοικούντων, ἐπιζητῶν ὅπου τὴν κατοίκησιν αὐτὸν ποιήσασθαι προσῆκεν· ὁ ἀγαθὸς Δεσπότης παραμυθήσασθαι αὐτὸν βουλόμενος, καὶ νευρῶσαι αὐτοῦ τὴν προθυμίαν, ὥστε μὴ ναρκῆσαι, μηδὲ ἐνδοιάσαι πρὸς τὴν ἐπαγγελίαν τὴν ἤδη γεγενημένην πρὸς αὐτόν, ὅτι «Δεῦρο καὶ ποιήσω σε εἰς ἔθνος μέγα (καὶ γὰρ ἐναντία τῇ ἐπαγγελίᾳ ἑώρα τὰ γινόμενα ὁ δίκαιος, καὶ ὡς ἕνα τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων, καὶ ἀπροστατεύτων ἑαυτὸν περιιόντα, καὶ οὐδὲ ὅπου καταχθῆναι ἔχοντα)», ἳν’ οὖν διεγείρῃ αὐτοῦ τὸν λογισμόν, φησί· «Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην». Τέως ἡ ὑπόσχεσις μεγάλη καὶ ἀκόλουθος τῇ ἐπαγγελίᾳ, οἱ· ἧς οἴκοθεν αὐτὸν ἀνέστησεν. Εἶπε γὰρ’ «Μεγαλυνῶ τὸ ὄνομά σου»· διὰ τοῦτο νῦν φησὶ πάλιν· «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην». Ἐπειδὴ γὰρ ἐν γήρᾳ τυγχάνων ὁ δίκαιος ἅπαις ἦν, διὰ τὴν τῆς Σάρας στείρωσιν, ἐπαγγέλλεται αὐτῷ τῷ ἐξ αὐτοῦ τικτομένῳ τὴν γῆν παρασχεῖν. Καὶ σκόπει μοι Θεοῦ φιλανθρωπίαν, πῶς προειδὼς τοῦ δικαίου τὴν ἀρετήν, βούλεται πᾶσι κατάδηλον αὐτὸν ποιῆσαι, καὶ καθάπερ μαργαρίτην τινὰ κρυπτόμενον, οὕτω φανερὸν ἀπεργάσασθαι. Καὶ ἐπαγγελίας ἐπαγγελίαις συνάψας, καὶ μεγάλας τὰς ὑποσχέσεις ποιησάμενος, πάλιν μικρὸν διαναβάλλεται, ἵνα ταύτῃ μάλιστα δειχθῇ τοῦ πατριάρχου τὸ φιλόθεον, ὅτι καὶ ἐναντία ταῖς ὑποσχέσεσιν ὁρῶν τέως ἐκβαίνοντα τὰ πράγματα ὁ μακάριος, οὐκ ἐθορυβεῖτο, οὐδὲ διεταράττετο, ἀλλ’ ἀκίνητον εἶχε τὸν λογισμόν, πεπεισμένος ὅτι δὴ τὰ παρὰ τοῦ Θεοῦ ἅπαξ αὐτῷ ἐπαγγελθέντα βέβαια καὶ παγία τυγχάνει. Ἀλλὰ κατὰ μικρὸν ἅπαντα διερευνησώμεθα, ἳν’ οὕτω μάθωμεν καὶ τοῦ ἀγαθοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, καὶ τὴν κηδεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείκνυτο. Καὶ τοῦ πατριάρχου τὸ φίλτρον τὸ περὶ τὸν Δεσπότην. «Καὶ ὤφθη, φησί. Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Πῶς ὤφθη»; Ὡς αὐτὸς ὁ Θεὸς μόνος οἶδε. Καὶ ὡς ἐκεῖνος ἰδεῖν ἠδύνατο. Οὐ γὰρ παύσομαι τοῦτο λέγων, τὸν δὲ τρόπον ἀγνοῶ· ἀκούω δὲ μόνον τῆς Γραφῆς λεγούσης, ὅτι «Ὤφθη Κύριος ὁ Θεὸς τῷ Ἂβραμ, καὶ εἶπεν αὐτῷ Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην».

Ἀκριβῶς μνημονεύετε τῶν παρὰ τοῦ Θεοῦ ὑποσχέσεων γινομένων, ἳν’ ὅταν ἴδητε διαφόροις περιστάσεσι τὸν δίκαιον περιπίπτοντα, μάθητε αὐτοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολήν, καὶ τῆς ἀνδρείας τὸ στεῤῥόν, καὶ τοῦ περὶ τὸν Θεὸν φίλτρου τὸ βέβαιον καὶ ἀκίνητον, καὶ ἐκ τῶν τῷ δικαίῳ τούτῳ συμβάντων παιδεύησθε, μηδέποτε νομίζειν ἔργον Θεοῦ ἐγκαταλείψεως εἶναι, ἐπειδὰν ἴδητέ τινα τῶν ἐναρέτων πειρασμοῖς, ἢ ἑτέραις τισὶ θλίψεσι βιωτικαῖς περιπεπτωκότα· ἀλλ’ ἐννοοῦντες τῶν οἰκονομιῶν τοῦ Θεοῦ τὸ διάφορον, παραχωρῆτε τὰ πάντα αὐτοῦ τῇ ἀκαταλήπτῳ προνοίᾳ. Εἰ γὰρ καὶ τὸν δίκαιον τοῦτον οὕτω φιλόθεον ὄντα τοσαύτην ὑπακοὴν ἐπιδειξάμενον,συγχωρεῖ τοιούτων πειραθῆναι, ὧν αὐτίκα μάλα εἴσεσθε, οὐχὶ περιορῶν τὸν αὐτοῦ θεράποντα, ἀλλὰ τοῖς ἄλλοις ἅπασι βουλόμενος αὐτοῦ τὴν ἀρετὴν ἐκκαλύψαι (καὶ γὰρ ἔθος αὐτῷ τοῦτο ἐφ’ ἑκάστῳ τῶν δικαίων ποιεῖν· καὶ ὅσοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε φιλότεχνοι, δυνήσεσθε ἄνωθεν καὶ ἐξ ἀρχῆς καταμανθάνοντες, οὕτως εὑρεῖν αὐτὸν οἰκονομοῦντα τῶν αὐτοῦ δούλων τὴν ζωήν). Πῶς οὐκ ἂν εἴη ἐσχάτης ἀγνωμοσύνης τὸ νομίζειν ἐγκαταλείψεως εἶναι τὴν τοσαύτην συγχώρησιν, οὐ πολλῆς δὲ μᾶλλον κηδεμονίας, καὶ τῆς ἀφάτου φιλανθρωπίας τοῦτο μέγιστον ποιεῖσθαι σημεῖον; Δεικνὺς τοίνυν τὴν ὑπερβάλλουσαν δύναμιν αὐτοῦ, δύο ταῦτα ἐντεῦθεν κατασκευάζει, καὶ τῶν δούλων αὐτοῦ τὴν ὑπομονὴν καὶ τὴν ἀνδρείαν ἅπασι φανερὰν καθίστησι. Καὶ τῆς προνοίας αὐτοῦ τὸ εὐμήχανον καὶ μεταξὺ τῶν δεινῶν αὐτῶν,καὶ μετὰ τὸ ἀπογνωσθῆναι σχεδὸν τὰ πράγματα ,τότε πρὸς ὃ βούλεται μεθίστησιν, οὐδὲν ὑπὸ τῆς ἐν μέσῳ δυσκολίας γενομένης ἐμποδιζόμενος. «Καὶ ὤφθη, φησί, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην». Μεγάλη ἡ ὑπόσχεσις, καὶ ποθεινὴ μάλιστα τῷ δικαίῳ. Ἴστε γὰρ ὅπως οἱ ἐν γήρᾳ φθάσαντες, μάλιστα καὶ ἐν ἀπαιδίᾳ τὸν ἅπαντα διάγοντες χρόνον. Ἐπιθυμοῦσι παίδων. Τῆς ὑπακοῆς τοίνυν αὐτῷ τὴν ἀμοιβὴν διδοὺς ὁ Δεσπότης ,καὶ ὅτι ἀκούσας, «Ἔξελθε ἐκ τῆς γῆς σου», οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ’ ὑπήκουσε τῷ ἐπιτάγματι. Καὶ εἰς ἔργον ἤγαγε τὸ προσταχθέν, φησί· «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην».

γ’. Σκόπει πῶς διὰ τοῦ ῥήματος ἀνέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἀρκοῦσαν αὐτῷ τῶν καμάτων παρέσχε τὴν ἀντίδοσιν. Διὰ τοι τοῦτο καὶ ὁ δίκαιος, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνύμενος, εὐθέως ἐπὶ εὐχαριστίαν τρέπεται. «Καὶ ᾠκοδόμησεν ἐκεῖ, φησί, θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ». Ὅρα φιλοθέου γνώμης τεκμήριον. Καὶ αὐτὸν τὸν τόπον, ἔνθα τῆς ὁμιλίας ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ, ἀφιέρωσε καὶ τὴν εὐχαριστίαν τὴν κατὰ δύναμιν ἐπεδείξατο. Τοῦτο γὰρ ἐστιν, «ᾠκοδόμησε θυσιαστήριον», ἀντὶ τοῦ, εὐχαρίστησεν ὑπὲρ τῶν ἐπαγγελθέντων. Καὶ καθάπερ ἄνθρωποι πολλάκις ὑπὸ φίλτρου κινούμενοι, καὶ οἰκίας οἰκοδομοῦσιν, ἔνθα ἂν τοῖς γνησίως περὶ αὐτοὺς διακειμένοις συντυγχάνωσι, πολλάκις δὲ πολλοὶ καὶ πόλεις ἔστησαν, καὶ τὰς ἐπονομασίας αὐταῖς ἐκ τῆς τῶν ἐπιτηδείων συντυχίας ἐπέθηκαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος, ἔνθα τῆς ὀπτασίας τῆς τοῦ Θεοῦ ἠξιώθη, «τὸ Θυσιαστήριον ᾠκοδόμησε Κυρίῳ τῷ ὀφθέντι αὐτῷ,καὶ ἀπέστη, Φησίν, ἐκεῖθεν». Τὶ ἐστι. «Καὶ ἀπέστη ἐκεῖθεν»; Ὡς ἱερωμένου λοιπὸν τοῦ τόπου, καὶ τῷ Θεῷ ἀνατεθέντος, ἀνεχώρησεν ἐκεῖθεν, καὶ μετῆλθεν εἰς ἕτερον τόπον, φησίν. «Εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βεθήλ, καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ»· ἐσχεδιασμένην, φησί, τὴν οἴκησιν ἐποιήσατο. Ὅρα πῶς ἦν ἀπέριττος, πῶς ἦν εὔζωνος, ὡς μετὰ τε γυναικὸς καὶ οἰκετῶν οὕτως εὐκόλως μετανίστασθαι. Ἀκουέτωσαν ἄνδρες. Ἀκουέτωσαν γυναῖκες. Καὶ γὰρ πολλάκις εἰς ἀγρὸν ἐξιέναι δεόμενοι, μυρίας ἐπινοοῦμεν μηχανάς, καὶ πολλὰ καὶ διάφορα πραγματευόμεθα, διὰ τὸ πολλὰ ἐπισύρεσθαι, καὶ μὴ τῆς χρείας γίνεσθαι μᾶλλον, ἀλλὰ τὰ περιττὰ καὶ ἀνόνητα, καὶ φαντασίας ἕνεκεν ἡμῖν ἐσπουδασμένα, ταῦτα μεθ’ ἑαυτῶν ἄγειν καὶ περιάγειν, ἀλλ’ οὐχ ὁ δίκαιος οὗτος. Ἀλλὰ τί; Ἐπειδὴ ἀξιωθεὶς τῆς παρὰ τοῦ Θεοῦ ὁμιλίας, τὸν τόπον ἀφιέρωσε, καὶ θυσιαστήριον ᾠκοδόμησε, μετέστη μετὰ πάσης εὐκολίας ἑτέρωθι. «Καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, ἐν Βεθὴλ κατὰ θάλασσαν, καὶ Ἀγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησε κᾀκεῖ θυσιαστήριον τῷ Κυρίῳ ,καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου». Ὅρα πῶς διὰ πάντων δείκνυσιν ἑαυτοῦ τὴν φιλόθεον γνώμην. Ἐκεῖ μὲν γὰρ διὰ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην αὐτῷ ὑπόσχεσιν τὸ θυσιαστήριον ᾠκοδόμησε. Καὶ τὸν τόπον ἀφιερώσας ἀνεχώρησεν. Ἐνταῦθα δὲ ἐπειδὴ τὴν σκηνὴν ἐπήξατο, πάλιν «ᾨκοδόμησε, φησί, θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου». Εἶδες γνώμην φιλόσοφον; Εἶδες ὅπερ γραφῶν παρῄνεσεν ὁ θαυμαστὸς τῆς οἰκουμένης διδάσκαλος ὁ μακάριος Παῦλος, λέγων «Ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας»· τοῦτο προλαβὼν ὁ πατριάρχης διὰ τῶν ἔργων ἐπλήρου, καθ’ ἕκαστον τόπον θυσιαστήριον οἰκοδομῶν, καὶ τὰς εὐχαριστίας ἀναφέρων τῷ Δεσπότῃ; Ἔδει γάρ, ᾔδει σαφῶς, ὡς οὐδὲν ἕτερον ἐπιζητεῖ παρὰ τῆς ἀνθρωπίνης φύσεως ὁ τῶν ὅλων Θεὸς μετὰ τὰς μυρίας καὶ ἀφάτους αὐτοῦ εὐεργεσίας, ὡς εὐχάριστον γνώμην, καὶ τὸ εἰδέναι χάριν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων. Ἀλλ’ ἴδωμεν πάλιν, πῶς καὶ ἐντεῦθεν ὁ δίκαιος μετανίσταται. «Καὶ ἀπῇρε,φησίν, Ἄβραμ, καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ». Ὅρα πάλιν τὴν φιλόθεον αὐτοῦ γνώμην καὶ τὴν φιλοσοφίαν τὴν πολλήν. Πάλιν, φησίν, ἐντεῦθεν ἀνεχώρησε, καὶ Ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Τίνος ἕνεκεν ἀπῇρεν ἐκεῖθεν; Ἴσως ὁρῶν τινας οἰκητόρων οὐκ ἀρεσκομένους αὐτοῦ τῇ παρουσίᾳ. Διὰ τοι τοῦτο δεικνὺς αὐτοῦ τῆς πραότητος τὴν ὑπερβολήν, καὶ ὅπως περὶ πολλοῦ ποιεῖται τὴν ἡσυχίαν καὶ τὸ πρὸς μηδένα τὶ ἔχειν κοινόν. Τὴν ἐρημίαν καταλαμβάνει. «Καὶ πορευθείς, φησίν, ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ». Ξένῃ λέξει ἐχρήσατο ἡ θεῖα Γ ραφή· καθάπερ γὰρ ἐπὶ τῶν πολέμων ἔθος ἐστὶ λέγειν. Οὕτω καὶ νῦν εἶπεν ἐπὶ τοῦ δικαίου, τὶ ἐστρατοπέδευσε, ἵνα δείξῃ τὸ εὔζωνον τοῦ πατριάρχου, ὅτι καθάπερ οἱ στρατιῶται μετ’ εὐκολίας νῦν μὲν ἐνταῦθα, νῦν δὲ ἐκεῖσε στρατοπεδεύονται· οὕτω δὴ καὶ ὁ δίκαιος οὗτος καίτοι γυναῖκα ἐπιφερόμενος, καὶ τὸν ἀδελφιδοῦν, καὶ τοσούτων οἰκετῶν πλῆθος, μετὰ πλείονος τῆς εὐκολίας τὰς μεταναστάσεις ἐποιεῖτο. Εἶδες βίον ἐν γήρᾳ μετὰ γυναικὸς καὶ οἰκετῶν τοσούτων ἐύζωνον; Ἐμοὶ δὲ θαυμάσαι ἔπεισι μάλιστα τῆς γυναικὸς τὴν ἀνδρείαν. Ὅταν γὰρ ἐννοήσω τῆς φύσεως τῆς γυναικείας τὴν ἀσθένειαν, καὶ λογίσωμαι ὅπως μετ’ εὐκολίας ἅμα τῷ δικαίῳ τὰς μεταναστάσεις ἐποίει, οὔτε αὐτὴ δυσχεραίνουσα, οὔτε τῷ δικαίῳ κώλυμα γινομένη, ἐκπλήττομαι, καὶ λογίζομαι ὅτι οὐκ ἔλαττον τοῦ δικαίου καὶ αὐτὴ φρόνημα ὑψηλὸν καὶ ἀνδρεῖον ἐκέκτητο. Καὶ τοῦτο μάλιστα εἰσόμεθα, ἐπιόντες τὰ ἑξῆς τῶν ἀνεγνωσμένων. Εἶδες ὅτι μετὰ τὸ ἀκοῦσαι, ὅτι «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», πῶς οὐχ ἡσύχασεν ὁ δίκαιος, ἀλλ’ ἐντεῦθεν ἐκεῖ μετέβαινε, καὶ πάλιν ἐκεῖθεν ἑτέρωθι; Ἀλλ’ ὅρα καὶ ἀπὸ τῆς ἐρημίας αὐτὸν πάλιν ἐλαυνόμενον, οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ’ ὑπὸ τῆς ἀνάγκης τοῦ λιμοῦ. «Καὶ ἐγένετο, φησί, λιμὸς ἐπὶ τῆς γῆς». Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀπαραφυλάκτως φθεγγόμενοι, καὶ οἰωνιζόμενοι, καὶ λέγοντες, ὅτι ἐπειδὴ ὁ δεῖνα παρεγίνετο, λιμὸς γέγονε, καὶ ἐπειδὴ ὁ δεῖνα ἦλθε τόδε συνέβη. Ἰδοὺ καὶ ἐπὶ τῆς τοῦ δικαίου παρουσίας λιμός, καὶ λιμὸς βαρὺς καὶ οὐ θορυβεῖται ὁ δίκαιος. Οὐδὲ πάσχει τι ἀνθρώπινον, καὶ τῇ ἑαυτοῦ παρουσίᾳ λογίζεται τοῦ λιμοῦ τὴν αἰτίαν. Ἀλλ’ ἐπειδὴ εἶδε τὴν φύσιν ἐλεγχομένην, καὶ ἐπεκράτησεν ὁ λιμός, «Κατέβη, φησί, εἰς Αἴγυπτον Ἄβραμ παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς τῆς».

δ’. Σκόπει πῶς μακρότερα τὰ σκάμματα τῷ δικαίῳ ἐγίνετο. ᾨκονόμει γὰρ ὁ Δεσπότης μὴ μόνον τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον διδάσκαλον αὐτὸν γενέσθαι, καὶ τὸ φῶς τῆς οἰκείας ἀρετῆς πᾶσι κατάδηλον ποιῆσαι. Καθάπερ γὰρ φωστῆρά τινα λανθάνοντα καὶ κεκρυμμένον εἰς τὴν Χαλδαίων, ἐκεῖθεν ἀνέστησεν, ἵνα τοὺς ἐν τῷ σκότει τῆς πλάνης καθημένους χειραγωγήσῃ πρὸς τὴν τῆς ἀληθείας ὁδόν. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν οὐ τοὺς ἐν τῇ Χαλδαίων χώρα παρεσκεύασε δι’ αὐτοῦ πρὸς τὴν εὐσέβειαν ἀναχθῆναι; Βῖκός μὲν ἐστι καὶ τῆς ἐκείνων σωτηρίας δι’ ἑτέρων γενέσθαι τὴν πρόνοιαν· ὅμως δὲ ἄκουσον τοῦ Χριστοῦ λέγοντος, «Οὐκ ἐστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι». Ἵνα οὖν τὴν ἐπαγγελίαν εἰς ἔργον ἀγάγῃ τὴν αὐτοῦ, ἣν ἐποιήσατο λίγων, Καὶ μεγαλυνῶ τὸ ὄνομά σου, διὰ τοῦτο καὶ τὸν λιμὸν συγχωρεῖ γενέσθαι, καὶ διὰ τούτου ἀνάγκην εἰς τὴν Αἴγυπτον αὐτὸν ἀφικέσθαι, ἵνα μάθωσι καὶ οἱ αὐτόθι, ὅση τοῦ ἀνδρὸς ἐστιν ἡ ἀρετή. Καθάπερ γὰρ τις δήμιος δεσμὰ περιβαλών, οὕτως αὐτοὺς ὃ λιμὸς ἀπὸ τῆς ἐρημίας ἀναστήσας ἐπὶ τὴν Αἴγυπτον εἷλκεν. Ἀλλ’ ἴδωμεν λοιπὸν τὰ ἐντεῦθεν, καὶ ὅσῃ περιστάσει ὁ δίκαιος περιπέπτωκεν, ἵνα καὶ αὐτοῦ τὴν ἀνδρείαν μάθωμεν, καὶ τῆς γυναικὸς τὴν φιλόσοφον γνώμην. Ἐπειδὴ γὰρ πολὺ τῆς ὁδοῦ προῆλθον, καὶ γεγόνασι λοιπὸν πλησίον τῆς Αἰγύπτου, ἐναγώνιος γέγονεν ὁ δίκαιος, καὶ περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ζωῆς δεδοικὼς καὶ τρέμων διαλέγεται τῇ γυναικί. «Ἐγένετο γάρ, φησὶ ἡνίκα ἤγγισεν· Ἄβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπε Σάρα τῇ γυναικὶ αὐτοῦ· Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὅταν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σε δὲ περιποιήσονται. Εἶπε οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως εὖ μοι γένηται διὰ σε, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σου». Εἶδες ἐκ τῶν ῥημάτων εἰς ὅσον ἀγῶνα καὶ δειλίαν ὁ δίκαιος κατέστη· καὶ οὐδαμοῦ τὸν λογισμὸν ἐταράττετο, οὐδὲ ἐθορυβεῖτο τὴν γνώμην, οὐδὲ ἐνενόει καὶ ἔλεγε· Τὶ τοῦτο; Ἆρα ἐγκατελείφθημεν; Ἆρα ἠπατήθημεν; Ἆρα μὴ ἐρήμους ἡμᾶς κατέλιπε τῆς αὐτοῦ προνοίας ἃ Δεσπότης; Ὁ εἰπών, «Μεγαλυνῶ σε, καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», οὕτως ἡμεῖς ἀφίησι νῦν περὶ τῶν ἐσχάτων αὐτῶν δεδοικέναι, καὶ εἰς προφανῆ κίνδυνον ἐμπεσεῖν; Οὐδὲν τούτων οὐδὲ ἐν διανοίᾳ λαβεῖν ὃ δίκαιος κατεδέξατο, ἀλλ’ ἑνὸς νῦν ἐγίνετο μόνου, ὅπως δυνηθῇ σοφισάμενος τινα μηχανήν, καὶ τοῦ λιμοῦ παραμυθίαν εὑρεῖν, καὶ τῶν Αἰγυπτίων τὰς χεῖρας διαφυγεῖν. «Γινώσκω, φησίν, ὅτι γυνὴ εὐπρόσωπος εἶ». Ὅρα πόση τῆς γυναικὸς ἦν ἡ εὐμορφία, ὅτι καὶ εἰς γῆρας αὐτῶν ἐλασάντων λοιπόν, καὶ μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ἔτι ἔμενεν ἀκμάζοντα, τοῦ κάλλους τὴν ὥραν ἐπὶ τῆς ὄψεως φέρουσα, καὶ ταῦτα μετὰ τὴν τοσαύτην ταλαιπωρίαν καὶ κακουχίαν, ἣν κατὰ τἀς ὁδοὺς ὑπέμενεν ἀπὸ τόπων εἰς τόπους μετανισταμένη, καὶ ἀπὸ μὲν τῆς Χαλδαίων χώρας εἰς τὴν Χαῤῥἀν μετανισταμένη, κἀκεῖθεν εἰς τὴν Χαναᾶν, καὶ πάλιν ἐντεῦθεν ἐκεῖ ἐν τῇ Χαναναίᾳ, κἀκεῖθεν ὧδε, καὶ νῦν πάλιν εἰς τὴν Αἴγυπτον. Τίνα οὖν οὐκ ἂν καὶ τῶν σφριγῶν τῶν ἀνδρῶν αἱ οὕτω συνεχεῖς ἀποδημίαι κατειργάσαντο; Ἀλλ’ ἡ θαυμασία αὕτη, καὶ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν ἔτι λάμπουσα τῷ τῇς ὄψεως κάλλει, πολὺ καὶ σφοδρὸν τὸ δέος ἐνεποίει τῷ δικαίῳ· διὸ καὶ ἔλεγε· «Γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με. Σὲ δὲ περιποιήσονται». Σκόπει πῶς ἐθάῤῥει τῷ τρόπῳ τῇς γυναικός, καὶ οὐκ ἔδεισε μὴ ποτε τοῖς ἐπαίνοις χαυνωθῇ, ἀλλὰ καὶ τοιαύτην εἰσάγει τὴν συμβουλὴν λέγων· Ἵνα μὴ ἐμὲ μὲν ἀποκτείνωσι, σὲ δὲ περιποιήσωνται, «Εἰπὲ οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σοῦ». Ἐπειδὴ οὐ τὸ τυχὸν ἦν ὅπερ ἐπέταττε, διὰ τοῦτο διὰ τῶν ἐπαγομένων ῥημάτων ἐφελκύσασθαι αὐτὴν ἠβουλήθη, ὥστε καὶ εἰς οἶκτον αὐτὴν ἐπικάμψαι, καὶ πεῖσαι μετὰ προθυμίας ὑποκρίνεσθαι τὸ δρᾶμα. «Ἔσται οὖν, φησίν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σέ δὲ περιποιήσονται». Οὐκ εἶπε, Σέ καθυβρίσουσι· τέως οὐ βούλεται αὐτὴν καταπλῆξαι διὰ τῶν ῥημάτων, ἄλλως τε καὶ δέδοικεν ὑπὲρ τῆς ἐπαγγελίας τοῦ Θεοῦ. Διὰ τοῦτό φησι, «Σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι. Ἐννόει μοι ἐν οἵᾳ καταστάσει τυγχάνειν εἰκὸς ἣν τοῦ δικαίου τὴν διάνοιαν, ἡνίκα ταῦτα συνεβούλευε τῇ γυναικί». Ἴστε γάρ, ἴστε πῶς οὐδὲν τούτου βαρύτερόν ἐστι τοῖς ἀνδράσιν, εἰς τὸ κἂν εἰς ὑποψίαν τοιαύτην τὴν γαμετὴν ἐλθεῖν. Ὁ μέντοι δίκαιος καὶ σπουδάζει καὶ πάντα ποιεῖ. Ὥστε εἰς ἔργον τὴν μοιχείαν ἐκβῆναι. Ἀλλὰ μὴ ἁπλῶς, ἀγαπητέ, καταψηφίσῃ τοῦ δικαίου, ἀλλὰ καὶ ἐκ τούτων μάλιστα κατάμαθε αὐτοῦ καὶ τὴν σύνεσιν τὴν πολλὴν καὶ τὴν ἀνδρείαν· τὴν ἀνδρείαν μέν, ὅτι οὕτω γενναίοις ἀντεῖχε καὶ περιεγίνετο τῆς τῶν λογισμῶν ταραχῆς ὡς καὶ τοιαῦτα συμβουλεῦσαι. Ὅτι γὰρ οὐδὲν ἐστι τοῦτον ἀφορητότερον, ἄκουε τοῦ Σολομῶντος λέγοντος· «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως ,οὐδὲ ἀνταλλάξεται πολιῶν δώρων τήν, ἔχθραν· καὶ πάλιν· Σκληρὸς ὡς ᾅδης ζῆλος».

ε’. Ὁρῶμεν δὲ πολλούς, ὅτι εἰς τοσαύτην μανίαν ἐξηκοντίσθησαν, ὡς μηδὲ αὐτῶν φείσασθαι τῶν γυναικῶν, ἀλλὰ καὶ αὐτὸν τὸν μοιχὸν πολλάκις συγκατέσφαξαν καὶ ἑαυτούς. Τοσαύτη τοῦ πράγματός ἐστιν ἡ μανία, καὶ οὕτως ἀκάθεκτός ἐστιν ὁ ζῆλος, ὡς παρασκευάζειν καὶ τῆς οἰκείας σωτηρίας ὑπεριδεῖν τὸν ἅπαξ ἁλόντα τῷ πάθει. Καὶ τὴν μὲν ἀνδρείαν ἐκεῖθεν ἐστι καταμαθεῖν τοῦ δικαίου· τὴν δὲ σύνεσιν αὐτοῦ τὴν πολλήν, ὅτι ἐν ἀμηχανίᾳ τοσαύτῃ καὶ ὥσπερ ἐν δικτύοις ἀποληφθεὶς ἴσχυσε ταύτην εὑρεῖν τὴν ὁδόν, οἱ ἧς ἔλαττον ἂν γένοιτο τὸ κακόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι γυνὴ αὐτοῦ ἦν, καὶ μὴ ὑπεκρίνατο τὸ δρᾶμα, καὶ τῷ τῇς ἀδελφῆς ὀνόματι ἐχρήσατο, καὶ αὐτὴ ἂν ἀφῃρέθη τοῦ δικαίου, τοῦ κάλλους τῆς εὐμορφίας ἐπισπωμένου τῶν Αἰγυπτίων τὴν ἀκόλαστον γνώμην, καὶ ὁ δίκαιος ἂν ἐσφάγη, ὥστε μὴ εἶναι τὸν ἔλεγχον τῆς παρανομίας.· Ἵνα οὖν, τῶν δύο τούτων χαλεπῶν μελλόντων πάντως ἐκβαίνειν διὰ τὴν ἀκρασίαν τῶν ἀνδρῶν, καὶ τοῦ βασιλέως τὴν τυραννίδα, δυνηθῶσιν ἐν ἀπορίᾳ πολλῇ μικρὰν τινὰ παραμυθίαν εὑρεῖν, φησίν· «Εἰπὲ ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι»· τοῦτο γὰρ ἐμὲ ἴσως ἐλευθερώσει τῶν κινδύνων. Τὸ γὰρ τόν, κἂν τε ἀδελφὴν εἴπῃς σαυτήν, κἄντε γυναῖκα, οὐδεὶς ἀντερεῖ ὅτι πάντως ἐκβήσεται, καὶ ἐπιδραμοῦσι τῇ ἀφαιρέσει διὰ τὴν τῆς σαρκὸς εὐμορφίαν· ἐμὲ δὲ εἰκὸς διαφυγεῖν τὴν ἐπιβουλήν, εἰ τῷ τῇς ἀδελφῆς ὀνόματι χρήσαιο. Εἶδες σύνεσιν τοῦ δικαίου, πῶς ἀποληφθεὶς ὁδὸν τινα ἴσχυσεν εὑρεῖν, δι’ ἧς ἐβουλεύετο, πῶς ἂν δυνηθείη τῆς τῶν Αἰγυπτίων ἐπιβουλῆς ἀνώτερος γενέσθαι; Πάλιν ἀναλογίζου μοι κἀνταῦθα καὶ τοῦ δικαίου τὴν ὑπομονήν, καὶ τῆς γυναικὸς τὸ φιλάγαθον· τοῦ μὲν δικαίου, ὅτι οὐκ ἀπεδυσπέτησε καὶ εἶπε· Τίνος δὲ ἕνεκεν ταύτην ἐπάγομαι, αἰτίαν μοι γινομένην τοσούτου κλυδωνίου; Τὶ γὰρ μοι τὸ ὄφελος ἀπὸ τῆς συνουσίας, ὅταν μέλλω δι’ αὐτὴν περὶ τῶν ἐσχάτων κινδυνεύειν; Τὶ τὸ κέρδος, ὅταν μὴ μόνον μηδεμίαν μοι εἰσάγῃ παραμυθίαν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατόν μοι τίκτῃ διὰ τῆς οἰκείας εὐμορφίας; Οὐδὲν τούτων οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, καὶ οὔτε πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ διστάσας, ἑνὸς μόνου δὴ ἐγίνετο, τοῦ πῶς δυνηθῇ διαφυγεῖν τὸν προορώμενον κίνδυνον. Ἐννόει μοι γὰρ ἐνταῦθα ἀγαπητέ,τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, πῶς οὐδαμοῦ ἐφίσταται οὐδὲ παραμυθεῖται τὸν δίκαιον, ἀλλὰ ἀναμένει κορυφωθῆναι τὰ δεινὰ καὶ αὐξηθῆναι, καὶ εἰς ἀπόγνωσιν ἐλθεῖν, καὶ τότε τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται. Εἶπε οὖν, φησίν, ὅτι «Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν οὐ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σοῦ». Οὐχ ὡς μελλούσης τῆς αὐτοῦ ψυχῆς ἀποθνήσκειν, ταῦτα εἴρηκεν ὁ δίκαιος («Μὴ φοβηθῆτε γάρ, φησίν, ἀπὸ τῶν ἀποκτεινάντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι»), ἀλλ’ ἁπλῶς κατὰ τὴν συνήθειαν ἐφθέγξατο τοῦτο πρὸς τὴν γυναῖκα. Ὅπως ἂν εὖ μοι, φησί, γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σοῦ· μονονουχὶ λέγων πρὸς αὐτήν «Εἰπέ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι», ἵνα μὴ διὰ τὸν λιμὸν φυγόντα τὴν Χαναναίαν ἔργον με ποιήσῃς γενέσθαι τῶν Αἰγυπτιακῶν χειρῶν. Γενοῦ μοι οὖν τῆς σωτηρίας αἰτία, «Ὅπως ἂν εὖ μοι γένηται διὰ σέ». Ἐλεεινὰ τὰ ῥήματα πολὺς ἦν ὁ φόβος διὰ τε τὴν μανίαν τὴν Αἰγυπτιακήν, καὶ ὅτι οὔπω ἦν καταλυθεῖσα τοῦ θανάτου ἡ τυραννίς· διὰ τοῦτο καὶ τῇ μοιχείᾳ τῇς γυναικὸς αἱρεῖται κοινωνῆσαι ὁ δίκαιος, καὶ μονονουχὶ ὑπηρετήσασθαι τῷ μοιχῷ εἰς τὴν τῆς γυναικὸς ὕβριν, ἵνα τὸν θάνατον διαφύγῃ. Ἔτι γὰρ φοβερὸν ἣν αὐτοῦ τὸ πρόσωπον οὐδέπω ἦσαν αἱ χαλκαῖ πύλαι κλασθεῖσαι οὐδέπω ἣν τὸ κέντρον αὐτοῦ ἀμβλυνθέν. Εἶδες σύνδεσμον ἀγάπης ἀνδρὸς καὶ γυναικός; Εἶδες καὶ ἄνδρα, οἷα ἐθάῤῥησεν ὑποθέσθαι τῇ γυναικί, καὶ γυναῖκα οἵαν δέχεται τὴν συμβουλήν; Οὐκ ἀνανεύει οὐδὲ δυσχεραίνει, ἀλλὰ πάντα ποιεῖ, ὥστε τὸ δρᾶμα λαθεῖν. Ἀκουέτωσαν ἄνδρες καὶ γυναῖκες, καὶ μιμείσθωσαν τούτων τὴν ὁμόνοιαν, τῆς ἀγάπης τὸν σύνδεσμον, τῆς εὐσεβείας τὴν ἐπίτασιν, καὶ ζηλούτωσαν τῆς Σάρας τὴν σωφροσύνην. Ὅτι καὶ ἐν γήρᾳ οὕτω κάλλει διαλάμπουσα μέχρι τότε διέμεινεν ἁμιλλωμένη ταῖς τοῦ δικαίου ἀρεταῖς· δι’ ὃ καὶ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ προνοίας, καὶ τῆς ἄνωθεν ἀμοιβῆς. Μηδεὶς τοίνυν αἰτιάσθω τοῦ κάλλους τὴν εὐμορφίαν, μηδὲ λεγέτω ἐκεῖνα τὰ ἀνόνητα ῥήματα, ὅτι τὴν δεῖνα τὸ κάλλος ἀπώλεσε· καὶ τῇ δεῖνι τὸ κάλλος γέγονεν ὀλέθρου αἴτιον. Οὐ τὸ κάλλος αἴτιον· μὴ γένοιτο· ἔργον γὰρ ἐστι καὶ τοῦτο τοῦ Θεοῦ· ἀλλ’ ἡ προαίρεσις ἡ διεφθαρμένη αἰτία πάντων τῶν κακῶν ἐστιν. Εἶδες τὴν θαυμασίαν ταύτην γυναῖκα ἑκατέρωθεν διαλάμπουσαν, καὶ ἀπὸ τοῦ τῆς ψυχῆς κάλλους καὶ ἀπὸ τοῦ τῆς ὄψεως καὶ κατ’ ἴχνος τοῦ δικαίου πορευομένην; Ταύτην μιμείσθωσαν αἱ γυναῖκες. Ἰδοὺ γὰρ καὶ ὥρας εὐμορφία, καὶ στείρωσις, καὶ χρόνος τοσοῦτος, καὶ περιουσία πολλή, καὶ μετανάστασις τοσαύτη, καὶ ἀποδημία, καὶ πειρασμοὶ συνεχεῖς καὶ ἐπάλληλοι· καὶ οὐδὲν τούτων αὐτῆς τὸν λογισμὸν παρεσάλευσεν, ἀλλ’ ἔμενεν ἀπερίτρεπτος. Διὰ τοι τοῦτο καὶ τῆς ὑπομονῆς ἀξίαν τὴν ἀμοιβὴν ἐκομίσατο, ἐν ἐσχάτῳ γήρᾳ ἀπὸ μήτρας πεπηρωμένης καὶ νηδύος νενεκρωμένης τεκεῖν δυνηθεῖσα. «Ὅπως ἄν, φησίν, εὖ μοι γένηται διὰ σε, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σοῦ». Οὐδέν, φησίν, ἕτερον ὑπολέλειπταί μοι εἰς σωτηρίαν, ἢ τὸ σὲ βουληθῆναι εἰπεῖν, ὅτι «Ἀδελφὴ αὐτοῦ εἰμι». Ἴσως γὰρ διαφεύξομαι τὸν προσδοκώμενον κίνδυνον, καὶ διὰ σε λοιπὸν ζήσομαι, καὶ σοὶ τὴν μετὰ ταῦτα ζωὴν ἐπιγράψομαι. Ἱκανὰ τὰ ῥήματα ἐφελκύσασθαι τὴν γυναῖκα καὶ εἰς συμπάθειαν ἀγαγεῖν.

Ϛ’. Τοῦτο ἀληθῶς συνοικέσιον, τὸ μὴ μόνον ἐν ἀνέσει, ἀλλὰ καὶ ἐν τοῖς κινδύνοις ἑαυτοῖς συμπεριφέρεσθαι· τοῦτο ἀγάπης γνησίας τεκμήριον, τοῦτο φιλίας ἀκριβεστάτης γνώρισμα. Οὐχ οὕτω διάδημα ἐπὶ τῆς κεφαλῆς κείμενον λαμπρὸν δείκνυσι τὸν βασιλέα, ὡς τὴν μακαρίαν ταύτην περιφανῆ καὶ λαμπρὰν ἀπέδειξεν ἡ ὑπακοὴ αὕτη, ἣν περὶ τὴν συμβουλὴν τοῦ δικαίου ἐπεδείξατο. Τίνα οὖν τὸ ταύτης καταπειθὲς λογιζόμενον οὐκ ἐκστήσει; Τις γὰρ ἂν κατ’ ἀξίαν ταύτην ἐπαινέσειεν, ἥτις μετὰ τοσαύτην σωφροσύνην, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ ὑπὲρ τοῦ τὸν δίκαιον διασῶσαι, ὅσον εἰς τὴν οἰκείαν γνώμην, καὶ εἰς μοιχείαν ἑαυτὴν ἐξέδωκεν, καὶ συνουσίας ἠνέσχετο βαρβαρικῆς; Ἀλλὰ μικρὸν ἀνάμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὴν εὐμήχανον πρόνοιαν. Διὰ γὰρ τοῦτο τὴν πολλὴν ταύτην ἐπεδείξατο μακροθυμίαν, ἵνα καὶ τὸν δίκαιον περιφανέστερον ἐργάσηται, καὶ διὰ τῶν ἐκεῖ γινομένων μὴ μόνον οἱ κατὰ τὴν Αἴγυπτον, ἀλλὰ καὶ οἱ κατὰ Παλαιστίνην παιδευθῶσιν, ὅσης εὐνοίας ἀπολαύει ὁ πατριάρχης παρὰ τοῦ πάντων Δεσπότου. «Ἐγένετο γάρ, φησίν, ἡνίκα εἰσῆλθεν Ἂβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ ἦν σφόδρα καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραώ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραώ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ, καὶ τῷ Ἀβρὰμ εὖ ἐχρήσαντο δι’ αὐτήν. Καὶ ἐγένετο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι». Ὅρα πῶς ἅπερ προλαβὼν ὑπείδετο ὁ δίκαιος, ταῦτα εἰς ἔργον ἐξέβη. Ὡς γὰρ εἰσῆλθεν εἰς Αἴγυπτον, «Ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ ἦν σφόδρα»· οὐχ ἁπλῶς καλή, ἀλλὰ μεθ’ ὑπερβολῆς ἅπαντας ἐπισπωμένη τοὺς ὁρῶντας. «Καὶ ἰδόντες αὐτὴν οἱ ἄρχοντες Φαραώ, ἐπῄνεσαν αὐτὴν ἔμπροσθεν Φαραώ». Μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητέ, τὸ εἰρημένον, ἀλλὰ θαύμασον πῶς οὐδεὶς τῶν Αἰγυπτίων ἐνεχείρισε τὴν γυναῖκα ὡς ξένην, καὶ ἀπὸ γῆς ἀλλοτρίας ἐπιδημήσασαν, οὐδὲ κατεφρόνησαν τοῦ ἀνδρός, ἀλλ’ εἰσελθόντες τῷ βασιλεῖ κατάδηλον πεποιήκασι. Τοῦτο δὲ ἐγίνετο, ἵνα φανερώτερον τὸ πρᾶγμα γένηται, καὶ μὴ εἰς τὸν τυχόντα, ἀλλ’ εἰς αὐτὸν τὸν βασιλεύοντα τῆς ἐκδικήσεως γινομένης, πανταχοῦ διαδοθῇ τὸ γεγονός. «Καὶ εἰσήγαγον αὐτὴν πρὸς Φαραώ». Εὐθέως ἀφῃρέθη τῇς γυναικὸς ὁ δίκαιος, καὶ εἰσάγεται πρὸς τὸν Φαραὼ αὕτη. Σκόπει πόση τοῦ Θεοῦ ἡ μακροθυμία· πῶς οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων τὴν ἰδίαν ἐπιδείκνυται πρόνοιαν, ἀλλὰ ἀφίησι πάντα γενέσθαι, καὶ εἰς αὐτὸν σχεδὸν τὸν φάρυγγα τοῦ θηρίου ἐμπεσεῖν τὴν γυναῖκα, καὶ τότε τὴν ἑαυτοῦ δύναμιν πᾶσι ποιεῖ κατάδηλον. «Καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ». Ἐν οἵᾳ καταστάσει ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον τῆς γυναικὸς ἡ διάνοια; Πῶς αὐτῆς ὁ λογισμὸς διεταράττετο; Πῶς ἐκορυφοῦντο τὰ κύματα; Πῶς ναυάγιον οὐχ ὑπέμενεν, ἀλλ’ ἔμενε καθάπερ πέτρα τις ἀκίνητος, πρὸς τὴν ἄνωθεν ῥοπὴν ἀποβλέπουσα; Τὶ δὲ λέγω τὴν γυναῖκα; Τὸν δίκαιον ὁποίαν εἰκὸς ἔχειν ψυχήν, ἐκείνης εἰς τὸν οἶκον Φαραὼ εἰσαγομένης; «Καὶ τῷ Ἀβρὰμ οὐ ἐχρήσαντο δι’ αὐτήν». Ὡς ἀδελφῷ δηλονότι. Καὶ ἐγένοντο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ἡμίονοι. Ταῦτα δὲ αὐτά, ἃ τρυφῆς ἕνεκεν καὶ θεραπείας ἐδίδοτο, πόσην οὐκ ἀνῆπτεν ἐν αὐτῷ τὴν πυράν; Πῶς δὲ αὐτοῦ οὐ κατέφλεγε τὴν διάνοιαν, καὶ ἀνεπίμπρα τὸν λογισμόν, ἐννοοῦντι τῶν δώρων τὴν ὑπόθεσιν; Εἶδες πρὸς αὐτὸ τὸ τέλος σχεδὸν ἥκοντα τὰ δεινά; Εἶδες πῶς οὐδεμία λοιπὸν κατὰ ἀνθρωπίνην ἀκολουθίαν ἐλπὶς διορθώσεως ὑπελείπετο; Εἶδες πῶς ἀπέγνωστο τὰ πράγματα κατὰ ἀνθρωπίνην ὑπόληψιν; Εἶδες πῶς εἰς αὐτὸν τὸν λαιμὸν τοῦ θηρίου ἐνέπεσεν ἡ γυνή; Ὅρα λοιπὸν ἐνταῦθα τὴν ἀπόῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ἐκπλάγηθι τῆς δυνάμεως αὐτοῦ τὴν ὑπερβολήν. «Καὶ ἤτασε, φησίν, ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἀβράμ». Τὶ ἐστιν, Ἤτασε; Δίκην, φησίν, ἀπῄτησε τοῦ τολμήματος καὶ τῆς ἐπιχειρήσεως τῆς μοχθηράς. Ἐτασμοῖς μεγάλοις· οὐχ ἁπλῶς ἤτασε τὸν βασιλέα, ἀλλ’ «Ἐτασμοῖς μεγάλοις». Ἐπειδὴ καὶ τὸ τόλμημα οὐ τὸ τυχὸν ἦν ἀλλὰ καὶ σφόδρα μέγα, διὰ τοῦτο καὶ ἡ τιμωρία μεγάλη. «Καὶ τὸν οἶκον αὐτοῦ», φησίν· οὐκ αὐτὸν μόνον, ἀλλὰ Καὶ τὸν οἶκον αὐτοῦ. Καὶ τίνος ἕνεκεν τοῦ βασιλέως ἁμαρτήσαντος μόνου, καὶ οἱ τοῦ οἴκου πάντες τῆς τιμωρίας μετέχουσιν; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο γίνεται, ἀλλ’ ἵνα καὶ διὰ τούτου καθίκηται τῆς τοῦ βασιλέως μανίας. Ἐδεῖτο γὰρ σφοδροτέρας τῆς πληγῆς, ὥστε καταπλαγέντα ἀποστῆναι τοῦ μύσους. Καὶ ποῦ, φασί, τοῦτο δίκαιον, δι’ ἐκεῖνον καὶ τούτους τιμωρεῖσθαι; Οὐ δι’ ἐκεῖνον μόνον τὴν τιμωρίαν ὑπέμενον, ἀλλ’ εἰκὸς ἦν καὶ αὐτοὺς συμπράξαι καὶ συνεργῆσαι τῇ μελλούσῃ γίνεσθαι παρανομίᾳ· Ἤκουσας γὰρ ἀνωτέρω τῆς Γραφῆς λεγούσης, ὅτι «Ἰδόντες αὐτὴν οἱ ἄρχοντες Φαραὼ ἐπῄνεσαν, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ». Εἶδες αὐτοὺς προαγωγῶν ἔργον πεποιηκότας τῇ πρὸς τὸν βασιλέα χάριτι εἰς τὴν τοῦ δικαίου γυναῖκα. Διὰ τοι τοῦτο οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ προσήκοντες αὐτῷ πάντες τῆς τιμωρίας συμμετέχουσιν, ἵνα μάθωσιν ὅτι οὐκ εἰς ξένον ἁπλῶς τὴν παροινίαν ἐπεδείξαντο, οὐδὲ εἰς τὸν τυχόντα ἄνθρωπον, ἀλλ’ εἰς ἄνδρα τὸν τῷ Θεῷ περισπούδαστον, καὶ τοσαύτης παρ’ αὐτοῦ φροντίδος ἀξιούμενον. Διὰ τοῦτο οὖν τῇ πολλῇ σφοδρότητι τῆς τιμωρίας κατέσειεν αὐτοῦ τὴν διάνοιαν, ἀπέστησεν αὐτὸν τῆς μιαρᾶς τόλμης, ἀνεχαίτισεν αὐτὸν τῆς ὁρμῆς τῆς ἀλογίστου, ἐπέσχεν αὐτοῦ τὴν ἀκόλαστον γνώμην, ἐπέδησεν αὐτοῦ τὴν ἐπιθυμίαν τὴν ἀκάθεκτον, τοῦ θυμοῦ τὴν μανίαν ἐχαλίνωσε.

ζ’. Διὰ τοῦτο λοιπὸν ὁρᾷ αὐτόν, μεθ’ ὅσης ἐπιεικείας διαλέγεται ὁ βασιλεύς, ὁ τύραννος τῷ ξένῳ, ἡ καθάπερ ἀλήτη περιιόντι, οὐ καὶ τὴν γυναῖκα ἀπελέσθαι ἐτόλμησε. Καὶ καλῶς εἶπεν, ὅτι «Ἤτασε τὸν Φαραὼ καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ». Αἴσθησιν ἅμα τῇ τιμωρίᾳ λαμβάνει, ὅτι γυνὴ ἦν τοῦ δικαίου. Καὶ γὰρ καὶ εἰς τὸν οἶκον εἰσενεχθεῖσα τοῦ Φαραώ, ἔμενε γυνὴ τοῦ δικαίου τυγχάνουσα. «Καλέσας δέ, φησί, Φαραὼ τὸν Ἄβραμ εἶπεν αὐτῷ· Τὶ τοῦτο ἐποίησας μοί»; Ὅρα τὰ ῥήματα, οἷα ὁ βασιλεὺς προΐεται. Τὶ τοῦτο ἐποίησας μοι; φησίν. Ἐγὼ σοι ἐποίησα, ὁ ξένος, ὁ μηδενὶ γνώριμος, ὁ διὰ λιμὸν παραγενόμενος, τῷ βασιλεῖ, τῷ τυράννῳ, τῷ κρατοῦντι τῆς Αἰγύπτου; Τὶ ἐποίησά σοι; Σὺ ἀφείλω μου τὴν γυναῖκα καθάπερ ξένου ὑπερεῖδες, κατεφρόνησας, οὐδένα λόγον ἐποιήσω· ὅλως τῆς ἀκολάστου ἐπιθυμίας γέγονας, καὶ ἐβουλήθης εἰς ἔργον ἀγαγεῖν τὰ σοι δόξαντα. Τὶ οὖν ἐποίησά σοι; Μεγάλα μοί, φησίν, ἐποίησας, καὶ δεινὰ εἰς ἐμὲ διεπράξω. Ὅρα πόση τῶν πραγμάτων ἡ μεταβολή· ὁ βασιλεὺς τῷ ἰδιώτῃ λέγει, «Τὶ ἐποίησας μοί»;Τὸν Θεὸν μοι, φησίν, ἐξεπολέμωσας. Παρ’ αὐτοῦ ὀργὴν μοι ἐπήγαγες, τῇ τιμωρίᾳ ὑπεύθυνόν με κατέστησας, δίκην παρεσκεύασας με δοῦναι μετὰ τοῦ οἴκου μου παντὸς τῶν εἰς σε τολμηθέντων. «Τὶ τοῦτο ἐποίησας μοι, ὅτι οὐκ ἀνήγγειλάς μοι, ὅτι γυνὴ σου ἐστι»; Καὶ ἵνα τὶ εἶπας, ὅτι Ἀδελφὴ μου ἐστί; Καὶ ἔλαθον αὐτὴν ἐμαυτῷ γυναῖκα; Ἐγώ, φησίν, ὡς ἀδελφὴν σου ἐβουλόμην ἀγαγέσθαι. Καὶ πόθεν ἔμαθες ὅτι γυνὴ ἐστι τοῦ δικαίου; Ὁ τῆς παρανομίας ταύτης ἔκδικος, ἐκεῖνός μοι τοῦτο γνώριμον ἐποίησε. Τὶ οὖν ἐποίησας μοι τοῦτο, καὶ οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνὴ σου ἐστι, καὶ ἔλαθον αὐτὴν ἐμαυτῷ γυναῖκα, μέλλων ἐξαμαρτείν. Ὡς εἰς ἀδελφὴν σὴν συγγινόμενος τοῦτο ποιεῖν ἐπεχείρησα. Σκόπει πῶς τῆς τιμωρίας ἡ σφοδρότης κατέσεισεν αὐτοῦ τὸν λογισμόν, ὡς καὶ ἀπολογεῖσθαι τῷ δικαίῳ, καὶ ἅπασαν περὶ αὐτὸν θεραπείαν ἐπιδείκνυσθαι. Καίτοι τὶ μὴ ἡ τοῦ Θεοῦ ῥοπὴ ἦν ἡ τὴν διάνοιαν αὐτοῦ μαλάξασα, καὶ εἰς φόβον αὐτὸν καταστήσασα, ἀκόλουθον ἦν καὶ εἰς πλείονα θυμὸν αὐτὸν ἐξενεχθῆναι, καὶ ὡς ἀπατήσαντα ἀμύνασθαι τὸν δίκαιον. Καὶ δίκην εἰσπράξασθαι, καὶ εἰς τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἀγαγεῖν. Ἀλλ’ οὐδὲν τούτων ἐποίησεν· ὁ γὰρ τῆς τιμωρίας φόβος κατέστελλεν αὐτοῦ τὴν φλεγμονήν, καὶ ἑνὸς μόνου ἐγίνετο, τοῦ τὴν περὶ τὸν δίκαιον θεραπείαν ἐπιδείξασθαι. ᾜδει γὰρ λοιπόν, ὅτι οὐχ οἷόν τε τὸν τυχόντα εἶναι ἄνδρα τὸν τοσαύτης ἀπολαύοντα τῆς ἄνωθεν εὐνοίας. «Καὶ νῦν ἰδοὺ ἡ γυνὴ σου ἐνώπιόν σου· λαβὼν ἀπότρεχε». Νῦν, φησίν, ἐπειδὴ ἔγνων ὅτι οὐκ ἀδελφὴ σου ἐστιν, ἀλλὰ γυνὴ σου, ἰδοὺ ἔχεις αὐτήν. Οὐδὲν γὰρ ἐλυμηνάμην τῆς συζυγίας τῆς ὑμετέρας, οὐδὲ ἀπεστέρησά σε τῆς γυναικὸς σου ἀλλ’ «Ἰδοὺ ἡ γυνὴ σου ἐναντίον σου· λαβὼν αὐτὴν ἀπότρεχε»`. Ποῖα διάνοια δυνήσεται πρὸς ἀξίαν θαυμάσαι τὰ γεγενημένα; Ἡ ποῖα γλῶττα ἐξειπεῖν ἰσχύσειε τὸ θαῦμα; Γυνὴ λάμπουσα τῇ ὥρᾳ ἀνδρὶ Αἰγυπτίῳ, καὶ βασιλεῖ, καὶ τυράννῳ, καὶ οὕτω μαινομένῳ, καὶ ἀκολάστως διακειμένῳ συγκατακλιθεῖσα ἀνέπαφος ἐξῄει, τὴν οἰκείαν σωφροσύνην ἀκέραιον διατηρήσασα. Τοιαῦτα γάρ, καθάπερ ἔφθην εἰπών, ἀεὶ τά, παρὰ τοῦ Θεοῦ οἰκονομούμενα, θαυμαστὰ καὶ παράδοξα, Καὶ ὅταν παρὰ τῶν ἀνθρώπων ἀπογνωσθῇ τᾷ πράγματα, τότε αὐτὸς δείκνυσιν αὐτοῦ τὴν ἄμαχον ἐν ἅπασι δύναμιν. Ὥσπερ γὰρ θαυμαστὸν ἦν καὶ παράδοξον, τὸν ἄνδρα τῶν ἐπιθυμιῶν ἰδεῖν ἐν μέσῳ τῶν θηρίων ἐκείνων κυκλούμενον, καὶ μηδὲν πάσχοντα, ἀλλὰ καθάπερ ὑπὸ προβάτων περιστοιχιζόμενον, οὕτως ἀσινῆ ἐκ τοῦ λάκκου ἀνιόντα, καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ, καθάπερ ἐν λειμῶνι καὶ παραδείσῳ διατρίβοντας, καὶ νηῶν ὑπὸ τοῦ πυρὸς βλαπτομένους, ἀλλὰ καθάπερ ἀνδριάντας οὕτως ἐκεῖθεν ἐξελθόντας· τὸν αὐτὸν δὴ τρόπον θαυμάσαι ἄξιον κα· ι τὸ νῦν γεγονός, ὅτι ἡ τοῦ δικαίου γυνὴ οὐδεμίαν ὕβριν ὑπομείνασα παρὰ τοῦ βασιλέως τοῦ Αἰγυπτίου τοῦ τυράννου, τοῦ ἀκολάστου, ἐξῄει σῷα. Θεὸς γὰρ ἦν ὁ τὰ πάντα ἐργασάμενος, ὁ καὶ ἐν ἀπόροις πόρον διδούς, καὶ τὰ πράγματα ἐξ ἀπεγνωσμένων εἰς ἐλπίδα χρηστὴν ἄγειν ἀεὶ δυνάμενος. «Καὶ νῦν ἰδοὺ ἡ γυνὴ σου ἐναντίον σου· λαβὼν ἀπότρεχε». Μὴ νομίσῃς, φησίν, ἠδικῆσθαί σε παρ’ ἡμῶν. Εἰ γὰρ καὶ ἐξ ἀγνοίας τὰ τῆς ἐπιχειρήσεως ἡμῖν γέγονεν, ἀλλ’ ἰδοὺ νῦν ἔγνωμεν οἷον ἔχεις προστάτην καὶ ἡ ἀγανάκτησις ᾗ κᾆθ’ ὑμῶν γενομένη ἐδίδαξεν ἡμᾶς, ὅσης ἀπολαύεις παρὰ τοῦ νῦν ἁπάντων Θεοῦ τῆς εὐνοίας. Λαβὼν οὑν τὴν γυναῖκά σου ἀπότρεχε. Φοβερὸς λοιπὸν ἦν αὐτοῖς ὁ δίκαιος, δι’ ὃ καὶ μετὰ πολλῆς τῆς θεραπείας αὐτὸν προπέμψαι ἐπείγονται, διὰ τῶν εἰς αὐτὸν γινομένων τὸν αὐτοῦ δεσπότην ἐξευμενιζόμενοι.

η’. Εἶδες, ἀγαπητέ, ὅσον ἐστὶν ὑπομονὴ καὶ καρτερία; Ἐνταῦθά μοι ἀναμιμνήσκου τῶν ῥημάτων ἐκείνων, ὧν, ὃτ’ ἔμελλον πλησιάζειν τῇ Αἰγύπτῳ, ὁ πατριάρχης ἔλεγε· «Γινώσκω ὅτι γυνὴ εὐπρόσωπος εἶ· ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐμὲ ἀποκτενοῦσι, σὲ δὲ περιποιήσονται». Ἐκεῖνα τοίνυν ἐν διανοίᾳ λαβὼν σκόπει τὰ νῦν γινόμενα, καὶ θαύμαζε καὶ τοῦ δικαίου ἦν ὑπομονήν, καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν δύναμιν, μεθ’ ὅσης δόξης ἐπανελθεῖν παρασκευάζει τὸν δίκαιον, τὸν μετὰ τοσούτῳ φόβου καὶ δέους ἐλθόντα. «Καὶ ἐνετείλατο, φησί. Φαραὼ ἀνδράσι, περὶ Ἄβραμ, συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ἴδα ἦν αὐτῷ, καὶ τὸν Λὼτ μὲτ’ αὐτοῦ». Μετὰ περιφανείας λοιπὸν ἁπάσης ὁ δίκαιος ἐπάνεισι καὶ περιουσίας πολλῆς, καὶ γίνεται οὐ μόνον τῶν ἐν Αἰγύπτῳ διδάσκαλος διὰ τῶν συμβεβηκότων, ἀλλὰ καὶ τοῖς κατὰ τὴν ὁδὸν ἅπασι, καὶ τοῖς εἰς τὴν Παλαιστίνην οἰκοῦσιν. Οἱ γὰρ ἰδόντες αὐτόν, ἡνίκα κατῄει διὰ τὴν τοῦ λιμοῦ ἀνάγκην, μετὰ φόβου καὶ τρόμου κατιόντα, καὶ νῦν πάλιν ἐν τοσαύτῃ περιφανείᾳ, καὶ περιουσίᾳ καὶ πλούτῳ, ἐμάνθανον τῆς περὶ αὐτὸν τοῦ Θεοῦ προνοίας τὴν δύναμιν. Τὶς εἶδε ποτε; Τὶς ἤκουσεν; Ἀπῆλθε λιμοῦ παραμυθίαν εὕρασθαι· καὶ πλοῦτον περιβαλλόμενος καὶ δόξαν ἄφατον, οὕτως ἐπανέρχεται. Μὴ ξενισθῇς, ἀγαπητέ, μηδὲ θαυμάσῃς ἐπὶ τῷ γεγονότι· μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, καὶ δόξαζε τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου τὴν δύναμιν. Καὶ ὅρα καὶ τοὺς τούτου ἀπογόνους, κατὰ τὸν αὐτὸν τρόπον κατιόντας μὲν εἰς Αἴγυπτον πάλιν διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, κἀκεῖθεν πάλιν, μετὰ πολλὴν δουλείαν καὶ ταλαιπωρίαν, μὲτ’ εὐπορίας ἀνιόντας Τοιοῦτον γὰρ εὐμήχανος ὁ Δεσπότης ὁ ἡμέτερος. Ὅταν συγχωρήσῃ κορυφωθῆναι τὰ δεινά, τότε πάλιν διασκεδάσας τὸν χειμῶνα, γαλήνην ἐργάζεται,

Καὶ πολλὴν τῶν πραγμάτων τὴν μεταβολήν, διδάσκων ἡμᾶς τῆς αὐτοῦ δυνάμεως τὸ μέγεθος. «Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ’ αὐτοῦ, εἰς τὴν ἔρημον». Εὐκαίρως ἂν τις ἁρμόσειε τῷ δικαίῳ τούτῳ ἐκεῖνα τὰ ῥήματα, ἅπερ ὁ μακάριος Δαυῒδ τοῖς ἀπὸ τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας ἐπανελθοῦσιν ἔλεγεν· «Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον βάλλοντες τὸ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν». Εἶδες κάθοδον ἀγῶνος καὶ δέους πεπληρωμένην, καὶ περὶ αὐτοῦ τοῦ θανάτου τὸν φόβον ἔχουσαν ἐπικείμενον; Ὅρα πάλιν ἄνοδον περιφανείας πολλῆς γέμουσαν καὶ λαμπρότητος. Πᾶσι γὰρ λοιπὸν αἰδέσιμος ἦν ὁ δίκαιος, καὶ τοῖς ἐν Αἰγύπτῳ, καὶ τοῖς ἐν Παλαιστίνῃ. Τὶς γὰρ οὐκ ἂν ᾐδέσθη τὸν οὕτως ὑπὸ τοῦ Θεοῦ φρουρούμενον, καὶ τοσαύτης ἀξιούμενον προνοίας; Οὐδένα γὰρ ἴσως ἔλαθε τὰ εἰς τὸν βασιλέα γεγονότα, καὶ τὸν οἶκον αὐτοῦ. Πάντα γὰρ διὰ τοῦτο συνεχωρήθη, καὶ διὰ τοῦτο μέχρι τοσούτου προῆλθε τὰ τῶν πειρασμῶν τῷ δικαίῳ, ἵνα καὶ αὐτοῦ ἡ ὑπομονὴ λαμπροτέρα γένηται, καὶ τὰ παρ’ αὐτοῦ εἰς ἅπασαν ἐξενεχθῇ τὴν οἰκουμένην, καὶ μηδεὶς ἀνήκοος γένηται τῆς ἀρετῆς τοῦ δικαίου,·

θ’. Εἴδετε, ἀγαπητοί, ὅσον τῶν πειρασμῶν τὸ κέρδος; Εἴδετε ὅση τῆς ὑπομονῆς ἡ ἀμοιβή; Εἴδετε καὶ ἄνδρα, καὶ γυναῖκα, καὶ γέροντα, καὶ προβεβηκυῖαν, ὅσην ἐπεδείξαντο τὴν φιλοσοφίαν, ὅσην τὴν ἀνδρείαν, ὅσην τὴν περὶ ἀλλήλους φιλοστοργίαν, ὅσην τῆς ἀγάπης τὸν σύνδεσμον; Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ μηδέποτε ἀσχάλλωμεν, μηδὲ νομίζωμεν ἐγκαταλείψεως εἶναι τοῦ Θεοῦ καὶ τοῦ περιορᾶσθαι τεκμήριον τὴν τῶν πειρασμῶν ἐπαγωγήν, ἀλλὰ τοῦτο μέγιστον ποιώμεθα μᾶλλον δεῖγμα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ κηδεμονίας. Ἂν τε γὰρ ἁμαρτημάτων ἔχωμεν ἐπικείμενα ἡμῖν φορτία, δυνησόμεθα, πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενοι, κουφοτέρα ταῦτα ἐργάσασθαι· ἂν τε μὴ πολλὰ ἔχωμεν ἁμαρτήματα, πάλιν καὶ οὕτω πλείονος ἀπολαύσομεν τῆς ἄνωθεν εὐνοίας, εἰ εὐχαρίστως ἐνέγκοιμεν. Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ τῆς ἡμετέρας κηδόμενος σωτηρίας, διὰ τοῦτο καθάπερ γυμνάσιόν τι καὶ ἀγῶνας προτίθησιν ἡμῖν ἀντὶ σκαμμάτων πολλάκις τὴν τῶν πειρασμῶν ἐπαγωγήν, ἵνα τὰ παρ’ ἑαυτῶν καὶ ἡμεῖς ἐπιδειξάμενοι, δαψιλοῦς ἀπολαύσωμεν τῆς παρ’ αὐτοῦ προνοίας, Ὅπερ εἰδότες μὴ ναρκῶμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ δυσχεραίνωμεν ἐν ταῖς θλίψεσιν, ἀλλὰ καὶ χαίρωμεν, κατὰ τὸν μακάριον Παῦλον· «Νῦν γάρ, φησί, χαίρω ἐν ταῖς θλίψεσί μου». Εἶδες ψυχὴν εὐγνώμονα; Εἰ γὰρ ἐν ταῖς θλίψεσιν ἔχαιρε, πότε ἠδύνατο οὕτως ἐν λύπῃ γενέσθαι; Εἰ τὰ ἐπὶ τῶν ἄλλων λυποῦντα ἐκείνῳ εὐφροσύνης ὑπόθεσιν ἔτικτεν, ἐννόει μοι τῆς ψυχῆς αὐτοῦ τὴν κατάστασιν. Καὶ ἵνα μάθῃς ὅτι οὐχ οἷόν τε ἑτέρως τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐπιτυχεῖν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῆναι, εἰ μὴ διὰ θλίψεως ὁδεύσαιμεν τὸν παρόντα βίον, ἄκουε τῶν ἀποστόλων λεγόντων πρὸς τοὺς ἄρτι τῇ πίστει προσιόντας· «Καὶ μαθητεύσαντες, φησίν, ἱκανούς, ὑπέστρεψαν εἰς Λύστραν, καὶ Ἰκόνιον, καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, καὶ παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Ποῖα οὖν ἀπολογία ἔσται ἡμῖν, μὴ βουλομένοις γενναίως καὶ ἀνδρείως καὶ εὐχαρίστως πάντα φέρειν τὰ ἐπαγόμενα, ὅταν ἴδωμεν, ὅτι οὐδὲ δυνατὸν ἑτέρως ἡμᾶς τῆς σωτηρίας ἐπιτυχεῖν, μὴ ταύτην ὁδεύσαντας τὴν ὁδόν; Ὅτι γὰρ οὐδὲν ξένον καὶ καινὸν οὐδεὶς τῶν δικαίων ὑπέμεινε διὰ θλίψεως τὴν παροῦσαν ὁδεύσας ζωήν, ἄκουε τοῦ Χριστοῦ λέγοντος· «Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, ἀλλὰ θαρσεῖτε». Ἵνα γὰρ μὴ καταπέσωσι τοῦτο ἀκούσαντες, εὐθέως τὸ θάρσος αὐτοῖς ἐνέθηκε, καὶ τὴν παρ’ ἑαυτοῦ ῥοπὴν ὑπέσχετο,· ἀλλὰ θαρσεῖτε· «ἐγώ, φησί, νενίκηκα τὸν κόσμον». Ἔχεις, φησί, τὸν τὰ λυπηρὰ ἐπικουφίζοντα, τὸν οὐκ ἀφιέντα σε καταβαπτισθῆναι ὑπὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν παρέχοντα, καὶ οὐ συγχωροῦντα ὑπὲρ τὴν ἡμετέραν ἰσχὺν ἐπαχθῆναι τὰ χαλεπά. Τὶ ἀσχάλλεις; Τὶ ἀλύεις; Τὶ δυσανασχετεῖς; Τὶ μικροψύχως διάκεισαι; Μὴ γάρ, ἐὰν τὰ εἰς δύναμιν τὴν ἡμετέραν εἰσενέγκωμεν, τὴν ὑπομονὴν λέγω, καὶ τὴν καρτερίαν, καὶ τὴν εὐχάριστον γνώμην, συγχωρεῖ περιοφθῆναι ἡμᾶς ποτε; Μὴ γάρ, κἂν εἰς ἀπόγνωσιν ἔλθῃ τᾷ πράγματα, νικᾷ τὴν σοφίαν τοῦ ἡμετέρου Δεσπότου; Ἡμεῖς τὰ παρ’ ἑαυτῶν ἐπιδειξώμεθα, καὶ εἰλικρινῆ ἡ τὴν πίστιν ἔχωμεν, εἰδότες τὸ εὐμήχανον τοῦ προστάτου τῶν ἡμετέρων ψυχῶν. Καὶ πάντως ὁ μᾶλλον ἡμῶν εἰδὼς τὸ συμφέρον, οὕτως αὐτὸ δεόντως οἰκονομήσει, ὡς καὶ αὐτῷ πρέπον ἐστί, καὶ ἡμῖν συμφέρον, ἵνα καὶ τῆς ὑπομονῆς τὸν μισθὸν κομισώμεθα, καὶ τῆς παρ’ αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν,



Ἑπόμενο: ΟΜΙΛΙΑ ΛΓ’. «Ἄβραμ δὲ ἦν, πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἐρήμων Βεθήλ, ἕως τοῦ τόπου, οὐ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθήλ, καὶ ἀνὰ μέσον Ἀγγαί, εἰς τὸν τόκον τοῦ θυσιαστηρίου, οὐ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν».
Προηγούμενο: Ὁμιλία ΛΑ’. «Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ καὶ τὸν υἱὸν Ἀῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων καὶ ἦλθεν ἕως Χαῤῥάν, καὶ κατῴκησεν ἐκεῖ».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος