Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΛϚ ’. «Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φόβου, ἅβρᾳ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθὸς σου πολὺ ἔσται σφόδρα».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΔ’. «Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἂπ’ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρός, βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΛΕ’. «Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ. Ἀριὼχ βασιλεὺς Ἀλασάρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων»

α’. Μέγα ἀγαθόν, ἀγαπητοί, τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις.Τοῦτο τὴν ψυχὴν φιλόσοφον ἀπεργάζεται, τοῦτο πρὸς τὸν οὐρανὸν μεθίστησι τὴν διάνοιαν, τοῦτο εὐχάριστον κατασκευάζει τὸν ἄνθρωπον, τοῦτο ποιεῖ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, τοῦτο διηνεκῶς ἐκεῖ ποιεῖ διαιτᾶσθαι τὸν λογισμὸν τὸν ἡμέτερον, καὶ πρὸς τὴν τοῦ Δεσπότου ἀμοιβὴν ὁρῶντας ἅπαντα ἡμᾶς διαπράττεσθαι,καὶ πρὸς τοὺς τῆς ἀρετῆς πόνους μετὰ πολλῆς ἐγχειρεῖν τῆς προθυμίας Ἐντεῦθεν γὰρ ἐστι μαθεῖν ἀκριβῶς τῆς ταχείας ἀντιλήψεως τοῦ Θεοῦ τὴν πρόνοιαν, τῶν δικαίων τὴν ἀνδρείαν, τοῦ Δεσπότου τὴν ἀγαθότητα, καὶ τῶν ἀμοιβῶν τὸ μέγεθος. Ἐντεῦθέν ἐστιν εἰς ζῆλον καὶ μίμησιν διεγερθῆναι τῆς φιλοσοφίας τῶν γενναίων ἀνδρῶν, καὶ μὴ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας, ἀλλὰ θαῤῥεῖν καὶ πρὸ τῆς ἐκβάσεως ταῖς παρὰ τοῦ Θεοῦ ὑποσχέσεσι. Δι’ ὅ, παρακαλῶ, μετὰ πολλῆς σπουδῆς τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ποιώμεθα. Οὕτω γὰρ καὶ τῆς γνώσεως ἐπὶ τευξόμεθα, εἰ συνεχῶς ἐπίωμεν τὰ ἐγκείμενα. Οὐδὲ γὰρ ἐστι τὸν μετὰ σπουδῆς καὶ πολλοῦ πόθου τοῖς θείοις ἐντυγχάνοντα λόγοις περιοφθῆναί ποτε· ἀλλὰ κἂν ἄνθρωπος ἡμῖν μὴ γένηται διδάσκαλος, αὐτὸς ὁ Δεσπότης ἄνωθεν ἐμβατεύων ταῖς καρδίαις ταῖς ἡμετέραις φωτίζει τὴν διάνοιαν, καταυγάζει τὸν λογισμόν, ἐκκαλύπτει τὰ λανθάνοντα, διδάσκαλος ἡμὶν γίνεται τῶν ἀγνοουμένων· μόνον ἐὰν ἡμεῖς τὰ παρ’ ἑαυτῶν εἰσφέρειν βουλώμεθα. «Μὴ καλέσητε γάρ, φησί, διδάσκαλον ἐπὶ τῆς γῆς». Ἐπειδὰν οὖν λάβωμεν μετὰ χεῖρας βιβλίον πνευματικόν, συντείναντες ἑαυτῶν τὴν διάνοιαν, καὶ συναγαγόντες τὸν λογισμόν, καὶ πᾶσαν βιωτικὴν ἔννοιαν ἀπωσάμενοι, οὕτω τὴν ἀνάγνωσιν ποιώμεθα μετὰ πολλῆς τῆς εὐλαβείας, μετὰ πολλῆς τῆς προσοχῆς, ἵνα δυνηθῶμεν ὑπὸ τοῦ ἁγίου Πνεύματος ὁδηγηθῆναι ἐπὶ τὴν κατανόησιν τῶν γεγραμμένων, καὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπώσασθαι. Καὶ γὰρ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος, ὁ τῆς βασιλίσσης Αἰθιόπων, ἐν τοσαύτῃ τυγχάνων περιφανείᾳ, καὶ ἐπὶ τοῦ ὀχήματος φερόμενος, οὐδὲ ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ἀναγνώσεως ἠμέλει, ἀλλὰ τὸν προφήτην ἔχων μετὰ χεῖρας, πολλὴν ἐποιεῖτο τὴν σπουδὴν πρὸς τὴν ἀνάγνωσιν, καὶ ταῦτα οὐκ εἰδὼς τὰ ἐγκείμενα· ἀλλ’ ὅμως ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ πάντα εἰσήνεγκε, τὴν σπουδήν, τὴν προθυμίαν, τὴν προσοχήν, ἐπέτυχε τοῦ καθοδηγήσαντος. Ἐννόησον γὰρ μοι ὅσον ἦν, μήτε ὁδοιποροῦντα ἀμελῆσαι τῆς ἀναγνώσεως, καὶ ταῦτα ἐπ’ ὀχήματος καθήμενον. Ἀκουέτωσαν οἱ μηδὲ ἐπὶ τῆς οἰκίας τοῦτο ποιῆσαι καταδεχόμενοι, ἀλλὰ νομίζοντες πάρεργον εἶναι τὴν τούτων ἀνάγνωσιν, καὶ διὰ τὸ γυναικὶ συνοικεῖν, καὶ στρατεία κατειλῆφθαι, καὶ παιδίων φροντίζειν, καὶ οἰκετῶν ἐπιμελεῖσθαι, καὶ ἑτέρων πραγμάτων ἔχειν φροντίδα, μὴ προσήκειν αὐτοῖς περὶ τὴν τῶν θείων Γραφῶν ἀνάγνωσιν ἔχειν σπουδήν. Ἰδοὺ γὰρ εὐνοῦχος, ἄνθρωπος βάρβαρος, ἀμφότερα ἱκανὰ εἰς πολλὴν ῥαθυμίαν ἐμβαλεῖν, καὶ μετὰ τούτου ἡ πολλὴ περιφανείᾳ, τοῦ πλούτου ἡ περιουσία, αὐτὸ τὸ ἐν ὁδοιπορίᾳ εἶναι καὶ ἐπ’ ὀχήματος φέρεσθαι· οὐδὲ γὰρ ῥᾴδιον ἀναγνώσει προσέχειν τῷ οὕτως ὁδοιποροῦντι, ἀλλὰ καὶ σφόδρα δυσχερές· ἀλλ’ ὅμως ὁ πόθος καὶ ἡ πολλὴ σπουδὴ πάντα τὰ κωλύματα ἑκποδὼν ἐποιεῖτο, καὶ εἴχετο τῆς ἀναγνώσεως, καὶ οὐκ ἔλεγε ταῦτα, ἃ νῦν πολλοὶ λέγουσιν οὐ νοῶ τὰ ἐγκείμενα, οὐ δύναμαι συνιέναι τὸ βάθος τῶν γεγραμμένων· τίνος ἕνεκεν ἁπλῶς καὶ εἰκῆ τὸν κάματον ὑπομενῶ, ἀναγινώσκων καὶ οὐκ ἔχων τὸν ὁδηγῆσαι δυνάμενον; Οὐδὲν τούτων ἐλογίσατο ὁ βάρβαρος μὲν τὴν γλῶσσαν, φιλόσοφος δὲ τὴν διάνοιαν ἀλλ’ ἐννοήσας ὡς οὐ περιοφθήσεται, ἀλλὰ ταχέως ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, εἰ τὰ παρ’ ἑαυτοῦ καὶ τὰ εἰς δύναμιν ἐπιδείξαιτο, εἴχετο τῆς ἀναγνώσεως. Διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτοῦ τὸν πόθον, οὐ περιεῖδεν, οὐ κατέλιπεν ἀπρονόητον, ἀλλ’ εὐθέως αὐτῷ τὸν διδάσκαλον ἔπεμψε.Σὺ δὲ μοι σκόπει τὴν τοῦ Θεοῦ σοφίαν, πῶς ἔμενεν ἐκεῖνον πρότερον τὰ παρ’ ἑαυτοῦ εἰσενεγκεῖν, καὶ τότε τὴν οἰκείαν ἀντίληψιν ἐπιδείκνυται. Ἐπεὶ οὖν τὰ παρ’ ἑαυτοῦ πάντα ἀπήρτιστο, λοιπὸν ὤφθη ὁ ἄγγελος Κυρίου λέγων τῷ Φιλίππῳ· «Ἀναστὰς πορεύου ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν,αὕτη ἐστὶν ἔρημος. Καὶ ἰδού, ἀνὴρ Αἰθίοψ δυνάστης εὐνοῦχος Κανδάκης, τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἐλήλυθε προσκυνήσων εἰς Ἱερουσαλήμ, καὶ οὗτος ὑπέστρεψε καθήμενος ἐστι τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἠσαίαν». Ὅρα πῶς ἀκριβῶς ἡμῖν διηγήσατο ὁ τὴν βίβλον γράψας, εἰπών, ὅτι Αἰθίοψ, ἵνα γνῶμεν ὅτι βάρβαρος ἦν· εἶτά φησιν, ὅτι Δυνάστης, ὅτι ἐν ἀξιώματι μεγίστῳ καὶ περιφανείᾳ ἐτύγχανεν, «Ὃς ἐληλύθει, φησί, προσκυνήσων εἰς Ἱερουσαλήμ». Ὅρα καὶ τὴν πρόφασιν αὐτοῦ τῆς ἀποδημίας, ἱκανὴν οὖσαν δεῖξαι τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης·ἰδοὺ γὰρ πόσην ὁδὸν στέλλεται ὥστε τὴν προσκύνησιν ἀποδοῦναι τῷ Δεσπότῃ. Ἔτι γὰρ ἐνόμιζον ἐν ἑνὶ τόπῳ συγκεκλεῖσθαι τὴν λατρείαν, καὶ διὰ τοῦτο πολλὴν ὁδὸν στελλόμενοι ἐκεῖ τὰς εὐχὰς ἀνέφερον· διὰ τοι τοῦτο καὶ οὗτος παρεγένετο, ἔνθα ὁ ναὸς ἦν καὶ ἡ λατρεία ἡ Ἰουδαϊκὴ ἵνα τὴν προσκύνησιν ἀποδῷ τῷ Δεσπότῃ. Καὶ ἐπειδὴ ἐπλήρωσε τὸ ποθούμενον, «Ὑποστρέφων, φησί, καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ ἀνεγίνωσκεν».

β’. Εἶτα ἐπιστὰς ὁ φίλιππός φησι πρὸς αὐτόν. «Ἄρα γε γινώσκεις ἃ ἀναγινώσκεις»; Εἶδες ψυχὴν μεμεριμνημένην, οὐκ εἰδυῖαν μὲν τὰ ἐγκείμενα, ἐχομένην δὲ τῆς ἀναγνώσεως, καὶ ποθοῦσαν ἐπιτυχεῖν τοῦ ὁδηγοῦντος διδασκάλου; Καὶ γὰρ εὐθέως ὁ ἀπόστολος διὰ τῆς ἐρωτήσεως διεγείρει αὐτοῦ τὸν πόθον· ὅτι γὰρ ἄξιος ἦν τυχεῖν τοῦ ὁδηγοῦντος πρὸς τὴν τῶν ἐγκειμένων κατανόησιν, αὐτὴ ἡ ἀπόκρισις τοῦ ἀνδρὸς δηλοῖ. Τοῦ γὰρ ἀποστόλου εἰπόντος, «Ἅρα γε γινώσκεις»; Καὶ μετὰ εὐτελοῦς σχήματος προσίοντος, οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ ἐνόμισεν ὑβρίσθαι, ὃ πολλοὶ τῶν ἀνοήτων πάσχουσι, καὶ πολλάκις αἱροῦνται ἐν διηνεκεῖ ἀγνοίᾳ τυγχάνειν, αἰσχυνόμενοι τὴν ἄγνοιαν ὁμολογῆσαι, καὶ παρὰ τῶν διδάξαι δυναμένων μαθεῖν. Ἀλλ’ οὗτος οὐδὲν τούτων πέπονθεν· ἀλλὰ μετὰ πάσης ἐπιεικείας καὶ εὐλαβείας τὴν ἀπόκρισιν ποιεῖται, δεικνὺς αὐτοῦ τῆς ψυχῆς τὴν κατάστασιν, καὶ φησί· «Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μὴ τις ὁδηγήσῃ με»; Καὶ οὐ μόνον ἀπεκρίνατο μὲν μετ’ ἐπιεικείας, παρέδραμε δέ, ἀλλὰ μᾶλλον τῶν οἰκείων τρόπων ἐνδεικνύμενος ἡμῖν τὴν ἀρετήν, ταῦτα εἰπὼν παρεκάλεσεν ὁ δυνάστης, ὁ βάρβαρος, ὁ ἐπ’ ὀχήματος φερόμενος τὸν εὐτελῆ φαινόμενον, τὸν ἀπὸ τῆς ἐσθῆτος εὐκαταφρόνητον, ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες ψυχῆς προθυμίαν; Εἶδες εὐλαβείας ἐπίτασιν; Εἶδες βαρβάρου γνώμην φιλόθεον, πῶς ἐπλήρου ἐκεῖνο τὸ παρὰ σοφοῦ τινος εἰρημένην· «Ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποὺς σου»; Εἶδες πῶς δικαίως οὐ περιωθῇ; Εἶδες πῶς δικαίως ἀπήλαυσε τῆς ἄνωθεν προνοίας; Εἶδες πῶς οὐδὲν ἐνέλιπε τῶν ὀφειλόντων παρ’ αὐτοῦ εἰσενεχθῆναι; Διὰ τοῦτο λοιπὸν ἐπιτυχὼν τοῦ διδασκάλου, ἐμάνθανε μετὰ ἀκριβείας καὶ τῶν ἐγκειμένων τὴν δύναμιν, καὶ ἐφωτίζετο τὴν διάνοιαν.

Ἴδετε ὅσον ἐστὶν ἀγαθὸν τὸ μετὰ προσοχῆς καὶ σπουδῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι τῶν θείων Γραφῶν; Διὰ γὰρ τοῦτο καὶ τὴν κατὰ τὸν βάρβαρον τοῦτον ἱστορίαν εἰς μέσον ὑμῖν παρήγαγον, ἵνα μὴ ἐπαισχυνθῶμεν ἅπαντες ζηλωταὶ γενέσθαι τοῦ Αἰθίοπος, τοῦ εὐνούχου, τοῦ μηδὲ ἐν ὁδοιπορίᾳ τῆς ἀναγνώσεως ἀμελοῦντος. Ἱκανὸς γὰρ οὗτος ὁ βάρβαρος ἅπασιν ἡμῖν διδάσκαλος γενέσθαι, καὶ τοῖς τὸν ἰδιωτικὸν βίον ἐπανῃρημένοις, καὶ τοῖς ἐν στρατιᾷ κατειλεγμένοις, καὶ ἐν περιφανείᾳ τυγχάνουσι, καὶ πᾶσιν ἁπαξαπλῶς οὐκ ἀνδράσιν, ἀλλὰ καὶ γυναιξίν, ὅσῳ καὶ διηνεκῶς οἶκοι διατρίβουσιν, ἀλλὰ καὶ τοῖς τὸν μοναχικὸν βίον ἐπανῃρημένοις, ἵνα μανθάνωσι πάντες, ὡς οὐδεὶς καιρὸς κώλυμα γίνεται πρὸς τὴν τῶν θείων λογίων ἀνάγνωσιν, ἀλλὰ δυνατὸν μὴ μόνον ἐπὶ οἰκίας, ἀλλὰ καὶ ἐπ’ ἀγορᾶς βαδίζοντας, καὶ ὁδοιπορίαν ποιουμένους, καὶ ἐν συνουσίᾳ πλειόνων τυγχάνοντες, καὶ πράγμασι συμπλεκομένους τῆς τούτων ἔχεσθαι σπουδῆς, ἵνα τὰ παρ’ ἑαυτῶν εἰσφέροντες, ταχέως καὶ τοῦ ὁδηγοῦντος ἐπιτύχωμεν. Ὁρῶν γὰρ ἡμῶν ὁ Δεσπότης τὴν περὶ τὰ πνευματικὰ ἐπιθυμίαν, οὐ περιόψεται, ἀλλὰ παρέξει τὴν ἄνωθεν ἔλλαμψιν, καὶ φωτιεῖ ἡμῶν τὴν διάνοιαν. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τῆς ἀναγνώσεως, ἀλλὰ κἂν τε εἰδῶμεν τῶν ἐγκειμένων τὴν δύναμιν, κἂν τε ἀγνοῶμεν, συνεχῶς αὐτὰ ἐπίωμεν. Ἡ γὰρ διηνεκὴς μελέτη ἀνεξάλειπτον ἐργάζεται τὴν μνήμην· καὶ πολλάκις ὅπερ σήμερον εὑρεῖν οὐκ ἰσχύσαμεν ἀναγνόντες, τοῦτο πάλιν αὔριον ἐπελθόντες ἀθρόον εὕρομεν, τοῦ φιλανθρώπου Θεοῦ ἀοράτως ἡμῶν τὴν διάνοιαν φωτίζοντος. Ἀλλὰ ταῦτα μὲν νῦν πρὸς τὸ συνεχῆ ποιεῖσθαι τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν εἰρήκαμεν· ἵνα δὲ μάθητε, ὅτι καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τοῦτο τῷ Δεσπότῃ Ἔθος, ἐπειδὰν τὰ πὰρ’ ἑαυτῶν εἰσενέγκωμεν, μετὰ δαψιλείας τὰ παρ’ ἑαυτοῦ χορηγεῖ καὶ αὐτός, καὶ ὅπερ ἐπὶ τῆς ἀναγνώσεως πεποίηκε μετὰ πολλῆς τῆς ταχύτητος πέμψας τὸν διδάσκαλον τῷ βαρβάρῳ, τοῦτο καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιέναι βουλομένων ἐργάζεται, ἄκουσον τῶν νῦν λεγομένων. Ἀλλ’ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γίνηται οὗτος, ἀκόλουθον ἂν εἴη πάλιν τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγεῖν, καὶ τῆς ἀκολουθίας τῶν χθὲς ἡμῖν εἰρημένων νῦν ἐπιλαθέσθαι. Καὶ γὰρ ἔγνωτε ἐκ τῶν ἤδη ῥηθέντων, πῶς τῆς πολλῆς ἐκείνης ταπεινοφροσύνης, ἦν περὶ τὸν Λὼτ ἐπεδείξατο παραχωρήσας αὐτῷ τῶν πρωτείων, πολλῆς ἀπήλαυσε τῆς ἄνωθεν ἀμοιβῆς, ὑπόσχεσιν δεξάμενος πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ’ αὐτοῦ γεγενημένα. Ἴδωμεν δὲ λοιπὸν καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμένων πάλιν τοῦ δικαίου τὴν ἀρετήν, ἳν’ οὕτω προϊόντες καταμάθωμεν τὴν ἄφατον τοῦ Θεοῦ περὶ αὐτὸν γεγενημένην κηδεμονίαν. Παιδεύων γὰρ ἅπαντας ἡμᾶς διὰ τῆς τοῦ πατριάρχου φιλοσοφίας, ἀφίησιν αὐτὸν καθ’ ἕκαστον καιρὸν πρότερον ἐπιδείκνυσθαι τῆς οἰκείας γνώμης τὸ φιλόθεον, καὶ τότε τὴν παρ’ ἑαυτοῦ ἀμοιβὴν εἰσφέρει, ἵνα σπουδάσωμεν καὶ αὐτοὶ μιμούμενοι τὸν πατριάρχην πρότερον ἐγχειρεῖν τοῖς τῆς ἀρετῆς πόνοις, καὶ οὕτως ἀναμένειν τῶν παρ’ αὐτοῦ ἀμοιβῶν τὴν ἀντίδοσιν.

γ’. Ἀλλ’ ὥρα λοιπὸν αὐτὰ ὑμῖν προτιθέναι τὰ σήμερον ἀνεγνωσμένα· οὐδὲ γὰρ ἑρμηνείας δεῖται σχεδόν, ἀλλὰ καὶ αὐτὴ ἡ ἀνάγνωσις ἱκανὴ δεῖξαι τῆς τοῦ δικαίου ἀρετῆς τὴν ὑπερβολήν. «Ἐγένετο δέ, φησίν, ἐν τῇ Βασιλείᾳ τῇ Ἁμαρφὰθ βασιλέως Σενναὰρ. Ἁριὼχ βασιλεὺς Ἐλασάρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς ἐθνῶν, ἐποιήσαντο πόλεμον μετὰ Βαλὰκ, βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰκ Βασιλέως Γομόῤῥας, καὶ μετὰ Σεναὰρ, βασιλέως Ἄδαμά, καὶ Συμοβόρ, βασιλέως Σεδοεὶμ, καὶ βασιλέως Βαλὰκ· αὕτη ἐστὶ Σηγώρ». Πάντες οὗτοι ι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως καὶ τῶν ὀνομάτων τῶν βασιλέων ἐμνημόνευσε, καὶ τῶν ἐθνῶν· οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μάθῃς ἐκ τῆς τούτων προσηγορίας τὴν βάρβαρον αὐτῶν γνώμην. Οὗτοι γάρ, φησί, πρὸς τὸν Σοδόμων βασιλέα καὶ τοὺς λοιποὺς ἐποίησαν πόλεμον. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει τοῦ πολέμου, ὅθεν τὴν ἀρχὴν ἔσχε, «Δώδεκα γὰρ ἔτη, φησίν, ἐδούλευον τῷ Χοδολογομὸρ βασιλεῖ Ἐλὰμ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ι στῆσαν,· Βν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἦλθε Χοδολογομὸρ καὶ οἱ βασιλεῖς οἱ μὲτ’ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀστορὼθ καὶ Καρναεὶμ, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν Σαυῇ τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρᾶν, ἣ ἐστιν ἐν τῇ ἐρήμῳ. Καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τήν, πηγὴν τῆς κρίσεως αὕτη ἐστι Κάδης· καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν Ἂσασυνθαμάρ». Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοί, τὰ εἰρημένα, μηδὲ νομίσωμεν ἀνωφελῆ εἶναι τὴν διήγησιν. Ἐπίτηδες γὰρ ἡ θεία Γραφὴ μετὰ ἀκριβείας ἅπαντα ἡμῖν διηγήσατο, ἵνα μάθωμεν τῶν βαρβάρων τούτων τὴν ἰσχύν, καὶ ὅσην τὴν ἀνδρείαν ἐπεδείξαντο, καὶ μετὰ πόσης σφοδρότητος πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς καὶ τοὺς γίγαντας, τοῦτ’ ἔστι τοὺς ἰσχυροὺς κατὰ τὴν τοῦ σώματος ἕξιν, καταγωνίσασθαι, καὶ πάντα τὰ ἐκεῖσε οἰκοῦντα ἔθνη τροπώσασθαι. Καθάπερ γὰρ χειμάῤῥους σφοδρῶς ἐπελθὼν ἅπαντα παρασύρει καὶ ἀπόλλυσι, τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οἱ βάρβαροι πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπελθόντες, πάντας ἄρδην ἀπώλεσαν, ὡς καὶ τοὺς ἄρχοντας τῶν Ἀμαληκιτῶν, καὶ τοὺς ἄλλους ἅπαντας τροπώσασθαι. Ἀλλ’ ἴσως εἴποι τις ἄν· καὶ τὶ μοι ὄφελος ἀπὸ τοῦ γνῶναι τῶν βαρβάρων τὴν ἰσχύν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ἡ Γραφῇ ταύτᾳ τῇ διηγήσει ἐγκατέμιξεν, οὐδὲ μάτην ἡμεῖς νῦν προλαβόντες παρεγγυῶμεν ὑμῖν μεμνῆσθαι τῆς τούτων ἀνδρείας· ἀλλ’ ἵνα προιούσης τῆς διδασκαλίας μάθητε καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ὑπερβολήν, καὶ τοῦ πατριάρχου τὴν ἀρετήν. Πρὸς τούτους οὖν, φησί, τοὺς τοσαύτην δύναμιν κεκτημένους, καὶ τοσαῦτα ἔθνη τροπωσαμένους «Ἐξῆλθε παρατάξασθαι ὁ βασιλεὺς Σοδόμων, παῖ Γομόῤῥας, καὶ Ἄδαμά, καὶ Σεβοεὶμ, καὶ Βαλάκ· αὕτη ἐστι Σηγώρ; Καὶ παρετάξαντο αὐτοῖς ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ εἰς πόλεμον, πρὸς Χολοδογομόρ, καὶ Θαρθάκ, καὶ Ἁμαρφὰθ, καὶ Ἀρίωχ. Οἱ τέσσαρες, βασιλεῖς πρὸς τοὺς πέντε. Κοιλὰς δὲ ἡ ἁλυκή, φρέατα ἀσφάλτου». Εἶτα ἵνα μάθωμεν, πῶς καταπλαγέντες αὐτῶν τὴν ἀνδρείαν, καὶ τῆς δυνάμεως τὴν ἰσχύν, εἰς φυγὴν ἐτράπησαν, φησὶν ἡ Γραφή· «Καὶ ἔφυγεν ὃ βασιλεὺς Σοδόμων, παῖ Γομόῤῥας, καὶ ἐνέπεσον ἐκεῖ, ἔνθα τὰ φρέατα· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον». Εἶδες πόση τῶν ἀνδρῶν ἡ ἰσχύς; Πῶς καὶ ἐξ αὐτῆς τῆς προσόψεως καταπλαγῆναι αὐτοὺς παρεσκεύασαν, καὶ εἰς φυγὴν τραπῆναι πεποιήκασιν; Ὅρα λοιπὸν πῶς μετὰ πάσης εὐκολίας, φυγάδων ἁπάντων γεγενημένων, τὰ αὐτῶν ἅπαντα λαβόντες ἐκεῖνοι ἐπανῄεσαν. «Ἔλαβον δέ, φησί, καὶ τὴν ὀρεινήν, καὶ πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Γομόῤῥας, καὶ πάντα τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον. Ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἄβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο. ᾞν γὰρ κατοικῶν ἐν Σοδόμοις». Ἰδοὺ ὅπερ χθὲς ἔλεγον, εἰς ἔργον ἐξέβη νῦν· ὅτι οὐδὲν ἀπώνατο ὁ Λὼτ ἀπὸ τῆς τῶν πρωτείων ἐκλογῆς, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων ἐπαιδεύετο τῶν πρωτείων μὴ ἐρᾷν. Οὐ μόνον γὰρ αὐτῷ ἐκ τούτου οὐδὲν ὄφελος γέγονεν, ἀλλ’ ἰδοὺ καὶ αἰχμάλωτος ἀπήχθη, καὶ ἐμάνθανε διὰ τῶν ἔργων, ὅτι πολλῷ βέλτιον ἣν αὐτῷ τῇς τοῦ δικαίου συνουσίας ἀπολαύειν, ἣ χωρισθέντι, καὶ ἐν ἐλευθερίᾳ γεγονότι τοσούτων πειραθῆναι τῶν συμφορῶν. Ἰδοὺ γὰρ ἐχωρίσθη τοῦ πατριάρχου, καὶ ἐνόμισεν ἐν πλείονι εἶναι ἀδείᾳ, καὶ τῶν πρωτείων ἐπιτετυχηκέναι, καὶ ἐν πολιῇ τυγχάνειν τῇ εὐπορίᾳ, καὶ ἀθρόον αἰχμάλωτος, ἅοικος, ἀνέστιος γίνεται· ἵνα μάθῃς ὅσον ἐστὶ κακὸν ἡ διαίρεσις, καὶ ὅσον ἐστιν ἀγαθὸν ἡ ὁμόνοια· καὶ ὅτι προσήκει μὴ ἐπιπηδᾷν τοῖς μείζοσιν, ἀλλ’ ἀγαπᾷν ἐλαττοῦσθαι μᾶλλον. «Ἔλαβον γάρ, φησί, τὸν Λώτ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ». Πόσῳ μᾶλλον βέλτιον ἦν συνεῖναι τῷ πατριάρχῃ, καὶ πάντα καταδέχεσθαι ὑπὲρ τοῦ μὴ διασπασθῆναι τὴν μεταξὺ ὁμόνοιαν, ἣ χωρισθέντα, καὶ τὰ πρωτεῖα ἐκλεξάμενον, εὐθέως τοσούτοις κινδύνοις περιβληθῆναι, καὶ ὑπὸ βαρβάροις γενέσθαι; «Παραγενόμενος δὲ τις, φησί, τῶν ἀνασωθέντων, ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ. Αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυὶ τῇ Μαμβρῇ Ὅμορού, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ». Πῶς τοσούτου πολέμου συγκροτηθέντος οὐκ ἔγνω ὁ πατριάρχης ἴσως πολὺ τὸ ἐν μέσῳ διάστημα ἐτύγχανε, δι’ ὃ καὶ ἠγνόησεν. «Ἐλθὼν δὲ τις ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ»· ἵνα ἡμᾶς ἀνάμνηση, ὅτι τῷ ἀπὸ τῆς Χαλδαίας ἐπανελθόντι. Ἐπειδὴ γὰρ πέραν τοῦ Εὐφράτου τὴν κατοίκησιν εἶχε, διὰ τοῦτο καὶ περάτης ἐλέγετο. Καὶ ἄνωθεν ναὶ ἐξ ἀρχῆς οἱ γονεῖς τὸ ὄνομα αὐτῷ ἐπέθεσαν, προμηνύοντες αὐτῷ τὴν ἐκεῖθεν αὐτοῦ μετανάστασιν. Ἐπειδὴ γὰρ περᾷν ἔμελλε τὸν Εὐφράτην, καὶ ἐπὶ τὴν Παλαιστίνην ἔρχεσθαι, διὰ τοῦτο καὶ Ἄβραμ ἐκαλεῖτο.

δ’. Σκόπει πῶς καὶ ἄπιστοι ὄντες οἱ γονεῖς οὐκ εἰδότες, ἀλλ’ ὑπὸ τῆς τοῦ εὐμηχάνου Θεοῦ σοφίας ὁδηγούμενοι, τὸ ὄνομα ἐπέθεσαν τῷ παιδί, καθάπερ καὶ ὁ Λάμεχ τῷ Νῶε. Καὶ τοῦτο γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ καὶ διὰ ἀπίστων πολλάκις προμηνύειν τὰ μετὰ πολὺν ἐσόμενα χρόνον,· Ἀπήγγειλεν οὖν ἐλθών, φησί, τις τῷ περάτῃ τὰ γεγονότα, τοῦ ἀδελφιδοῦ τὴν αἰχμαλωσίαν, καὶ τῶν βασιλέων ἐκείνων τὴν πολλὴν δυναστείαν, καὶ τὴν ἐν Σοδόμοις πόρθησιν, καὶ τὴν μὲτ’ αἰσχύνης φυγήν. «Αὐτὸς δὲ κατῴκει, παρὰ τῇ δρυὶ τῇ Μαμβρὴ Ὅμορού, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ Αὐνάν, οἱ ἦσαν συνωμόται τῷ Ἄβραμ»· ἀλλ’ ἴσως ἐνταῦθα ἂν τις ζητήσειε· τίνος ἕνεκεν μόνος τῶν ὃν Σοδόμοις πεφευγότων ὁ δίκαιος Λὼτ εἰς τὴν αἰχμαλωσίαν ἀπάγεται; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο, οὐδὲ εἰκῆ, ἀλλ’ ἵνα μάθῃ δι’ αὐτῶν τῶν πραγμάτων ὁ Λὼτ καὶ τοῦ πατριάρχου τὴν ἀρετήν, καὶ δι’ αὐτοῦ καὶ ἕτεροι διασωθῶσι, καὶ ἵνα παιδευθῇ μὴ τῶν πρωτείων ἐφίεσθαι, ἀλλὰ παραχωρεῖν τῶν μειζόνων. Ἀκούσωμεν δὲ λοιπὸν τῶν ἑξῆς, ἵνα μάθωμεν καὶ τοῦ δικαίου τὴν ἀρετήν, καὶ τοῦ Θεοῦ τὴν ἄφατον συμμαχίαν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις, καὶ συντείνατε ὑμῶν τὴν διάνοιαν. Πολλὰ γὰρ ἐστι κατὰ ταὐτὸν ἐντεῦθεν κερδάναι, καὶ ἐκ τῶν τῷ Λὼτ συμβάντων ἐκεῖθεν παιδευθῆναι μηδέποτε διαπορεῖν, εἴποτε δίκαιοι μὲν πειρασμοῖς περιπέσοιεν, φαῦλοι δὲ καὶ πονηροὶ διαφύγοιεν, μήτε ἐκ παντὸς τρόπον τὰ πρωτεῖα ἐπιζητεῖν, μήτε τῆς μετὰ τῶν δικαίων συνουσίας ἕτερόν τι προτιμότερον ἡγεῖσθαι, ἀλλὰ κἂν δουλεύειν δέοι, συνεῖναι δὲ ἐναρέτοις ἀνδράσι, τοῦ ἐν ἐλευθερίᾳ εἶναι τοῦτο λυσιτελέστερον εἶναι νομίζειν. Καὶ μετὰ τούτων δὲ καὶ τοῦ πατριάρχου μαθεῖν ἐντεῦθεν ἐστι τὴν πολλὴν ἀνεξικακίαν, τῆς φιλοστοργίας τὴν ὑπερβολήν, τῆς ἀνδρείας τὸ μέγεθος, τῶν χρημάτων τὴν ὑπεροψίαν, τῆς περὶ αὐτὸν τοῦ Θεοῦ βοηθείας τὴν ἄφατον δύναμιν. Ἀκούσας δέ, φησίν. «Ἄβραμ ὅτε ᾐχμαλώτευται Λὼτ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δᾶν, καὶ ἐπέπεσεν ἀπ’ αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ, παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἕως Χωβαλ, ἢ ἐστιν ἀριστερὰ Δαμάσκου. Καὶ ἐπέστρεψε, πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὸν λαόν, καὶ τὰς γυναῖκας». Ἐννόει μοι ἐνταῦθα ἀγαπητέ, τῆς τοῦ δικαίου ἀνδρείας τὴν μεγαλοψυχίαν, ὅπως θαῤῥήσας τῇ τοῦ Θεοῦ δυνάμει οὐ κατεπλάγη τῶν ἀνδρῶν τὴν ἰσχύν, μαθὼν τὴν τροπὴν ἣν ἐποιήσαντο, πρότερον μὲν κατὰ τῶν ἐθνῶν ἁπάντων ὁρμήσαντες, καὶ τοὺς Ἀμαληκίτας καὶ τοὺς λοιποὺς ἅπαντας καταγωνισάμενοι, ἔπειτα δὲ πρὸς τοὺς ἐν Σοδόμοις συμβαλόντες, καὶ εἰς φυγὴν αὐτοὺς τρέψαντες, καὶ πᾶσαν αὐτῶν ἀφελόμενοι τὴν ὕπαρξιν. Διὰ γὰρ τοῦτο προδιδοῦσα ἡ θεῖα Γραφὴ πάντα ταῦτα ἡμῖν διηγήσατο, καὶ ὅσα διὰ τῆς αὐτῶν ἀνδρείας κατώρθωσαν, ἵνα μάθης ὡς οὐ σωματικὴ ἰσχύϊ ὁ πατριάρχης τούτους κατηγωνίσατο, ἀλλὰ τῇ πίστει τῇ εἰς τὸν Θεόν, καὶ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμενος πάντα ταῦτα κατώρθωσεν, οὐχ ὅπλα κινήσας, καὶ βέλη, καὶ δόρατα, καὶ τόξα τείνας, καὶ ἀσπίδας προβαλόμενος, ἀλλὰ μετὰ τῶν οἰκογενῶν.

Καὶ τίνος ἕνεκεν, φησίν, ἠρίθμησε τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς; Ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς πάντες ἔλαβεν, ἀλλὰ τοὺς οἰκογενεῖς, τοὺς συνανατραφέντας τῷ Λώτ, ἵνα μετὰ πολλῆς εὐνοίας τὴν ἐκδίκησιν ποιήσωνται, ὡς ὑπὲρ οἰκείου Δεσπότου δασὺν ἀγωνιζόμενοι. Καὶ θέα μοι τῆς δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολήν, μεθ’ ὅσης ταχύτητος τὰ τῆς νίκης γεγένηται. «Ἐπέπεσε γὰρ αὐτοῖς, φησί, τὴν νύκτα αὐτός, κοὶ οἱ παῖδας αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς, καὶ ἐδίωξεν αὐτούς». Ἡ γὰρ ἄνωθεν χεὶρ ἦν συνεφαπτομένη καὶ συστρατηγοῦσα τοῖς γινομένοις. Δι’ ὃ οὐδὲ ὅπλων αὐτοῖς ἐδέησεν, οὐδὲ μηχανημάτων, ἀλλὰ μόνον φανεὶς μετὰ τῶν οἰκετῶν τοὺς μὲν ἐπάταξε, τοὺς δὲ εἰς φυγὴν ὁρμήσαι παρεσκεύασε, καὶ ἑκάτερον ἐποίησε μετὰ ἀδείας ἁπάσης, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος, τὴν τε ἵππον τοῦ βασιλέως Σοδόμων ἐπέστρεψε, καὶ τὸν Λὼτ τὸν ἀδελφιδοῦν αὖ, καὶ πάντα τὰ ὑπάρχοντα καὶ τὰς γυναῖκας. Ὁρᾷς διὰ τὶ συνεχωρήθη τῶν ἄλλων πεφευγότων ὁ Λὼτ μόνος αἰχμάλωτος γενέσθαι; Ἵνα καὶ τοῦ πατριάρχου κατάδηλος γένηται ἡ ἀρετή, καὶ δι’ αὐτὸν καὶ ἕτεροι πολλοὶ τῆς σωτηρίας ἐπιτύχωσι. Καὶ ἐπανῄει λοιπὸν μέγα καὶ λαμπρὸν τρόπαιον ἐπαγόμενος, μετὰ τοῦ Λὼτ καὶ τὴν ἵππον, καὶ τὰς γυναῖκας, καὶ τὰ ὑπάρχοντα ἐπιφερόμενος, καὶ πᾶσι λαμπρᾷ τῇ φωνῇ κηρύττων, καὶ σάλπιγγος μεγαλοφωνότερον βοῶν, ὅτι οὐκ ἀνθρωπίνη δυνάμει, οὐδὲ ἰσχύϊ σωμάτων τὴν τροπὴν εἰργάσατο καὶ τὴν νίκην ἤρατο, ἀλλὰ τῆς ἄνωθεν χειρὸς πάντα ἐργαζομένης. Εἶδες διὰ πάντων τὸν δίκαιον περιφανέστερον γινόμενον, καὶ καθ’ ἕκαστον καιρὸν πᾶσι δεικνύντα τὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρόνοιαν; Ὅρα αὐτὸν λοιπὸν καὶ διδάσκαλον θεοσεβείας γενέσθαι σπουδάζοντα τοῖς ἐν Σοδόμοις. «Ἐξῆλθε γὰρ φησίν, ὁ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογομορ, καὶ τῶν βασιλέων τῶν μὲτ’ αὐτοῦ»· Σκόπει πόσον ἐστὶν ἡ ἀρετή, καὶ τὸ τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν. Ὁ βασιλεὺς τῷ ξένῳ, τῷ πρεσβύτῃ εἰς συνάντησιν ἔξεισι, καὶ πᾶσαν δυνάμει τιμήν. Ἐμάνθανε γὰρ ὡς οὐδὲν αὐτῷ τῇς βασιλείας ὄφελος τῆς ἄνωθεν συμμαχίας ἠρημωμένῳ, καὶ ὡς οὐδὲν ὃν γένοιτο δυνατώτερον τοῦ ὑπὸ τῆς τοῦ Θεοῦ χειρὸς βοηθουμένου. «Καὶ Μελχισεδέκ, φησί, βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου».

ε’. Τὶ βούλεται ἡμῖν αὕτη ἡ παρατήρησις. «Βασιλεὺς Σαλήμ, καὶ Ἱερεὺς τοῦ Θεοῦ τοῦ ὕψιστου»; Βασιλεὺς μὲν ἦν, φησί, τῆς Σαλὴμ Τοῦτον γὰρ καὶ ὁ μακάριος Παῦλος πρὸς τοὺς ἐξ Ἑβραίων πεπιστευκότας ἐπιστέλλων εἰς μέσον παράγων, καὶ τὸ ὄνομα αὐτοῦ περιστρέφων καἰ πόλιν, ὁμοῦ ἑρμηνεύει τοῦ ὀνόματος τὴν σημασίαν, καὶ ἐτυμολογία τινὶ κέχρηται λέγων, «Μελχισεδέκ, βασιλεὺς δικαιοσύνης». Καὶ γὰρ κατὰ τὴν Ἑβραικὴν γλῶτταν τὸ μὲν Μελχὶ βασιλείαν σημαίνει, τὸ δὲ Σεδὲκ, δικαιοσύνην. Εἶτα καὶ εἰς τὸ ὄνομα τῆς πόλεως ἐλθὼν φησί. Βασιλεὺς εἰρήνης· τὸ γὰρ Σαλὴμ εἰρήνην ἐμφαίνει. Ἱερεὺς δὲ ἦν ἴσως αὐτοχειροτόνητος· οὕτω γὰρ ἦσαν τότε οἱ ἱερεῖς· ἤτοι οὖν διὰ τὸ τῇ ἡλικίᾳ προβῆναι οἱ προσήκοντες αὐτῷ ἀπονενεμήκασι τὴν τιμήν· ἣ καὶ αὐτὸς ἱερατεύειν ἐπετήδευσε, καθάπερ ὁ Νῶε, καθάπερ ὁ Ἄβελ, καθάπερ ὁ Ἀβραάμ, ἡνίκα τὰς θυσίας προσῆγον. Ἄλλως δὲ καὶ τύπος ἔμελλεν εἶναι τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ Παῦλος οὕτως αὐτὸν ἐκλαμβάνει λέγων· «Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἔχων ἡμερῶν, μήτε ζωῆς τέλος, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές». Καὶ πῶς, φησίν, οἷόν τε ἄνθρωπον ὄντα ἀπάτορα εἶναι καὶ ἀμήτορα, καὶ μήτε ἀρχὴν ἡμερῶν ἔχειν, μήτε ζωῆς τέλος; Ἤκουσας ὅτι τύπος ἦν· μὴ τοίνυν ξενίζου, μηδὲ πάντα ἀπαιτεῖ ἐν τῷ τύπῳ. Οὐδὲ γὰρ ἂν εἴη τύπος, εἰ μέλλοι πάντα ἔχειν τὰ τῇ ἀληθεῖᾳ συμβαίνοντα. Τὶ οὖν ἐστι τὸ εἰρημένους ὥσπερ οὗτος, φησί, διὰ τὸ μὴ μνημονευθῆναι τοὺς γεγεννηκότας αὐτόν, ἀπάτωρ λέγεται καὶ ἀμήτωρ, καὶ διὰ τὸ μὴ γενεαλογηθῆναι, ἀγενεαλόγητος· οὕτω καὶ ὁ Χριστός, διὰ τὸ μὴ ἐσχηκέναι μήτε ἐν οὐρανοῖς μητέρα, μήτε ἐπὶ τῆς γῆς πατέρα, ἀγενεαλόγητος λέγεται καὶ ἐστι. Καὶ ὅρα διὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς, ὅπως μυστήριόν τι ἡμῖν δι’ αὐτῆς αἰνίττεται. Ἐξήνεγκε γὰρ ἄρτους καὶ οἶνον. Ὁρῶν τὸν τύπον, νόει μοι τὴν ἀλήθειαν, καὶ θαύμαζε τῆς θείας Γραφῆς τὴν δύναμιν, πῶς ἄνωθεν καὶ ἐκ προοιμίων τὰ μέλλοντα ἔσεσθαι προεμήνυε. «Καὶ εὐλόγησε, φησί, τὸν Ἀβραὰμ καὶ εἶπεν· Εὐλογητὸς Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὅς, παρέδωκε τοὺς ἐχθροὺς σου ὑποχειρίους σοι». Οὐ μόνον αὐτὸν εὐλόγησεν, ἀλλὰ καὶ τὸν Θεὸν ἐδόξασεν. Εἰπὼν γάρ, «Εὐλογητὸς Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἀπὸ τῶν δημιουργημάτων τοῦ Θεοῦ τὴν δύναμιν ἡμῖν ἀνέφηνεν». Εἰ γὰρ αὐτὸς ἐστι Θεός, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν παραγαγών, οἱ ὑπὸ τῶν ἀνθρώπων θεραπευόμενοι οὐκ ἂν εἶεν θεοί· «Θεοὶ γάρ, φησίν, οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν». Εὐλογητός, φησίν, ὁ Θεός, ὃς παρέδωκε τοὺς ἐχθροὺς σου ὑποχειρίους σοι. Θέα μοι πῶς οὐ μόνον τὸν δίκαιον ἀνακηρύττει, ἀλλὰ καὶ τοῦ Θεοῦ τὴν συμμαχίαν ἐπιγινώσκει. Οὐδὲ γὰρ ἄνευ τῆς ἐκεῖθεν ῥοπῆς ἠδυνήθη τῶν τοσαύτην δυναστείαν περιβεβλημένων περιγενέσθαι. «Ὃς παρέδωκε, φησί, τοὺς ἐχθροὺς σου»· αὐτὸς ἐστιν ὁ τὸ πᾶν ἐργασάμενος, αὐτὸς ἐστιν ὁ τοὺς ἰσχυροὺς ἀσθενεῖς καταστήσας, αὐτὸς ἐστιν ὁ διὰ τῶν ἄοπλων τοὺς ὡπλισμένους κατενεγκών· ἐκεῖθέν ἐστιν ἡ ῥοπὴ ἡ τοσαύτην σοι τὴν δύναμιν παρασχομένη. «Ὃς παρέδωκε, φησί, τοὺς ἐχθροὺς σου ὑποχειρίους σοι». Ὁρᾷς πῶς δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν καὶ τὴν φιλοστοργίαν τὴν περὶ τὸν Λώτ, καὶ πῶς ἐμφαίνει, ὅτι καὶ ὁ Ἀβραὰμ οἰκείους αὐτοὺς ἐχθροὺς ἡγεῖτο διὰ τὰ εἰς τὸν ἀδελφιδοῦν γεγενημένα; «Καὶ ἔδωκεν αὐτῷ, φησί, δεκάτην ἀπὸ πάντων». Τοῦτο καὶ Παῦλός φησι· «Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων, ὁ, πατριάρχης»· δηλονότι ἐκ τῶν λαφύρων, ὧν ἐπήγετο, ἠμείψατο τὸν Μελχισεδέκ, καὶ δεκάτην αὐτῷ ἀφώρισεν ἀπὸ πάντων ὧν ἐπεφέρετο· ἐντεῦθεν ἤδη διδάσκαλος ἅπασι γενόμενος, πολλὴν ἐπιδείκνυσθαι εὐγνωμοσύνην, καὶ τὰς ἀπαρχὰς προσάγειν τῶν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντων. Εἶτα ἐκπλαγεὶς τοῦ πατριάρχου τὴν μεγαλοψυχίαν ὁ βασιλεὺς Σοδόμων φησὶ πρὸς αὐτόν· «Δὸς μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ». Καλὴ τοῦ βασιλέως ἡ εὐγνωμοσύνη· ἀλλ’ ὅρα τοῦ δικαίου τὴν φιλοσοφίαν. «Εἶπε δὲ Ἄβραμ πρὸς τὸν βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ ἑὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιφωτῆρος ὑποδήματος, λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ». Πολλὴ τοῦ πατριάρχου ἡ περὶ τὰ χρήματα ὑπεροψία. Καὶ τίνος ἕνεκεν μεθ’ ὅρκου τὴν ἀπαγόρευσιν ποιεῖται, καὶ φησίν. «Ἐκτενῶ τὴν χεῖρά μου, πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν»;

Ϛ’. Ἀμφότερα βούλεται παιδεῦσαι τὸν τῶν Σοδόμων βασιλέα, καὶ ὅτι κρείττων ἐστὶ τῶν παρ’ αὐτοῦ δεδομένων, καὶ πολλὴν ἐπιδείκνυται τὴν φιλοσοφίαν, καὶ θεοσεβείας αὐτῷ διδάσκαλος γενέσθαι σπουδάζει μονονουχὶ διδάσκων αὐτόν, ὅτι ἐκεῖνόν σοι παρέχω μάρτυρα, ὅτι οὐδὲν τῶν παρὰ σου λήψομαι, τὸν ἁπάντων δημιουργόν, ἵνα εἰδέναι Ἔχοις τὸν ἐπὶ πάντων Θεόν, καὶ μὴ νομίσῃς εἶναι θεοὺς τὰ ὑπὸ χειρῶν ἀνθρώπων κατασκευαζόμενα. Οὗτος γὰρ ὁ οὐρανοῦ καἰ γῆς ποιητής, αὐτὸς καὶ τὸν πόλεμον τοῦτον ἐτροπώσατο, καὶ τῆς νίκης αἴτιος κατέστη. Μὴ τοίνυν προσδοκήσῃς ἐμὲ ἀνέξεσθαί τι λαβεῖν τῶν παρὰ σου διδομένων, Οὐδὲ γὰρ ἐπὶ μισθῷ τὴν ἐκδικίαν ἐποιησάμην, ἀλλὰ πρότερον μὲν διὰ τὴν περὶ τὸν ἀδελφιδοῦν φιλοστοργίαν, ἔπειτα δὲ καὶ δι’ αὐτὴν τοῦ δικαίου τὴν φύσιν, ὥστε τοὺς ἀδίκως ἀπηγμένους ἐξαρπάσαι τῶν βαρβαρικῶν χειρῶν. «Εἰ ἀπὸ σπαρτίου, φησίν, ἕως σφαιρωτῆρος, λήψομαι ἀπὸ πάντων τῶν σῶν»· τοῦτ’ ἐστιν, οὐδὲ τὸ τυχόν, οὐδὲ τὸ εὐτελές, οὐδὲ τὸ εὐκαταφρόνητον νομιζόμενον. Καὶ γὰρ σφαιρωτῆρα εἰώθασι λέγειν τὸ ἄκρον τοῦ ὑποδήματος τὸ εἰς ὀξὺ λῆγον· τοιούτοις γὰρ ἔθος ἔχουσι κεχρῆσθαι οἱ βάρβαροι. Εἶτα καὶ τὴν αἰτίαν τῆς παραιτήσεώς φησιν. «Ἵνα μὴ εἴπῃς. Ἐγώ, πεπλούτικα τὸν Ἄβραμ». Ἔχω τὸν χορηγὸν τῶν μυρίων ἀγαθῶν, πολλῆς ἀπολαύω τῆς ἄνωθεν ῥοπῆς, οὐ δέομαι τοῦ παρὰ σου πλούτου, οὐ χρῄζω ἀνθρωπίνης εὐπορίας, ἀρκοῦμαι τῇ παρὰ τοῦ Θεοῦ εἰς ἐμὲ φιλοτιμίᾳ, οἶδα αὐτοῦ τὸ δαψιλὲς τῶν δωρεῶν. Τῶν μικρῶν καὶ εὐτελῶν παραχωρήσας τῷ Λώτ, μεγάλων καὶ ἀποῤῥήτων ἠξιώθην ὑποσχέσεων· καὶ νῦν μείζονα πλοῦτον ἑαυτῷ πραγματευόμενος, καὶ πλείονα πάρ’· αὐτοῦ εὔνοιαν ἐπισπώμενος, τὸν παρὰ σοῦ πλοῦτον οὐ προσίεμαι. Διὰ τοῦτο δέ, ὡς οἶμαι, καὶ τὸν ὅρκον προσέθηκε, καὶ εἶπεν. ’Εκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ἵνα μὴ νομίσῃ ἁπλῶς αὐτὸν σχηματίζεσθαι, οἷα συμβαίνειν εἰκὸς ἀλλ’ ἵνα μάθῃ ὅτι τοῦτο αὐτῷ δέδοκται, τὸ μηδὲ τὸ τυχὸν ἐκεῖθεν νοσφίσασθαι. Καὶ ἐπλήρου τὸ παράγγελμα ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε». Μὴ γὰρ ἐγὼ τὶ πλεῖον, φησίν, εἰσήνεγκα εἰς τὴν τοῦ πολέμου ὑπόθεσιν, ἣ μόνον τὴν γνώμην καὶ τὴν προθυμίαν; Τὴν δὲ νίκην καὶ τὸ τρόπαιον, καὶ τὰ ἀλλὰ πάντα αὐτὸς εἰργάσατο τῇ ἀοράτῳ δυνάμει. Εἶτα ἵνα μὴ νομίσῃ ὁ βασιλεύς, ὅτι δι’ ὑπεροψίαν καὶ καταφρόνησιν οὐ προσίεται τὰ παρ’ αὐτοῦ διδόμενα, δεικνὺς αὐτοῦ καὶ ἐν τούτῳ τὸ ἥμερον, καὶ τῆς γνώμης τὸ φιλόσοφον, φησίν· «οὐ λήψομαι, Πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μὲτ’ ἐμοῦ. Ἐσχὼλ. Αὐνᾶν, Μαμβρή· οὗτοι λήψονται μερίδα». Τούτοις, φησί, συγχωρήσω λαβεῖν τινὰ μερίδα, ἐπειδὴ πολλῆς φιλίας τεκμήρια ἐπεδείξαντο. Οὗτοι γάρ, φησί, συνωμόται τοῦ Ἄβραμ, τοῦτ’ ἐστιν, εἰς φιλίαν συνημμένοι· καὶ τοῦ, τὸ δείκνυσι τὸ ἑλέσθαι αὐτοὺς κοινωνῆσαι αὐτῷ τῶν κινδύνων. Διὰ τοῦτο καὶ αὐτὸς ἄμειβομενος αὐτοὺς παρασκευάζει μερίδα τινὰ λαβεῖν, καὶ ἐν τούτῳ πάλιν τὸν ἀποστολικὸν νόμον πληρῶν τὸν λέγοντα, «Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν». Οὐδὲ γὰρ τι πλέον τῆς χρείας αὐτοὺς λαβεῖν ἀφίησι· «Πλὴν γάρ, φησίν, ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν συμπορευθέντων μετ’ ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρή· οὗτοι λήψονται μερίδα». Ἴδετε τῆς ἀρετῆς τοῦ πατριάρχου τὴν ἀκρίβειαν, πῶς καὶ τὴν φιλοσοφίαν ἐπεδείξατο τὴν περὶ τὴν ὑπεροψίαν τῶν χρημάτων, καὶ τὴν ταπεινοφροσύνην, καὶ πάντα ποιεῖ, ὥστε μὴ δόξαι ἀλαζονεία τινὶ καὶ καταφρονήσει τοῦτο πεποιηκέναι, καὶ διὰ τοῦτο μέγα φρονεῖν ἐπὶ τῇ νίκῃ τῇ γεγενημένῃ;

Ζ’.Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, παρακαλεῖν, καὶ σπουδάζωμεν ἀλήπτους ἑαυτοὺς φυλάττειν, καὶ μήτε προφάσει τῆς ἀρετῆς ἀπονοίας ἑαυταῖς περιτιθέναι δόξαν, μηδὲ προφάσει ταπεινοφροσύνης τῆς ἀρετῆς καταμελεῖν ἀλλὰ πανταχοῦ τὸ μέτρον διασώζειν, καὶ τοῖς κατορθώμασι τοῖς ὑφ’ ὑμῶν γινομένοις καθάπερ θεμέλιον τινα καὶ ὑποβάθραν, τὴν ταπεινοφροσύνην ὑποτιθέναι, ἵνα μετὰ ἀσφαλείας ἡμῖν οἰκοδομῆται τὰ τῆς ἀρετῆς. Τοῦτο γὰρ ἀρετή, ὅταν ἔχῃ ταύτην συνεζευγμένην. Ὁ γὰρ τοῦτον μετὰ ἀσφαλείας τὸν θεμέλιον καταβαλῶν δυνήσεται πρὸς ὅσον βούλεται, ὕψος ἐγεῖραι τὴν οἰκοδομήν. Αὕτη μεγίστη ἀσφάλεια, αὕτη τεῖχος ἀῤῥαγές, αὕτη πύριος ἀκαταμάχητος, αὕτη πᾶσαν συσφίγγει τὴν οἰκοδομήν, οὐκ ἀφιεῖσα οὔτε ὑπὸ ἀνέμων σφοδρότητος, οὔτε ὑπὸ τῆς τῶν ὄμβρων φορᾶς, οὔτε ὑπὸ τῆς τῶν πνευμάτων βίας αὐτὴν καταπεσεῖν, ἀλλ’ ἀνωτέραν καθίστησι πάσης ἐπιβουλῆς, κα· ι καθάπερ ἐξ ἀδάμαντός τινος κατεσκευασμένην, οὕτως αὐτὴν ἀχείρωτον ἐργάζεται, καὶ μεγάλας ἡμῖν ἀμοιβὰς παρὰ τῆς τοῦ φιλανθρώπου Θεοῦ δωρεᾶς ἡμῖν ἕλκεται· δι’ ἧς πατριάρχης τοσούτων τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ τὸ μέγεθος ἐδέξατο. Εἴσεσθε γάρ, τοῦ Θεοῦ ἐπιτρέποντος, καὶ ἐκ τῆς ἀκολουθίας τῶν ἑξῆς μελλόντων ῥηθήσεσθαι, πῶς καὶ νῦν ὑπεριδὼν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ διδομένων, μεγάλων καὶ ἀφάτων ἠξιώθη τῶν τοῦ Θεοῦ δωρεῶν. Διὰ ταύτης οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τῶν ἄλλων δικαίων ἕκαστος εὐδοκίμησε. Καὶ τοῦτο, ὅσοι φιλόπονοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε, δυνήσεσθε καταμαθεῖν πανταχοῦ γινόμενον. Ὁ γὰρ φιλάνθρωπος ἡμῶν Δεσπότης, ὅταν ἴδῃ ὑπερορῶντας ἡμᾶς τῶν παρόντων, μετὰ δαψιλείας καὶ ταῦτα παρέχει, καὶ τῶν μελλόντων ἡμῖν ἀγαθῶν τὴν ἀπόλαυσιν ταμιεύεται. Καὶ τοῦτο καὶ ἐπὶ χρημάτων, καὶ ἐπὶ τῆς δόξης τοῦ παρόντος βίου, καὶ ἐπὶ πάντων τῶν ἐπικήρων πραγμάτων ἐστὶν ἰδεῖν γινόμενον. Καταφρονῶμεν τοίνυν τοῦ παρόντος πλούτου, ἵνα τὸν ἀληθῆ πλοῦτον εὑρεῖν δυνηθῶμεν· ὑπερίδωμεν τῆς κενῆς ταύτης δόξης,ἵνα τῆς ἀληθοῦς ἐκείνης καὶ βεβαίας ἀπολαύωμεν· καταγελάσωμεν τῆς παρούσης εὐημερίας, ἵνα τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν; Μηδὲν ἡγώμεθα τὰ παρόντα, ἵνα πρὸς τὸν τῶν μελλόντων πόθον διεγερθῆναι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τε τὸν τοῖς παροῦσι προσηλωμένον ἐκεῖνον τῶν ἀποῤῥήτων ἀγαθῶν τὸν πόθον καταδέξασθαί ποτε, καθάπερ λήμης τινὸς τοῖς ὀφθαλμοῖς τοῦ σώματος ἐπικειμένης οὕτω τῆς ὧν παρόντων ἐπιθυμίας σκοτούσης τὸν λογισμόν, καὶ οὐκ ἀφιείσης συνιδεῖν τι τῶν δεόντων. Οὐδ’ αὖ πάλιν δυνατὸν τὸν περὶ ἐκεῖνα τὰ ἀκίνητα καὶ βεβαία ἀγαθὰ τὸν πόθον ἔχοντα, τούτων τῶν ἐπικήρων, καὶ πρὶν ἣ φανῆναι ἀφιπταμένων, καὶ μαραινομένην ἐπιθυμίαν τινὰ λαβεῖν. Ὁ γὰρ τρωθεὶς τῷ πρὸς τὸν θέον πόθῳ, καὶ τὴν τῶν μελλόντων ἐπιθυμίαν κτησάμενος, ἑτέροις ὀφθαλμοῖς ὁρᾷ τῶν παρόντων τὴν κατάστασιν, καὶ οἶδεν ὅτι σχῆμα ἅπας ὁ παρὼν βίος, καὶ ἀπάτη, καὶ ὀνειράτων οὐδὲν διενήνοχε. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε γραφῶν· «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου», δεικνὺς ὅτι ἕκαστον τῶν ἀνθρωπίνων ἐν σχήματι μόνον ἐστί, καὶ καθάπερ σκιὰ καὶ ὄναρ παρατρέχει, οὐδὲν ἀληθὲς οὐδὲν βέβαιον ἔχον. Πῶς οὖν οὐκ ἂν εἴη παιδικῆς διανοίας περὶ τὰς σκιὰς ἐπτοῆσθαι, καὶ ἐπὶ ὀνείρασι μίγα φρονεῖν, καὶ τούτοις προστετηκέναι ταῖς βαθὺν ὕστερον παρερχομένοι; «Παράγει γάρ, φησί, τὸ σχῆμα τοῦ κόσμου τούτου». Ὅταν ἀκούσῃς ἡμῖν, τὶ λοιπὸν πλέον ζητεῖς; Ὅταν ἀκούσῃς ὅτι σχῆμα μόνον ἐστὶ πάντα τὰ ἀνθρώπινα, ἀληθείας ἔρημα τυγχάνοντα, τίνος ἕνεκεν ἑκὼν τὴν ἀπάτην ὑπομένεις, οὐκ ἐννοῶν τὸ εὐμετάβλητον, τὸ ἀβέβαιον, ταῦτα μὲν παρατρέχεις, περὶ ἐκεῖνα δὲ τὴν ἐπιθυμίαν μετάγεις τὰ διαιωνίζοντα, τὰ ἀκίνητα, τὰ βεβαία, τὰ μεταβολὴν οὐκ ἐπιδεχόμενα;

η’.Ἵνα γὰρ μάθῃς τὴν σύνεσιν τοῦ διδασκάλου τῆς οἰκουμένης, ὅρα αὐτὸν ἀλλαχοῦ πάλιν βουλόμενον δεῖξαι πάντων τῶν ἐν τῷ παρόντι βίῳ φαιδρῶν τὸ οὐδαμινόν, οἷα λίξει ἐχρήσατο εἰπών· «Τὰ γὰρ βλεπόμενα κἂν τὴν τοῦ πλούτου περιουσίαν εἴπῃς, κἂν τὴν δόξαν, κἂν τὴν περιφάνειαν, καὶ τὴν ἀρχήν, καὶ τὴν δυναστείαν, κἂν αὐτὴν τὴν βασιλείαν, καὶ τὸν τὸ διάδημα περικείμενον, καὶ τὸν θρόνον τὸν ἀνωτάτω, πάντα ταῦτα τὸ βλεπόμενα πρόσκαιρα», ἐν βραχεῖ χρόνῳ τὴν διαμονὴν ἐπιδεικνύμενα, οὐ μέχρι πολλοῦ τὴν ἀπόλαυσιν ἡμῖν ἐμπαρέχοντα. Τίνα οὖν ἡμᾶς βούλει ἐπιζητεῖν, εἰ πάντα ταῦτα τὰ βλεπόμενα πρόσκαιρα τυγχάνει; Ἐκεῖνα, φησί, τὰ μὴ βλεπόμενα, μὴ ταῦτα τὰ βλεπόμενα, ἀλλ’ ἐκεῖνα ἅπερ τούτοις ταῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς οὐχ ὁρᾶται. Καὶ τὶς ἄη, φησί, τοῦτο συμβουλεύσειεν, ὥστε τὰ ὁρώμενα παρατρέχειν, καὶ τὰ μὴ ὁρώμενα ἐπιζητεῖν; Αὐτή, φησί, διδασκέτω τῶν πραγμάτων ἡ φύσις, ὅτι ταῦτα μέν, εἰ καὶ ὁρᾶται, ἀλλὰ ταχέως παραῤῥεῖ ἐκεῖνα δέ, εἰ καὶ μὴ νῦν ὁρᾶν δυνάμεθα, ἀλλ’ αἰώνια τυγχάνει, καὶ διηνεκῆ τὴν διαμονὴν ἔχει, πέρας οὐκ ἐπίσταται, τέλος οὐκ ἐπιδέχεται, μεταβολὴν οὐκ οἶδε, παγία μένει καὶ ἀκίνητα. Τάχα λοιπὸν καὶ ἐπαχθὴς εἶναι δοκῶ καθ’ ἑκάστην ἡμέραιν μάτην συμβουλεύων ἀλλὰ τὶ πάθω; Πολλὴ τῆς κακίας ἡ λύμῃ, πολλὴ τῶν χρημάτων ἡ τυραννίς, πολλὴ ἡ σπάνις τῆς ἀρετῆς. Διὰ τοῦτο βούλομαι κἂν τῇ συνεχείᾳ τῇς παραινέσεως περιγενέσθαι τῆς νόσου, καὶ πρὸς τελείαν ὑγίειαν ἀγαγεῖν τοὺς ἐνταῦθα συνιόντας. Διὰ γὰρ τοῦτο καὶ τῶν Γραφῶν τὰς ἐξηγήσεις ποιεῖσθαι σπουδάζομεν, καὶ τῶν δικαίων τὰς ἀρετὰς εἰς τὸ μέσον παράγομεν, καὶ τὰ αὐτὰ ἐνηχεῖν οὐ παραιτούμεθα, ἵνα διὰ πάντων ἐναγαγεῖν ὑμᾶς δυνηθῶμεν εἰς τὸν τῶν δικαίων ζῆλον.

Καὶ ὀψὲ γοῦν ποτε τῆς οἰκείας σωτηρίας πρόνοιαν ποιησώμεθα, καὶ τῷ καιρῷ τῷ δεδομένῳ ἡμῖν εἰς προθεσμίαν ζωῆς δεόντως χρησώμεθα, καὶ ὡς ἔτι καιρός, πρὸς μετάνοιαν καὶ διόρθωσιν τῶν ἐπταισμένων ἐπειχθῶμεν, καὶ τῇ τῶν χρημάτων περιουσίᾳ εἰς ὠφέλειαν τῶν ἡμετέρων ψυχῶν ἀποχρησώμεθα, καὶ τὰ περιττὰ τοῖς δεομένοις ἀναλίσκωμεν. Τίνος γὰρ ἕνεκεν, εἰπὲ μοι, συγχωρεῖς ὑπὸ τοῦ ἰοῦ καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον καταναλίσκεσθαι, δέον εἰς τὰς τῶν πενήτων γαστέρας αὐτὸ κενοῦν, ἵνα εἰς ἀσφαλὲς αὐτὸ ταμεῖον ἀποθαμένος ἐν καιρῷ τῷ δέοντι, ὅτε μάλιστα χρῄζεις τῆς ἀπ’ αὐτοῦ παραμυθίας, ἀπολαύσῃς τῇς ἐντεῦθεν βοηθείας· καὶ οἱ ἐνταῦθα τραφέντες ὑπὸ σοῦ κατ’ ἐκείνην τὴν ἡμέραν τἀς θύρας σοι τῆς παῤῥησίας ἀνοίξωσι, καὶ δέξωνταί σε εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Ἀλλὰ μηδὲ τὰ ἱμάτια ἑῶμεν σητόβρωτα γενέσθαι, καὶ εἰκῆ ἐν τοῖς κιβωτίοις κατασήπεσθαι, τοσούτων ὄντων τῶν δεομένων καὶ γυμνῶν περιιόντων· ἀλλὰ προτιμῶμεν τῶν σητῶν γυμνητεύοντα τὸν Χριστόν, καὶ ἐνδύωμεν τὸν δι’ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν γυμνὸν περιιόντα, ἵνα ἡμεῖς καταξιωθέντες αὐτὸν ἔνδυσαι, ἀκούσωμεν κατὰ τὴν ἡμέραν ἐκείνην «Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με». Μὴ γὰρ φορτικὰ ἐστι τὰ ἐπιτάγματα, μὴ γὰρ ὑπέρογκα; Τὰ ἀπολλύμενα, φησί, τὰ σηπόμενα, τὰ εἰκῆ καὶ μάτην δαπανώμενα, ταῦτα χρησίμως διανεμηθῆναι σπούδασον, ἵνα καὶ τὴν ἐκ ζημίας βλάβην διαφύγῃς, καὶ τὸ ἂπ’ αὐτῶν κέρδος μέγιστον ἑαυτῷ προξενήσῃς. Πολλῆς γὰρ καὶ ὑπερβαλλούσης ἀπανθρωπίας μετὰ τοσαύτην ἀπόλαυσιν κιβωτίοις καὶ τοίχοις ἐναποκλείειν τὰ περιττά, καὶ μὴ ἀνέχεσθαι τῶν ὁμογενῶν τὴν ἔνδειαν παραμυθεῖσθαι, ἀλλ’ αἱρεῖσθαι μᾶλλον ὑπὸ ἰοῦ καὶ σητῶν διαφθείρεσθαι, καὶ ταῖς τῶν λῃστῶν χερσὶ προκεῖσθαι, καὶ τὰς ὑπὲρ τούτων εὐθύνας διδόναι, ἣ δεόντως οἰκονομήσαντα τὴν ὑπὲρ τούτων ἀμοιβὴν κομίζεσθαι. Μὴ δή, παρακαλῶ, οὕτως ἀμελῶς διατεθῶμεν περὶ τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν, ἀλλὰ τὰ περιττὰ κενώσαντες τοῖς δεομένοις, πολλὴν ἑαυτοῖς προαποθώμεθα τὴν παῤῥησίαν, ἵνα τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαῦσαι καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία ΛϚ ’. «Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φόβου, ἅβρᾳ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθὸς σου πολὺ ἔσται σφόδρα».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΔ’. «Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἂπ’ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρός, βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος