Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΛΖ’. «Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγὼ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγὼν σε ἐκ χώρας χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τὶ γνώσομαι, ὅτι κληρονομήσω αὐτήν».
Προηγούμενο: Ὁμιλία ΛΕ’. «Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ. Ἀριὼχ βασιλεὺς Ἀλασάρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΛϚ ’. «Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φόβου, ἅβρᾳ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθὸς σου πολὺ ἔσται σφόδρα».

α’ . Θησαυρῷ τινι προσέοικεν ἡ τῶν δικαίων ἀρετή, πολὺν καὶ ἄφατον τὸν πλοῦτον ἔχοντι. Καθάπερ γὰρ ἐκεῖθεν κἂν βραχὺ τι μέρος λαθεῖν τις δυνηθῇ, πολλὴν ἑαυτῷ τὴν εὐπορίαν κατασκευάζει οὕτω δὴ καὶ ἐπὶ τῆς ἀρετῆς τοῦ πατριάρχου εὑρήσει τις γινόμενον. Ἰδοὺ γὰρ σχεδὸν ἐφ’ ἑκάστης ἡμέρας ἐκ τῆς κατ’ αὐτὸν ἱστορίας προθέντες ὑμῖν τὴν διδασκαλίαν, καὶ μετὰ πολλῆς τῆς δαψιλείας τὴν ἑστίασιν ὑμῖν παρεχόμενοι, οὐδέπω καὶ νῦν οὐδὲ βραχὺ τι μέρος τῶν τοῦ ἕῳ κατωρθωμένων ἐξειπεῖν ἠδυνήθημεν· τοσαύτη ἐστὶν αὐτοῦ τῆς περιουσίας ἢ ἀρετή. Καὶ καθάπερ ἀπὸ πηγῆς δαψιλῆ προχεούσης τὰ νάματα,, κἂν ἅπαντες ἀρύωνται, οὐ μόνον οὐκ ἐλαττοῦσι τὰ ἐκεῖθεν προϊόντα νάματα, ἀλλ’ ὅσῳ ὃν πλείους ᾦσιν οἱ ἐξαντλοῦντες, τοσούτῳ μᾶλλον ἀναβλύζει τῶν ὑδάτων ἡ φύσις· τὶ αὐτὸ δὴ καὶ ἐπὶ τοῦ θαυμασίου τούτου πατριάρχου γινόμενον ὀψόμεθα. Πόσοι γὰρ ἐξ οὐ γέγονε μέχρι τοῦ παρόντος ἐκ τῆς πηγῆς τῶν τούτου κατορθωμάτων ἀρύονται, καὶ οὐ μόνον οὐκ ἐκένωσαν τὰ νάματα, ἀλλ’ ἐπὶ πλεῖον ἀναβλύζει τῶν τούτου κατορθωμάτων ἡ περιουσία; Ὥσπερ γὰρ σειρὰν τινὰ χρυσῆν, οὕτως ἡρμοσμένην εὑρήσομεν τὴν κατ’ αὐτὸν διήγησιν ἐπὶ τῆς θείας γραφῆς κειμένην· καὶ καθ’ ἕκαστον καιρὸν πρότερον μὲν αὐτὸν ἐπιδεικνύμενον τὰ τῆς οἰκείας φιλοσοφίας, ἑπομένην δὲ παραχρῆμα καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀμοιβήν. Καὶ ἵνα μάθητε ὅτι οὕτως ἔχει, ἀναγκαῖον ἄνωθεν ὑμῖν μετὰ συντομίας τὰ κατ’ αὐτὸν διηγήσασθαι, ἵνα εἰδῆτε καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν πίστιν, ἣν περὶ τὰς ὑποσχέσεις τοῦ Θεοῦ ἐπιδείκνυται, καὶ τοῦ φιλανθρώπου Θεοῦ μετὰ δαψιλείας τὰς ἀμοιβὰς αὐτῷ παρεχομένου. Ἱκανὸς γὰρ ὁ δίκαιος οὗτος ἅπαντας ἡμᾶς παιδεῦσαι, πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας μετὰ προθυμίας ἀποδύεσθαι θαῤῥοῦντας ταῖς ἄνωθεν ἀμοιβάς, καὶ εἰδότας τοῦ ἡμετέρου Δεσπότου τὴν φιλοτιμίαν, πάντα τὰ δυσχερῆ νομιζόμενα κατὰ τὸν παρόντα βίον μὲτ’ εὐκολίας καταδέχεσθαι, τῇ ἐλπίδι τῶν ἀντιδόσεων τρεφομένους. Προσέχετε δή, παρακαλῶ, ὅπως ἐκ προοιμίων, ἐπειδὴ τὰ πὰρ’ ἑαυτοῦ οἴκοθεν εἰσήνεγκεν ἐκ τῆς ἐγκειμένης τῇ ἡμετέρᾳ, φύσει γνώσεως, οὐδένα ἔξωθεν ἐσχηκὼς διδάσκαλον, ἀλλὰ καὶ ὑπὸ ἀπίστοις γονεῦσι τρεφόμενος, τῆς θείας ἀπέλαυσεν ἐπιφανείας. Ἐπειδὴ γὰρ μηδὲν κατὰ τὴν πρώτην ἡλικίαν τῇ πλάνῃ τοῦ πατρὸς κατηκολούθησεν, ἀλλὰ τὴν πρὸς τὸ Θεῖον θεραπείαν ἐπεδείκνυτο, καὶ τῆς ἄνωθεν ἐπισκοπῆς ταχέως ἐπέτυχεν ἔτι ἐπὶ τῆς Χαλδαίας ὤν· τοῦτο γὰρ ἡμῖν σαφέστερον ἐκτίθεται ὁ μακάριος Στέφανος οὕτω λέγων· «ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἣ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν». Εἶδες πῶς ἡ ὄψις αὐτὸν ἐκεῖθεν ἀνέστησεν; Εἰκὸς γὰρ ὅτι μετὰ τῆς περὶ τὸ Θεῖον θεραπείας, καὶ τὴν περὶ τοὺς γεγεννηκότας αἰδὼ ἐπιδεικνύμενος, καὶ εἰς πολὺ φίλτρον ἐπισπασάμενος τὸν πατέρα, αὐτὸς αὐτῷ αἴτιος γέγονε τῆς ἐκεῖθεν ἐξόδου· καὶ διὰ τὸν πόθον τοῦ παιδὸς ἠνέσχετο καταλιπεῖν τὴν οἰκείαν πατρίδα, καὶ τὴν ἀλλοτρίαν οἰκῆσαι. Ἀλλ’ ὅρα μοι μετὰ ἀκριβείας, πὼς καὶ αὐτὴ ἡ παρὰ τοῦ Θεοῦ γενομένη διὰ τὴν προλαβοῦσαν ἀρετὴν εἰς αὐτὸν ἐπίσκεψις πάλιν αὐτοῦ τὴν ἀρετὴν περιφανεστέραν ἐργάζεται. Εἵλετο γὰρ τὴν χώραν τὴν πατρικὴν καταλιπεῖν καὶ τὴν ἀλλοτρίαν οἰκῆσαι, ἵνα τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν εἰς ἔργον ἀγάγῃ· καὶ ἕτοιμος ἦν, ὡς ἐμοὶ δοκεῖ, καὶ ἄνευ τῶν προσηκόντων καὶ καθ’ ἑαυτὸν τὴν ἀποδημίαν στείλασθαι· ἀλλ’, ὅπερ ἔφθην εἰπών, ἡ τοῦ ἀνδρὸς ἀρετή, καὶ ἡ πολλὴ θεραπεία ἡ περὶ τοὺς τεκόντας συνοδοιπόρον γενέσθαι καὶ τὸν πατέρα παρεσκεύασεν.

Εἶτα ἐπειδὴ τὴν Χαῤῥὰν κατέλαβον, ἐκεῖ τὴν σκηνὴν ἐπήξαντο. Καὶ τελευτήσαντος τοῦ θάῤῥα (τοῦτο γὰρ ἦν ὄνομα τῷ πατρί), πάλιν προστάττεται παρὰ τοῦ Θεοῦ ἐξελθεῖν ἐκεῖθεν. «Ἔξελθε γάρ, φησίν, ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἂν σοι δείξω». Ἐπειδὴ γὰρ μετὰ πάσης τῆς οἰκίας εἰς τὴν Χαῤῥὰν μετέστησαν, διὰ τοῦτο ἐνταῦθα προστάττων αὐτῷ ἐξελθεῖν προσέθηκεν, «Ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενίας σου», δηλῶν αὐτῷ, ὅτι αὐτὸν μόνον καθ’ ἑαυτὸν βούλεται τὴν ἀποδημίαν ποιήσασθαι, καὶ μήτε τὸν ἀδελφόν, τὸν Ναχὼρ λέγω, μήτε ἕτερόν τινα ἐπισύρεσθαι. Ἐκ τῆς γῆς σου δὲ ἔλεγεν, ἐπειδὴ χρόνον οὐκ ὀλίγον ἐκεῖ οἰκήσαντες, ὡς ἐν ἰδίᾳ λοιπὸν πατρίδι τὴν οἴκησιν ἐποιοῦντο ἐν αὐτῇ. Καίτοι τοῦ πένθους τῶν ἑαυτοῦ γονέων ἀκμάζοντος ἔτι, καὶ πολλῆς οὔσης τότε δυσχερείας τε καὶ ἀνοδίας κατὰ τὰς ἀποδημίας, ἀλλ’ ὅμως μετὰ πάσης προθυμίας τὸ ἐπίταγμα τὸ παρὰ τοῦ Δεσπότου ἤνυε, καὶ ταῦτα οὐκ εἰδώς, ὅπου στήσεται αὐτῷ τὰ τῇς πλάνης. «Δεῦρο γάρ, φησίν, οὐκ εἰς τήνδε τὴν γῆν, ἣ τήνδε, ἀλλ’ εἰς Ἦν ὃν σοι δείξω». Καὶ ὅμως οὕτως ὄντος ἀορίστου τοῦ ἐπιτάγματος, οὐδὲν περιεργαζόμενος τὸ προσταχθὲν εἰς ἔργον ἤγαγε καὶ τὸν ἀδελφιδοῦν δὲ ἐπήγετο καὶ διὰ τούτου τὴν οἰκείαν ἀρετὴν δεικνύς. Ἐπειδὴ γὰρ νέον αὐτὸν προσλαβόμενος κατὰ μικρὸν μιμητὴν κατεσκεύαζε τῆς οἰκείας ἀρετῆς, οὐκ ἠνέσχετο τοῦτον καταλιπεῖν, ἀλλὰ κοινωνὸν αὐτὸν ἐλάμβανε τῆς ἀποδημίας. Εἰ γὰρ ὁ πατήρ, φησίν, ἄπιστος ὤν, διὰ τὸ περὶ ἐμὲ φίλτρον τὴν οἰκίαν τὴν πατρῴαν ἔνθα ἐτέχθημεν καὶ ηὐξήθημεν, καταλιπεῖν κατεδέξατο καὶ ἀκολουθῆσαί μοι, καὶ ἐπὶ τῆς ἀλλοτρίας τὸν βίον κατέλυσε· πολλῷ δὴ μᾶλλον ἐγὼ πρὸς τὸν τοῦ ἀδελφοῦ παῖδα, τὸν νέον τὸν ἐκ προοιμίων δεικνύντα ὡς κατὰ μικρὸν ἐπιδώσει πρὸς ἀρετήν, οὐκ ἂν ἀνασχοίμην ἐνταῦθα ἀφεῖναι.

β’. Ἐπεὶ οὖν διὰ πάντων δεικνὺς αὐτοῦ τὸ φιλόθεον, καὶ ταύτην ἐποιήσατο τὴν ἀποδημίαν, ἡνίκα κατέλαβε τὴν Παλαιστίνην, καὶ τῶν ὁρῶν ἐπέβη τῶν Χαναναίων, ὀφθεὶς αὐτῷ ὁ Θεὸς καὶ νευρῶσαι αὐτοῦ βουλόμενος τὴν προθυμίαν καἰ χεῖρα ὀρέξαι, φησὶ πρὸς αὐτόν· « Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην». Ὅπερ ἐπεθύμει καὶ ἐπόθει, παίδων λέγω τὴν διαδοχήν, τοῦτο αὐτῷ εὐθέως ὑπισχνεῖται, ἀμοιβὴν αὐτῷ τῶν τοσούτων πόνων διδούς. Ἐπειδὴ γὰρ ἀπὸ τῆς φύσεως ἀπεστέρητο, καὶ ἡ ἡλικία λοιπὸν ἀπαγορεύειν ἔπειθε, τῇ ὑποσχέσει διανίστησι ἀθλητήν, καὶ προθυμότερον ἀπεργάζεται, καὶ νεάζειν αὐτὸν κατασκευάζει πρὸς τοὺς ἑξῆς ἀγῶνας. Ὅρα τοίνυν μετὰ τὴν ὑπόσχεσιν ταύτην, ἑτέραν πόλιν τὴν ἄθλησιν τὸν δίκαιον τοῦτον δεχόμενον. Λιμοῦ γὰρ καταλαβόντος καὶ πολλῆς οὔσης τῆς στενοχωρίας ἐν τῇ Χαναναίᾳ, ἐπὶ τὴν Αἴγυπτον ἔσπευδε· καὶ λιμοῦ παραμυθίαν εὑρεῖν βουλόμενος, μείζοσι περιέβαλεν ἑαυτὸν κινδύνοις. Ἡ γὰρ εὐμορφία τῆς γυναικὸς καὶ τὸ κάλλος τῆς Σάρας μονονουχὶ τὸν θάνατον αὐτῷ πρὸ τῶν ὀφθαλμῶν ἐδείκνυ. Διὸ καὶ πλησίον γενόμενος τῆς εἳς Αἴγυπτον εἰσόδου, φησὶ πρὸς αὐτήν. «Γινώσκω ὅτι εὐπρόσωπος εἶ»· οἶδά σου τοῦ κάλλους, τὴν ὥραν, καὶ δέδοικα τῶν Αἰγυπτίων τὴν ἀκολασίαν. Ἐὰν οὖν ἴδωσί σε, καὶ γνῶσιν ὅτι καθάπερ γυναῖκα περιάγω σε, σὲ μὲν ἴσως περιποιήσονται, ὥστε εἰς ἔργον ἀγαγεῖν τῆς μανίας αὐτῶν τὸν οἶστρον,ἐμὲ δὲ ἀποκτενοῦσιν, ἵνα μετὰ ἀδείας αὐτοῖς ἐξῇ τὴν παρανομίαν ἐργάσασθαι, οὐκ ὄντος τοῦ τὴν μοιχείαν κατάδηλον ποιεῖν δυναμένου. Εἰπὲ οὗν ὅτι ἀδελφὸς σου εἰμι». Ὅρα ἀδαμαντίνην ψυχήν, ὅρα γνώμην σιδήρου στεῤῥοτέραν· οὐδὲ γὰρ παρεσάλευσεν αὐτοῦ τὸν λογισμὸν ἡ προσδοκωμένη συμφορά, οὐδὲ ἐνενόησεν, οὐδὲ εἶπε πρὸς ἑαυτόν· διὰ τοῦτο τὴν οἰκείαν καταλιπὼν πατρίδα, καὶ τοσαύτην ἐπιδειξάμενος ὑπακοὴν ἦλθον εἰς τὴν ἀλλοτρίαν, ἵνα τούτοις περιβληθῶ τοῖς κακοῖς; Οὐ πρὸ μικροῦ ὑπέσχετό μοι, ὅτι «Τῷ σπερμάτί σου δώσω τὴν γῆν ταύτην»; Ἰδοὺ καὶ μοιχείας καὶ θανάτου φόβος κατασείει ἡμῶν τὴν ψυχήν. Ἀλλ’ οὐδὲν τούτων οὐδὲ ἐν διανοίᾳ λαβεῖν κατεδέξατο· ἀλλ’ ἑνὸς γίνεται μόνου, πῶς δυνηθῇ τὸ πονηρὸν τοῦτο δρᾶμα ὑποκρινόμενος, τῶν δύο τούτων κινδύνων ἐπικειμένων τὸν ἕνα γοῦν ἐκφυγεῖν.

Καὶ ἐπειδὴ καὶ αὐτὸς τὰ πὰρ’ ἑαυτοῦ εἰσήνεγκε μετὰ ἀνδρείας τὴν συμβουλὴν ποιησάμενος, καὶ ἡ γυνὴ πολλὴν τὴν περὶ τὸν ἄνδρα φιλοστοργίαν καὶ ὑπακοὴν ἐπιδεικνυμένη συνέπραξε, καὶ τοῖς δόξασιν ὑπηρετήσατο· καὶ ἐπειδὴ τὰ πὰρ’ ἑαυτῶν ἀπήρτισαν, καὶ ὅσον κατὰ ἀνθρωπίνην ἀκολουθίαν ἀπέγνωστο, καὶ εἰς ἔργον ἐκβεβήκει σχεδὸν τὰ τῆς παρανομίας, τότε πολλὴ περὶ αὐτὸν ἡ τοῦ Θεοῦ δείκνυται πρόνοια. Οὐ μόνον γὰρ τὴν γυναῖκα ὁ Θεὸς κατὰ τοῦ βασιλέως καὶ παντὸς τοῦ οἴκου αὐτοῦ ἐποιήσατο, ἀλλὰ καὶ τὸν πατριάρχην μετὰ πολλῆς τῆς περιφανείας ἀπὸ τῆς Αἰγύπτου ἐπὶ τὴν Παλαιστίνην ἐπανελθεῖν πεποίηκε. Σκόπει πῶς μεταξὺ τῶν πειρασμῶν τὴν παρ’ αὐτοῦ ῥοπὴν εἰσφέρων ὁ φιλάνθρωπος Δεσπότης ἀκμάζοντα τὸν ἀθλητὴν πρὸς τοὺς ἑξῆς πόλιν ἀγῶνας ἀπεργάζεται οὐκ ἀφιεὶς ἐρήμων τῆς ἑαυτοῦ βοηθείας, ἀλλὰ διὰ πάντων φανερῶς οἰκονομῶν αὐτῷ δείκνυσθαι, ὅτι μικρὰ εἰσφέρων αὐτός, μεγάλων καὶ σφόδρα μεγάλων ἀξιοῦται καὶ νικώντων τὴν ἀνθρωπίνην φύσιν. Εἶδες τοίνυν τοῦ δικαίου τὴν ὑπομονήν. Ὅρα πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον ἑῇς ταπεινοφροσύνης αὐτοῦ τὸ μέγεθος καὶ τὴν ἐπιείκειαν τὴν πολλήν. Ἐπειδὴ γὰρ ἐπανῆλθεν ἀπὸ τῆς Αἰγύπτου εὐπορίαν πολλὴν κτησάμενος («οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ ὁ ἀδελφιδοῦς ἠκολούθει), Οὐκ ἐχώρει, φησίν, αὐτοὺς ἡ γῇ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά»· ὅθεν καὶ μάχη συνέβη γενέσθαι μεταξὺ τῶν ποιμένων τοῦ Λὼτ καὶ τοῦ Ἄβραμ· ἀλλ’ ὁ δίκαιος οὗτος δεικνὺς ἑαυτοῦ τὸ ἥμερον τῆς ψυχῆς καὶ τῆς φιλοσοφίας τὴν ὑπερβολήν, καλέσας τὸν Λώτ, φησὶ πρὸς αὐτόν· «Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σου, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ὑμεῖς ἐσμεν»· μονονουχὶ λέγων πρὸς αὐτόν· οὐδὲν εἰρήνης ἴσον· οὐδὲν φιλονεικίας βαρύτερον. Ἳν’ οὖν πᾶσαν μάχης ὑπόθεσιν ἑκποδὼν ποιησώμεθα, ἐλοῦ ἦν ἂν βουληθῇς χώραν κατάλιπε δὲ μοι τὴν λειπομένην, ὑπὲρ τοῦ πάσης ἡμᾶς ἔριδος καὶ φιλονεικίας ἐκτὸς γενέσθαι. Εἶδες ἀνδρὸς ἀρετήν; Παρεχώρησε τῷ νέῳ τῶν πρωτείων τὴν ἐκλογήν, καὶ ἔστερξε τὴν φαυλοτάτην χώραν. Ἀλλ’ ὅρα πάλιν ἐπειδὴ τοῖ πὰρ’ ἑαυτοῦ ἐπεδείξατο, πόσης ἀπολαύει τῆς ἀμοιβῆς. Εὐθέως γὰρ τοῦ χωρισμοῦ γενομένου, φησὶ πρὸς αὐτὸν ὁ Θεὸς μετὰ τὸ διαχωρισθῆναι τὸν Λώτ· «Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε πᾶσαν τὴν γῆν ἐξ ἑκατέρου τοῦ μέρους, ὅτι πᾶσαν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματι· σου ἕως αἰῶνος». Σκόπει πιότης ἀξιοῦται τῆς φιλοτιμίας διὰ τὴν ταπεινοφροσύνην, ἣν ἐπεδείξατο πρὸς τὸν ἀδελφιδοῦν· καὶ αὐτὸς μὲν μικρῶν παραχωρήσας, πολὺ μειζόνων ἠξιώθη, ἐκεῖνος δὲ τοῖς πρωτείοις ἐπιπηδήσεις, μὲτ’ οὐ πολὺ εἰς κινδύνους ἐνέπιπτε·καὶ οὐ μόνον οὐδὲν ἀπώνατο τῆς ἐκλογῆς, ἀλλὰ καὶ αἰχμάλωτος καὶ ἅοικος καὶ ἀνέστιος ἀθρόον ἐγίνετο, καὶ δι’ αὐτῶν τῶν πραγμάτων ἐδιδάσκετο καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἀρετήν, καὶ αὐτὸς ἐπαιδεύετο λοιπὸν μηδὲν τοιοῦτον ποτε διαπράττεσθαι. Ἐπειδὴ γὰρ τὴν ἐν Σοδόμοις οἴκησιν ἐποιήσατο ὁ Λώτ, εὐθέως πόλεμος ἀνεῤῥιπίσθη χαλεπός, καὶ οἱ τῶν προσοικούντων ἐθνῶν βασιλεῖς ἐπιστάντες μετὰ πολλῆς τῆς δυνάμεως πᾶσαν τὴν χώραν ἄρδην ἀπώλεσαν, τοὺς γίγαντας ἀνελόντες, καὶ τοὺς Αμαληκίτας ἀπωσάμενοι, καὶ τὸν τῶν Σοδόμων βασιλέα καὶ Γομόῤῥας εἰς φυγὴν τραπῆναι παρεσκεύασαν, καὶ πᾶσαν κατέσχον τὴν ὀρεινήν, καὶ τὴν ἵππον τοῦ βασιλέως Σοδόμων ἀναλαβόντες, καὶ τὸν Λὼτ αἰχμαλωτεύσαντες καὶ τὰς γυναῖκας μετὰ πάσης τῆς ἀποσκευῆς, οὕτως ἐπανῄεσαν,

γ’. Ἀλλ’ ὅρα πάλιν Θεοῦ κηδεμονίαν πολλήν. Ὁμοῦ καὶ τὸν Λὼτ τῆς αἰχμαλωσίας ἐλευθερῶσαι βουλόμενος, καὶ τὸν πατριάρχην περιφανέστερον ἐργάσασθαι διεγείρει τὸν δίκαιον πρὸς ἀντίληψιν τοῦ ἀδελφιδοῦ. Πυθόμενος γὰρ τὸ γεγονός, μετὰ τῶν οἰκογενῶν ὁρμήσας ἐπὶ τοὺς βασιλεῖς ἐκείνους, αὐτοὺς τε μετὰ πολλῆς εὐκολίας ἐπάταξε καὶ τὸν Λώτ, καὶ τὰς γυναῖκας, καὶ τήν ἵππον πᾶσαν τοῦ βασιλέως ἐπανήγαγε, λαμπρὰ τὰ τρόπαια ἐργασάμενος, καὶ πᾶσι κατάδηλον ποιῶν τὴν περὶ αὐτὸν τοῦ Θεοῦ εὔνοιαν, καὶ ὅτι οὐκ οἰκείᾳ δυνάμει τὴν τοσαύτην ἐργάσατο τροπήν, ἀλλὰ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμενος. Καὶ λοιπὸν ἔσπευδε δι’ αὐτῶν τῶν πραγμάτων διδάσκαλος θεοσεβείας γενέσθαι πᾶσι τοῖς ἐν Σοδόμοις διὰ τῆς πρὸς τὸν βασιλέα διαλέξεως. Ἐπειδὴ γὰρ συναντήσας ὁ βασιλεύς, καὶ χάριτας ὑπὲρ τῶν γεγενημένων ὁμολογήσας τὴν μὲν ἵππον παραχωρήσειν πᾶσαν ἔλεγε, τοὺς δὲ ἀνθρώπους λήψεσθαι· ὅρα πάλιν τοῦ δικαίου τὴν μεγαλοψυχίαν, πῶς ὁμοῦ καὶ τὴν οἰκείαν φιλοσοφίαν διδάσκει, ὡς κρείττων ἐστι τῶν πὰρ’ αὐτοῦ διδομένων, καὶ εἰς τὴν τῆς θεοσεβείας γνῶσιν αὐτὸν ἐνάγει. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν αὐτῷ, ὅτι οὐκ ἀνέξομαι λαθεῖν τι παρὰ σοῦ, οὐδὲ ὅτι οὐδενὸς δέομαι τοιούτου μισθοῦ, ἀλλὰ τί; «Ἐκτενῶ τὴν χεῖρά μοὺ πρὸς τὸν Θεὸν τὸν ὕψιστον», μονονουχὶ διδάσκων αὐτόν, ὅτι οὒκ εἰσι θεοὶ οἱ ὑπὸ σοῦ θεραπευόμενοι, ἀλλὰ λίθοι καὶ ξύλα· «εἷς γὰρ ἐστιν ὁ ἐπὶ πάντων Θεός, Ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν· ὅτι οὓ λήψομαι παρὰ σου ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος», ἵνα νομίσῃς, ὅτι τούτων ἕνεκεν τὴν ἐκδίκησιν ἐποιησάμην, ἵνα μὴ λέγειν ἔχῃς, ὅτι αὐτὸς μοι τῆς περιουσίας αἴτιος γέγονας. Ὁ γὰρ τὴν νίκην παρασχὼν καὶ τὸ τρόπαιον μὲτ’ ἐμοῦ στήσας, αὐτὸς ἐστιν ὁ καὶ πλούτου τὴν μοι παρασχόμενος. Ὅρα πῶς, εἴγε ἐβούλετο, κερδαίνειν ἐδύνατο ὁ βασιλεὺς ἐκ τοῦ πατριάρχου λεγομένων. Ἐδιδάσκετο γὰρ μὴ τῇ οἰκείᾳ δυνάμει λοιπὸν θαῤῥεῖν, ἀλλ’ εἰδέναι τὸν πάντων αἴτιον, καὶ καταγελᾷν τῶν χειροποιήτων θεῶν καὶ λατρεύειν τῷ ἐπὶ πάντων Θεῷ, τῷ τῶν ὅλων δημιουργῷ, τῇ πηγῇ τῶν ἀγαθῶν. Καὶ γὰρ ἐμάνθανε διὰ πάντων τοῦ πατριάρχου τὴν ἀρετήν. Ἵνα γὰρ μὴ νομίσῃ οἱ· ἀπόνοιαν αὐτὸν καὶ μεγαλοφροσύνην ὑπερεωρακέναι τῶν πὰρ’ αὐτοῦ διδομένων, διὰ τοῦτό φησι πρὸς αὐτόν· ἐγὼ μὲν οὐδὲν λήψομαι· οὐδὲ γὰρ δέομαι, οὐδὲ χρῄζω πὰρ’ ἑτέρου μοι αὔξεσθαι τὴν περιουσίαν· τοὺς δὲ τῶν κινδύνων μοι κοινωνήσαντας συγχωρήσω λαβεῖν μερίδας, ἵνα μικρὰν τινα τῶν πόνων παραμυθίαν ἔχειν δοκῶσι. Καὶ πρὸς μὲν τὸν τῶν Σοδόμων βασιλέα ταῦτα ὁ δίκαιος ἀποκρίνεται.

Ἐπειδὴ δὲ καὶ Μελχισεδέκ, ὁ βασιλεὺς Σαλήμ, ἄρτους καὶ οἶνον αὐτῷ ἐξενέγκας προσέφερεν («Ἦν γὰρ ἱερεύς, φησί, τοῦ Θεοῦ τοῦ ὑψίστου»), πὰρ’ ἐκείνου δέχεται τὰ προσενεχθέντα, καὶ τὴν εὐλογίαν τὴν πὰρ’ αὐτοῦ εἰς αὐτὸν γεγενημένην ἀμειβόμενος, καὶ τὴν εἰς τὸν Θεὸν δοξολογίαν (εἶπε γάρ, φησίν. «Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, καὶ εὐλογητὸς ὁ Θεός, ὅς, παρέδωκε τοὺς ἐχθροὺς σου ὑποχειρίους σοι»), δεκάτην αὐτῷ δίδωσι ἀπὸ πάντων ὢν ἐπεκομίζετο λαφύρων. Εἶδες τοῦ δικαίου τὸ φιλόθεον διὰ πάντων δεικνύμενον καὶ πῶς παρὰ μὲν τοῦ βασιλέως Σοδόμων ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος λαβεῖν οὐκ ἠνέσχετο, τὰ δὲ τοῦ Μελχισεδὲκ προσενεχθέντα ἔλαβεν, ἀντιδιδοὺς καὶ τὰ πὰρ’ ἑαυτοῦ, διδάσκων ἡμᾶς πολλὴν τὴν διάκρισιν ἐπιδείκνυσθαι,καὶ μὴ ἁπλῶς καὶ ἀδεῶς παρὰ πάντων δέχεσθαι; Ἐπειδὴ γὰρ ἐκεῖνος περὶ μὲν τὴν δόσιν εὐγνώμων γέγονεν, ἐν δὲ τοῖς ἄλλοις ἄπιστος, ἐτύγχανε, καὶ πολλῆς ἐδεῖτο διδασκαλίας· διὰ τοῦτο ἐκείνων μὲν ὑπερεῖδε, σπουδὴν ἐποιήσατο, καὶ δι’ ὧν λαβεῖν παρῃτήσατο, καὶ δι’ ὧν διελέχθη, πρὸς θεοσέβειαν αὐτὸν χειραγωγῆσαι. Παρὰ δὲ τοῦ Μελχισεδὲκ εἰκότως λαμβάνει· διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεῖα Γραφὴ τοῦ ἀνδρὸς τὴν ἀρετὴν λέγουσα· «Ἦν δὲ Ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου». Ἄλλως δὲ καὶ τύπος, ἦν τὰ γινόμενα τοῦ Χριστοῦ, καὶ αὐτὰ δὲ τὰ προσενεχθέντα μυστήριόν τι προεμήνυε· δι’ ὃ καὶ προσήκατο, καὶ λαβὼν κἀκεῖνος διὰ τῆς παρ’ ἑαυτοῦ ἀμοιβῆς τῆς οἰκείας ἀρετῆς ἐδίδασκε τὸ μέγεθος. Δεκάτην γὰρ αὐτῷ δέδωκε, τὸν φιλόθεον αὐτοῦ σκοπὸν κἀντεῦθεν ἐμφαίνων. Τάχα εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ἀλλ’ οὐ μάτην οὐδὲ εἰκῆ. Ἔγνωμεν μὲν γὰρ διὰ βραχέων τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τῶν σήμερον προκειμένων ἡμῖν τοῦ δικαίου τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν τὴν ὑπερβάλλουσαν, τὴν φιλόσοφον γνώμην, τῆς ταπεινοφροσύνης τὸ μέγεθος, τῆς τῶν χρημάτων ὑπεροψίας ὁ τὴν ὑπερβολήν, τῆς παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν εὐνοίας τὴν διηνεκῆ πρόνοιαν· καὶ ὅπως διὰ πάντων περιφανέστερον καὶ λαμπρότερον ἐδείκνυ τὸν δίκαιον ἡ καθ’ ἕκαστον καιρὸν εἰς αὐτὸν ἀντίληψις γινομένη. Ἀλλ’ εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, ἁψώμεθα καὶ τῶν πρόσφατον ἀνεγνωσμένων, καὶ ὀλίγα προσθέντες καταπαύσωμεν τὸν λόγον, ἵνα μάθητε πόσης πάλιν ἀξιοῦται ἀμοιβῆς διὰ τὸ ὑπεριδεῖν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ δεδομένων. Τὶ γὰρ φησί; «Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ». Τίνος ἕνεκεν οὕτως ἤρξατο. «Μετὰ δὲ τὰ ῥήματα ταῦτα»; Ποῖα ῥήματα, εἰπὲ μοι; Ἣ δῆλον ὅτι ὅπερ πρὸς τὸν βασιλέα τῶν Σοδόμων ἐποιήσατο; Μετὰ τὴν ὑπεροψίαν, φησίν, ἐκείνην, μετὰ τὸ ἀποσείσασθαι τὰ παρ’ αὐτοῦ διδόμενα, μετὰ τὴν διδασκαλίαν, ἣν διὰ τῆς τῶν δεδομένων αὐτῷ παραιτήσεως ἐποιήσατο, πρὸς θεοσέβειαν αὐτὸν χειραγωγῶν καὶ ἐπίγνωσιν τοῦ τῶν ὅλων δημιουργοῦ, «Μετὰ δὲ τὰ ῥήματα ταῦτα», μετὰ τὸ τὴν δεκάτην τῷ Μελχισεδὲκ παρασχεῖν, ὅτε, φησίν, ἅπαντα τὰ παρ’ ἑαυτοῦ ἐπλήρωσε, τότε «Μετὰ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, ἅβρᾳ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθὸς σου πολὺς ἔσται σφόδρα».

δ ’. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς εὐθέως παρακολουθεῖ ταῖς εὐεργεσίαις ἀμειβόμενος, καὶ τὸν ἑαυτοῦ ἀθλητὴν ἀλείφων καὶ νεαρὸν ἐργαζόμενος. «Ἐγενήθη ῥῆμα Κυρίου ἐν ὁράματι τῆς νυκτός». Διὰ τὶ ἐν νυκτί; Ἵνα μεθ’ ἡσυχίας δέξηται τὰ λεγόμενα. Καὶ φησὶ πρὸς αὐτόν, «Μὴ φοβοῦ Ἄβραμ». Σκόπει κηδεμονίας ὑπερβολήν. Τίνος ἕνεκεν ἔλεγε, Μὴ φοβοῦ; Ἐπειδὴ τοσούτου πλούτου κατεφρόνησεν, ἔλαττον φροντίσας τῶν παρὰ τοῦ βασιλέως διδομένων, φησὶ πρὸς αὐτὸν ὃ Θεός, μὴ φοβηθῇς, ὅτι ὑπερεῖδες τοσούτων δωρεῶν, μηδὲ ἀγωνιάσῃς ὡς ἐλαττουμένης σοι τῆς περιουσίας. Μὴ φοβοῦ. Εἶτα ἵνα διεγείρῃ μᾶλλον αὐτοῦ τὴν ψυχήν, προστίθησι τῷ ῥήματι καὶ τὴν προσηγορίαν, καὶ φησί· «Μὴ φοβοῦ, Ἄβραμ». Οὐ μικρὸν γὰρ καὶ τοῦτο τυγχάνει πρὸς τὸ διαναστῆσαι, τὸ τὴν προσηγορίαν εἰπεῖν τοῦ καλουμένου· εἶτά φησιν, «Ἐγὼ ὑπερασπιῶ σου». Πολλὴν ἔχει καὶ αὕτη ἡ λέξις τὴν ἔμφασιν. Ἐγὼ ὁ ἀπὸ τῶν Χαλδαίων σε ἀναστήσας, ἐγὼ ὁ ἐνταῦθά σε ἀγαγών, ἐγὼ ὁ τῶν κινδύνων τῶν ἐν Αἰγύπτῳ ἐλευθερώσας, ἐγὼ ὁ καὶ ἅπαξ καὶ δεύτερον ὑποσχόμενός σοι καὶ τῷ σπέρματί σου δώσειν τὴν γῆν ταύτην, ἐγὼ σου ὑπερασπίζω· ἐγὼ ὁ καθ’ ἑκάστην ἡμέραν περιφανέστερον πᾶσιν ἀποδεικνὺς σε, ἐγὼ ὑπερασπίζω σου· τοῦτ’ ἐστιν, ἐγὼ ὑπεραγωνίζομαι, ἐγὼ ὑπέρμαχος γίνομαι, ἐγὼ φροντίζω, ἐγὼ πάντα τὰ δυσχερῆ εὔκολά σοι καθίστημι, ἐγὼ ὑπερασπίζω σου. «Ὁ μισθὸς σου πολὺς ἔσται σφόδρα». Οὐκ ἠβουλήθης μισθὸν λαβεῖν ὅπερ τῶν καμάτων, ὧν ὑπέμεινας τοσούτοις κινδύνοις ἑαυτὸν παραβαλών, ἀλλ’ ὑπερεῖδες καὶ τοῦ βασιλέως, καὶ τῶν παρ’ αὐτοῦ σοι δεδομένων. Ἐγὼ σοι παρέξω τὸν μισθόν, οὐ τοσοῦτον ὅσον λαμβάνειν ἔμελλες, ἀλλὰ πολὺν καὶ σφόδρα πολύν· «ὁ μισθὸς σου γάρ, φησί, πολὺς ἔσται σφόδρα». Εἶδες φιλοτιμίαν Δεσπότου; Εἶδες ῥημάτων ὄγκον; Εἶδες πῶς διανέστησε τὸν τῆς εὐσεβείας ἀθλητήν; Εἶδες πῶς αὐτοῦ τὴν ψυχὴν ἐνεύρωσεν; Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει ὅτι ἔχρῃζεν ὁ δίκαιος τῆς ἀπὸ τῶν ῥημάτων παρακλήσεως· ὅρα γὰρ τὶ φησίν, ἐπειδὴ παῤῥησίαν ἔλαβε διὰ τῶν ῥημάτων. «Εἶπε δὲ Ἄβραμ· Δέσποτα , τὶ μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος». Ἐπειδὴ μισθὸν αὐτῷ ἐπηγγείλατο, καὶ πολὺν μισθὸν καὶ σφόδρα πολύν, ἐμφαίνων ἑαυτοῦ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ τὴν ἐν διηνεκεῖ τῷ χρόνῳ ἐγγινομένην αὐτῷ ἀθυμίαν τῆς ἀπαιδίας ἕνεκεν, φησί· Δέσποτα, τὶ τοιοῦτόν μοι δώσεις; Ἰδοὺ γὰρ λοιπὸν εἰς γῆρας ἔσχατον ἐλαύνων ἄτεκνος ἀπολύομαι.

Ὅρα πῶς ἐκ προοιμίων ὁ δίκαιος ἐφιλοσόφει, ἀπόλυσιν καλῶν τὴν ἐντεῦθεν ἔξοδον. Οἱ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντες, ἐπειδὰν τῆς ἐντεῦθεν ζωῆς μεταστῶσιν, ἀληθῶς ὥσπερ ἀπολύονται τῶν ἀγώνων, καὶ τῶν δεσμῶν ἀνίενται. Καὶ γὰρ μετάστασίς τις ἐστι τοῖς ἐναρέτως βιοῦσιν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς προσκαίρου ζωῆς ἐπὶ τὴν διηνεκῆ καὶ ἀθάνατον, καὶ πέρας οὐκ ἔχουσαν. Ἐγὼ δέ, φησίν, ἀπολύομαι ἄτεκνος. Καὶ διὰ τὸν εὔσπλαγχνον Δεσπότην ἐπισπασητε, οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ τὶ φησίν; «Ὁ δὲ υἱὸς Μάζεκ τῆς οἰκογενοῦς μου», ἐπειδὴ οὐκ ἔδωκάς μοι σπέρμα, «οὗτος κληρονομήσει». Πολλὴν ἐπίτασιν ὀδύνης τῆς ἐν τῇ ψυχῇ ἐμφαίνει ταυτὶ τὰ ῥήματα. Μονονουχὶ γὰρ φησὶ πρὸς τὸν Θεόν· οὐδὲ τῶν αὐτῶν ἠξιώθην, ὧν ὁ οἰκογενής, ἀλλ’ ἐγὼ μὲν ἄγονος καὶ ἄτεκνος ἀπελεύσομαι, οὗτος δὲ ὁ οἰκογενὴς μου κληρονομήσει τὰ παρὰ σοῦ μου δωρηθέντα, καὶ ταῦτα ἅπαξ καὶ δεύτερον ὑπόσχεσίν μου δεξαμένου παρὰ σοῦ, ὅτι «Τῷ σπέρματί σου δώσω γῆν ταύτην». Σκόπει μοι καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἀρετήν, ὅτι καὶ τοὺς λογισμοὺς τούτους στρέφων ἐν τῇ διανοίᾳ οὐδέποτε ἐδυσχέρανεν, οὐδέποτε βαρὺ τι ἐφθέγξατο· ἀλλὰ καὶ νῦν προτραπεὶς ἐκ τῶν πρὸς αὐτὸν ῥημάτων, παῤῥησιάζεται πρὸς τὸν Δεσπότην, καὶ τῶν ἔνδοθεν λογισμῶν τὴν ταραχὴν κατάδηλον ποιεῖ καὶ δείκνυσι τῆς ψυχῆς αὐτοῦ τὸ ἕλκος·δι’ ὃ καὶ ταχεῖαν τὴν ἰατρείαν ἐδέξατο. Καὶ εὐθέως, φησί, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτόν. Ὅρα τῆς Γραφῆς τὴν παρατήρησιν. Εὐθέως φησίν. Οὐ συνεχώρησεν οὐδὲ μικρὸν δυσχερᾶναι τὸν δίκαιον, ἀλλὰ ταχεῖαν εἰσάγει τὴν παραμυθίαν, καὶ τῆς λύπης τὸ μέγεθος διασκεδάζει διὰ τῶν πρὸς αὐτὸν ῥημάτων. «Καὶ εὐθύς, φησί, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσῃ σε». Τοῦτο, φησί, δέδοικας, τοῦτό σου τὸν λογισμὸν ταράττει, τοῦτο σου τὴν ἀθυμίαν ἐπιτείνει; Μάνθανε τοίνυν ὅτι «Οὐ κληρονομήσει σε οὗτος»· «ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε». Μὴ πρὸς φύσιν τοίνυν ἴδῃς τὴν ἀνθρωπίνην, μηδὲ τὸ γῆρας ἐννόει τὸ σὸν μήτε τῆς Σάρας τὴν στείρωσιν· ἀλλὰ τῇ δυνάμει ἐμοῦ τοῦ ἐπαγγειλαμένου πεποιθώς, τῆς μὲν ἀθυμίας ἐκτὸς γίνου, δέχου δὲ καὶ ἱκανὴν τὴν παράκλησιν καὶ πεῖσον σαυτόν, ὡς ἕξεις κληρονόμον τὸν ἐκ σοῦ μέλλοντα τίκτεσθαι. Εἶτα ἐπειδὴ ὑπὲρ φύσιν ἣν ἡ ἐπαγγελία, καὶ ἐνίκα λογισμὸν ἀνθρώπινον (πολλὴν γὰρ αὐτῷ ἐνεποίει τὴν ζάλην τὰ τῆς φύσεως κωλύματα, τὸ γῆρας τὸ αὐτοῦ, τῆς Σάρας ἡ στείρωσις, τῆς μήτρας ἡ νέκρωσις), ἐπιτείνει τῆς ἐπαγγελίᾳ τὸ μέγεθος,ἵνα πρὸς τὴν τοῦ ἐπαγγειλαμένου φιλοτιμίαν ἀφορῶν θαῤῥεῖν ὁ δίκαιος ἔχῃ. «Ἐξήγαγε δὲ αὐτὸν ἔξω, φησί, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανόν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν; Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Τίνος ἕνεκα ἐπεσημήνατο, ὅτι Ἐξήγαγεν αὐτὸν ἔξω; Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν, ὅτι ἐν ὁράματι τῆς νυκτὸς ὀφθεὶς αὐτῷ τὰ πρὸς αὐτὸν ἐποιήσατο ῥήματα, βούλεται δὲ αὐτῷ δεῖξαι τῶν ἀστέρων τῶν ἐν τῷ οὐρανῷ τὸ ἀναρίθμητον, φησίν, «Ἐξήγαγεν αὐτὸν ἕξω, καὶ εἶπεν· Ἀνάβλεψον εἰς τὸν οὐρανόν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου». Μέγα τὸ ἐπάγγελμα, πολὺ τὸ μέγεθος τῆς ὑποσχέσεως· ἀλλ’ ἐὰν τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοήσωμεν, οὐδὲν ἡμῖν φανεῖται μέγα. Ὁ γὰρ ἀπὸ γῆς σῶμα διαπλάσας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών, καὶ δημιουργήσας ἅπαντα τὰ ὁρώμενα, οὗτος καὶ τά ὑπὲρ φύσιν χαρίσασθαι δυνήσεται.

ε ’. Εἶδες Δεσπότου φιλοτιμίαν; Ἐπειδὴ γὰρ εἶπεν, «Ἀπολύομαι ἄτεκνος», καὶ ὡσανεὶ περὶ αὐτὰς τοῦ θανάτου τὰς θύρας τυγχάνων, καὶ οὐκ ἔτι λοιπὸν ἐνεργῆσαι δυνάμενος πρὸς παιδοποιΐαν, οὕτω τὰ ῥήματα ἐκεῖνα προήκατο λέγων, ὅτι «Ὁ υἱὸς Μάζεκ ἐκ τῆς οἰκογενοῦς μου κληρονομήσει με». Διὰ τοῦτο ἀναστῆσαι αὐτοῦ βουλόμενος τὸ φρόνημα, καὶ ἀκμάζοντα τὸν λογισμὸν ἐργάσασθαι, καὶ τοῦ δέους αὐτὸν ἀπαλλάττει τοῦ ἐπικειμένου, καὶ τῇ ὑποσχέσει ἀνορθοῖ αὐτοῦ τὴν διάνοιαν, καὶ τῷ μεγέθει τῆς δωρεᾶς, καὶ τῷ ὑποδεῖξαι τῶν ἀστέρων τὸ πλῆθος, καὶ ἐξίσης τούτων ἐπαγγείλασθαι γενήσεσθαι τοὺς τικτομένους, εἰς χρηστὰς ἤγαγεν αὐτὸν ἐλπίδας. Ὁρῶν γὰρ τοῦ Δεσπότου τὴν ἐπαγγελίαν, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀποσεισάμενος, καὶ οὔτε πρὸς ἑαυτὸν ἰδών, οὔτε πρὸς τὴν Σάραν πλείονα κωλύματα ἔχουσαν, ἀλλὰ τὰ ἀνθρώπινα πάντα ὑπερβάς, καὶ ὡς ὅτι δυνατὸς ὁ Θεὸς καὶ τὰ ὑπὲρ φύσιν δωρήσασθαι, ἐθάῤῥησε τοῖς εἰρημένοις, καὶ οὐδεμίαν ἀμφιβολίαν ἐδέξατο, οὐδὲ ἐδίστασε πρὸς τὰ ῥηθέντα. Τοῦτο γὰρ ἀληθῶς πίστεως, ὅταν μὴ κατὰ ἀνθρωπίνην ἀκολουθίαν γινομένης τῆς ἐπαγγελίας, ἡμεῖς θαῤῥῶμεν τῇ τοῦ ὑποσχομένου δυνάμει. «Πίστις γὰρ ἐστι, καθὼς καὶ ὁ μακάριος Παῦλος φησίν, ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων»· καὶ πάλιν· «Ὃ γὰρ βλέπει τις, τὶ καὶ ἐλπίζει»; Ἐκεῖνο τοίνυν ἐστὶ πίστις, ὅταν ἐκείνοις πιστεύωμεν τοῖς μὴ βλεπομένοις, πρὸς τὴν ἀξιοπιστίαν τοῦ ἐπαγγειλαμένου τὴν διάνοιαν τείναντες· ὃ δὴ καὶ ὁ δίκαιος οὗτος πεποίηκε, πολλὴν καὶ γνησίαν πίστιν ἐπιδειξάμενος περὶ τὰ ἐπαγγελθέντα· δι’ ὃ καὶ ἀνακηρύττεται ὑπὸ τῆς θείας Γραφῆς· ἐπήγαγε γὰρ εὐθέως, «Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Εἶδες πῶς καὶ πρὸ τῆς ἐκβάσεως τῶν ἐπαγγελθέντων, ἐπ’ αὐτῷ τῷ πιστεῦσαι ἀρκοῦσαν τὴν ἀμοιβὴν ἐδέξατο; Εἰς γὰρ δικαιοσύνην αὐτῷ ἐλογίσθη τὸ πιστεῦσαι τῇ παρὰ τοῦ Θεοῦ ἐπαγγελίᾳ, καὶ μὴ λογισμοῖς ἀνθρωπίνοις περιεργάσασθαι τὰ πάρα τοῦ Θεοῦ αὐτῷ εἰρημένα. Παιδευώμεθα τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς παρὰ τοῦ πατριάρχου πιστεύειν τοῖς παρὰ τοῦ Θεοῦ εἰρημένοις, καὶ ταῖς ὑποσχέσεσιν αὐτοῦ θαῤῥεῖν, καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς κατακολουθεῖν, καὶ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι. Τοῦτο γὰρ ἡμᾶς καὶ δικαίους ἀποφῆναι δυνήσεται, καὶ ταχέως παρασκευάσει τῶν πὰρ’ αὐτοῦ ἀπηγγελμένων ἐπιτυχεῖν. Ἀλλὰ τῷ μὲν Ἀβραὰμ ἐπηγγείλατο ἐκ τοῦ σπέρματος αὐτοῦ ὁλόκληρον πλῆθος γενήσεσθαι, καὶ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν ἀνθρωπίνην τὰ τῆς ἐπαγγελίας ἦν, δι’ ὃ καὶ ἡ πίστις ἡ περὶ αὐτὸν τὴν δικαιοσύνην αὐτῷ ἐκόμισεν· ἡμῖν δέ, ἐὰν νήφωμεν, πολλῷ μείζονα ὑπέσχετο, καὶ πολλῷ τῷ μέτρῳ τοὺς ἀνθρωπίνους, λογισμοὺς ὑπερακοντίσαι δυνάμεθα· μόνον ἐὰν πιστεύσωμεν τῇ τοῦ ὑποσχομένου δυνάμει, ἵνα καὶ τὴν ἐκ πίστεως δικαιοσύνην κομισώμεθα, καί, τῶν ἀπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν. Τὰ γὰρ ἡμῖν μάλιστα ἐπαγγελθέντα, πάντα λογισμὸν ἀνθρώπινον νικᾷ, καὶ πᾶσαν, διάνοιαν ὑπερβαίνει· τοσοῦτο τῶν ὑποσχέσεων ἐστι τὸ μέγεθος. Οὐδὲ γὰρ τὰ ἐν τῷ παρόντι μόνον ὑπέσχετο, καὶ τῆς ἐνταῦθα ζωῆς τὴν σύστασιν, καὶ τὴν ἀπόλαυσιν τῶν ὁρωμένων, ἀλλὰ καὶ μετὰ τὴν ἐντεῦθεν ἔξοδον καὶ τὴν τῶν σωμάτων φθοράν, ἐπειδὰν εἰς τέφραν καὶ κόνιν διαλυθῇ ἡμῶν τὰ σώματα, τότε ἀναστήσειν αὐτὰ ἐπηγγείλατο, καὶ ἐν μείζονι δόξῃ καταστήσειν. «Δεῖ γάρ, φησὶν ὁ μακάριος Παῦλος, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». Καὶ μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν τῆς βασιλείας ἡμῖν τὴν ἀπόλαυσιν δωρεῖσθαι ὑπέσχετο, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγήν, καὶ τὴν ἐν διηνεκεῖ αἰῶνι ἀπόλαυσιν, καὶ τὰ ἀπόῤῥητα, ἐκεῖνα ἀγαθά. «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». Εἶδες πόση, τῶν ὑποσχέσεων ἡ ὑπερβολή;Εἶδες δωρεῶν μέγεθος;

Ϛ’. Ταῦτα ἐννοοῦντες, καὶ εἰδότες τὸ ἀψευδὲς τοῦ ἐπαγγειλαμένου, μετὰ προθυμίας πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἀποδυώμεθα, ἵνα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαῦσαι δυνηθῶμεν, καὶ μὴ προτιμῶμεν τῆς ἡμετέρας σωτηρίας καὶ τῶν τοσούτων ἀγαθῶν τῆς ἀπολαύσεως τὰ πρόσκαιρα, μηδὲ τοὺς πόνους τῆς ἀρετῆς λογιζώμεθα, ἀλλὰ τὰς ἀντιδόσεις ἐννοῶμεν μηδὲ τῶν χρημάτων τὴν δαπάνην ὁρᾷν βουλώμεθα, ἐπειδὰν δέῃ ταύτᾳ τοῖς πένησι δοῦναι, ἀλλὰ τὴν ἐντεῦθεν γινομένην πρόσοδον. Διὰ γὰρ τοῦτο τῷ σπόρῳ τὴν ἐλεημοσύνην παρείκασεν ἡ θεῖα Γραφή, ἵνα μετὰ χαρᾶς καὶ πολλῆς τῆς προθυμίας αὐτὴν ἐργαζώμεθα. Εἰ γὰρ οἱ τῇ γῇ τᾷ σπέρματα παρακατατιθέμενοι, καὶ τὰ συνηγμένα καὶ ἔνδον ἀποκείμενα σκορπίζοντες μετὰ χαρᾶς τοῦτο διαπράττονται, καὶ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενοι ἤδη τὰ δράγματα καὶ τὴν ἅλω πεπληρωμένην τοῖς λογισμοῖς ὑπογράφουσι· πολλῷ δὴ μᾶλλον τοὺς τὸν σπόρον τοῦτον τὸν πνευματικὸν σπείρειν καταξιουμένους χαίρειν καί, γεγηθέναι προσήκει, ὅτι ἐπὶ γῆς σπείροντες, ἐν οὐρανῷ θερίζειν μέλλουσι, καὶ ἀργύρια καταβάλλοντες, ἁμαρτημάτων συγχώρησιν δέχονται, καὶ παῤῥησίας ἀφορμὴν εὑρίσκουσι, προξενοῦντες ἑαυτοῖς διὰ τῶν ἐνταῦθα διδομένων τὴν διηνεκῆ ἀνάπαυσιν, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγήν. Κἂν σωφροσύνῃ ἡδώμεθα, μὴ τοῦτο σκοπῶμεν, ὅτι πόνον ἔχει ἡ ἀρετή· μηδὲ ὅτι ἡ παρθένια πολὺν ἔχει τὸν ἀγῶνα, ἀλλὰ τὴν διαδεξομένην ἡμᾶς λῆξιν ἐννοῶμεν, καὶ ταύτην ἀεὶ ἀναλογιζόμενοι τῆς ἐπιθυμίας τῆς πονηρᾶς χαλινώσωμεν τὴν λύτταν, περιγινώμεθα τῶν τῆς σαρκὸς σκιρτημάτων, καὶ τῇ τῶν ἀμοιβῶν ἀντιδόσει τὴν δυσχέρειαν, τῶν πόνων ὑποτεμνώμεθα. Ἱκανὴ γὰρ ἡ τῶν χρηστῶν ἐλπὶς καὶ κινδύνων παρασκευάσαι κατατολμᾷν, μήτι γε δὴ τῆς ἀρετῆς τοὺς πόνους γενναίως ἐνεγκεῖν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι πρὸς βραχὺν ἀγωνισάμενος χρόνον, τῆς παρθενίας τὴν λαμπάδα φαιδρὰν διατηρήσας, ἐκείνης ἀξιωθήσῃ τῇς μακαρίας διαγωγῆς, καὶ τῷ νυμφίῳ συνεισελθεῖν δυνήσῃ, εἰ τὰς λαμπάδας ἔχοις ἀνημμένας, καὶ ἀρκοῦν ἐχούσας ἔλαιον, τοῦτ’ ἐστι, τὴν ἀπὸ τῶν ἀγαθῶν πράξεων ἐργασίαν, πῶς οὐχὶ μετὰ πάσης εὐκολίας ἅπαντα τὰ δυσχερῆ διαδραμεῖν δυνήσῃ, ἐννοῶν ἐκεῖνο τὸ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένον «Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον»; Εἶδες πῶς τῇ ἁγιωσύνῃ εἰρήνην συνέζευξεν; Ἵνα γὰρ μάθωμεν ὅτι οὐ μόνον ἁγνείαν σώματος ἐπιζητεῖ, ἀλλὰ καὶ εἰρήνην, εὐκαίρως ἐμνημόνευσεν, ἑκατέρωθεν ἀσφαλίζεσθαι βουλόμενος ἕκαστον, καὶ ἐν καταστάσει εἶναι τῶν λογισμῶν, ὥστε μηδεμίαν εἶναι ταραχὴν ἣ θόρυβον ἐν ἡμῖν, ἀλλ’ ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διάγειν, καὶ μετὰ πάντων εἰρηνικῶς διακεῖσθαι, καὶ ἡμέρους εἶναι καὶ πράους καὶ ἐπιεικεῖς ὥστε πάντα τῆς ἀρετῆς τὰ χρώματα ἐπανθεῖν ἡμῶν τῷ προσώπῳ. Οὕτω γὰρ λοιπὸν καὶ τῆς δόξης τοῦ παρόντος βίου ὑπερορᾷν δυνησόμεθα τὴν ἀληθῆ δόξαν προτιμῶντες,καὶ τῆς ταπεινοφροσύνης πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελᾶν, ἵνα τῆς ἀληθοῦς καὶ βεβαίας εὐημερίας ἀπολαύσωμεν, καὶ τὸν Χριστὸν ἰδεῖν καταξιωθῶμεν. «Μακάριοι γάρ, φησίν, οἱ καθαροὶ ἧι τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται». Καθαρίσωμεν τοίνυν ἡμῶν τὸ συνειδὸς καὶ μετὰ ἀκριβείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, τὴν παροῦσαν ζωὴν μετὰ πάσης ἀρετῆς ὁδεύσαντες, τῶν ἐνταῦθα πόνων τὰς ἀμοιβὰς λαβεῖν καταξιωθῶμεν ἐν τῷ μέλλοντι αἰῶνι, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΛΖ’. «Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγὼ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγὼν σε ἐκ χώρας χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τὶ γνώσομαι, ὅτι κληρονομήσω αὐτήν».
Προηγούμενο: Ὁμιλία ΛΕ’. «Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ. Ἀριὼχ βασιλεὺς Ἀλασάρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος