Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΛΕ’. «Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ. Ἀριὼχ βασιλεὺς Ἀλασάρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων»
Προηγούμενο: ΟΜΙΛΙΑ ΛΓ’. «Ἄβραμ δὲ ἦν, πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἐρήμων Βεθήλ, ἕως τοῦ τόπου, οὐ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθήλ, καὶ ἀνὰ μέσον Ἀγγαί, εἰς τὸν τόκον τοῦ θυσιαστηρίου, οὐ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

ΟΜΙΛΙΑ ΚΔ’. «Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἂπ’ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρός, βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν».

α’. Κατεμάθετε χθές, ἀγαπητοί, τοῦ πατριάρχου τὴν ὑπερβάλλουσαν ταπεινοφροσύνην, εἴδετε ἐπιεικείας ὑπερβολήν. Οὐδὲ γὰρ ἦν τὸ τυχὸν τὸ τὸν πρεσβύτην, τὸν τοσαῦτα εὐεργετηκότα, τὸν τοσαύτης ἀπολαύοντα τῆς εὐνοίας παρὰ τοῦ πάντων Δεσπότου, τοσαύτην ἐπιδείξασθαι περὶ τὸν νέον, τὸν ἀδελφιδοῦν, τὴν ἰσοτιμίαν, ὥστε καὶ τῶν πρωτείων αὐτῷ παραχωρῆσαι, καὶ τὰ ἐλάττονα ἑλέσθαι, καὶ πάντα καταδέξασθαι ὑπὲρ τοῦ τὸν πόλεμον ἀναστείλαι, καὶ τὴν τῆς φιλονεικίας ὑπόθεσιν ἑκποδὼν ποιῆσαι, Τοῦτον ἅπαντες ζηλοῦν σπουδάζωμεν, καὶ μηδέποτε κατὰ τῶν πλησίον ἐπαιρώμεθα, μηδὲ μέγα φρονῶμεν· ἀλλὰ πολλὴν τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενοι παραχωρῶμεν, καὶ ἐλαττοῦσθαι μᾶλλον σπεύδωμεν ἐν πράγμασι καὶ ἐν ῥήμασι, καὶ μήτε πρὸς τοὺς ἀδικοῦντας ἀπεχθανώμεθα, κάη εὐηργετημένοι τύχωσι παρ’ ἡμῶν ὄντες (τοῦτο γὰρ ἀρίστη φιλοσοφία), μήτε πρὸς τὰς ὕβρεις ἀγριαίνωμεν, κἂν ὑποδεέστεροι εἷεν οἱ πρὸς ἡμᾶς διαπληκτιζόμενοι, ἀλλὰ τῇ ἐπιεικείᾳ καὶ τῇ πραΰτητι τὸν θυμὸν καταστέλλωμεν.Οὐδὲν γὰρ ταύτης ἰσχυρότερον, οὐδὲν ταύτης δυνατώτερον. Αὕτη τὴν ἡμετέραν ψυχὴν ἐν διηνεκεῖ καθίστησι τῇ γαλήνῃ, καθάπερ ἐν λιμένι αὐτὴν ὁρμίζεσθαι παρασκευάζουσα, καὶ πάσης ἀναπαύσεως ὑπόθεσις ἡμῖν γινομένη. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν θείαν ἐκείνην διδασκαλίαν ποιούμενος ἔλεγε· «Μάθετε ἂπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Οὐδὲν γὰρ οὕτω τὴν ψυχὴν ἐν ἀναπαύσει καθίστησι καὶ πολλῇ τῇ ἡσυχίᾳ, ὡς πραότης καὶ ταπεινοφροσύνη. Τοῦτο παντὸς διαδήματος τιμιώτερον ἂν γένοιτο τῷ ταύτην κεκτημένῳ, τοῦτο πάσης περιφανείας καὶ δόξης λυσιτελέστερον. Τὶ γὰρ ἂν γένοιτο μακαριώτερον τοῦ ἀπηλλαγμένου τοῦ ἔνδοθεν τικτομένου πολέμου; Κἂν γὰρ μυριάκις εἰρήνης ἔξωθεν ἀπολαύωμεν καὶ θεραπείας, ἔνδοθεν οἱ τίκτηται ἡμῖν ἐκ τῆς τῶν λογισμῶν ταραχῆς θόρυβος καὶ ζάλη, οὕδεν ὄφελος τῆς ἔξωθεν εἰρήνης· ὥσπερ οὐδὲ πόλεώς τι ἐλεεινότερον, κἂν μυρία τις τείχη καὶ χαρακώματα αὐτὴν περιβάλλῃ, ἐκ δὲ τῶν ἔνδοθεν ἐνοικούντων τὴν προδοσίαν ὑπομένῃ. Τοῦτο τοίνυν, παρακαλῶ, πρὸ πάντων σπουδάζωμεν, ἀτάραχον ἔχειν τὴν ψυχήν,ἓν ἡσυχίᾳ αὐτὴν καθιστάναι, πάσης ἀηδίας ἀπηλλάχθαι, ἵνα καὶ αὐτοὶ πολλῆς τῆς ἀναπαύσεως ἀπολαύωμεν, καὶ τοῖς συγγινομένοις ἡμῖν προσηνεῖς γινώμεθα. Τοῦτο γὰρ μάλιστα γνώρισμα ἀνθρώπου τοῦ λόγῳ τετιμημένου, τὸ ἥμερον, τὸ ἐπιεικές, τὸ πρᾶον, τὸ ταπεινόν, τὸ ἥσυχον, τὸ μὴ καθάπερ ἀνδράποδον οὕτως ἕλκεσθαι καὶ σύρεσθαι, ἣ ὑπὸ ὀργῆς, ἣ ὑπὸ τῶν ἄλλων παθῶν, ἀλλὰ τῷ λογισμῷ περιγίνεσθαι τῶν ἔνδοθεν σκιρτημάτων, καὶ τὴν οἰκείαν διασῴζειν εὐγένειαν, καὶ μὴ διὰ ῥᾳθυμίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν θηριωδίαν. Καὶ ἵνα μάθῃς ὅση τῆς πραΰτητος καὶ τῆς ἐπιεικείας ἡ ἰσχύς, καὶ ὡς ἤρκεσεν αὕτη μόνη ἡ ἀρετὴ τὸν αὐτὴν μετὰ ἀκριβείας κατωρθωκότα τῶν ἀποῤῥήτων ἐκείνων ἐπαίνων ἀξιῶσαι, ἄκουε τοῦ μακαρίου Μωϋσέως τὴν ἀνακήρυξιν ἐντεῦθεν γινομένην, καὶ στέφανον αὐτῷ ἐκ ταύτης οὕτω πλεκόμενον. «Καὶ Μωσὴς ἦν, φησί, πραότατος πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς». Εἶδες ἐγκωμίου μέγεθος, ὃ πάσης αὐτὸν τῆς ἀνθρωπίνης φύσεως ἰσοστάσιον ἀπέφηνε, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους προέκρινε; Καὶ πάλιν περὶ τοῦ Δαυῒδ φησὶν ἡ Γραφή· «Μνήσθητι. Κύριε, τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ». Ἐντεῦθεν καὶ ὁ πατριάρχης πολλῷ πλείονα τὴν ἄνωθεν εὔνοιαν ἐπεσπάσατο, καὶ τὰ παρ’ ἑαυτοῦ εἰσενεγκών, τῶν μειζόνων ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ τοῦτο εἴσεσθε, ἐπειδὰν εἰς μέσον προθῶμεν ὑμῖν τὰ ἀκόλουθα τῶν χθὲς εἰρημένων, καὶ τὰ πρῶτον ἀναγνωσθέντα ἀναπτύξωμεν ἐπὶ τ· ἧς ὑμετέρας ἀγάπης. Ἐπειδὴ γὰρ πολλὴν ἐπιδειξάμενος τὴν ἐπιείκειαν παρεχώρησε τῷ Λὼτ τῶν πρωτείων, καὶ τῆς ἐκλογῆς αὐτῷ τὴν ἐξουσίαν δεδωκώς, εἵλετο προθύμως τὴν ἐλάττονα μερίδα ὑπὲρ τοῦ πᾶσαν ἑκποδὼν γενέσθαι φιλονεικίαν· ὅρα ὅσης ἀπολαύει παραχρῆμα παρὰ τοῦ Θεοῦ τῆς ς ἀμοιβῆς, καὶ ὅπως ἐκ πολλῆς τῇς περιουσίας μείζονος ἄξιοί τῆς ἀντιδόσεως τὸν πατριάρχην. «Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ὁ ἡμέτερος»· ἐπειδὰν ἴδῃ μικρὸν τὶ εἰσενεγκόντας ἡμᾶς, δαψιλεῖς ἡμῖν παρέχει τὰς παρ’ ἑαυτοῦ ἀμοιβάς, καὶ τοσαύτην ἐπιδείκνυται τὴν φιλοτιμίαν, ὡς πολλῷ τῷ μέτρῳ ὑπερακοντίσαι τὰ παρ’ ἡμῶν γεγονότα.

β’. Καὶ τοῦτο ἐφ’ ἑκάστῳ τῶν παρ’ ἡμῶν ἐπιτελουμένων εὑρήσει τις παρ’ αὐτοῦ γινόμενον. Τὶ γάρ, εἰπὲ μοι, δύο ὀβολῶν ἂν γένοιτο εὐτελέστερον; Ἀλλ’ ὅμως τὴν χήραν ἐκείνην, τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν, ἐξ ἐκείνου μέχρι τοῦ παρόντος εἰς πᾶσαν τὴν οἰκουμένην ἀνακηρύττεσθαι πεποίηκε. Καὶ τὶ λέγω δύο ὀβολούς; Κἂν ποτήριον ψυχροῦ τις δῷ, καὶ ὑπὲρ τούτῳ μεγάλας ὁρίζει τὰς ἀμοιβάς, ἀπὸ τῆς γνώμης ἀεὶ στεφάνων τοὺς τὴν ἀρετὴν κατορθοῦντας. Καὶ ἐπὶ τῆς προσεδρίας δὲ τῶν εὐχῶν τοῦτο ἴδοι τις ἂν παρ’ αὐτοῦ γινόμενον. Ἐὰν γὰρ ἴδῃ μετὰ θερμότητός τινα προσιόντα, εὐθέως ἐρεῖ πρὸς αὐτόν· «Ἔτι λαλοῦντός σου ἰδοὺ πάρειμι». Εἰ δὲ πλείονα τὴν προσεδρίαν ἐπιδείξηται, καὶ μετὰ πολλοῦ τοῦ πόθου καὶ ζεούσης τῆς προθυμίας τὰ τῆς αἰτήσεως φιλοτιμεῖται, καὶ πρὸ τῆς αἰτήσεως ἀνακηρύττει καὶ στεφάνου ὅπερ καὶ ἐπὶ τῆς Χαναναίας πεποίηκεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτῆς τὸν τόνον καὶ τὴν πολλὴν ἔνστασιν, πρότερον ἀνακηρύξας καὶ στεφανώσας, ὡς εἰπεῖν διὰ τῶν ἐγκωμίων, καὶ πάσῃ τῇ οἰκουμένη κατέδηλον αὐτὴν ποιήσας, τότε καὶ τὰ τῆς αἰτήσεως ἐφιλοτιμήσατο μετὰ πολλῆς τῆς δαψιλείας. Εἰπὼν γάρ, «Ὧ γύναι, μεγάλη σου ἡ πίστις», τότε ἐπήγαγε,«Γενηθήτω σοι ὡς θέλεις». Καὶ εἰ βουλοίμεθα ἕκαστον τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐκλέγειν, πανταχοῦ πολλὴν ὀψόμεθα τὴν φιλοτιμίαν τοῦ Δεσπότου. Ὅπερ ἀκριβῶς ὁ πατριάρχης ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ὁ τῶν ἐλαττόνων παραχωρήσας μειζόνων ἐπιτεύξεται, καθάπερ χθὲς ἠκούσατε, παρεχώρησε τῷ Λώτ, καὶ εἵλετο τὴν εὐτελεστέραν χώραν, ἵνα καὶ τῆς φιλονεικίας τὰς ἀφορμὰς περιέλῃ, καὶ τὴν οἰκείαν ἀρετὴν ἐπιδείξηται, καὶ ἐν εἰρήνῃ καταστήσῃ τὴν οἰκίαν ἅπασαν. Ἀλλ’ ἴδωμεν ἐκ τῶν προσφάτως ἀνεγνωσμένων, τινὰς λαμβάνει τὰς ἀμοιβὰς παρὰ τοῦ Δεσπότου ὑπὲρ τῆς τοσαύτης ἐπιεικείας. «Καὶ εἶπε, φησίν, ὁ Θεὸς Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ· Ἀναβλέψας σοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καί, λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος». Ὅρα τὸ τάχος τῆς τοῦ Θεοῦ προνοίας καὶ τῆς ἀμοιβῆς, ἧς περὶ τὸν δίκαιον ἐπιδείκνυται. Βουλομένη γὰρ ἡμᾶς διδάξαι ἡ θεῖα Γραφή, ὅσης ἀποδοχῆς ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ ὁ πατριάρχης ἐπὶ τῇ τοσαύτῃ ταπεινοφροσύνῃ, εἰποῦσα ὅτι διεχωρίσθη ὁ Λώτ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν, ἣν εἵλετο ὡς καλλιστεύουσαν, εὐθέως ἐπήγαγε· «Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἄβραμ». Εἶτα ἵνα μάθωμεν μετὰ ἀκριβείας ὅτι ὑπὲρ τῶν εἰς τὸν Λὼτ γεγενημένων ἀμειβόμενος αὐτὸν ταῦτά φησι, προσέθηκε· Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ· μονονουχὶ ταυτὶ πρὸς αὐτὸν φανερῶς λέγων τὰ ῥήματα· παρεχώρησας διὰ πολλὴν ἐπιείκειαν τῆς καλλιστευομένης χώρας τῷ ἀδελφιδῷ, καὶ τὴν ἄκραν ἐπεδείξω ταπεινοφροσύνην, καὶ τοσαύτην ἐποιήσω τῆς εἰρήνης τὴν πρόνοιαν, ὡς πάντα καταδέξασθαι ὑπὲρ τοῦ μηδεμίαν εἶναι ὑμῶν μεταξὺ φιλονεικίαν· διὰ τοῦτο λάμβανε παρ’ ἐμοῦ δαψιλεῖς τὰς ἀμοιβάς. «Ἀναβλέψας, φησί, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν ὅτι πᾶσαν τὴν γῆν, ἣν ς ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος». Εἶδες ἀντίδοσιν πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ’ αὐτοῦ γινομένα; Δι’ αὐτῶν τῶν ῥημάτων ἔρχεται ὁ φιλάνθρωπος Δεσπότης, δι’ ὧν καὶ ὁ πατριάρχης τὴν παραχώρησιν ἐποιήσατο. Καθάπερ γὰρ ἐκεῖνος Ἔλεγεν. «Οὐκ ἰδού, πᾶσα ἡ γῆ ἐναντίον σου; Διαχωρίσθητι ἂπ’ ἐμοῦ· εἰ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· οὕτω καὶ ὁ Δεσπότης φησίν· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου οὗ σὺ εἶ νῦν· ὅτι, πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος». Ἐνταῦθά μοι σκόπει τῆς φιλοτιμίας τὴν ὑπερβολήν. Σὺ μὲν γάρ, φησίν, αἵρεσιν δοὺς τὴν τῆς ἐκλογῆς, τὴν μὲν παρεχώρησας, ἥνπερ ἑλέσθαι ἐβουλήθη, τὴν δὲ ὑποληφθεῖσαν αὐτὸς κατεδέξω· ἐγὼ δὲ τοσαύτην ποιοῦμαι τὴν φιλοτιμίαν, ὡς πᾶσαν, τὴν γῆν τὴν ὑποπίπτουσαν τῇ τῶν σῶν ὀφθαλμῶν θέα ἐξ ἑκατέρων τῶν μερῶν, ἀπὸ ἄρκτου καὶ ἀπὸ μεσημβρίας, καὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ παραχωρήσειν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ «Καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος». Εἶδες ἀξίαν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν φιλοτιμίαν; Εἶδες ὅσων παραχωρήσας, ὅσων ἠξιώθη; Ἐντεῦθεν παιδευώμεθα πολλὴν ἐπιδείκνυσθαι δαψίλειαν περὶ τὴν ἐλεημοσύνην, ἵνα μικρὰ δόντες μεγάλων ἀξιωθῶμεν. Ποῦ γὰρ ἴσον εἰπὲ μοι, ἀργύριον βραχὺ δοῦναι, καὶ συγχώρησιν ἁμαρτημάτων κομίσασθαι; Θρέψαι πεινῶντα, καὶ παῤῥησίας ἀξιωθῆναι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ, καὶ ἀκοῦσαι τὰ τῆς βασιλείας ἀντάξια ῥήματα, «Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν»; Μὴ γὰρ ὁ σοὶ παρασχὼν τὴν τοσαύτην δαψίλειαν οὐκ κἀκείνου τὴν ἔνδειαν παραμυθήσασθαι; Ἀλλὰ διὰ τοῦτο ἀφίησιν αὐτὸν τῇ πενίᾳ τρύχεσθαι, ἵνα κἀκεῖνος τῆς ὑπομονῆς πολὺν κομίζηται τὸν μισθόν, καὶ σῦς τὴν ἀπὸ τῆς ἐλεημοσύνης σαυτῷ προαποθῇ τὴν παῤῥησίαν.

γ’. Εἶδες φιλανθρωπίαν Δεσπότου, πῶς ἅπαντα διὰ τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ; Ὅταν οὖν ἐννοήσῃς, ὅτι διὰ σε τὴν σὴν ὠφέλειαν ἐκεῖνος τῇ πενίᾳ προσπαλαίων λιμῷ διαφθείρεται, μὴ παρέλθῃς ἀνηλεῶς, ἀλλὰ γενοῦ πιστὸς οἰκονόμος τῶν παρὰ τοῦ Δεσπότου σοι παρασχεθέντων, ἵνα τὴν ἐκείνου ἔνδειαν παραμυθησάμενος πολλὴν ἐπισπάσῃ τὴν ἄνωθεν εὔνοιαν. Καὶ δόξασόν σου τὸν Δεσπότην, ὅτι διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν συνεχώρησεν ἐκεῖνον ἐν πενίᾳ διάγειν, ἵνα σὺ δυνηθῇς ὁδόν, εὑρεῖν, δι’ ἧς δυνήσῃ καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ τὰ παρὰ τοῦ Δεσπότου σοι παρασχεθέντα καλῶς οἰκονομήσας, τῶν ἐπαίνων ἐκείνων ἀξιωθῆναι τῶν πάντα λόγον καὶ διάνοιαν ὑπερβαινόντων. Ἀκούσῃ γάρ, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπ’ ὀλίγων ἧς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου». Ταῦτα ἐννοοῦντες, καθάπερ εὐεργέτας, καὶ τῆς σωτηρίας ἡμῖν τὰς ἀφορμὰς παρέχειν δυναμένους, οὕτως ὁρῶμεν τοὺς πένητας, καὶ μετὰ δαψιλείας καὶ ἱλαρᾶς τῆς προθυμίας παρέχωμεν, μηδέποτε ἀνανεύοντες περὶ τὴν δόσιν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας διαλεγόμενοι, καὶ πραότητα πολλὴν δεικνύμενοι, «Κλῖνον γάρ, πτωχῷ τὸ οὓς σου, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐκ πραΰτητι, ἵνα καὶ πρὸ τῆς δόσεως τῇ προσηνείᾳ τῶν ῥημάτων τὴν καταβεβλημένην αὐτοῦ ψυχὴν ὑπὸ τῆς πολλῆς ἐνδείας ἀναστήσῃς». «Κρεῖσσον γάρ, φησί, λόγος ἣ δόσις». Οὕτως οἶδε καὶ ῥῆμα νευρῶσαι ψυχήν, καὶ πολλὴν εἰσαγαγεῖν τὴν παραμυθίαν.

Μὴ τοίνυν πρὸς τὸν λαμβάνοντα μόνον ὁρῶντες τὴν περὶ τὴν ἐλεημοσύνην φιλοτιμίαν ποιώμεθα, ἀλλὰ λογιζόμενοι τὶς ἐστιν ὁ οἰκειούμενος τὰ εἰς τὸν πένητα γινόμενα, καὶ τὴν ὑπὲρ τῶν διδομένων ἔκτισιν ὑποσχόμενος, οὕτω πρὸς ἐκεῖνον τείνοντες τὴν διάνοιαν μετὰ πάσης προθυμίας παρέχειν σπουδάζωμεν, καὶ σπείρωμεν, ὡς ἔτι καιρός, μετὰ δαψιλείας, ἵνα καὶ μετὰ δαψιλείας θερίσωμεν. «Ὁ σπείρων γάρ, φησί, φειδομένως, φειδομένως καὶ θερίσει». Ἀφειδεῖ τοίνυν τῇ χειρὶ καταβάλλωμεν τὰ καλὰ ταῦτα σπέρματα,ἵνα ἐν καιρῷ μετὰ δαψιλείας θερίσωμεν. Νῦν μὲν γὰρ ἐστιν ὁ τοῦ σπόρου καιρός, ὃν μὴ παραδράμωμεν, παρακαλῶ, ἵνα ἐν τῇ τῇς ἀνταποδόσεως τῶν ἐνταῦθα σπαρέντων ἡμέρᾳ, τοὺς καρποὺς ἀποδρεψώμεθα, καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῶμεν. Οὐδὲν γάρ, οὐδὲν ἕτερον τῶν κατορθωμάτων οὕτω δυνήσεται σβέσαι τῶν ἁμαρτημάτων ἡμῶν τὴν πυράν, ὡς ἡ τῆς ἐλεημοσύνης δαψίλεια. Αὕτη καὶ τῶν ἠμαρτημένων ἡμῖν τὸν ἀφανισμὸν ἐργάζεται, καὶ παῤῥησίας ἡμῖν πρόξενος γίνεται, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν τὴν ἀπόλαυσιν προευτρεπίζει. Ἀλλὰ ταῦτα μὲν ἱκανῶς εἴρηται πρὸς τὴν ὑμετέραν προτροπήν, καὶ πρὸς τὸ δεῖξαι, ὅτι μικρὰ διδόντες μεγάλων ἀξιούμεθα παρὰ τοῦ Δεσπότου. Ἐντεῦθεν γὰρ ἡμῖν καὶ ὁ λόγος πρὸς τὴν τῆς ἐλεημοσύνης παραίνεσιν ἐξεκυλίσθη· ἐπειδὴ γὰρ ἐλέγομεν, ὅτι μέρους γῆς παραχωρήσας ὁ πατριάρχης, καὶ τὸ κάλλιστον τῆς χώρας προέμενος τῷ Λώτ, καὶ τὴν φαυλοτάτην γῆν ἑλόμενος ἑαυτῷ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ φιλοτιμίας, ὡς ὑπερβαίνειν πάντα νοῦν καὶ διάνοιαν τὴν ὑπόσχεσιν τὴν παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένην. «Ἀναβλέψας γάρ, φησί, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν, πρός βοῤῥᾶν καί, λίβα· ὅτι πᾶσαν τὴν γῆν, ἦν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος». Μέρος γῆς, φησί, παρεχώρησας τῷ ἀδελφιδῷ· ἰδοὺ ἐγὼ ὁλόκληρόν σοι τὴν γῆν ὑπισχνοῡμαι· καἰ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῷ σπέρματί σου παρέξειν ἐπαγγέλλομαι αὐτήν, καὶ ἕως αἰῶνος, τοῦτ’ ἔστι διηνεκῶς. Εἶδες πῶς φιλοτιμεῖται ἐν ταῖς εὐεργεσίαις; Ἐπειδὴ γὰρ ᾔδει ὅτι τούτου μάλιστα ἐπεθύμει ὁ πατριάρχης, καὶ οὐδὲν αὐτοῦ τὴν προθυμίαν οὕτω νευρώσει, φησί· καὶ τοῦτό σοι παρέξω, ὥστε καὶ τοὺς ἀπὸ σου τικτομένους διαδέξασθαι τῆς γῆς τὴν ἀπόλαυσιν, καὶ διηνεκῆ ταύτης ἔχειν τὴν ἐξουσίαν. Εἶτα ἵνα μὴ πρὸς τὴν οἰκείαν μόνον φύσιν, καὶ πρὸς τὸ γῆρας τὸ ἑαυτοῦ, καὶ τὴν τῆς Σάρας στείρωσιν ἀπιδών, ναρκήσῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ θαῤῥήσῃ τῇ τοῦ ὑποσχομένου δυνάμει, φησί· «Καὶ ποιήσω τὸ σπέρμα σου, ὡς τὴν ἄμμον τῆς γῆς. Εἰ δυνήσεταί τις τὴν ἄμμον τῆς γῆς ἐξαριθμῆσαι, καὶ τὸ σπέρμα σου ἀριθμηθήσεται». Ἀληθῶς ὑπὲρ φύσιν ἀνθρωπίνην ἦν ἡ ὑπόσχεσις· οὐ μόνον γὰρ πατέρα αὐτὸν ποιήσειν ὑπέσχετο, τοσούτων ὄντων τῶν κωλυμάτων, ἀλλὰ καὶ εἰς πλῆθος τοσοῦτον ἐπιδώσειν, ὡς τῇ ἄμμῳ τῆς γῆς παρισωθῆναι, καὶ ἀνώτερον ἀριθμοῦ τὸ πλῆθος γενέσθαι, τὴν ἐπίτασιν τῆς ὑπερβολῆς διὰ τοῦ παραδείγματος ἐμφῆναι βουλόμενος. Σκόπει πῶς ὁ φιλάνθρωπος Δεσπότης κατὰ μικρὸν γυμνάζει τοῦ δικαίου τὴν ἀρετήν. Εἰπὼν γὰρ ἀνωτέρω, ὅτι «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην»· νῦν πάλιν φησίν. «Καὶ τῷ σπέρματί σου δώσω ἕως αἰῶνος, καὶ ποιήσω αὐτὸ ὡς τὴν ἄμμον τῆς γῆς». Καὶ τέως μέχρι λόγων τὰ τῆς ὑποσχέσεως, καὶ πολὺς ἐν μέσῳ παραγίνεται χρόνος, ἵνα καὶ τῆς γνώμης τοῦ πατριάρχου μάθωμεν τὸ φιλόθεον, καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν δύναμιν. Ἐπίτηδες γὰρ μέλλει καὶ ἀναβάλλεται, ἵνα εἰς βαθὺ γῆρας ἐλάσαντες οἱ τὴν ὑπόσχεσιν δεξάμενοι, καὶ ἀπογνόντες, ὡς εἰπεῖν, τέως κατὰ ἀνθρωπίνην ἀκολουθίαν, τότε καὶ τῆς οἰκείας ἀσθενείας τὴν πεῖραν, καὶ τῆς ἀφάτου δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν ἴδωσιν.

δ’. Ἐννόει δὲ μοι ἐκ τῆς παρατάσεως τοῦ ἐν μέσῳ χρόνου τὸ στεῤῥὸν τῆς τοῦ πατριάρχου γνώμης, πῶς πάντα τὰ ἀνθρώπινα παρατρέχων, πρὸς τὸ δυνατὸν τοῦ ὑποσχομένου τείνας τὴν διάνοιαν, οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράττετο. Ἴστε γὰρ πολλάκις, ὅτι ἐπειδὰν τις ἅπαξ καὶ δεύτερον ὑποσχόμενος μηδέπω εἰς ἔργον ἀγάγῃ τᾷ ἐπαγγελθέντα, πῶς ὀκνηρότεροι γινόμεθα πρὸς τὸ πάλιν αὐτῷ πιστεῦσαι ὑπισχνουμένῳ. Ἀλλ’ ἐπὶ μὲν ἀνθρώπου εἰκότως ἂν τοῦτο γένοιτο ἐπὶ δὲ τοῦ Θεοῦ τοῦ μετὰ πολλῆς σοφίας τὰ ἡμέτερα οἰκονομοῦντος, ἐπειδὰν ἅπαξ ἐπαγγείληται, κἂν μυρία ἐν τῷ μέσῳ κωλύματα παρεμπίπτοι, πρὸς τὸ μέγεθος τῆς τοῦ Θεοῦ δυνάμεως ὁρῶντας θαῤῥεῖν χρή, καὶ ἐστηριγμένον ἔχειν τὸν λογισμόν, καὶ εἰδέναι ὡς πάντως εἰς ἔργον ἐκβῆναι δεῖ τὰ παρ’ αὐτοῦ εἰρημένα· Οὐδὲν γὰρ ἔστιν ὃ δυνήσεταί ποτε διακόψαι τὰ παρ’ αὐτοῦ ἐπηγγελμένα· Θεὸς γὰρ ἐστιν, ᾧ πάντα δυνατά· καὶ διὰ τοῦτο πρὸς ὃ βούλεται, μεθίστησι τὰ πράγματα, καὶ πόρους ἐξ ἀπόρων εὑρεῖν δυνάμενος, καὶ μετὰ τὴν ἀπόγνωσιν τὴν ἡμετέραν εἰς χρηστὰς ἐλπίδας ἀγών, ἳν’ οὕτω σαφέστερον αὐτοῦ μανθάνωμεν τῆς εὐμηχάνου σοφίας τὴν ὑπερβολήν. «Ἀναστὰς γάρ, φησί, διόδευσον τὴν γῆν, εἰς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοι δώσω αὐτήν». Ὅρα πῶς διὰ πάντων τῶν πραγμάτων πολλὴν βούλεται πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ. Ἀναστάς, φησί, περίελθε, καὶ κατάμαθε καὶ τὸ μῆκος καὶ τὸ πλάτος, ἵνα εἰδέναι ἔχῃς καὶ τὸ μέγεθος τῆς γῆς, ἧς ἀπολαύειν μέλλεις, καὶ πρὸ τῆς ἀπολαύσεως τῇ ἐλπίδι τρεφόμενος, πολλὴν ἔχῃς τὴν εὐθυμίαν. Ὅσην γὰρ ἂν περιέλθῃς γῆν, σοὶ δώσω αὐτήν, ἵνα μάθῃς ὅτι οὐ τοσαῦτα παρεχώρησας, ὅσα νῦν λαμβάνειν μέλλεις. Μὴ τοίνυν νομίσῃς τὴν ἐλάττονα εἰληφέναι, ἐπειδὴ ἐκεῖνος τοῖς πρωτείοις φαινομένοις ἐπεπήδησεν. Εἴσῃ δὲ μὲτ’ οὐ πολὺ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ λυσιτελὴς ἣν αὐτῷ τῶν πρωτείων ἡ ἐκλογή· καὶ αὐτὸς δὲ ἐκεῖνος μαθήσεται, ὅσον ἐστὶ κακὸν τὸ τῶν πρωτείων ἐρᾷν. Τέως δὲ αὐτὸς κομίζου τῆς ταπεινοφροσύνης καὶ τῆς ἐπιεικείας, ἣν περὶ τὸν ἀδελφιδοῦν ἐπεδείξω, τὰς ἀμοιβάς, καὶ δέχου τὴν ὑπόσχεσιν, καὶ ἤδη καταμάνθανε τὴν γῆν ἅπασαν, ἧς κύριος εἶ, καὶ μὲτ’ οὐ πολὺ καὶ αὐτὸς καὶ τὸ σπέρμα τὸ σὺν εἰς τὸ διηνεκὲς καθέξετε. «Καὶ σῷ σπέρματί σου γάρ, φησίν, ἕως τοῦ αἰῶνος». Πολὺ τῆς ἐπαγγελίας τοῦ Θεοῦ τὸ μέγεθος, πολλὴ τῆς φιλοτιμίας τοῦ πάντων ἡμῶν Δεσπότου ἡ δαψίλεια, πολλὴ τῆς ἀμοιβῆς τοῦ φιλανθρώπου καὶ πανοικτίρμονος ἡ ὑπερβολή, ἣν περὶ τὸν μακάριον τοῦτον ἐποιήσατο, καὶ τῷ ἐξ αὐτοῦ μέλλοντι τίκτεσθαι σπέρματι. Ταῦτα ἀκούσας ὁ πατριάρχης, καὶ ἐκπλαγεὶς τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα. «Ἀποσκηνὼσας,φησὶν, ἐλθὼν κατῴκησε, παρὰ τὴν δρῦν τὴν Μαμβρή, τὴν ἐν Χεβρών». Μετὰ τὸ δέξασθαι, φησί, τὴν ἐπαγγελίαν, καὶ τὸν χωρισμὸν γενέσθαι τοῦ Λώτ, τὴν σκηνὴν αὐτοῦ μετῴκισε παρὰ τὴν δρῦν τὴν Μαμβρή. Ὅρα φιλόσοφον γνώμην, ὅρα φρονήματος ὕψος, πῶς μέτ· εὐκολίας μετανίσταται, καὶ οὐ δυσχεραίνει πρὸς τὸ τόπους ἐκ τόπων ἀμείβειν. Καὶ γὰρ εὑρήσεις αὐτὸν οὐ συνηθείᾳ τινὶ προκατειλημμένον καὶ προστετηκότα, ὃ πολλοὶ πολλάκις ὑπομένουσι καὶ τῶν δοκούντων φιλοσοφεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπηλλάχθαι· καὶ εἲ ποτε καιρὸς καλοίη μεταναστῆναι, καὶ εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, πολλάκις καὶ πνευματικοῦ πράγματος ἕνεκα, δυσχεραίνοντας, ἀλύοντος, βαρέως φέροντας τὴν μετάστασιν εὕροις ἂν αὐτούς, διὰ τὸ τῇ συνηθείᾳ προειλῆφθαι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλ’ ἄνωθεν καὶ ἐκ προοιμίων ἐφιλοσόφει καὶ καθάπερ ξένος καὶ παρεπίδημος,, οὕτως ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανιστάμενος, καὶ πανταχοῦ τὴν φιλόθεον αὐτοῦ γνώμην διὰ τῶν ἔργων ἐσπούδαζεν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ κατεσκήνωσε παρὰ τὴν δρῦν τὴν Μαμβρή, εὐθέως ἐκεῖ θυσιαστήριον ᾠκοδόμησε τῷ Κυρίῳ. Εἶδες εὐχάριστον γνώμην; Ἐπειδὴ γὰρ τὴν σκηνὴν ἐπήξατο, εὐθέως ὑπὲρ τῆς γεγενημένης αὐτῷ ἐπαγγελίας τὰς εὐχαριστίας ἀνέφερε τῷ Δεσπότῃ. Καὶ καθ’ ἕκαστον τύπον, ἔνθα κατεσκήνου, εὑρήσεις αὐτὸν τούτου πρὸ πάντων ἐπιμελούμενον, καὶ θυσιαστήριον οἰκοδομοῦντα, καὶ τὰς εὐχὰς ἀναφέροντα, καὶ ἀποστολικὸν νόμον πληροῦντα, τὸν κελεύοντα ἐν παντὶ τόπῳ εὔχεσθαι ἐπαίροντας ὁσίους χεῖρας. Εἶδες ψυχὴν ἐπτερωμένην πρὸς τὸν τοῦ Θεοῦ πόθον, καὶ ὑπὲρ ἁπάντων εὐχάριστον γινομένην; Οὐδὲ γὰρ ἀνέμενεν εἰς ἔργον ἐλθεῖν τὰ ἐπαγγελθέντα, ἀλλὰ καὶ ὑπὲρ τῆς ὑποσχέσεως εὐχαριστεῖ, καὶ τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται, ἵνα τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ περὶ τὴν ἐκπλήρωσιν τῶν ἐπαγγελιῶν ἐκκαλέσηται τὸν ἑαυτοῦ Δεσπότην.

ε’. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ θαῤῥῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, καὶ μήτε ὁ χρόνος ἀμαυρούτω τὴν προθυμίαν, μήτε τὰ ἐν μέσῳ κωλύματα, ἂν συμβαίη, χαυνούτω ἡμῶν τὸν λογισμόν· ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει θαῤῥοῦντες, ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν δρῶντες τὰς ὑποσχέσεις ἐκβεβηκυίας, οὕτω τὴν πίστιν εἰλικρινῆ ἐπιδειξώμεθα. Καὶ γὰρ καὶ ἡμῖν μεγάλα καὶ ὑπέρογκα ἐπηγγείλατο ὁ Δεσπότης, καὶ ὑπερβαίνοντα τὸν ἡμέτερον λογισμόν, τῆς βασιλείας λέγω τὴν ἀπόλαυσιν, τῶν ἀποῤῥήτων ἀγαθῶν τὴν μετουσίαν, τὴν μετὰ ἀγγέλων διαγωγήν, τὴν τῆς γεέννης ἀπαλλαγήν. Ἀλλὰ ὅμως μηδὲν ἀπιστῶμεν, ἐπειδὴ μὴ ὁρᾶται τοῖς σωματικοῖς ὀφθαλμοῖς· ἀλλὰ τὸ ἀψευδὲς ἐννοοῦντες τοῦ ἐπαγγειλαμένου, καὶ τῆς δυνάμεως αὐτοῦ τὸ μέγεθος, τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ κατοπτεύωμεν, καὶ ἐκ τῶν ἤδη παρασχεθέντων καὶ περὶ τῶν μελλόντων χρηστὰς ἔχωμεν τὰς ἐλπίδας· διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα πολλὰ ἡμῖν ἐδωρήσατο, ἵνα ἐκ τούτων ὁδηγούμενοι καὶ περὶ ἐκείνων θαῤῥεῖν ἔχωμεν. Ὁ γὰρ τὸν ἑαυτοῦ υἱὸν ἐκδοὺς διὰ τὴν περὶ ἡμᾶς ἀγάπην, πῶς οὐχὶ πάντα ἡμῖν τὰ λοιπὰ χαριεῖται; Καθάπερ καὶ Παῦλος φησίν· «Ὃς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἅ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται»; Εἰ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, εἰ τοῦ βαπτίσματος τὴν δωρεὰν ἐχαρίσατο, εἰ τῶν προλαβόντων ἁμαρτημάτων τὴν ἄφεσιν ἐδωρήσατο, εἰ μετανοίας ὁδὸν ἡμῖν ἔτεμεν, εἰ μυρία ἑτέρα πρὸς τὴν Σωτηρίαν ἡμετέραν ἐπραγματεύσατο, δηλονότι καὶ τὰ ἐν τῷ μέλλοντι ἡμῖν τεταμιευμένα ἀγαθὰ παρέξει. Ὁ γὰρ πρὸ τῆς εἰς τὸ εἶναι ἡμᾶς παρόδου ταῦτα προευτρεπίσας διὰ τὴν οἰκείαν ἀγαθότητα, πῶς οὐχὶ καὶ τὴν ἀπόλαυσιν χαριεῖται; Ὅτι γὰρ προλαβὼν ταῦτα ἡμῖν ἡτοίμασε τὰ ἀγαθά, ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς ἐκ δεξιῶν ἑστῶτας· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου». Εἶδες ἀγαθότητος ὑπερβολήν, πόσῃ περὶ τὸ ἡμέτερον γένος κέχρηται τῇ φιλανθρωπίᾳ, ὡς καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς ἡμῖν τῆς βασιλείας προευτρεπίσαι τὴν ἀπόλαυσιν; Μὴ τοίνυν ἀγνώμονες γενώμεθα, παρακαλῶ, μηδὲ ἀναξίους ἑαυτοὺς καταστήσωμεν τῶν τοσούτων δωρεῶν, ἀλλὰ ἀγαπήσωμεν, ὡς δεῖ, τὸν ἡμέτερον Δεσπότην, καὶ μηδὲν διαπραττώμεθα τῶν διακοπτόντων τὴν πρὸς ἡμᾶς αὐτοῦ εὔνοιαν. Μὴ γὰρ αὐτοὶ προκατάρχομεν τοῦ πράγματος; Αὐτὸς προλαβὼν πολλὴν καὶ ἄφατον τὴν περὶ ἡμᾶς ἀγάπην ἐπεδείξατο. Πῶς οὖν οὐκ ἄτοπον τὸν οὕτως ἀγαπήσαντα μὴ καὶ ἡμᾶς, ὅσον ἔχομεν δυνάμεως, ἀγαπᾷν; Αὐτὸς γὰρ διὰ τὴν περὶ ἡμᾶς ἀγάπην πάντα μεθ’ ἡδονῆς ὑπέμεινε, καὶ ἐξ αὐτῶν τῶν κόλπων τῶν πατρικῶν ἁλλόμενος, ὡς εἰπεῖν, δούλου μορφὴν ἀναλαβεῖν κατεδέξατο, καὶ διὰ πάντων τῶν ἀνθρωπίνων ἐλθεῖν, καὶ τὰς παρὰ Ἰουδαίων ὕβρεις καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τὸ τελευταῖον σταυρὸν κατεδέξατο, καὶ θάνατον τὸν ἐπονείδιστον, ἵνα ἡμᾶς τοὺς χαμαὶ συρομένους, καὶ μυρίοις φορτίοις ἁμαρτημάτων βαρουμένους, διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθερώσῃ. Ταῦτα γὰρ ἅπαντα ἐννοῶν ὁ μακάριος Παῦλος, ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην περιτρέχων ἅπασαν, ὁ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυσθαι σπουδάζων, ἐβόα λέγων· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς». Ὅρα εὐγνωμοσύνην, ὅρα ἀρετῆς ὑπερβολήν, ὅρα πόθον ζέοντα. Ἡ ἀγάπη, φησί, τοῦ Χριστοῦ συνέχει ἡμᾶς· τοῦτ’ ἐστιν, ὠθεῖ, καταναγκάζει, κατεπείγει. Εἶτα ἑρμηνεῦσαι βουλόμενος τὸ παρ’ ἑαυτοῦ ῥηθέν, φησί· «Κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ ἁπάντων ἀπέθανεν, ἆρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἅλιά τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι». Εἶδες πῶς εἰκότως ἔλεγεν, ὅτι Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Χριστοῦ; Εἰ γὰρ ὑπὲρ ἡμῶν, φησί, πάντων ἀπέθανε, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμεῖς οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλ’ ἐκείνῳ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Δεχώμεθα τοίνυν τὴν παραίνεσιν τὴν ἀποστολικήν, καὶ μὴ ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Καὶ πῶς, φησί, δυνησόμεθα μὴ ἑαυτοῖς ζῆν; Ἄκουε τοῦ μακαρίου τούτου πάλιν λέγοντος· «Ζῶ δὲ οὐκ ἔτι ἕτω, ζῇ δὲ ἐν ἐμοὶ Χριστός». Ὅρα πῶς ἐπὶ γῆς βαδίζων καὶ σαρκὶ συμπεπλεγμένος, καθάπερ τὸν οὐρανὸν οἴκων, καὶ ταῖς ἀσωμάτοις συναναστρεφόμενος δυνάμεσιν, οὕτω διέκειτο. Διὰ τοῦτο ἀλλαχοῦ πάλιν ἔλεγεν· «Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». Τοῦτο τοίνυν ἐστὶ τὸ μὴ ἑαυτοῖς ζῆν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι, ὅταν καθάπερ νεκροὶ ὦμεν τοῦ παρόντος βίου, καὶ πρὸς μηδὲν τῶν ὁρωμένων ὦμεν ἐπτοημένοι. Διὰ γὰρ τοῦτο ὁ Δεσπότης ἡμῶν ἐσταυρώθη, ἵνα ἀντὶ ταύτης τῆς ζωῆς ἐκείνην ἀνταλλαξώμεθα· μᾶλλον δέ, ἵνα διὰ ταύτης ἐκείνην ἑαυτοῖς πραγματευσώμεθα. Ἡ γὰρ παροῦσα ζωή, ἐὰν βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, πρὸς τὴν ἀπόλαυσιν τῆς αἰωνίου ζωῆς ἡμᾶς ὁδηγεῖ· καὶ δυνησόμεθα, εἰ βουληθείημεν μικρὸν διεγερθῆναι καὶ διανοίξαι τὸ τῆς διανοίας ὄμμα, τῆς ἐκεῖ λήξεως τὴν ἔννοιαν διὰ παντὸς τρέφειν παρ’ ἑαυτοῖς, καὶ οὕτω τὰ μὲν ὁρώμενα παρατρέχειν καὶ ὑπερίπτασθαι, πρὸς δὲ τὰ μέλλοντα καὶ διαιωνίζοντα τείνειν τὸν λογισμόν· καθάπερ καὶ ὁ μακάριος οὗτος παιδεύων ἡμᾶς ἔλεγεν· «Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἓν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ».

Ϛ’. Ὅρα ψυχὴν πεπυρωμένην, ὅρα λογισμὸν ἐπτερωμένον, ὅρα διάνοιαν ἐκκαιομένην τῷ πρὸς τὸν Θεὸν πόθῳ. Ὃ νῦν ζῶ, φησίν, ἐν πίστει ζῶ. Μὴ γὰρ νομίσητέ με, φησί, συντελεῖν τὶ εἰς τὰ τοῦ παρόντος βίου πράγματα. Εἰ γὰρ καὶ σάρκα περίκειμαι, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως προσδέδεμαι, ἀλλ’ ἐν πίστει ζῶ, τῇ εἰς Χριστόν, πάντων ὑπερορῶν τῶν παρόντων, τῇ ἐλπίδι τῇ εἰς αὐτὸν πάντα παρατρέχων, ἐκτεταμένην ἔχω τὴν διάνοιαν πρὸς αὐτόν. Εἶτα ἵνα μάθῃς αὐτοῦ τοῦ φίλτρου τὴν ὑπερβολήν, φησίν. «Ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ». Σκόπει πόσης τῆς εὐγνωμοσύνης ἡ ὑπερβολή. Τὶ λέγεις, ὧ μακάριε Παῦλε; Πρὸ μικροῦ ἔλεγες. «Ὃς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν»· καὶ νῦν λέγεις. «Τοῦ ἀγαπήσαντός με», καὶ ἰδιοποιῇ τὴν κοινὴν εὐεργεσίαν; Ναί,, φησίν· εἰ γὰρ καὶ ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἡ θυσία προσενήνεκται παρ’ αὐτοῦ, ἀλλὰ διὰ τὸ περὶ αὐτὸν φίλτρον μου ἐγὼ ἰδιοποιοῦμαι τὸ γεγονός. Οὕτω καὶ τοῖς προφήταις ἔθος ποιεῖν, καὶ λέγειν· Ὁ Θεὸς ὁ Θεός, μου· καίτοι τῆς οἰκουμένης ἐστὶ Θεός· ἀλλ’ ἴδιον τοῦ πόθου, τὰ κοινὰ ἰδιοποιεῖσθαι. Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, φησί, τοῦ ἀγαπήσαντός με. Τὶ λέγεις; Σε μόνον ἠγάπησε; Πᾶσαν μέν, φησί, τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλ’ ἐγὼ ὡς μόνος ἀγαπηθείς, οὕτως αὐτῷ χάριτας ὀφείλω. Καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τὶ οὖν, ὑπὲρ σου μόνον ἐσταυρώθη; Οὐκ αὐτὸς λέγει. «Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν»; Οὐ σὺ αὐτὸς εἶπας, ὅτι «Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτόν»; Ναί, φησίν· οὐκ ἐναντιούμενος ἑαυτῷ ταὐτᾷ φημί, ἀλλὰ τὸν ἐμαυτοῦ πόθον παραμυθούμενος. Καὶ ὅρα πάλιν· καὶ ἕτερόν τι διὰ τῶν εἰρημένων ἡμᾶς διδάσκοντα. Ἀνωτέρω γὰρ εἰπὼν περὶ τοῦ Πατρός, ὅτι «Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν», ἐνταῦθα λέγει, «Ἑαυτὸν παρέδωκεν»· ἐκεῖ μέν, ἵνα τὴν ὁμόνοιαν δείξῃ καὶ τὴν ὁμοτιμίαν Πατρὸς καὶ Υἱοῦ, καὶ τὴν οἰκονομίαν αἰνίξηται· ἐπεὶ καὶ ἀλλαχοῦ φησί, «Γενόμενος ὑπήκοος μέχρι θανάτου», πανταχοῦ τὴν οἰκονομίαν πιστούμενος. Ἐνταῦθα δὲ τὸ «Παρέδωκεν ἑαυτόν», τέθεικεν, ἵνα δείξῃ ὅτι ἑκὼν τὸ πάθος κατεδέξατο, καὶ οὐκ ἀνάγκη οὐδὲ βία, ἀλλὰ βουλόμενος καὶ θέλων παντὶ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν πραγματεύσασθαι, τὸν σταυρὸν ὑπέμεινε. Ποίαν οὖν κατ’ ἀξίαν ἀγάπην ἐπιδείξασθαι δυνησόμεθα, πρὸς τὸν οὕτω πλουσίαν τὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενον; Κἂν γὰρ αὐτὴν τὴν ψυχὴν προέσθαι καταδεξώμεθα ὑπὲρ τε τῶν αὐτοῦ νόμων, καὶ τῆς φυλακῆς τῶν ἐντολῶν τῶν παρ’ αὐτοῦ δοθεισῶν, οὐδὲ οὕτω πρὸς τὸ μέτρον φθάσαι δυνησόμεθα τῆς ἀγάπης, ἣν περὶ τὴν ἡμετέραν ἐπεδείξατο φύσιν. Αὐτὸς μὲν γὰρ Θεὸς ὢν ὑπὲρ ἀνθρώπων τοῦτο κατεδέξατο, καὶ Δεσπότης τυγχάνων ὑπὲρ δούλων, καὶ οὐχ ὑπὲρ δούλων ἁπλῶς, ἀλλὰ καὶ ἀγνωμόνων καὶ πολλὴν καὶ ἄσπονδον τὴν ἔχθραν ἐπιδεικνυμένων Καὶ αὐτὸς μὲν προλαβὼν εἰς Σκόπει πῶς ὁ φιλάνθρωπος Δεσπότης κατὰ μικρὸν γυμνάζει τοῦ δικαίου τὴν ἀρετήν. Εἰπὼν γὰρ ἀνωτέρω ὅτι «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην»· νῦν πάλιν φησίν, «Καὶ τῷ σπέρματί σου δώσω ἕως αἰῶνος, καὶ ποιήσω αὐτὸ ὡς τὴν ἄμμον τῆς γῆς». Καὶ τέως μέχρι λόγων τὰ τῆς ὑποσχέσεως, καὶ πολὺς ἐν μέσῳ παραγίνεται χρόνος. Ἵνα καὶ τῆς γνώμης τοῦ πατριάρχου μάθωμεν τὸ φιλόθεον. Καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν δύναμιν. Ἐπίτηδες γὰρ μέλλει καὶ ἀναβάλλεται. Ἵνα εἰς βαθὺ γῆρας ἐλάσαντες οἱ τὴν ὑπόσχεσιν δεξάμενοι, Καὶ ἀπογνόντες, ὡς εἰπεῖν, τέως κατὰ ἀνθρωπίνην ἀκολουθίαν, τότε καὶ τῆς οἰκείας ἀσθενείας τὴν πεῖραν, καὶ τῆς ἀφάτου δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν ἴδωσιν.

δ’. Ἐννόει δὲ μοὶ ἐκ τῆς παρατάσεως τοῦ ἐν μέσῳ χρόνου τὸ στεῤῥὸν τῆς τοῦ πατριάρχου γνώμης, πῶς πάντα τὰ ἀνθρώπινα παρατρέχων. Πρὸς τὸ δυνατὸν τοῦ ὑποσχομένου τείνας τὴν διάνοιαν, οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράττετο. Ἴστε γὰρ πολλάκις, ὅτι ἐπειδὰν τις ἅπαξ καὶ δεύτερον ὑποσχόμενος μηδέπω εἰς ἔργον ἀγάγῃ τὰ ἐπαγγελθέντα. Πῶς ὀκνηρότεροι γινόμεθα πρὸς τὸ πάλιν αὐτῷ πιστεῦσαι ὑπισχνουμένῳ. Ἀλλ’ ἐπὶ μὲν ἀνθρώπου εἰκότως ἂν τοῦτο γένοιτο· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦ μετὰ πολλῆς σοφίας τὰ ἡμέτερα οἰκονομοῦντος. Ἐπειδὰν ἅπαξ ἐπαγγείληται. Κἂν μυρία ἐν τῷ μέσῳ κωλύματα παρεμπίπτοι, πρὸς τὸ μέγεθος τῆς τοῦ Θεοῦ δυνάμεως ὁρῶντας θαῤῥεῖν χρή, καὶ ἐστηριγμένον ἔχειν τὸν λογισμόν, καὶ εἰδέναι ὣς πάντως εἰς ἔργον ἐκβῆναι δεῖ τὰ παρ’ αὐτοῦ εἰρημένα· Οὐδὲν γὰρ ἐστιν ὃ δυνήσεταί ποτε διακόψαι τὰ παρ’ αὐτοῦ ἐπηγγελμένα· Θεὸς γὰρ ἐστιν, ᾧ πάντα δυνατά· καὶ διὰ τοῦτο πρὸς ὃ βούλεται, μεθίστησι τὰ πράγματα. Καὶ πόρους ἐξ ἀπόρων εὑρεῖν δυνάμενος. Καὶ μετὰ τὴν ἀπόγνωσιν τὴν ἡμετέραν εἰς χρηστὰς ἐλπίδας ἀγών, ἳν’ οὕτω σαφέστερον αὐτοῦ μανθάνωμεν τῆς εὐμηχάνου σοφίας τὴν ὑπερβολήν. «Ἀναστὰς γάρ, φησί, διόδευσον τὴν γῆν, εἰς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος. Ὅτι σοι δώσω αὐτήν». Ὅρα πῶς διὰ πάντων τῶν πραγμάτων πολλὴν βούλεται πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ. Ἀναστάς. Φησί, περίελθε, καὶ κατάμαθε καὶ τὸ μῆκος καὶ τὸ πλάτος, ἵνα εἰδέναι ἔχῃς καὶ τὸ μέγεθος τῆς γῆς, ἧς ἀπολαύειν μέλλεις, καὶ πρὸ τῆς ἀπολαύσεως τῇ ἐλπίδι τρεφόμενος, πολλὴν ἔχῃς τὴν εὐθυμίαν. Ὅσην γὰρ ἂν περιέλθῃς γῆν, σοὶ δώσω αὐτήν, ἵνα μάθῃς ὅτι οὐ τοσαῦτα παρεχώρησας. Ὅσα νῦν λαμβάνειν μέλλεις. Μὴ τοίνυν νομίσῃς τὴν ἐλάττονα εἰληφέναι, ἐπειδὴ ἐκεῖνος τοῖς πρωτείοις φαινομένοις ἐπεπήδησεν. Εἴσῃ δὲ μετ’ οὐ πολὺ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ λυσιτελὴς ἦν αὐτῷ τῶν πρωτείων ἡ ἐκλογή· καὶ αὐτὸς δὲ ἐκεῖνος μαθήσεται, ὅσον ἐστὶ κακὸν τὸ τῶν πρωτείων ἐρᾷν. Τέως δὲ αὐτὸς κομίζου τῆς ταπεινοφροσύνης καὶ τῆς ἐπιεικείας, ἣν περὶ τὸν ἀδελφιδοῦν ἐπεδείξω τὰς ἀμοιβάς. Καὶ δέχου τὴν ὑπόσχεσιν, καὶ ἤδη καταμάνθανε τὴν γῆν ἅπασαν, ἧς κύριος εἰ, καὶ μετ’ οὐ πολὺ καὶ αὐτὸς καὶ τὸ σπέρμα τὸ σὸν εἰς τὸ διηνεκὲς καθέξετε. «Καὶ τῷ σπέρματί σου γάρ, φησίν, ἕως τοῦ, αἰῶνος». Πολὺ τῆς ἐπαγγελίας τοῦ Θεοῦ τὸ μέγεθος. Πολλὴ τῆς φιλοτιμίας τοῦ πάντων ἡμῶν Δεσπότου ἡ δαψίλεια. Πολλὴ τῆς ἀμοιβῆς τοῦ φιλανθρώπου καὶ πανοικτίρμονος ἡ ὑπερβολή, ἣν περὶ τὸν μακάριον τοῦτον ἐποιήσατο, καὶ τῷ ἐξ αὐτοῦ μέλλοντι τίκτεσθαι σπέρματι. Ταῦτα ἄκουσάς ὁ πατριάρχης. Καὶ ἐκπλαγεὶς τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα, «Ἀποσκηνώσας, φησίν, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρή, τὴν ἐν Χεβρών». Μετὰ τὸ δέξασθαι, φησί, τὴν ἐπαγγελίαν, καὶ τὸν χωρισμὸν γενέσθαι τοῦ Λώτ, τὴν σκηνὴν αὐτοῦ μήπω παρὰ τὴν δρῦν τὴν Μαμβρή. Ὅρα φιλόσοφον γνώμην ὅρα φρονήματος ὕψος, πῶς μετ’ εὐκολίας μετανίσταται, καὶ σὺ δυσχεραίνει πρὸς τὸ τόπους ἐκ τόπων ἀμείβειν. Καὶ γὰρ εὑρήσεις αὐτὸν οὐ συνηθείᾳ τινὶ προκατειλημμένον καὶ προστετηκότα, ὁ πολλοὶ πολλάκις ὑπομένωσι καὶ τῶν δοκούντων φιλοσοφεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπηλλάχθαι· καὶ εἰ ποτε καιρὸς καλοίη μεταναστῆναι, καὶ εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, πολλάκις καὶ πνευματικοῦ πράγματος ἕνεκα, δυσχεραίνοντας, ἀλύοντας. Βαρέως φέροντας τὴν μετάστασιν εὕροις ἂν αὐτούς, διὰ τὸ τῇ συνηθείᾳ προειλῆφθαι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλ’ ἄνωθεν καὶ ἐκ προοιμίων ἐφιλοσόφει· καὶ καθάπερ ξένος καὶ παρεπίδημος, οὕτως ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανιστάμενος, καὶ πανταχοῦ τὴν φιλόθεον αὑτοῦ γνώμην διὰ τῶν ἔργων ἐσπούδαζεν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ κατεσκήνωσε παρὰ τὴν δρῦν τὴν Μαμβρή, εὐθέως ἐκεῖ θυσιαστήριον ᾠκοδόμησε τῷ κυρίῳ. Εἶδες εὐχάριστον γνώμην; Ἐπειδὴ γὰρ τὴν σκηνὴν ἐπὴξατω εὐθέως ὑπὲρ τῆς γεγενημένης αὐτῷ ἐπαγγελίας τὰς εὐχαριστίας ἀνέφερε τῷ Δεσπότῃ. Καὶ καθ’ ἕκαστον τόπον, ἔνθα κατεσκήνου, εὑρήσεις αὐτὸν τούτου πρὸ πάντων ἐπιμελούμενον, καὶ θυσιαστήριον οἰκοδομοῦντα, καὶ τὰς εὐχὰς ἀναφέροντα, καὶ ἀποστολικὸν νόμον πληροῦντα, τὸν κελεύοντα ἐν παντὶ τόπῳ εὔχεσθαι ἐπαίροντας ὁσίους χεῖρας. Εἶδες ψυχὴν ἐπτερωμένην πρὸς τὸν τοῦ Θεοῦ πόθον, καὶ ὑπὲρ ἁπάντων εὐχάριστον γινομένην; Οὐδὲ γὰρ ἀνέμενεν εἰς ἔργον ἐλθεῖν τὰ ἐπαγγελθέντα. Ἀλλὰ καὶ ὑπὲρ τῆς ὑποσχέσεως εὐχαριστεῖ, καὶ τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται, ἵνα τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ περὶ τὴν ἐκπλήρωσιν τῶν ἐπαγγελιῶν ἐκκαλέσηται τὸν ἑαυτοῦ Δεσπότην.

ε’. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα. Καὶ θαῤῥῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, καὶ μήτε ὁ χρόνος ἀμαυρούτω τὴν προθυμίαν, μήτε τὰ ἐν μέσῳ κωλύματα, ἂν συμβαίη, χαυνούτω ἡμῶν τὸν λογισμὸν ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει θαῤῥοῦντες, ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν ὁρῶντες τὰς ὑποσχέσεις ἐκβεβηκυίας. Οὕτω τὴν πίστιν εἰλικρινῆ ἐπιδειξώμεθα. Καὶ γὰρ καὶ ἡμῖν μεγάλα καὶ ὑπέρογκα ἐπηγγείλατο ὁ Δεσπότης, καὶ ὑπερβαίνοντα τὸν ἡμέτερον λογισμόν, τῆς βασιλείας λέγω τὴν ἀπόλαυσιν, τῶν ἀποῤῥήτων ἀγαθῶν τὴν μετουσίαν, τὴν μετὰ ἀγγέλων διαγωγήν, τὴν τῆς γεέννης ἀπαλλαγήν. Ἀλλὰ ὅμως μηδὲν ἀπιστῶμεν, ἐπειδὴ μὴ ὁρᾶται τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀλλὰ τὸ ἀψευδὲς ἐννοοῦντες τοῦ ἐπαγγειλαμένου. Καὶ τῆς δυνάμεως αὐτοῦ τὸ μέγεθος, τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ κατοπτεύωμεν, καὶ ἐκ τῶν ἤδη παρασχεθέντων καὶ περὶ τῶν μελλόντων χρηστὰς ἔχωμεν τάς ἐλπίδας· διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα πολλὰ ἡμῖν ἐδωρήσατο, ἵνα ἐκ τούτων ὁδηγούμενοι καὶ περὶ ἐκείνων θαῤῥεῖν ἔχωμεν. Ὁ γὰρ τὸν ἑαυτοῦ υἱὸν ἐκδοὺς διὰ τὴν περὶ ἡμᾶς ἀγάπην, πῶς οὐχὶ πάντα ἡμῖν τὰ λοιπὰ χαριεῖται, Καθάπερ καὶ Παῦλός φησιν· «Ὃς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τᾷ πάντα ἡμῖν χαρίσεται»; Εἰ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, εἲ τοῦ βαπτίσματος τὴν δωρεὰν ἐχαρίσατο, εἰ τῶν προλαβόντων ἁμαρτημάτων τὴν ἄφεσιν ἐδωρήσατο, εἰ μετανοίας ὁδὸν ἡμῖν ἔτεμεν, εἰ μυρία ἕτερα πρὸς τὴν Σωτηρίαν ἡμετέραν ἐπραγματεύσατο, δηλονότι καὶ τὰ ἐν τῷ μέλλοντι ἡμῖν τεταμιευμένα ἀγαθὰ παρέξει. Ὁ γὰρ πρὸ τῆς εἰς τὸ εἶναι ἡμᾶς παρόδου ταῦτα προευτρεπίσας διὰ τὴν οἰκείαν ἀγαθότητα, πῶς οὐχί καὶ τὴν ἀπόλαυσιν χαριεῖται; Ὅτι γὰρ προλαβὼν ταῦτα ἡμῖν ἡτοίμασε τὰ ἀγαθά, ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς ἐκ δεξιῶν ἑστῶτας· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου». Εἶδες ἀγαθότητος ὑπερβολήν, πόση περὶ τὸ ἡμέτερον γένος κέχρηται τῇ φιλανθρωπίᾳ, ὡς καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς ἡμῖν τῆς βασιλείας προευτρεπίσαι τὴν ἀπόλαυσιν; Μὴ τοίνυν ἀγνώμονες γενώμεθα, παρακαλῶ, μηδὲ ἀναξίους ἑαυτοὺς καταστήσωμεν τῶν τοσούτων δωρεῶν, ἀλλὰ ἀγαπήσωμεν, ὡς δεῖ, τὸν ἡμέτερον Δεσπότην, καὶ μηδὲν διαπραττώμεθα τῶν διακοπτόντων τὴν πρὸς ἡμᾶς αὐτοῦ εὔνοιαν. Μὴ γὰρ αὐτοὶ προκατάρχομεν τοῦ πράγματος; Αὐτὸς προλαβὼν πολλὴν καὶ ἄφατον τὴν περὶ ἡμᾶς ἀγάπην ἐπεδείξατο. Πῶς οὖν οὐκ ἄτοπον τὸν οὕτως ἀγαπήσαντα μὴ καὶ ἡμᾶς, ὅσον ἔχομεν δυνάμεως, ἀγαπᾷν; Αὐτὸς γὰρ διὰ τὴν περὶ ἡμᾶς ἀγάπην πάντα μεθ’ ἡδονῆς ὑπέμεινε, καὶ ἐξ αὐτῶν τῶν κόλπων τῶν πατρικῶν ἁλλόμενος, ὡς εἰπεῖν, δούλου μορφὴν ἀναλαβεῖν κατεδέξατο, καὶ διὰ πάντων τῶν ἀνθρωπίνων ἐλθεῖν, καὶ τὰς παρὰ Ἰουδαίων ὕβρεις καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τὸ τελευταῖον σταυρὸν κατεδέξατο, καὶ θάνατον τὸν ἐπονείδιστον, ἵνα ἡμᾶς τοὺς χαμαὶ συρομένους. Καὶ μυρίοις φορτίοις ἁμαρτημάτων βαρουμένους, διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθερώσῃ. Ταῦτα γὰρ ἅπαντα ἐννοῶν ὁ μακάριος Παῦλος, ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην περιτρέχων ἅπασαν, ὁ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυσθαι σπουδάζων, ἐβόα λέγων· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς· τοῦτ’ ἐστιν, ὠθεῖ, καταναγκάζει, κατεπείγει. Εἶτα ἑρμηνεῦσαι βουλόμενος τὸ παρ’ ἑαυτοῦ ῥηθέν, φησί· «Κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ ἁπάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι». Εἶδες πῶς εἰκότως ἔλεγεν, ὅτι «Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Χριστοῦ»; Εἰ γὰρ ὑπὲρ ἡμῶν, φησί, πάντων ἀπέθανε, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμεῖς οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλ’ ἐκείνῳ τῷ ὑπὲρ ὑμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Δεχώμεθα τοίνυν τὴν παραίνεσιν τὴν ἀποστολικήν, καὶ μὴ ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Καὶ πῶς, φησί, δυνησόμεθα μὴ ἑαυτοῖς ζῆν; Ἄκουε τοῦ μακαρίου τούτου πάλιν λέγοντος«Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός». Ὅρα πῶς ἐπὶ γῆς βαδίζων καὶ σαρκὶ συμπεπλεγμένος, καθάπερ τὸν οὐρανὸν οἰκῶν καὶ ταῖς ἀσωμάτοις συναναστρεφόμενος δυνάμεσιν, οὕτω διέκειτο. Διὰ τοῦτο ἀλλαχοῦ πάλιν ἔλεγεν· «Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». Τοῦτο τοίνυν ἐστὶ τὸ μὴ ἑαυτοῖς, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι, ὅταν καθάπερ νεκροὶ ὦμεν τοῦ παρόντος βίου, καὶ πρὸς μηδὲν τῶν ὁρωμένων ὦμεν ἐπτοημένοι. Διὰ γὰρ τοῦτο ὁ Δεσπότης ἡμῶν ἐσταυρώθη, ἵνα ἀντὶ ταύτης τῆς ζωῆς ἐκείνην ἀνταλλαξώμεθα· μᾶλλον δέ, ἵνα διὰ ταύτης ἐκείνην ἑαυτοῖς πραγματευσώμεθα. Ἡ γὰρ παροῦσα ζωή, ἐὰν βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, πρὸς τὴν ἀπόλαυσιν τῆς αἰωνίου ζωῆς ἡμᾶς ὁδηγεῖ· καὶ δυνησόμεθα, εἰ βουληθείημεν μικρὸν διεγερθῆναι καὶ διανοίξαι τὸ τῆς διανοίας ὄμμα, τῆς ἐκεῖ λήξεως τὴν ἔννοιαν διὰ παντὸς τρέφειν παρ’ ἑαυτοῖς, καὶ οὕτω τὰ μὲν ὁρώμενα παρατρέχειν καὶ ὑπερίπτασθαι, πρὸς δὲ τὰ μέλλοντα καὶ διαιωνίζοντα τείνειν τὸν λογισμόν· καθάπερ καὶ ὁ μᾶ. Κάριος οὗτος παιδεύων ἡμᾶς ἔλεγεν· «Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἓν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντος με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ».

Ϛ’. Ὅρα ψυχὴν πεπυρωμένην, ὅρα λογισμὸν ἐπτερωμένον, ὅρα διάνοιαν ἐκκαιομένην τῷ πρὸς τὸν Θεὸν πόθῳ.· ὃ νῦν ζῶ, φησίν, ἐν πίστει ζῶ. Μὴ γὰρ νομίσητέ με, φησί, συντελεῖν τι εἰς τὰ τοῦ παρόντος βίου πράγματα. Εἰ γὰρ καὶ σάρκα περίκειμαι, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως προσδέδεμαι, ἀλλ’ ἐν πίστει ζῶ, τῇ εἰς Χριστόν, πάντων ὑπερορῶν τῶν παρόντων, τῇ ἐλπίδι τῇ εἰς αὐτὸν πάντα παρατρέχων, ἐκτεταμένην ἔχω τὴν διάνοιαν πρὸς αὐτόν. Εἶτα ἵνα μάθῃς αὐτοῦ τοῦ φίλτρου τὴν ὑπερβολήν, φησίν. «Ἓν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ». Σκόπει πόσης τῆς εὐγνωμοσύνης ἡ ὑπερβολή. Τὶ λέγεις, ὧ μακάριε Παῦλε; Πρὸ μικροῦ ἔλεγες,· «Ὃς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν» καὶ νῦν λέγεις, «Τοῦ ἀγαπήσαντός με», καὶ ἰδιοποιῇ τὴν κοινὴν εὐεργεσίαν; Ναί, φησίν· εἰ γὰρ καὶ ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἡ θυσία προσενήνεκται παρ’ αὐτοῦ, ἀλλὰ διὰ τὸ περὶ αὐτὸν φίλτρον μου ἐγὼ ἰδιοποιοῦμαι τὸ γεγονός. Οὕτω καὶ τοῖς προφήταις ἔθος ποιεῖν, καὶ λέγειν· Ὁ Θεὸς ὁ Θεὸς μού· καίτοι τῆς οἰκουμένης ἐστὶ Θεός· ἀλλ’ ἴδιον τοῦ πόθου, τὰ κοινὰ ἰδιοποιεῖσθαι. Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, φησί, τοῦ ἀγαπήσαντός με.· τὶ λέγεις; Σὲ μόνον ἠγάπησε; Πᾶσαν μέν, φησί, τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλ’ ἐγὼ ὡς μόνος ἀγαπηθείς, οὕτως αὐτῷ χάριτας ὀφείλω. «Καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ». Τὶ οὖν, ὑπὲρ σου μόνον ἐσταυρώθη; Οὐκ αὐτὸς λέγει, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν; Οὐ σὺ αὐτὸς εἶπας, ὅτι «Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτόν»; Ναί, φησίν· οὐκ ἐναντιούμενος ἑαυτῷ ταὐτᾷ φημι, ἀλλὰ τὸν ἐμαυτοῦ πόθον παραμυθούμενος. Καὶ ὅρα πάλιν καὶ ἕτερόν τι διὰ τῶν εἰρημένων ἡμᾶς διδάσκοντα. Ἀνωτέρω γὰρ εἰπὼν περὶ τοῦ Πατρός, ὅτι «Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν», ἐνταῦθα λέγει,· «Ἑαυτὸν παρέδωκεν»· ἐκεῖ μέν, ἵνα τὴν ὁμόνοιαν δείξῃ καὶ τὴν ὁμοτιμίαν Πατρὸς καὶ Υἱοῦ, καὶ τὴν οἰκονομίαν ὁ αἰνίξηται· ἐπεὶ καὶ ἀλλαχοῦ φησι, «Γενόμενος ὑπήκοος μέχρι θανάτου», πανταχοῦ τὴν οἰκονομίαν πιστούμενος. Ἐνταῦθα δὲ τό, «Παρέδωκεν ἑαυτόν», τέθεικεν, ἵνα δείξῃ ὅτι ἑκὼν τὸ πάθος κατεδέξατο, καὶ οὐκ ἀνάγκῃ οὐδὲ βία, ἀλλὰ βουλόμενος καὶ θέλων παντὶ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν πραγματεύσασθαι, τὸν σταυρὸν ὑπέμεινε. Ποίαν οὖν κατ’ ἀξίαν ἀγάπην ἐπιδείξασθαι δυνησόμεθα, πρὸς τὸν οὕτω πλουσίαν τὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενον; Κἂν γὰρ αὐτὴν τὴν ψυχὴν προέσθαι καταδεξώμεθα ὑπὲρ τε τῶν αὐτοῦ νόμων, καὶ τῆς φυλακῆς τῶν ἐντολῶν τῶν παρ’ αὐτοῦ δοθεισῶν, οὐδὲ οὕτω πρὸς τὸ μέτρον φθάσαι δυνησόμεθα τῆς ἀγάπης, ἣν περὶ τὴν ἡμετέραν ἐπεδείξατο φύσιν. Αὐτὸς μὲν γὰρ Θεὸς ὢν ὑπὲρ ἀνθρώπων τοῦτο κατεδέξατο, καὶ Δεσπότης τυγχάνων ὑπὲρ δούλων, καὶ οὐχ ὑπὲρ δούλων ἁπλῶς, ἀλλὰ καὶ ἀγνωμόνων καὶ πολλὴν καὶ ἄσπονδον τὴν ἔχθραν ἐπιδεικνυμένων. Καὶ αὐτὸς μὲν προλαβὼν εἰς ἀναξίους καὶ μυρία ἐπταικότας τὴν τοσαύτην εὐεργεσίαν ἐπεδείξατο· ἡμεῖς δέ, ὅπερ ἂν ἐπιδείξασθαι δυνηθῶμεν, οὐδὲν μέγα ποιοῦμεν τόν προφθάσαντα ταῖς τοσαύταις εὐεργεσίαις ἡμᾶς ἀμείβεσθαι σπουδάζοντες. Τὰ γὰρ παρ’ ἡμῖν, ἂν ἆρα ἀκολουθῶσιν, ἀμοιβὴ τὶς ἐστι καὶ ὀφειλή· τὰ δὲ παρ’ αὐτοῦ, χάρις καὶ εὐεργεσίαι, καὶ δωρεᾶς μέγεθος. Ταῦτα τοίνυν ἅπαντα λογιζόμενοι, ἀγαπήσωμεν τὸν Χριστόν, καθάπερ Παῦλος αὐτὸν ἠγάπησε, καὶ μηδεὶς ἡμῖν τῶν παρόντων ἔστω λόγος, ἀλλὰ διηνεκῶς τὸν αὐτοῦ πόθον Ἔχωμεν ἱδρυμένον ἡμῖν τῇ ψυχῇ. Οὕτω γὰρ καὶ πάντων καταγελασόμεθα τῶν τοῦ παρόντος βίου, καὶ οὕτω τὴν γῆν καθάπερ τὸν οὐρανὸν οἰκήσομεν, οὔτε ὑπὸ τῶν χρηστῶν ἐνταῦθα χαυνούμενοι, οὔτε ὑπὸ τῶν λυπηρῶν συστελλόμενοι· ἀλλὰ πάντα παρατρέχοντες πρὸς τὸν ποθούμενον ἡμῶν Δεσπότην ἐντεῦθεν ἐπειχθησόμεθα, καὶ μήτε πρὸς αὐτὴν τὴν μέλλησιν δυσχερανοῦμεν, ἀλλ’ ἐροῦμεν κατὰ τὸν μακάριον τοῦτον καὶ ἡμεῖς, ὅτι «Ὃ νῦν ζῶμεν ἐν σαρκί, ἐν πίστει ὦμεν τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀγαπήσαντος ἡμᾶς, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἤμων»· ἵνα καὶ τὸν παρόντα βίον ἀλύπως διανύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαῦσαι καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΛΕ’. «Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ. Ἀριὼχ βασιλεὺς Ἀλασάρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων»
Προηγούμενο: ΟΜΙΛΙΑ ΛΓ’. «Ἄβραμ δὲ ἦν, πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἐρήμων Βεθήλ, ἕως τοῦ τόπου, οὐ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθήλ, καὶ ἀνὰ μέσον Ἀγγαί, εἰς τὸν τόκον τοῦ θυσιαστηρίου, οὐ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος