Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΔ’. «Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἂπ’ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρός, βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν».
Προηγούμενο: Ὁμιλία ΛΒ’.«Καὶ ὤφθη Κύριος τῷ· Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

ΟΜΙΛΙΑ ΛΓ’. «Ἄβραμ δὲ ἦν, πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἐρήμων Βεθήλ, ἕως τοῦ τόπου, οὐ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθήλ, καὶ ἀνὰ μέσον Ἀγγαί, εἰς τὸν τόκον τοῦ θυσιαστηρίου, οὐ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν».

α’. Ὁρῶν ὑμῶν σήμερον τὴν μετὰ προθυμίας ἐνταῦθα σύναξιν, καὶ τὸν περὶ τὴν ἀκρόασιν πόθον, βούλομαι χρέος ὑμῖν καταθεῖναι, ὅπερ ὀφείλομεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Καὶ οἶδα ὅτι αὐτοὶ μὲν ἴσως ἐπιλέλησθε, διὰ τὸ πολλὰς ἐν τῷ μεταξὺ παρελθεῖν ἡμέρας, καὶ ἐφ’ ἑτέρα ἡμῖν ἐξελκυσθῆναι τὴν διάλεξιν. Ἡ γὰρ τῆς ἁγίας ἑορτῆς παρουσία τὴν ἀκολουθίαν ἡμῖν διέκοψεν. Οὐδὲ γὰρ ἦν εὔλογον τὸν σταυρὸν ἡμᾶς ἑορτάζοντας τοῦ Δεσπότου, περὶ ἕτερα ἡμῖν τὴν διδασκαλίαν γίνεσθαι· ἀλλ’ ἐχρῆν καθ· ἕκαστον καιρὸν τὴν ἁρμόττουσαν ὑμῖν παρατιθέναι τράπεζαν. Διὰ τοι τοῦτο ἡνίκα ἡ τῆς παραδόσεως ἔφθασεν ἡμέρα, τὴν ἀκολουθίαν διατεμόντες τῆς διδασκαλίας, τοῦ κατεπείγοντος γενόμενοι, ἐπὶ τὸν προδότην τὴν γλῶτταν ἐπαφήκαμεν, καὶ πάλιν τὰ κατὰ τὸν σταυρὸν ὑμῖν εἰς μέσον προεθήκαμεν. Εἶτα ἀναστάσεως ἡμέρας καταλαβούσης, ἀναγκαῖον ἦν τὰ περὶ τῆς ἀναστάσεως τοῦ Δεσπότου διδάξαι τὴν ὑμετέραν ἀγάπην, καὶ πάλιν ἐν ταῖς ἐφεξῆς ἡμέραις τῆς ἀναστάσεως τὴν ἀπόδειξιν ὑμῖν παρασχεῖν διὰ τῶν μετὰ ταῦτα γεγενημένων θαυμάτων, ὅτε καὶ τῶν Πράξεων τῶν ἀποστολικῶν ἐπιλαβόμενοι, ἐκεῖθεν, ὑμῖν συνεχῆ τὴν ἑστίασιν παρεθήκαμεν, πολλὴν τὴν παραίνεσιν καθ’ ἑκάστην πρὸς τοὺς νεωστὶ τῆς χάριτος ἀξιωθέντας ποιησάμενοι. Νῦν οὖν ἀναγκαῖον τοῦ χρέους ὑμᾶς ὑπομνῆσαι, καὶ τότε τὴν ἔκτισιν ποιήσασθαι. Εἰ γὰρ καὶ αὐτοὶ διὰ τὸ ὑπὸ πολλῶν περιέλκεσθαι φροντίδων οὐδὲ ἴστε τοῦ χρέους τὴν φύσιν, ἅτε καὶ γυναικὸς φροντίδα ἔχοντες, καὶ παίδων ἐπιμελούμενοι, καὶ καὶ ὑπὲρ τῆς καθημερινῆς τροφῆς σπουδάζοντές, καὶ ἑτέραις πολλαῖς βιωτικαῖς περιελκόμενοι φροντίσιν· ἀλλ’ ὑμεῖς ὑπ’ οὐδενὸς τούτων ὀχλούμενοι, καὶ τοῦ χρέους ὑμᾶς ὑπομιμνήσκομεν, καὶ πρὸς τὴν ἀπόδοσιν παρασκευαζόμεθα. Καὶ μὴ θαυμάσητε, εἰ τοσαύτην εὐγνωμοσύνην ἐπιδεικνύμεθα. Ἀπ’ ἐναντίας γὰρ ταῖς αἰσθητοῖς χρήμασιν ἐστι τούτου τοῦ χρέους ἡ φύσις. Ἐκεῖ μὲν γὰρ οὐκ ἂν ποτε ταχέως ὁ ὀφείλων τοσαύτην εὐγνωμοσύνῃ ἐπιδείξηται, εἰδὼς ὅτι τὸ καταθεῖναι τὰ ὀφειλόμενα αὐτῷ μὲν ἐλαττοῖ τὴν οὐσίαν, τῷ δὲ λαμβάνοντι αὔξει τὴν περιουσίαν· ἐπὶ δὲ τοῦ χρέους τούτου τοῦ πνευματικοῦ τοιοῦτον οὐδέν· ἀλλὰ ταύτῃ μᾶλλον καὶ ὁ ὀφείλων καταθεὶς πολλῷ πλέον εὐπορώτερος ἔσται, καὶ τοῖς λαμβάνουσι μείζων ἡ εὐπορία. Διὰ τοῦτο ἐπ’ ἐκείνων μὲν πολλὴ ἡ ἀγνωμοσύνη γίνεται· ἐνταῦθα δὲ ἑκατέροις πολὺ τὸ κέρδος, καὶ τῷ κατὰ τιθέντι, καὶ τοῖς ὑποδεχομένοις. Ὅπερ καὶ ἐπὶ τῆς ἀγάπης παρῄνεσεν ὁ μακάριος Παῦλος λέγων. «Μηδενὶ μηδὲν ὀφείλητε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν»· δεικνὺς ὅτι τοῦτο τὸ χρέος ἀεὶ μὲν καταβάλλεσθαι λέγεται, μηδέποτε δὲ παύεσθαι. Μήτε ὑμᾶς ἀμελεῖν δεῖ πρὸς τὴν ὑποδοχὴν παρασκευαζομένους· τοῦτο γὰρ καὶ ἡμᾶς τοὺς καταβάλλοντας εὐπορωτέροις καθίστησι, καὶ ὑμῖν πλείονος ὠφελείας ὑπόθεσις γενήσεται. Ἐπεὶ οὖν τοιαύτη τούτου τοῦ χρέους ἡ φύσις, καὶ ὅσῳ ἂν καταβάλλωμεν, τοσούτῳ μᾶλλον τῇ πλείονι καταβολῇ τὴν ἑαυτῶν περιουσίαν αὔξομεν, φέρε δὴ λοιπὸν διδάξωμεν ὑμᾶς καὶ τοῦ χρέους τὴν ὑπόθεσιν, ἵνα καὶ αὐτοὶ προθυμότερον ὑποδέξησθε τὰ λεγόμενα, καὶ τὴν ἡμετέραν εὐγνωμοσύνην ἀποδειξάμενοι, ἀμείψησθε ἡμᾶς τῷ μετὰ σπουδῆς προσέχειν τοῖς λεγομένοις. Τὶ οὖν ἐστι τοῦ χρέους ἡ ὑπόθεσις; Ἴστε καὶ μέμνησθε, ὅτι τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγόντες, καὶ τὴν διὰ τὸν λιμὸν γενομένην αὐτῷ κάθοδον εἰς Αἰγύπτου, καὶ τῆς Σάρας τὴν ἁρπαγὴν τὴν ὑπὸ τοῦ Φαραὼ γεγενημένην καὶ τὴν τοῦ Θεοῦ κατ’ αὐτοῦ ἀγανάκτησιν, ἣν διὰ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐποιήσατο, καὶ κατ’ αὐτοῦ καὶ κατὰ παντὸς τοῦ οἴκου αὐτοῦ, παρασκευάσας μετὰ πολλῆς τῆς περιφανείας τὴν ἀπὸ τῆς Αἰγύπτου ἐπάνοδον ποιήσασθαι τὸν πατριάρχην· «Ἐνετείλατο γάρ, φησί, Φαραὼ ἀνδράσι, περὶ Ἄβραμ συμπροπέμψαι αὐτόν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ Λὼτ μετ’ αὐτοῦ». Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καί, ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μὲτ’ αὐτοῦ, εἰς τὴν ἔρημον ἐνταῦθα τὸν λόγον καταλύσαντες, τὰς μεταξὺ πάσας ἡμέρας εἰς τὴν περὶ τῶν κατεπειγόντων διδασκαλίαν αὐτὸν μετηγάγομεν. Διόπερ σήμερον ἀναγκαῖον τῆς ἀκολουθίας ἅψασθαι, καὶ καθάπερ σῶμα ἐν συνάψαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι τοῖς ἤδη λεχθεῖσιν· οὕτω γὰρ εὐσύνοπτος ὑμῖν γενήσεται ὁ τῆς διδασκαλίας λόγος. Ἀλλ’ ἵνα σαφέστερα ὑμῖν γένηται τὰ λεγόμενα, ἀκόλουθον ἂν εἴη καὶ αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀναγνωσθέντων προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. «Ἄβραμ δε, φησίν, ἦν πλούσιος σφόδρα κτήνεσιν, ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως βεφηλ, ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βεθὴλ καὶ ἀνὰ μέσον·Ἀγγαί, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ Ἄβραμ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ». Μὴ ἁπλῶς παραδράμωμεν τὰ ἀνεγνωσμένα, ἀλλὰ καταμάθωμεν σαφῶς τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲν ἡμῖν παρέργως διηγεῖται. Ἄβραμ δέ, φησίν, ἦν πλούσιος σφόδρα. Σκόπει πρῶτον αὐτὸ τοῦτο, ὅτι οὐχ ἁπλῶς ἐπεσημήνατο, οὐδὲ μάτην, οὐδὲ εἰκῆ νῦν πλούσιον αὐτὸν καλεῖ. Οὐδαμοῦ γὰρ ἑτέρωθι ἐμνημόνευσεν ὅτι πλούσιος ἥν, ἀλλὰ νῦν πρῶτον. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἵνα μάθῃς τῇς τοῦ Θεοῦ σοφίας τὸ εὐμήχανον, καὶ τῆς προνοίας, ἣν περὶ τὸν δίκαιον ἐποιεῖτο, τὴν ὑπερβάλλουσάν τε καὶ ἄπειρον δύναμιν. Ὁ γὰρ διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ τὴν ἀποδημίαν ποιησάμενος τὴν εἰς Αἴγυπτον, καὶ διὰ τὸ μὴ φέρειν τὴν ἐν τῇ Χαναναίᾳ στενοχωρίαν, ἀθρόον πλούσιος γέγονε, καὶ πλούσιος οὐχ ἁπλῶς, ἀλλὰ σφόδρα, καὶ οὐ κτήνεσι μόνον, ἀλλὰ καὶ ἀργυρίῳ καἰ χρυσίῳ,

β’. Εἶδες ὅση τοῦ Θεοῦ πρόνοια; Ἀπῆλθε λιμοῦ παραμυθίαν εὑρέσθαι, καὶ ἐπανῆλθεν οὐ τὸν λιμὸν μόνον παραμυθησάμενος, ἀλλὰ καὶ πλοῦτον πολὺν περιβαλλόμενος καὶ δόξαν ἄφατον, καὶ πᾶσι κατάδηλος γεγονώς, ὅστις ἦν· καὶ λοιπὸν καὶ οἱ τὴν Χαναναίαν οἰκοῦντες ἀκριβέστερον ἐμάνθανον τοῦ δικαίου τὴν ἀρετήν, ὁρῶντες οὕτως ἀθρόαν γεγενημένην τὴν μεταβολήν, καὶ τοσούτῳ πλούτῳ περιῤῥεόμενον τὸν ξένον, τὸν καθάπερ φυγάδα καὶ ἀλήτην εἰς τὴν Αἴγυπτον κατελθόντα. Καὶ ὅρα αὐτὸν οὐδὲ ὑπὸ τῆς πολλῆς εὐημερίας καὶ τῆς τοῦ πλούτου περιουσίας χαυνότερον γεγονότα, οὐδὲ ῥᾳθυμότερον, ἀλλὰ πάλιν εἰς ἐκεῖνον τὸν τόπον ἐπειγόμενον, ἔνθα καὶ πρότερον ἦν, πρὶν ἣ τὴν Αἴγυπτον καταλαβεῖν. «Ἦλθε γάρ, φησίν, εἰς τὴν ἔρημον ἕως τοῦ τόπου οὗ ἣν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, εἰς τὸν τόκον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν, καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ». Ἐννόει μοι πῶς ἦν ἡσυχίας ἐραστὴς καὶ ἀπραγμοσύνης, καὶ διηνεκῶς ἀνακείμενος τῇ πρὸς τὸ θεῖον θεραπείᾳ. Ἐκεῖνον γάρ, φησί, τὸν τόπον κατέλαβεν, ἔνθα ἦν πρότερον τὸ θυσιαστήριον οἰκοδομήσας, καὶ ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Θεοῦ, καὶ προλαβὼν ἤδη ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπλήρου τὸ παρὰ τοῦ Δαυῒδ εἰρημένον, ὅτι «Ἐξελεξάμην τὸ παραῤῥιπτεῖσθαι ἐκ τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἣ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν». Ἡ γὰρ ἐρημία διὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος τοῦ Θεοῦ προτιμοτέρα αὐτῷ ἐτύγχανε τῶν πόλεων. ᾜδει γάρ, ᾔδει ὅτι πόλεως μέγεθος οὐκ οἰκοδομημάτων ποιεῖ κάλλος, οὐδὲ οἰκητόρων πλῆθος, ἀλλ’ ἡ τῶν ἐνοικούντων ἀρετή, δι’ ἦν καὶ ἡ ἔρημος τῶν πόλεων τιμιωτέρα ἐτύγχανεν ὑπὸ τῆς τοῦ δικαίου ἀρετῆς κοσμουμένη, καὶ λαμπροτέρα τῆς οἰκουμένης φαινομένη. «Καὶ Λώτ, φησί, τῷ συμπορευομένῳ μετὰ Ἄβραμ ἦν καὶ πρόβατα, καὶ βόες, καὶ κτήνη· καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά, καὶ οὐκ ἡδύναντο κατοικεῖν ἅμα». Οὐ μόνον τῷ πατριάρχῃ τᾷ τῇς περιουσίας ηὔξετο, ἀλλὰ «Καὶ τῷ Λὼτ ἦν, φησί, πρόβατα καὶ βόες, καὶ κτήνη». Ἴσως τὸ μὲν αὐτός φιλότιμος ὥν, ἐδωρεῖτο τῷ ἀδελφιδῷ, τὰ δὲ καὶ ἕτεροι αὐτῷ παρεῖχον διὰ τὴν εἰς τὸν πατριάρχην τιμήν. «Καὶ οὐκ ἐχώρει αὐτούς, φησίν, ἡ γῇ, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά»· Ὅρα τὸ πλῆθος τῆς περιουσίας εὐθέως διαστάσεως αἴτιον γινόμενον καὶ τὴν διαίρεσιν ἐργαζόμενον, καὶ τὴν ὁμόνοιαν διακόπτον, καὶ τῆς συγγενείας τὸν σύνδεσμον διαιροῦν. «Καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Ἄβραμ, καὶ ἀνὰ μέσον τῶν ποιμένων τοῦ Λώτ. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν». Σκόπει πῶς οἱ προσήκοντες τὴν ἀρχὴν τῆς διαστάσεως ἀργάζονται. Ἐντεῦθεν γὰρ ἀεὶ παντὶ φύεται τὰ κακὰ ἀπὸ τῆς τῶν οἰκείων μοχθηρίας. «Ἐγένετο γάρ, φησί, μάχη ἀνὰ μέσον τῶν ποιμένων. Οὗτοί εἰσιν οἱ τῆς διαιρέσεως τὴν ἀφορμὴν παρέχοντες, οἱ τὴν ὁμόνοιαν διασπῶντες, οἱ πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδεικνύμενοι. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν». Τίνος ἕνεκεν ἡμῖν τοῦτο ἐπεσημήνατο; Ἐπειδὴ εἶπεν, ὅτι «Οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα», τὴν αἰτίαν ἡμᾶς διδάξαι ἠθέλησεν ἡ θεῖα Γραφή, ὅτι διὰ τοῦτο αὐτοὺς οὐκ ἐχώρει, ἐπειδὴ ἔτι προκατείχετο ὑπὸ τούτων τῶν ἐθνῶν. Ἀλλ’ ἴδωμεν τοῦ πατριάρχου τὴν φιλόθεον γνώμην, ὅπως καταστέλλει τὴν μέλλουσαν ἐξάπτεσθαι πυρὰν διὰ τῆς οἰκείας ἐπιεικείας. «Εἶπε δέ, φησίν, Ἄβραμ τῷ Λώτ· Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σου, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ τῶν, ποιμένων σου, ὅτι ἀδελφοὶ ἡμεῖς ἐσμεν». Ὅρα ταπεινοφροσύνης, ὑπερβολήν, ὅρα φιλοσοφίας ὕψος. Ὁ γέρων, ὁ πρεσβύτης τὸν νέον, τὸν ἀδελφιδοῦν ἀδελφὸν προσαγορεύει, καὶ εἰς τὴν αὐτὴν αὐτῷ τιμὴν ἀνάγει, καὶ οὐδὲν ἑαυτῷ πλέον νέμει· ἀλλὰ φησι, «Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου». Οὐδὲ γὰρ ἂν εἴη, φησίν, εὔλογον τοῦτο γενέσθαι, ἐπειδὴ ἀδελφοὶ ἐσμεν, Εἶδες ἀποστολικὸν νόμον αὐτὸν πληροῦντα, τὸν λέγοντα· «Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν. Διὰ τὶ οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τὶ οὐ μᾶλλον ἀποστερεῖσθε; Ἀλλ’ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς». Ταῦτα πάντα διὰ τῶν ἔργων πληρῶν ὁ πατριάρχης φησί· «Μὴ ἔστω μάχη ἀνὰ μέσον τῶν ποιμένων μου, καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν». Τὶ ταύτης τῆς ψυχῆς εἰρηνικώτερον γένοιτ’ ἄν; Ἆρα οὐ μάτην οὐδὲ εἰκῆ ἐν προοιμίοις ἔλεγον, ὅτι διὰ τὸ ἡσυχίας ἐρᾷν καὶ ἀπραγμοσύνης, διὰ τοῦτο τὴν ἐρημίαν τῆς οἰκουμένης προετίμα. Ὅρα γὰρ αὐτὸν καὶ νῦν, ἐπειδὴ ὅλως εἶδε τοὺς ποιμένας διαπληκτιζομένους, πῶς ἐξ ἀρχῆς εὐθέως πειρᾶται καταστεῖλαι τὴν μέλλουσαν ἐξάπτεσθαι πυράν, καὶ παύει τὴν φιλονεικίαν. Ἔδει γὰρ αὐτὸν πᾶσι τοῖς τὴν Παλαιστίνην οἰκοῦσι διδάσκαλον φιλοσοφίας ἀφιγμένον μηδεμίαν παρέχειν ἀφορμήν, μηδὲ λαβὴν δοῦναι, ἀλλὰ διὰ τῆς τῶν τρόπων ἐπιεικείας σάλπιγγος λαμπρότερον πάντας αὐτοὺς παιδεῦσαι, καὶ μιμητὰς καταστῆσαι τῆς οἰκείας ἀρετῆς. «Μὴ ἔστω φησί, μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν». Πολλὴ τῶν ῥημάτων ἡ ἐπιείκεια, «Ἀνὰ μέσον ἐμοῦ καὶ σου».

γ’. Σκόπει πῶς ἐξ ἰσοτιμίας αὐτῷ διαλέγεται· καίτοι τὰ τῆς μάχης οὐχ ἑτέρωθεν οἶμαι τὴν ἀρχὴν ἐσχηκέναι, ἣ ἀπὸ τοῦ τοὺς ποιμένας τοῦ πατριάρχου μὴ συγχωρεῖν ἐκείνοις τῆς αὐτῆς αὐτοῖς ἀδείας ἀπολαύειν. Ἀλλ’ ὁ δίκαιος ἐπιεικῶς πάντα ποιεῖ, δεικνὺς τῆς οἰκείας φιλοσοφίας τὴν ὑπερβολήν, καὶ παιδεύων οὐ τοὺς τότε παρόντας μόνον, ἀλλὰ καὶ πάντας τοὺς ἑξῆς, μηδέποτε πρὸς τοὺς πλησίον διαπληκτίζεσθαι τοὺς ἡμῖν διαφέροντας,. Ἡ γὰρ ἐκείνων φιλονεικία ἡμῖν πολλὴν προστρίβεται τὴν ἀδοξίαν, καὶ οὐδὲν ἐκείνοις λογιεῖται τὰ γινόμενα, ἀλλ’ εἰς ἡμᾶς ἀνατρέχει τὰ τῆς μέμψεως. Ποῦ οὖν εὔλογον ἀνθρώπους ἀδελφοὺς ὄντας, καὶ τῆς αὐτῇς φύσεως τυγχάνοντας, καὶ τῆς αὐτῆς συγγενείας, καὶ παροικεῖν ἐνταῦθα μέλλοντας, εἰς τοσαύτην ἐμπίπτειν φιλονεικίαν, ὀφείλοντας ἐπιεικείας, καὶ πραΰτητος, καὶ φιλοσοφίας ἁπάσης διδασκάλους καθίστασθαι τούτοις πᾶσιν; Ἀκουέτωσαν ταῦτα οἱ νομίζοντες ἔξω τυγχάνειν ἐγκλημάτων, ἐπειδὰν τοὺς αὐτοῖς προσήκοντας περιορῶσι διὰ τὴν πρὸς αὐτοὺς οἰκειότητα ἁρπάζοντας, πλεονεκτοῦντας, μυρία κακὰ διατιθέντας,καὶ ἐν πόλεσι, καὶ ἐν ἀγροῖς, τοὺς αὐτοῖς γειτνιῶντας, καὶ παρασπωμένους τοῦ μὲν τὸν ἀγρόν, τοῦ δὲ τὴν οἰκίαν, καὶ ταύτῃ πλείονα μᾶλλον τὴν εὔνοιαν περὶ αὐτοὺς ἐπιδεικνύμενοι. Εἰ γὰρ καὶ ἑτέρου τὸ τῆς ἀδικίας ἔργον ἦν, ἀλλ’ αὐτὸς ἐκοινώνησας τοῦ πράγματος, οὐ μόνον τῷ ἐφήδεσθαι τῷ γεγενημένῳ, καὶ νομίζειν ἐκ τούτου σοι τὴν οὐσίαν αὔξεσθαι, καὶ τὴν περιουσίαν πλείονα γενέσθαι, ἀλλὰ καὶ τῷ μὴ κωλῦσαι μέλλουσαν τὴν ἀδικίαν εἰς ἔργον ἐκβαίνειν. Ὁ γὰρ δυνάμενος κωλῦσαι τὸν ἀδικοῦντα, καὶ μὴ τοῦτο ποιῶν, οὐκ ἔλαττον τοῦ ἀδικοῦντος τὰς εὐθύνας ὑφέξει. Μὴ τοίνυν ἀπατῶμεν ἑαυτούς, παρακαλῶ, ἀλλὰ καὶ αὐτοὶ φεύγωμεν τὰς ἅρπαγάς, τὰς πλεονεξίας, καὶ τὸ ἐκ τῶν τοιούτων αὔξειν ἡμῖν τὴν περιουσίαν, καὶ τοὺς ἡμῖν προσήκοντας παιδεύωμεν μηδὲν τοιοῦτο ἐργάζεσθαι. Οὐδὲ γὰρ ἀνευθύνους ἡμᾶς τοῦτο ἀφίησιν, ἀλλὰ πλείονα τὴν κατάκρισιν ἐργάζεται· πρὸς γὰρ τὴν ἡμετέραν ἀρέσκειαν ἐκεῖνοι τὴν ἑαυτῶν προδιδόντες σωτηρίαν, τὴν ἀδικίαν τολμῶσι, μετὰ τῇ ἑαυτῶν ἀπωλείας καὶ ἡμᾶς συγκατασπῶντες. Εἰ δὲ βουλόμεθα νήφειν, καὶ αὐτοὶ τῆς ἐντεῦθεν λύμης ἀπαλλαγησόμεθα, κἀκείνους ἀποστήσομεν τῆς κακῆς ἐπιχειρήσεως. Καὶ μὴ μοι λέγε τὰ ψυχρὰ ἐκεῖνα ῥήματα. Οὐδὲν μοι μέλει. Μὴ γὰρ ἐγὼ παρεσπασάμην; Οὐδὲν οἶδα· ἕτερος εἰργάσατο, οὐκ ἐκοινώνησα τῆς ἀδικίας. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ βούλει δεῖξαι ὅτι οὐκ ἐκοινώνησας τῆς ἀδικίας, καὶ οὐ συνέπραξας, καὶ τῆς πλεονεξίας οὐ γέγονας ἐργάτης, διορθῶσαι τὸ γεγονός, παραμύθησαι τὸν ἠδικημένον, ἀπόδος τὰ ἀφαιρεθέντα. Οὕτω γὰρ καὶ σαυτὸν ἐλευθερώσεις ἐγκλημάτων, καὶ τὸν ἠδικηκότα διορθώσῃ, δείξας ὡς οὐ κατὰ γνώμην σου τὰ παρ’ αὐτοῦ πέπρακται, καὶ τὸν πένητα παρακαλέσας οὐκ ἀφήσεις ὑπὸ τῆς ἀθυμίας καταποθῆναι, ἦν διὰ τὴν ἀφαίρεσιν ὑφίστασθαι Ἔμελλε. «Μὴ ἔστω, φησί, μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σου, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν». Εἶδες πραΰτητα· εἶδες ἐπιείκειαν; Ἄκουε τῶν ἑξῆς, ἵνα μάθῃς αὐτοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολήν. Πῶς οὖν τὰ τῆς μάχης λύσιν λαδή, καὶ σβεσθῇ τὰ τῇς φιλονεικίας; «Ἰδοὺ πᾶσα ἡ γῆ, φησίν, ἐναντίον σου ἐστί. Διαχωρίσθητι ἀπ’ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά». Σκόπει τοῦ δικαίου τὴν φιλοσοφίαν καὶ τῆς ταπεινοφροσύνης τὴν ἐπίτασιν. Πρὸ δὲ τούτων ἐννόει μοι, ἀγαπητέ, ὅση οὐ πλούτου ἡ λύμῃ, καὶ τῆς περιουσίας τῆς πολλῆς ἡ διαφορά. Ηὐξήθη τὰ ποίμνια, προσεγένετο πλοῦτος πολύς, καὶ εὐθέως διακόπτεται ἡ ὁμόνοια· καὶ ἔνθα ἣν ἡ εἰρήνη καὶ ὁ σύνδεσμος τῆς ἀγάπης, ἐκεῖ μάχη καὶ φιλονεικία. Ὅπου γὰρ τὸ ἐμὸν καὶ τὸ σόν, ἐκεῖ πᾶσα μάχης ἰδέα, καὶ φιλονεικίας ὑπόθεσις· ἔνθα δὲ τοῦτο μὴ ᾗ, τὰ τῆς ὁμονοίας καὶ τὰ τῆς εἰρήνης μετὰ πάσης ἀκριβείας πολιτεύεται. Καὶ ἵνα μάθῃς, ἄκουε τὶ φησὶν ὁ μακάριος Λουκᾶς περὶ τῶν ἐξ ἀρχῆς τῇ πίστει προσιόντων,· «Ἦν, φησί,, πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία»· οὐκ ἐπειδὴ ψυχὴν μίαν εἶχον πάντες (πῶς γὰρ ἐν διαφόροις σώμασιν ὄντες, ἀλλὰ τὴν ἐπιτεταμένην ὁμόνοιαν ἡμῖν δείκνυσι. Καὶ ἐξ μὴ σφόδρα μακρόθυμός τις ἣν ὁ δίκαιος καὶ φιλοσοφεῖν εἰδώς, καὶ ἐχαλέπηνεν ἄν, καὶ εἶπε πρὸς αὐτόν· τις ἡ τοσαύτη παροίνια ; Ὅλως γὰρ ἐτόλμησαν οἱ προσήκοντες σοι διᾶραι στόμα πρὸς τοὺς ἐμοὶ διαφέροντας; καὶ οὐκ ἐνενόησαν, ὅσον τὸ μέσον ἐστὶ μεταξὺ ἠμῶν; ; Πόθεν γὰρ σοι τὰ τῆς εὐπορίας ταύτης, γεγένηται; Οὐκ ἐκ τῆς ἐμῆς κηδεμονίας; Τις δὲ σε εἰς ἀνθρώπους ὀφθῆναι πεποίηκεν ; Οὐκ ἐγὼ ἀντὶ πάντων σοι γεγονώς, καὶ τὴν πατρὸς σοι χρείαν διὰ πάντων ἐπιδειξάμενος ; Ταύτας μοι τἀς ἀμοιβὰς ἀποδίδως τῆς πολλῆς περὶ σε θεραπείας; Ταῦτα ἐλπίζων πανταχοῦ σε μετ’ ἐμοῦ περιῆγον; Ἔστω, οὐδὲν τῶν ὑπηργμένων σοι παρ’ ἐμοῦ εἰς ἔννοιαν ἔλαβες· κἂν μοὺ γοῦν τὸ γῆρας αἰδεσθῆναί σε οὐκ ἐχρῆν, καὶ τιμῆσαι τἀς πολιὰς τὰς ἐμάς; Ἀλλὰ περιεῖδες τοὺς ποιμένας τοὺς σοὺς ἐμπαροινοῦντας τοῖς ἐμοῖς ποιμέσιν, οὐκ εἰδὼς ὅτι ὥσπερ ἡ εἳς ἐκείνους ὕβρις εἳς ἐμὲ διαβαίνει, οὕτω καὶ ἡ ἐκείνων προπέτεια εἳς σε τὴν ἀναφορὰν ἔχει.

δ’. Ἀλλ’ οὐδὲν τούτων ὁ δίκαιος οὔτε εἳς διάνοιαν λαβεῖν κατεδέξατο, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, ἑνὸς γίνεται μόνου, ὅπως καὶ τὴν μέλλουσαν ἐξάπτεσθαι φιλονεικίαν κατάσβεση, καὶ τὸν χωρισμὸν ἀλύπως ἐπινοήσας πάσης ταραχῆς ἐκτὸς ποιήσῃ τὴν οἰκίαν. Οὐκ ἰδού, φησί, πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; Διαχωρίσθητι ἀπ’ ἐμοῦ· εἰ σὺ εἳς δεξιά, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἲς ἀριστερά, ἐγὼ εἳς δεξιά. Ὅρα τὴν ἐπιείκειαν τοῦ δικαίου. Δεικνὺς γὰρ αὐτῷ διὰ τῶν πραγμάτων, ὅτι οὐχ ἑκὼν τοῦτο ποιεῖ, οὐδὲ βουλόμενος αὐτὸν χωρισθῆναι, ἀλλὰ διὰ τὴν τῆς φιλονεικίας ἀνάγκην, καὶ ὥστε μὴ διηνεκῆ τὸν πόλεμον εἶναι ἐν τῇ οἰκίᾳ, σκόπει πῶς διὰ τῶν λόγων , καταπραΰνει αὐτοῦ τὴν φλεγμονὴν, καὶ αὐτῷ πᾶσαν τὴν ἐξουσίαν δίδωσι τῆς ἐκλογῆς, καὶ προτίθησιν αὐτῷ τὴν γῆν ἅπασαν, καὶ φησίν. «Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου; Ἣν ἂν βούλῃ, ἐλοῦ, κἀγὼ ἐκείνην καταδέξομαι μετὰ πολλῆς τῆς ἡδονῆς, ἣν ἂν αὐτὸς καταλίπῃς. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία. Διὰ πάντων ἀνεπαχθὴς βούλεται γενέσθαι τῷ ἀδελφιδῷ. Ἐπειδὴ γάρ, φησίν, ὅπερ οὐκ ἐβουλόμην, τοῦτο γίνεται, καὶ ἵνα τὰ τῆς φιλονεικίας παυθῇ τὸν χωρισμὸν ἀνάγκη συμβῆναι· διὰ τοῦτό σε κύριον καθίστημι τῆς αἱρέσεως, καὶ τὴν ἐξουσίαν σοι πᾶσαν δίδωμι, ἵνα ἦν ἂν νομίσῃς εἶναι τιμιωτέραν γῆν, ἐκείνην ἑλόμενος, τὴν λοιπὴν ἐμοὶ καταλίπῃς. Ἆρα ἂν τοῦτο ποιῆσαί ποτὲ τις κατεδέξατο πρὸς ὁμήλικα ἀδελφόν, ὅπερ ὁ πατριάρχης πρὸς τὸν ἀδελφιδοῦν ἐπεδείξατο; Εἲ γὰρ καὶ αὐτὸς προλαβὼν τὴν ἐκλογὴν ποιησάμενος, καὶ τὰ πρωτεῖα λαβὼν παρεχώρησεν ἐκείνῳ τἂ ὑπολειφθέντα, οὐχὶ καὶ οὕτω μέγα ἦν τὸ παρ’ αὐτοῦ γινόμενον ; Ἀλλ’ ὅμως βουλόμενος καὶ τῆς ἀρετῆς δεῖξαι τὴν Ὑπερβολήν, καὶ τοῦ νέου τὴν ἐπιθυμίαν ἐμπλῆσαι, ὥστε μηδεμίαν ἀπὸ τοῦ χωρισμοῦ γενέσθαι λύπης ἀφορμήν, αὐτῷ προθεὶς ἅπασαν τὴν ἐξουσίαν, φησὶν Ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου»· διαχωρίσθητι ἀπ’ ἐμοῦ, καὶ οἵαν ἂν βούλῃ ἐλοῦ. Δέον τοίνυν τὸν ἀδελφιδοῦν τοσαύτης ἐπιεικείας πειραθέντα ἀντιτιμῆσαι τὸν πατριάρχην, καὶ μᾶλλον αὐτὸν αὐτῷ παραχωρῆσαι τῆς αἱρέσεως τὴν ἐκλογήν. Εἰώθαμεν γὰρ πῶς ἅπαντες οἱ ἄνθρωποι, ἐπειδὰν ἀντιτείνοντας μὲν ἴδωμεν τοὺς μέλλοντας πρὸς ἡμᾶς τὶ διερευνᾶσθαι καὶ φιλονεικοῦντας τοῖς πρωτείοις ἐπιπηδᾷν , μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, μηδὲ ἐνδιδόναι αὐτοῖς· ὅταν δὲ παραχωροῦντας θεασώμεθα, καὶ καθυφειμένοις ῥήμασι τὴν ἐξουσίαν ἅπασαν ἡμῖν ἐπιτρέποντας, ὥσπερ αἰδούμενοι τὴν πολλὴν ἐπιείκειαν, καὶ τῆς φιλονεικίας ἀφιστάμεθα, καὶ πάλιν ἀντιστρέφοντες πᾶσαν τὴν ἐξουσίαν παραχωροῦμεν, κἂν ἐλάττων εἶναι δοκῇ ὁ πρὸς ἡμᾶς διερευνώμενος. Ὀφείλων τοίνυν καὶ ὁ Λὼτ ἐπὶ τοῦ πατριάρχου τοῦτο διαπράξασθαι, καθάπερ νεοστός, καὶ ὑπὸ τῆς τοῦ πλείονος ἐπιθυμίας ἐξελκόμενος, τοῖς πρωτείοις ἐπιπηδᾷ, ὡς ἐνόμιζε, καὶ τὴν ἐκλογὴν ποιεῖται, «Καὶ ἐπάρας, φησί, Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἶδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα. Καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ».Εἶδες τῆς ἀρετῆς τοῦ δικαίου τὴν ὑπερβολήν, ὅπως οὐ συνεχώρησεν οὐδὲ βλαστῆσαι τὴν ῥίζαν τῆς κακίας, ἀλλ’ εὐθέως καὶ τὰ μέλλοντα φύεσθαι κάτωθεν ἐξέτεμε καὶ ἠφάνισε· πολλῇ τῇ ἐπιεικείᾳ χρησάμενος, καὶ δι’ ἀρετὴν τῶν ἄλλων ὑπεροψίαν ἄφατον ἐπιδειξάμενος, καὶ δεικνὺς ἅπασιν ὅπως πάσης αὐτῷ περιουσίας προτιμοτέρα τυγχάνει ἡ εἰρήνη, καὶ τὸ φιλονεικίας ἀπηλλάχθαι; Ἵνα γὰρ μὴ τις καταγνῷ τοῦ δικαίου ὡς ἀγνώμονος γενομένου περὶ τὸν Λώτ, καὶ ὅτι οἴκοθεν αὐτὸν ἀναστήσας, καὶ ἀγαγὼν ἐπὶ τῆς ἀλλοτρίας, ἐκβάλλει τῆς οἰκίας, μηδὲ νομίσῃ τις ἀπεχθείας αὐτὸν ἕνεκεν ταῦτα ἐργάζεσθαι, ἀλλὰ μάθωμεν ἅπαντες, ὅτι εἰρήνης ἀπεχόμενος ταῦτα ποιεῖ, διὰ τοῦτο καὶ τὴν ἐκλογὴν αὐτῷ παρεχώρησε, καὶ τὰ πρωτεῖα ἐκείνου ἑλομένου οὐκ ἐδυσχέρανεν, ἵνα πάντες εἰδέναι ἔχωμεν τῆς τοῦ δικαίου γνώμης τὸ φιλάγαθον, καὶ τῆς εἰρηνικῆς αὐτοῦ ψυχῆς τὸν σκοπόν. Ἄλλως δὲ καὶ ἕτερόν τι μυστήριον ἦν προοικονομούμενον ὥστε πολλὰ κατ’ αὐτὸν γενέσθαι, καὶ τὸν Λὼτ διὰ τῶν πραγμάτων παιδευθῆναι, ὡς οὐ δεόντως τὴν ἐκλογὴν ποιήσατο, καὶ τοὺς ἐν Σοδόμοις μαθεῖν τοῦ Λὼτ τὴν ἀρετήν, καὶ τοῦ χωρισμοῦ γενομένου, τὴν ἐπαγγελίαν τὴν εἰς τὸν πατριάρχην γεγενημένην εἰς ἔργον ἐκβῆναι, τὴν λέγουσαν· «Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην»· καί, ταῦτα κατὰ μικρὸν προϊόντες ὀψόμεθα, τῆς θείας Γραφῆς ἡμῖν ἅπαντα κατάδηλα ποιούσης. «Καὶ Ἄβραμ φησί, παρῴκησεν ἐν γῇ Χαναᾶν· Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα». Ὁρᾷς τὸν Λὼτ πρὸς τὴν τῆς γῆς φύσιν μόνον ἀπιδόντα, καὶ οὐ σκοπούμενον τῶν ἐνοικούντων τὴν πονηρίαν; Τὶ γὰρ ὄφελος, εἰπὲ μοι, γῆς ἐπιτηδειότης καὶ καρπῶν εὐφορία, ὅταν οἱ ἐνοικοῦντες ὦσί μοχθηροὶ τὸν τρόπον; Τὶ δὲ βλάβος ἀπ’ ἐρημίας ἂν γένοιτο καὶ γῆς φαυλοτάτης, ὅταν οἱ ἐνοικοῦντες ὦσιν ἐπιεικέστεροι; Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν ἡ τῶν ἐνοικούντων ἐστὶν εὐγνωμοσύνη. Ἀλλ’ ὁ Λὼτ πρὸς ἓν μόνον εἶδε, τῆς γῆς τὴν εὐφορίαν. Διὰ τοῦτο ἡ Γραφὴ σημᾶναι ἡμῖν βουλομένη τῶν αὐτόθι οἰκούντων τὴν πονηρίαν, φησίν· «Οἱ δὲ ἄνθρωποι οἱ ἐκ Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα». Οὐ μόνον, φησί, Πονηροί, ἀλλὰ Καὶ ἁμαρτωλοί, καὶ οὐχ ἁπλῶς Ἁμαρτωλοί, ἀλλὰ καὶ Ἐναντίον τοῦ Θεοῦ, τοῦτ’ ἔστι, πολλὴ τῶν ἁμαρτημάτων αὐτῶν ἡ ἐπίτασις, καὶ ὑπερβάλλουσα αὐτῶν ἡ πονηρία· δι’ ὃ καὶ ἐπήγαγεν· «Ἐναντίον τοῦ Θεοῦ σφόδρα». Εἶδες κακίας μέγεθος; Εἶδες ὅσον ἐστὶ κακὸν τὸ τοῖς πρωτείοις ἐπιπηδᾷν, καὶ τὸ μὴ συμφέρον σκοπεῖν; Εἶδες ὅσον ἐστὶν ἐπιεικείᾳ, καὶ τὸ τῶν πρωτείων παραχωρεῖν, καὶ ἐλαττοῦσθαι; Ἰδοὺ γὰρ προϊούσης τῆς διδασκαλίας ὀψόμεθα τὸν μὲν τὰ πρῶτα ἐκλεξάμενον, οὐδεμίαν ἐκεῖθεν ὄνησιν προσλαμβάνοντα, τὸν δὲ ἐλάττονα ἑλόμενον, περιφανέστερον καθ’ ἑκάστην γινόμενον, καὶ διὰ πάντων αὐξανομένην αὐτοῦ τὴν εὐπορίαν, καὶ πᾶσι περίβλεπτον καθιστάμενον.

ε’. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν, τὴν διδασκαλίαν, μέχρι τούτου στήσαντες τὸν λόγον, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ λειπόμενα, ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, ὥστε ζηλῶσαι τὸν πατριάρχην, καὶ μηδέποτε τῶν πρωτείων ἐφίεσθαι, ἀλλὰ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέγοντι; «Τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ σπουδάζειν ἐν ἅπασιν ἐλαττοῦσθαι». Τοῦτο γὰρ ἐστι τὸ τὰ πρωτεῖα ἔχειν, καθάπερ καὶ ὁ Χριστὸς φησίν· «Ὁ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται». Τὶ οὖν ἂν εἴη τούτου ἴσον ὅταν δι’ ὢν ἑτέροις τῶν πρωτείων παραχωροῦμεν, αὐτοὶ μείζονος ἀπολαύωμεν τῆς τιμῆς, καὶ δι’ ὢν ἑτέρους προτιμῶμεν, ἑαυτοὺς εἰς τὴν ἀνωτάτω τιμὴν ἀνάγωμεν; Τοῦτο τοίνυν, παρακαλῶ, σπουδάζωμεν, ὥστε μιμεῖσθαι τοῦ πατριάρχου τὴν ταπεινοφροσύνην, καὶ κατ’ ἴχνος τούτου τοῦ πρὸ τοῦ νόμου τὴν τοιαύτην ἐπιδειξαμένου φιλοσοφίαν ἡμεῖς οἱ ἐν τῇ χάριτι πορευώμεθα. Ταπεινοφροσύνη γὰρ ἀληθῶς αὕτη ἐστίν, ἥνπερ ὁ θαυμάσιος οὗτος ἀνὴρ ἐπεδείξατο περὶ τὸν πολὺ αὐτοῦ λειπόμενον, οὐ κατὰ τὸν τῆς ἀρετῆς λόγον μόνον, ἀλλὰ καὶ κατὰ τὴν ἡλικίαν καὶ τὰ ἀλλὰ πάντα. Ἐννόησον γὰρ ὅτι ὁ πρεσβύτης τῷ νέῳ παρεχώρησε, καὶ ὁ θεῖος τῷ ἀδελφιδῷ, καὶ ὁ τοσαύτης ἀπολαύων παρὰ τοῦ Θεοῦ εὐνοίας τῷ μηδὲν μηδέπω μέγα τι ἐπιδειξαμένῳ καὶ ἅπερ ἐχρῆν ἐκεῖνον εἰπεῖν, ὡς νέον πρὸς τὸν πρεσβύτην καὶ θεῖον ἑαυτοῦ, ταῦτα ὁ πατριάρχης πρὸς τὸν νέο ἔλεγε. Καὶ ἡμεῖς τοίνυν μὴ περὶ τοὺς ὑπερβεβηκότας ἡμᾶς, ἣ εἰς τοὺς ἴσους ἡμῖν τυγχάνοντας μόνον τὰ τῆς τιμῆς ἐπιδειξώμεθα. Τοῦτο γὰρ οὐκ ἂν εἴη ταπεινοφροσύνη· ὅταν γὰρ τις τὸ ἐξ ἀνάγκης ὀφειλόμενον ποιῇ, οὐ ταπεινοφροσύνη τοῦτο ἐστιν, ἀλλ’ ὀφειλή. Ἡ δὲ ἀληθὴς ταπεινοφροσύνη, ὅταν τοῖς ἐλάττοσιν εἶναι δοκοῦσι παραχωρῶμεν, καὶ ἐκείνους προτιμῶμεν τοὺς πολὺ καταδεεστέρους εἶναι νομιζομένους. Ἂν δέ, νήφωμεν, οὐδὲ ἐλάττους ἡμῶν εἶναί τινας νομίσομεν, ἀλλὰ πάντας ἀνθρώπους ὑπερβαίνειν ἡμᾶς. Καὶ τοῦτο λέγω, οὐ περὶ ἡμῶν τῶν μυρίοις ἁμαρτήμασι βεβαπτισμένων, ἀλλὰ κἂν μυρία τις ᾗ κατορθώματα ἑαυτῷ συνειδώς, μὴ τοῦτο δὲ λογίζοιτο καθ’ ἑαυτόν, ὅτι πάντων ἐστὶν ἔσχατος,οὐδὲν αὐτῷ ὄφελος ἂν γένοιτο τῶν τοσούτων κατορθωμάτων. Τοῦτο γὰρ ἐστι ταπεινοφροσύνῃ, ὅταν τις ἀφορμὰς ἔχων τοῦ ἐπαίρεσθαι, καταστέλλῃ ἑαυτὸν καὶ ταπεινοί, καὶ μετριάζῃ. Τότε γὰρ καὶ εἰς τὸ ἀληθὲς ὕψος ἀναχθήσεται, κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν τήν, λέγουσαν, ὅτι «Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». Σπουδάσωμεν τοίνυν, παρακαλῶ, πάντες τοῦ ὕψους ἐπιτυχεῖν τοῦ διὰ τῆς ταπεινοφροσύνης, ἵνα τῆς αὐτῆς τῷ δικαίῳ εὐνοίας ἀπολαύσωμεν παρὰ τοῦ Δεσπότου, καὶ τῶν ἀπόῤῥητών ἐκείνων ἀγαθῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν,



Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΔ’. «Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἂπ’ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρός, βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν».
Προηγούμενο: Ὁμιλία ΛΒ’.«Καὶ ὤφθη Κύριος τῷ· Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος