Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία ΛΗ’. «Σάρα δέ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ᾖν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ».
Προηγούμενο: ΟΜΙΛΙΑ ΛΖ’. «Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγὼ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγὼν σε ἐκ χώρας χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τὶ γνώσομαι, ὅτι κληρονομήσω αὐτήν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΛΖ’. «Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· ἐγὼ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγὼν σε ἐκ χώρης Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν· Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τὶ γνώσομαι, ὅτι κληρονομήσω αὐτήν».

4 ἐξ·, ῗὶ ἱιαῖἧέῗᾶξῖξᾶψέ ἷξᾶζ ζ· Μέι· ἒῖξ ἱῖἷξ· φοὶἱῖ· χιήσω αὐτήν

α’. Μεγάλη τῆς θείας Γραφῆς ἡ δύναμις, καὶ πολὺς ὁ τοῖς ῥήμασιν ἐγκεκρυμμένος πλοῦτος τῶν νοημάτων. Δι’ ὃ προσῆκε ι μετά ἀκριβείας ἡμᾶς προσέχοντας πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, ἵνα δαψιλῆ τὴν ὠφέλειαν ἐντεῦθεν καρπωσώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παρήγγειλε λέγων, «Ἐρευνᾶτε τὰς Γραφάς»· ἵνα μὴ ἁπλῶς ψιλῇ προσέχωμεν τῇ ἀναγνώσει, ἀλλὰ τὸ βάθος ἀνιχνεύοντες τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν καταλαβεῖν δυνηθῶμεν Τοιοῦτον γὰρ τῆς Γραφῆς τὸ ἔθος ἐν βραχέσι ῥήμασίν ἐστι πολλάκις εὑρεῖν πολὺ πλῆθος νοημάτων. Θεῖα γὰρ ἐστι τὰ διδάγματα, καὶ οὐκ ἀνθρώπινα, καὶ διὰ τοῦτο ἀπεναντίας τῇ σοφίᾳ τῇ ἀνθρωπίνῃ πᾶσαν αὐτὴν ἐστιν ἰδεῖν συγκειμένην. Καὶ πῶς, ἐγὼ λέγω. Ἐκεῖ μὲν γάρ, ἐπὶ τῆς ἀνθρωπίνης σοφίας λέγω, πᾶσα αὐτοῖς ἡ σπουδὴ περὶ τὴν τῶν λέξεων συνθήκην ἐπινενόηται· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν. Οὐδεὶς τῇ Γραφῇ λόγος περὶ κάλλους ῥημάτων ἣ συνθήκης· ἔχει γὰρ οἴκοθεν τὴν θείαν χάριν ἐπανθοῦσαν καὶ τὸ κάλλος τὰ λεγόμενα. Κἀκεῖ μὲν μετὰ πολλὴν καὶ ἄφατον φλυαρίαν τότε τῶν νοημάτων Ἐστὶ περιδράξασθαι· ἐνταῦθα δέ, ὡς ἴστε, καὶ βραχεῖς λέξις πολλάκις ἤρκεσεν ἡμῖν πᾶσαν ὑφᾶναι τὴν διδασκαλίαν. Διὰ τοι τοῦτο καὶ χθὲς προθέντες ὑμῖν τὰ ἀνεγνωσμένα, καὶ τῶν προοιμίων ἁψάμενοι. Ἐπειδὴ πολὺν εὕρομεν τῶν νοημάτων τὸν πλοῦτον, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν· ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, καὶ λυμήνασθαι τοῖς ἤδη ῥηθεῖσι. Διὸ τῆς αὐτῆς ἀκολουθίας ἅψασθαι βούλομαι, καὶ συνάψαι τοῖς χθὲς εἰρημένοις καὶ τὰ μέλλοντα ῥηθήσεσθαι. Ἳν’ οὕτω πᾶσαν τοῦ ἀναγνώσματος ποιησάμενοι τὴν ἐξήγησιν, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψωμεν. Ἀλλὰ προσέχετε, παρακαλεῖ), ἀκριβῶς τοῖς λεγομένοις. Εἰ γὰρ καὶ ὁ πόνος ἡμέτερος, ἀλλὰ τὸ κέρδος ὑμέτερον, μᾶλλον δὲ κοινόν. Τὶ δὲ λέγω ὁ πόνος ἡμέτερος; Οὐχί· ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτός ἐστιν ἡ δωρεά. Μετά, προσοχῆς τοίνυν ὑποδεχώμεθα καἰ ἡμεῖς τὰ παρὰ τοῦ Θεοῦ δωρούμενα, ἵνα κερδάναντές τι εἰς τὴν κατὰ ψυχὴν σωτηρίαν, οὕτως ἐντεῦθεν ἀπίωμεν. Διὰ γὰρ τοῦτο καθ’ ἑκάστην τὴν πνευματικὴν ταύτην παρατίθεμεν ὑμῖν τράπεζαν, ἵνα τῇ συνεχείᾳ τῆς παραινέσεως καὶ τῇ πολλῇ τῶν θείων Γραφῶν μελέτῃ πᾶσαν ἀποτειχίσωμεν τῷ πονηρῷ δαίμονι τὴν ἐπιβουλήν. Ὅταν γὰρ ἴδῃ πολλὴν ἡμᾶς περὶ τὰ πνευματικὰ τὴν σπουδὴν τιθεμένους, οὐ μόνον οὐκ ἐπιθήσεται, ἀλλ’ οὐδὲ ἀντιβλέψαι τολμήσει, εἰδὼς ὅτι ἀνόνητα ἐπιχειρήσει, καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὴν τόλμαν ἐπιδείξεται. Φέρε οὖν τῶν χθὲς εἰρημένων τὴν ἀκολουθίαν ἀναλαβόντες, τῶν λειπομένων τὴν ἐξήγησιν ποιησώμεθα. Τὶ δὲ ἦν ἡμῖν χθὲς τὸ λεγόμενον; Τὴν ἐπαγγελίαν τὴν πρὸς τὸν Ἄβραμ περιεγράφομεν, ἔνθα προσέταττεν αὐτῷ ἀναβλέψαι εἰς τὸν οὐρανόν, καὶ τὸ πλῆθος τῶν ἀστέρων ἰδεῖν. «Ἀρίθμησον γάρ, φησί, τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν Οὕτως ἔσται τὸ σπέρμα σου». Εἶτα δεικνύουσα ἡμῖν ἡ θεῖα Γραφὴ τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον, καὶ ὅτι πρὸς τὸν ἐπαγγειλάμενον ὁρῶν, καὶ τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοῶν, ἐπίστευε τοῖς εἰρημένοις, φησί· «Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Μέχρι τούτου χθὲς εἰπόντες, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν, δι’ ὃ ἀναγκαῖον τὰ ἑξῆς ἐπαγαγεῖν. Τὶ γὰρ φησίν; «Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγὼ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγὼν σε ἐκ τῆς χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν». Ὅρα Θεοῦ συγκατάβασιν, πῶς αὐτοῦ βούλεται τὴν πίστιν βεβαιῶσαι, καὶ πεῖσαι, πολλὴν ἔχειν τὴν πληροφορίαν περὶ τῶν ἐπηγγελμένων, μονονουχὶ λέγων· μνήσθητι ὅτι ἐγὼ σε οἴκοθεν ἀνέστησα. Ἰδοὺ τὰ παρὰ τοὐ Θεοῦ ῥηθέντα κατὰ τὸν πατριάρχην σύμφωνα δείκνυται τοῖς παρὰ τοῦ μακαρίου Στεφάνου εἰρημένοις, ὅτι καὶ οἴκοθεν, καὶ ἐξ αὐτῆς τῆς Χαλδαίας τοῦ Δεσπότου τὸ πρόσταγμα αὐτὸν ἀναστῆναι παρεσκεύασε. Καὶ τῇ τούτου γνώμη ἑπόμενος ὁ πατήρ, καθάπερ καὶ φθάσαντες εἴπομεν, εἰ καὶ ἄπιστος ἦν, ἂλλ’ οὖν μεγάλην ὑπόθεσιν δεσμοῦ τὸ φίλτρον ἔχων τὸ περὶ αὐτόν, ἠκολούθει καὶ ἐξῄει. Ὑπομιμνῄσκει τοίνυν αὐτὸν ἐπὶ τοῦ παρόντος, ὅσην ἐκ προοιμίων ἐποιήσατο περὶ αὐτὸν τὴν πρόνοιαν, δηλῶν αὐτῷ, ὅτι μεγάλα τινὰ περὶ αὐτοῦ βουλευόμενος, καὶ ταύτας θέλων τὰς ὑποσχέσεις πρὸς αὐτὸν ποιήσασθαι καὶ εἰς ἔργον ἀγαγεῖν, τοσαύτην ὁδὸν διανῦσαι ἐποίησεν. «Ἐγὼ εἰμι ὁ ἐξαγαγὼν σε ἐκ τῆς χῶρος τῶν Χαλδαίων, δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν». Μὴ γὰρ ἁπλῶς σε ἐκεῖθεν ἀνέστησα; Μὴ γὰρ εἰκῆ καὶ μάτην ἐντεῦθέν σε ἤγαγον;. Διὰ τοῦτό σε καταλαβεῖν τὴν Παλαιστίνην ἐβουλόμην, καὶ ἀφεῖναι τὴν πατρῴαν οἰκίαν, καὶ ἐλθεῖν εἰς τὴν γῆν ταύτην, ἵνα κληρονομήσῃς αὐτήν. Λογιζόμενος τοίνυν ὅσης ἀπήλαυσας παρ’ ἐμοῦ προνοίας, ἐξ ὅτου τὴν Χαλδαίαν κατέλιπες μέχρι τοῦ παρόντος, καὶ ὅπως περιφανὴς γέγονας καθ’ ἑκάστην λαμπρότερος δεικνύμενος ἐκ τῆς ἐμῆς συμμαχίας, καὶ τῆς περὶ σὲ κηδεμονίας, θάρσησον καὶ τοῖς παρ’ ἐμοῦ λεγομένοις. Εἶδες φιλανθρωπίας ὑπερβολήν; Εἶδες συγκαταβάσεως μέγεθος; Πῶς αὐτοῦ στηρίξαι βούλεται τὴν ψυχήν, καὶ βεβαιοτέραν αὐτοῦ τὴν πίστιν ἐργάσασθαι, ἵνα μὴ ἔχῃ λοιπὸν ὁρᾷν πρὸς τὰ τῆς φύσεως κωλύματα, ἀλλὰ τὴν δύναμιν ἐννοῶν τοῦ ἐπαγγειλαμένου, ὡς ἤδη τῶν ὑποσχέσεων εἰς ἔργον ἐπιβεβηκυιῶν, οὕτω θαῤῥεῖν ἔχῃ;

β’. Ἀλλ’ ὅρα πάλιν τὸν πατριάρχην, ἐπειδὴ παῤῥησίαν ἔλαβεν ἐκ τῶν εἰρημένων, πῶς πλείονα πληροφορίαν ἐπιζητεῖ. «Φησί, γάρ, Δέσποτα Κύριε, κατὰ τὶ γνώσομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν»; Εἰ καὶ προλαβοῦσα ἡ θεῖα Γραφὴ ἐμαρτύρησεν αὐτῷ, ὅτι ἐπίστευσε τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, δι’ ὃ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἀλλ’ ὅμως ἐπειδὴ ἤκουσεν, ὅτι διὰ τοῦτο «Ἐξήγαγόν σε ἐκ γῆς Χαλδαίας, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν», φησί· τοῖς μὲν παρὰ σοῦ λεγομένοις οὐχ οἷόν τέ με διαπιστῆσαι· ἀλλ’ ὅμως ἐβουλόμην καὶ τὸν τρόπον μαθεῖν, πῶς αὐτὴν μέλλω κληρονομεῖν. Ὁρῶ γὰρ καὶ ἐμαυτὸν λοιπὸν πρὸς γῆρας ἐληλακότα, καὶ μέχρι τοῦ παρόντος ὡς ἀλήτην ἐνταῦθα περιιόντα καὶ οὐ δύναμαι ἀνθρωπίνῳ λογισμῷ καταλαβεῖν τὸ ἐσόμενον· εἰ καὶ ὅτι προλαβών, φησίν, ἐπίστευσα τοῖς εἰρημένοις, ἅτε δὴ ὡς παρὰ σοῦ λεχθεῖσι τοῦ δυναμένου καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, καὶ πάντα ποιοῦντος καὶ μετασκευάζοντος. Οὐ τοίνυν ἀπιστῶν τοῦτο ἐρωτῶ· ἀλλ’ ἐπειδὴ πάλιν τῆς κληρονομίας ὑπέμνησας, ἤθελον καὶ παχύτερόν τι σημεῖον καὶ ἐναργὲς δέξασθαι, τὸ δυνάμενον μου τῶν λογισμῶν τὴν ἀσθένειαν ἐπιῤῥῶσαι. Τὶ οὖν ὁ ἀγαθὸς Δεσπότης; Συγκαταβαίνων τῷ οἰκείῳ θεράποντι, καὶ βουλόμενος αὐτοῦ νευρῶσαι τήν, ψυχήν, ἐπειδὴ εἶδεν ὁμολογοῦντα τὴν οἰκείαν ἀσθένειαν, καὶ πιστεύοντα μὲν τῇ ὑποσχέσει, βουλόμενον δὲ πληροφορίαν τινὰ δέξασθαι, φησὶ πρὸς αὐτόν· «Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριόν, καὶ τρυγόνα, καὶ περιστεράν». Ὅρα πῶς ἀνθρωπίνως ποιεῖται πρὸς αὐτὸν τὰς συνθήκας. Καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων ὅταν τινὶ ὑποσχώμεθα, βουλόμενοι πεῖσαι τὸν τὴν ὑπόσχεσιν δεχόμενον, ὥστε μὴ ἀμφιβάλλειν περὶ τῶν ἐπαγγελθέντων, σημεῖον τι παρέχομεν καὶ ἐνέχυρον, ἵνα πρὸς ἐκεῖνο ὁρῶν εἰδέναι ἔχῃ, ὡς πάντως εἰς ἔργον ἐκβήσεται τὰ ἐπηγγελμένα· οὕτω καὶ ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ εἶπε. «Κατὰ τὶ γνώσομαι»; Φησὶ «Ἰδοὺ καὶ τοῦτό σοι παρέχω· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριόν, καὶ τρυγόνα, καὶ περιστεράν». Θέα μοι εἰς πόσην παχύτητα κατελθεῖν καταδέχεται ὁ ἀγαθὸς Δεσπότης διὰ τὴν πληροφορίαν τοῦ πατριάρχου. Ἐπειδὴ γὰρ τὸ παλαιὸν οὕτως ἣν αὐτοῖς ἔθος συνθήκας ποιεῖσθαι, καὶ διὰ τούτων αὐτὰς βεβαιοῦν, ταύτην καὶ αὐτὸς ἔρχεται τὴν ὁδόν. «Καὶ ἔλαβε, φησί, καὶ διεῖλεν αὐτὰ μέσα». Παρατηρητέον πῶς οὐ μάτην οὐδὲ εἰκῆ καὶ τὸν χρόνον ἐπεσημήνατο. Τριετίζοντα γὰρ λαβεῖν προσέταξε, τοῦτ’ ἔστι, τέλεια, ἀπηρτισμένα. «Καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὸ δὴ ὄρνεα οὐ διεῖλε». Καὶ καθεζόμενος ἐπετήρει, ὥστε μὴ λυμήνασθαι ταῖς διχοτομήμασι τὸ ἐφιπτάμενα ὄρνεα, καὶ διὰ πάσης ἡμέρας τοῦτο ποιῶν διετέλει. «Κατέβη δὲ ἑτέρα ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομηθέντα, καὶ συνεκάθισεν αὐτοῖς Ἄβραμ. Περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε σῷ Ἄβραμ, καὶ ἰδοὺ φόβος μέγας καὶ σκοτεινὸς ἐπιπίπτει αὐτῷ». Τίνος ἕνεκεν περὶ ἡλίου δυσμάς, ὅτε λοιπὸν πρὸς ἑσπέραν ἡ ἡμέρα; Διὰ πάντων προσεκτικώτερον αὐτὸν βούλεται ἐργάσασθαι· διὰ τοῦτο καὶ ἔκστασις καὶ φόβος μέγας καὶ σκοτεινὸς ἐπιπίπτει αὐτῷ, ἵνα διὰ τῶν γινομένων εἰς αἴσθησιν ἔλθῃ τῇς τοῦ Θεοῦ ὀπτασίας· οὕτω γὰρ ἑκάστοτε τῷ Θεῷ ποιεῖν ἔθος. Καὶ γὰρ ἡνίκα μετὰ ταῦτα τῷ Μωϋσῇ ἐν τῷ Σιναίῳ ὄρει ἔμελλε διδόναι τὸν νόμον καὶ τὰς ἐντολάς. «Σκότος, φησί, καὶ θύελλα ἥν, καὶ τὸ ὄρος καπνίζον». Διὰ τοῦτο καὶ ἡ Γραφῇ φησιν, «ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται». Ἐπειδὴ γὰρ τῶν ἀσωμάτων τὶ ἰδεῖν οὐχ οἷον τε διὰ τῶν αἰσθητῶν τούτων ὀφθαλμῶν, τὴν οἰκείαν ἡμῖν ἐνέργειαν σημᾶναι βούλεται. Ἐπειδὴ τοίνυν κατεπλάγη ὁ δίκαιος ἐκεῖνος, καὶ κατέσεισεν αὐτοῦ τὴν διάνοιαν ὁ φόβος, καὶ ἡ γεγενημένη ἔκστασις, ἐῤῥέθη φησί, πρὸς αὐτόν· Εἶπες, φησί. Κατὰ τὶ γνώσομαι; Καὶ σημεῖον ἐβουλήθης λαβεῖν, πῶς μέλλεις κληρονομεῖν τὴν γῆν. Ἰδοὺ δίδωμί σοι σημεῖον; Πολλῆς γὰρ δεῖ σε τῆς πίστεως, ἵνα μάθῃς, ὅτι καὶ ἐξ ἀπεγνωσμένων δύναμαι τὰ πράγματα εἰς χρηστὰς ἐλπίδας ἀγαγεῖν. Καὶ ἐῤῥέθη πρὸς Ἄβραμ· «Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτούς, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς». Μεγάλα τὰ εἰρημένα, καὶ ψυχῆς νεανικῆς δεόμενα, καὶ ὑπεραναβαινούσης καὶ ἀφιείσης κάτω πάντα τὰ ἀνθρώπινα. Εἰ μὴ γὰρ γενναίαν τινὰ καὶ ἀνδρείαν, καὶ φιλόσοφον εἶχε ψυχὴν ὁ πατριάρχης, ταῦτα καὶ θορυβῆσαι αὐτὸν ἱκανὰ ἥν. «Γινώσκων γάρ, φησί, γνώσῃ, ὅτι, πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσι, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν αὐτοὺς ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς».

γ’. Μὴ θαυμάσῃς, φησί, πρὸς ἑαυτὸν ὁρῶν, καὶ τὸ γῆρας τὸ σόν, καὶ τὴν τῆς Σάρας στείρωσιν, καὶ τὴν τῆς μήτρας νέκρωσιν, καὶ νομίσῃς με μέγα τὶ εἰρηκέναι, ὅτι εἶπον· «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Οὐ μόνον γὰρ τοῦτό σοι προλέγω, ἀλλ’ ὅτι καὶ αὐτὸ τὸ σπέρμα σου εἰς ἀλλοτρίαν γῆν ἀπενεχθήσεται». Καὶ οὐκ εἶπεν, εἰς Αἴγυπτον, οὐδὲ ὠνόμασε τῆς γῆς τὴν προσηγορίαν, ἀλλὰ φησίν. «Ἐν γῇ οὐκ ἰδίᾳ»· καὶ δουλείαν ὑπομένουσι καὶ ταλαιπωρίαν, καὶ ὀδυνήσονται οὐ πρὸς βραχὺν χρόνον, οὐδὲ πρὸς ὀλίγων ὅτων ἀριθμόν, ἀλλὰ μέχρι τετρακοσίων ἐτῶν. Τὴν μέντοι ἐκδικίαν αὐτῶν ἐγὼ ποιήσομαι, καὶ τὸ ἔθνος ἐκεῖνο τὸ καταδουλωσόμενον ἐγὼ κρινῶ, καὶ οὕτως αὐτοὺς μετὰ πολλῆς ἀποσκευῆς ἐπανελθεῖν ἐνταῦθα ποιήσω· ὁμοῦ καὶ προλέγων αὐτῷ τᾷ μετὰ ταῦτα ἐσόμενα μετὰ ἀκριβείας, καὶ τὴν δουλείαν δηλῶν, καὶ τὴν εἰς Αἴγυπτον κάθοδον, καὶ τὴν ἀγανάκτησιν ἣν δι’ αὐτοὺς μέλλουσι πειρᾶσθαι οἱ Αἰγύπτιοι, καὶ τὴν μετὰ περιφανείας αὐτῶν ἐπάνοδον. Καὶ δείκνυσιν αὐτῷ, ὅτι οὐκ ἐπ’ αὐτῷ μόνον τὰ ὑπὲρ φύσιν ἔσται, καὶ μετὰ τοσαῦτα κωλύματα τὰ ὑπὸ τοῦ Θεοῦ ἀπαγγελθέντα εἰς πέρας ἀχθήσεται, ἀλλὰ καὶ ἐπὶ παντὸς τοῦ σπέρματος αὐτοῦ τοῦτο συμβήσεται, Ταῦτα δέ, φησίν, ἤδη σοι εἶπον, ἵνα πρὶν ἢ τὸν βίον καταλύσῃς, εἰδέναι ἔχῃς τὰ καὶ τοὺς σοὺς ἐκγόνους διαδεξόμενα. «Σὺ δέ, φησίν, ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς ἐκ γήρᾳ καλῶ». Οὐκ εἶπεν, ἀποθάνῃ, ἀλλ’ Ἀπελεύσῃ ὡς ἀποδημεῖν αὐτοῦ μέλλοντος καὶ μεθίστασθαι ἀπὸ πατρίδος εἰς πατρίδα, «Ἀπελεύσῃ, φησί, πρὸς τοὺς πατέρας σου, οὐ τοὺς κατὰ σάρκα λέγων. Πῶς γάρ, ἐπεὶ ἄπιστος ἣν αὐτοῦ ὁ πατήρ, καὶ οὐχ οἷόν τε ἦν τὸν πιστὸν πατριάρχην εἰς τὸν αὐτὸν ἐκείνῳ χῶρον ἀπελθεῖν; Χάσμα γὰρ μέγα ἐστι, φησί, μεταξὺ ἡμῶν τε καὶ ὑμῶν». Τίνος οὖν ἕνεκεν εἴρηκε. Πρὸς τοὺς πατέρας σου; Τοὺς δικαίους αἰνιττόμενος, τοὺς περὶ τὸν Ἄβελ, τοὺς περὶ τὸν Νῶε, τοὺς περὶ τὸν Ἐνώχ. «Τραφεὶς ἂν γήρει καλῶ». Ἴσως ἂν εἴποι τις· καὶ ποῖον ἂν εἴη τούτου καλὸν γῆρας, τὸ τοσούτων θλίψεων ἅπαντα τὸν βίον παρελθεῖν; Ἀλλὰ μὴ τοῦτο ἴδῃς, ἄνθρωπε· ἀλλὰ ἀναλογίζου καὶ τὴν καθ’ ἕκαστον καιρὸν περιφανεῖν, καὶ ὅπως ἐπίδοξος γέγονεν ὁ ξένος, ὁ ἄπολις, ὁ ἀνέστιος, καὶ ὅσης διὰ παντὸς τοῦ χρόνου ἀπήλαυσε τῆς τοῦ Θεοῦ ἀντιλήψεως,

Μὴ τοίνυν κατὰ τὴν νῦν ὑπόληψιν κρῖνε τὰ πράγματα, μηδὲ νόμιζε ἐκεῖνο εἶναι γῆρας καλόν, τὸ ἐν τρυφῇ καὶ ἀδηφαγίᾳ διάγειν, καὶ πλοῦτον κεκτῆσθαι, καὶ οἰκετῶν πλῆθος, καὶ ἀνδραπόδων ἀγέλας. Ταῦτα γὰρ οὐκ ἂν ποιήσειε γῆρας καλόν, ἀλλὰ καὶ πολλὴν κατάγνωσιν ἂν ἐνέγκοι τῷ μηδὲ ἐν γήρᾳ σωφρονιζομένῳ, μηδὲ πρὸς αὐτὰς τὰς ἐσχάτας ἀναπνοᾶς τι τῶν δεόντων βουλευομένῳ, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν γαστριζομένῳ, καὶ συμπόσια καὶ μέθας μεταδιώκοντι, καὶ μὲτ’ οὐ πολὺ τούτων ἁπάντων εὐθύνας ἀπαιτεῖσθαι μέλλοντι. Ὁ μέντοι μετὰ τοσαύτης ἀρετῆς ὁδεύσας τὸν βίον, οὗτος ἀληθῶς τραφεὶς ἐν γήρᾳ καλῷ καταλύει τὴν ζωήν, καὶ τῶν ἐνταῦθα πόνων εὑρίσκει λοιπὸν τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις. Διὰ τοῦτό φησί· τοὺς μὲν ἐκγόνους ταῦτα διαδέξεται, σὺ δὲ ἀπελεύσῃ τραφεὶς ἐν γήρᾳ καλῷ. Σκόπει πάλιν ἐνταῦθα, εἰ μὴ πολλὴ τοῦ δικαίου ἦν ἡ ἀνδρεία, καὶ τῆς φιλοσοφίας ἡ ὑπερβολή, πῶς καὶ αὐτὰ ταῦτα ἱκανὰ ἦν αὐτοῦ διαταράξαι τὸν λογισμόν. Εἶπε γὰρ ἄν, εἰ τῶν πολλῶν τις ἦν· τίνος ἕνεκεν ἐπαγγέλλῃ μοι τοσοῦτον ἐξ ἐμοῦ σπέρμα ποιήσειν ἐκταθῆναι, εἰ μέλλοιεν τοσούτοις περιβάλλεσθαι κακοῖς, καὶ ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν δουλείαν ὑπομένειν; Τὶ μοι τὸ ὄφελος; Ἀλλ’ οὐδὲν τούτων ὁ δίκαιος ἐλογίσατο, ἀλλὰ καθάπερ εὐγνώμων οἰκέτης τὰ παρὰ τοῦ Θεοῦ ἅπαντα ἔστεργε, καὶ τὰ αὐτῷ δοκοῦντα τῶν ἑαυτοῦ λογισμῶν προετίμα. Εἶτα καὶ τὸν καιρὸν αὐτῷ μηνύει τῆς ἐπανόδου τῆς ἀπὸ τῆς δουλείας. Εἰπὼν γὰρ τῶν ἐτῶν ἀριθμόν, φησίν, ἔτη τετρακόσια· «Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε». Ἀλλ’ ἐνταῦθα ὃν τις διαπορήσειε πῶς τετρακόσια ἔτη ἔφη δουλεύειν αὐτούς, καίτοι οὐδὸ τὰ ἡμίση τούτων πεποιηκότων αὐτῶν εἰς τὴν Αἴγυπτον. Διὰ τοῦτο οὐκ εἶπεν, ὅτι εἰς τὴν Αἴγυπτον ποιήσουσιν ἔτη τετρακόσια, ἀλλ’, «Ἐν γῇ οὐκ ἰδίᾳ», ὥστε δυνηθῆναι τοῖς ἔτεσιν, οἷς κατὰ τὴν Αἴγυπτον ἐποίησαν συναριθμεῖσθαι καὶ Ἄον χρόνον τοῦ πατριάρχου, καθ’ ὃν ἐκ τῆς Χαῤῥὰν ἐξελθεῖν προσετάχθη. Ἐξ ἐκείνου γὰρ ἡμῖν καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν αὐτοῦ κατάδηλον ἐποίησεν ἡ Γραφὴ εἰποῦσα, ὅτι ἐβδομηκονταπέντε ἐτῶν ἦν, ἡνίκα ἐξῆλθεν ἐκ Χαῤῥάν. Ἐξ ἐκείνου τοίνυν μέχρι τῆς ἐξόδου τῆς ἲξ Αἰγύπτου εἰ βουληθείη τις ἀριθμῆσαι, εὑρήσει σωζόμενον τὸν ἀριθμόν. Καὶ ἕτερον δὲ ἐστιν εἰπεῖν, ὅτι φιλάνθρωπος ὢν ὁ Δεσπότης καὶ συμμετρῶν ἀεὶ τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ καὶ τὰς τιμωρίας, ἐπειδὴ εἶδεν αὐτοὺς πεπονηκότας, καὶ τοὺς Αἰγυπτίους πολλὴν περὶ αὐτοὺς τὴν ὠμότητα ἐπιδεικνυμένους, πρὸ τοῦ ὡρισμένου καιροῦ τὴν ἐκδικίαν ἐποιήσατο, καὶ πρὸς τὴν ἐλευθερίαν αὐτοὺς ἐπανήγαγεν. Ἔθος γὰρ αὐτῷ τοιοῦτον, ἐπειδὴ διὰ πάντων τὴν ἡμετέραν σωτηρίαν πραγματεύεται, κἂν ἀπειλήσῃ τιμωρεῖσθαι, βουληθῶμεν δὲ ἡμεῖς πολλὴν ἐπιδείξασθαι τὴν ἐπιστροφήν, ἀνακαλεῖσθαι αὐτοῦ τὰς φάσεις· καὶ τοὐναντίον πάλιν κἂν ὑπόσχηταί τι χρηστὸν ἡμῖν παρέξειν, ἡμεῖς οἱ μὴ τὰ πὰρ’ ἑαυτῶν εἰσενέγκωμεν, οὐδὲ αὐτὸς εἰς πέρας ἄγει τὰ ἐπαγγελθέντα, ὥστε μὴ χείρους ἡμᾶς καὶ ταὐτῇ γενέσθαι. Καὶ ταῦτα ἅπαντα, ὅσοι φιλότεχνοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε, εὑρεῖν δυνήσεσθε. «Τετάρτῃ δέ, φησί, γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν». Τότε, φησί, καιρὸς ἔσται τοῦ καὶ ἐκείνους πρὸς τὴν ἐλευθερίαν ἐπαναχθῆναι, καὶ τούτους δίκην δοῦναι ὑπὲρ τοῦ πλήθους τῶν ἠμαρτημένων, καὶ τῆς γῆς ἐξεωσθῆναι. Ἀμφότερα τοίνυν κατὰ τὸν δέοντα καιρὸν γενήσεται, κἀκείνων ἡ ἀποκατάστασις, καὶ τούτων ἡ ἐκβολή. Οὕτω γὰρ αὐτῶν, φησίν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι· ὡς ἂν εἴποι τις· οὐδέπω τοσοῦτον εἰργάσαντο πλῆθος πλημμελημάτων, ὡς τοιαύτην ὑποσχεῖν δίκην. Φιλάνθρωπος γὰρ ὢν οὐ μόνον τῶν ἐπταισμένων μείζους οὐκ ἐπάγει τὰς τιμωρίας, ἀλλὰ καὶ σφόδρα ἐλάττους. Διὰ τοῦτο καὶ περὶ τούτους πολλὴν ἐπιδείκνυται τὴν μακροθυμίαν, ἵνα καθ’ ἑαυτῶν ἐπισπασάμενοι τὴν τιμωρίαν, μηδεμίαν ἔχωσι λοιπὸν ἀπολογίαν,

δ’. Εἴδετε πῶς ἅπαντα μετὰ ἀκριβείας ἐγνώρισε τῷ πατριάρχῃ,ἵνα πανταχόθεν αὐτοῦ νευρώσῃ τὴν πίστιν, καὶ ἐκ τῶν πρὸς αὐτὸν εἰρημένον ἔχῃ θαῤῥεῖν, ὅτι καὶ τὰ εἰς τοὺς ἐκγόνους πάντως ἐκβήσεται· καὶ ἐκ τῶν προειρημένων πάλιν βεβαίαν κτήσηται τὴν πίστιν, ὥστε καὶ τὰ κατ’ αὐτὸν ἤδη εἰς ἔργον ἐλθεῖν ἀνάγκη. Εἶτα, ἐπειδὴ ἐπλήρωσε τὴν πρόῤῥησιν, καὶ ἐδέξατο σημεῖον ἱκανὸν τῶν πρὸς αὐτὸν γεγενημένων. «Ἐπειδὴ ἐγένετο ὁ ἥλιος, πρὸς δυσμάς, φησί, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος, καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων». Καὶ ἡ φλὸξ καὶ ὁ κλίβανος καὶ αἱ λαμπάδες ἐγίνοντο πρὸς τὸ γνωρίσαι τῷ δικαίῳ τῶν συνθηκῶν τὸ βέβαιον, καὶ τῆς τοῦ Θεοῦ ἐνεργείας τὴν παρουσίαν. Εἶτα, ἐπειδὴ ἐπληρώθη ἅπαντα καὶ ἀπηρτίσθη, τοῦ πυρὸς ἀναλώσαντος τὰ προκείμενα. «Διέθετο, φησί, Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Ἄβραμ διαθήκην λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου, τοὺς Κιναίους καὶ τοὺς Κενεζαίους, καὶ τοὺς Καδμωναίους καὶ τοὺς Χετταίους, καὶ τοὺς Φερεζαίους, καὶ τούς Ῥαφαεὶμ, καὶ τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γεργεσαίους, καὶ τοὺς Ἰεβουσαίους». Ὅρα πῶς πάλιν τῇ συνεχείᾳ βεβαιοῖ τὴν εἰς αὐτὸν ἐπαγγελίαν. Διέθετο γάρ, φησί, διαθήκην, λέγων· «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην». Εἶτα,ἵνα ἐκ τοῦ πλάτους τῆς γῆς, καὶ ἐκ τοῦ μεγέθους τῶν ὁρίων εἰδέναι ἔχῃ ὁ δίκαιος, ὅσον ἐκταθήσεται αὐτοῦ τὸ σπέρμα, φησίν· «Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου τοσοῦτον ἔσται, φησί, τὸ σπέρμα σου». Σκόπει πῶς διὰ πάντων τοῦ πλήθους αὐτῷ τὴν ὑπερβολὴν ἐμφᾶναι βούλεται. Ἀνωτέρω γὰρ εἰπών, κατὰ τὸ τῶν ἄστρων πλῆθος οὕτως ἀναρίθμητον αὐτὸ ποιήσειν, ἐνταῦθα καὶ τὸ μῆκος τῶν ὁρίων δῆλον ἐποίησεν, ἵνα καὶ ἐντεῦθεν μάθῃ τοῦ μέλλοντος ἔσεσθαι πλήθους τὴν ἔκτασιν. Καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ κατ’ εἶδος τῶν ἐθνῶν μνημονεύει, ὧν ἔμελλε τὴν κατάσχεσιν παρέξειν αὐτοῦ τῷ σπέρματι, ἵνα πολλὴν διὰ πάντων πληροφορίαν παράσχῃ τῷ δικαίῳ. Καὶ τοσούτων ἐπαγγελιῶν γεγενημένων, ἔτι ἔμενεν ἄγονος ἡ Σάρα, καὶ τὸ γῆρας αὐτοῖς ἐπετείνετο, ἵνα τῆς πίστεως αὐτῶν μέγιστον τεκμήριον ἐξενέγκαντες, τότε καὶ τῆς ἀνθρωπίνης φύσεως ἴδωσι τὴν ἀσθένειαν, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὸ μέγεθος.

Ἀλλ’ ἵνα μὴ πάλιν εἰς πολὺ μῆκος τὴν διδασκαλίαν ἐκτείνωμεν, μέχρι τούτου τὰ τῆς ὑποθέσεως στήσαντες καταπαύσωμεν τὸν λόγον, παρακαλέσαντες ὑμὰς ζηλωτὰς γενέσθαι τοῦ πατριάρχου. Ἐννόησον γάρ, ἀγαπητέ, διὰ τὰ ῥήματα ἐκεῖνα, ἃ πρὸς τὸν βασιλέα Σοδόμων ἐποιήσατο, μᾶλλον δὲ καὶ διὰ τὴν ἄλλην ἅπασαν ἀρετήν, ἣν διὰ πάσης ἐπεδείκνυτο τῆς ζωῆς, πόσης ἠξιώθη τῆς ἀμοιβῆς, καὶ πόσην περὶ αὐτὸν τὴν συγκατάβασιν ὁ Δεσπότης ἐπεδείξατο, δεικνὺς διὰ τῶν εἰς τὸν πατριάρχην γεγενημένων ἅπασιν ἡμῖν τῆς φιλοτιμίας αὐτοῦ τὴν ὑπερβολήν, καὶ ὅτι, κἂν βραχὺ τι προλαβόντες ἐπιδείξασθαι δυνηθῶμεν, οὐδὲ τὸ τυχὸν ὑπερθέμενος, μεγάλαις ἡμᾶς ἀμείβεται ταῖς δωρεαῖς, μόνον ἐὰν εἰλικρινῆ τὴν πίστιν ἐπιδειξώμεθα, καθάπερ ὁ δίκαιος οὗτος, καὶ μηδέποτε σαλευώμεθα τὸν λογισμόν, ἀλλ’ ἐρηρεισμένην ἔχωμεν τὴν γνώμην. Ἐντεῦθεν γὰρ καὶ οὗτος εὐδοκίμησεν. Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου ἀνακηρύττοντος αὐτοῦ τὴν πίστιν, ἦν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπεδείξατο· φησὶ γάρ. «Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος, ποῦ ἔρχεται»· ἐκεῖνο · ἡμῖν αἰνιττόμενος τὸ παρὰ τοῦ Θεοῦ εἰρημένον· «ἔξελθε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς ἐῆν γῆν, ἣν ἂν σοι δείξω». Εἶδες πίστιν βεβαίαν; Εἶδες γνώμην εἰλικρινῆ; Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα καὶ ἐξέλθωμεν τῇ γνώμῃ καὶ τῇ προθυμίᾳ ἐκ τῶν τοῦ παρόντος βίου πραγμάτων, καὶ ὁδεύσωμεν εἰς τὸν οὐρανόν. Δυνατὸν γάρ, ἐὰν ἐθέλωμεν, καὶ ἐνταῦθα διάγοντες τῆς ἐκεῖ ὁδοῦ ἔχεσθαι, ὅταν ἄξια τῶν οὐρανῶν διαπραττώμεθα, ὅταν μὴ περὶ τὰ τοῦ κόσμου ὦμεν ἐπτοημένοι, ὅταν μὴ τὴν δόξαν τὴν κενὴν τοῦ βίου τούτου ἐπιζητῶμεν, ἀλλὰ ταύτης ὑπερορῶντες, ἐκείνης ἐφίεσθαι σπουδάζωμεν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης· ὅταν μὴ περὶ τὴν τῆς ἐσθῆτος πολυτέλειαν ἀπασχολώμεθα, μηδὲ τὸ σῶμα καλλωπίζειν σπουδάζωμεν, ἀλλὰ πάντα τοῦτον τὸν ἔξωθεν κόσμον μετάγωμεν εἳς τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καὶ μὴ ἀνεχώμεθα γυμνὴν αὐτὴν καὶ ἔρημον ταύτης τῆς ἀρετῆς τῶν ἐνδυμάτων περιορᾷν· ὅταν καταγελῶμεν τρυφῆς, ὅταν γαστριμαργίαν φεύγωμεν, ὅταν μὴ τὰ συμπόσια καὶ τὰ δεῖπνα μεταδιώκωμεν, ἀλλὰ τῆς αὐταρκείας ἐχώμεθα, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· «Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα». Τὶ γὰρ ὄφελος, εἰπὲ μοι, τῶν περιττῶν, καὶ τοῦ τὴν γαστέρα διαῤῥήγνυσθαι ὑπὸ τῆς πολλῆς ἀδηφαγίας,ἢ τοῦ λογισμοῦ τὸ κριτήριον ἡμῖν διαφθείρεσθαι ἀπὸ τῆς ἀμέτρου οἰνοποσίας; Ἢ οὐχὶ ἐντεῦθεν καὶ τῷ σώματι καὶ τῇ ψυχῇ πάντα τίκτεται τὰ κακά; Πόθεν γὰρ αἱ νόσοι αἱ παντοδαπαί, καὶ τῶν μελῶν αἳ διαστροφαί; Οὐχὶ ἐντεῦθεν ἀπὸ τοῦ τὴν χρείαν ὑμᾶς ὑπερβαίνοντας βαρὺ φορτίον ἐπιτιθέναι τῇ γαστρί; Πόθεν δὲ αἱ μοιχεῖαι, αἱ πορνεῖαι, αἱ ἁρπαγαί, αἱ πλεονεξίαι, οἱ φόνοι, αἱ λῃστείαι, καὶ πᾶσα τῆς ψυχῆς ἡ διαφθορᾷ; Οὐ διὰ τὸ τοῦ πλείονος ἐφίεσθαι τῆς συμμετρίας; Ὥσπερ γὰρ ῥίζαν τῶν κακῶν ἁπάντων τὴν φιλαργυρίαν ὁ Παῦλος ἐκάλεσεν, οὕτως οὐκ ἂν τις ἁμάρτοι πηγὴν τῶν κακῶν ἁπάντων προσκαλῶν τὴν ἀμετρίαν, καὶ τὸ τὴν χρείαν ἐφ’ ἑκάστου βούλεσθαι ἡμᾶς ὑπερβαίνειν. Εἰ γὰρ ἐβουλόμεθα καὶ ἐν τῇ τροφῇ, καὶ ἐν τοῖς ἐνδύμασι, καὶ ἐν τοῖς οἰκήμασι, καὶ ἐν ταῖς χρείαις ταῖς ἄλλαις ταῖς σωματικαῖς μὴ αὐτῶν ἐφίεσθαι, ἀλλὰ τὰ ἀναγκαῖα μόνον ἐπιζητεῖν, πολλῆς ἂν λύμης ἀπήλλακτο τὸ τῶν ἀνθρώπων γένος.

ε’. Ἀλλ’ οὐκ οἶδ’ ὅπως ἕκαστος ἡμῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸ τῆς πλεονεξίας νόσημα δεξάμενος, φιλονεικεῖ μηδέποτε εἴσω τῶν τῆς χρείας ὅρων γίνεσθαι, ἀλλ’ ἀπεναντίας τῇ ἀποστολικῇ παραινέσει τῇ λεγούσῃ, «ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα», οὕτως ἡμεῖς ἅπαντα πράττομεν, οὐκ εἰδότες ὡς πάντων τῶν ὑπὲρ τὴν χρείαν τὴν ἀναγκαίαν εὐθύνας καὶ λόγον ὑφέξομεν, ὡς οὐ δεόντως κεχρημένοι τοῖς παρὰ τοῦ Δεσπότου ἡμῖν παρασχεθεῖσιν. Οὐ γὰρ ἵνα εἰς ἀπόλαυσιν ἡμετέραν μόνον ἀποχρησώμεθα, ταῦτα ἡμῖν παρέσχετο, ἀλλ’ ἵνα καὶ τῶν ὁμογενῶν τὴν ἔνδειαν παραμυθησώμεθα. Ποίας ἂν οὖν εἶεν συγγνώμης ἄξιοι οἱ καὶ ἐν ἐσθήμασι πολλὴν τὴν βλακείαν ἐπιδεικνύμενοι, καὶ τὰ τῶν σκωλήκων νήματα περιβάλλεσθαι σπουδάζοντες, τὸ δὲ χαλεπώτατον, καὶ ἐπὶ τούτοις μέγα φρονοῦντες, δέον ἐγκαλύπτεσθαι καὶ δεδοικέναι καὶ τρέμειν, ὅτι αὐτὸς μὲν εἰς οὐδὲν δέον οὐδὲ χρείας ἕνεκεν, ἀλλὰ βλακείας καὶ κενοδοξίας χάριν, καὶ ὥστε ὑπὸ τῶν ἀγοραίων θαυμασθῆναι, τοιαῦτα περίκεισαι· ὁ δὲ τῆς αὐτῆς σοὶ φύσεως τυγχάνων γυμνὸς περίεισιν, οὐδὲ ἁδρὸν ἱμάτιον περιβαλέσθαι ἔχων· καὶ οὔτε ἡ φύσις αὐτὴ εἰς συμπάθειαν σε ἕλκει, οὐδὲ τὸ συνειδὸς διεγείρει πρὸς τὴν ἀντίληψιν τοῦ ὁμογενοῦς, οὔτε ἡ ἔννοια τῆς φοβερᾶς ἡμέρας ἐκείνης, οὔτε τῆς γεέννης ὁ φόβος, οὔτε τῶν ἐπαγγελιῶν τὸ μέγεθος, οὔτε τὸ αὐτὸν τὸν κοινὸν ἡμῶν Δεσπότην ἁπάντων οἰκειοῦσθαι τὰ εἰς τοὺς ὁμογενεῖς γινομένα· ἀλλὰ καθάπερ λιθίνην καρδίαν ἔχοντες, καὶ ἔξω τῆς φύσεως ὄντες, οὕτω νομίζουσι λοιπὸν διὰ τὴν τῶν ἱματίων περιβολὴν καὶ ἀνώτεροι τῆς ἀνθρωπίνης φύσεως εἶναι, οὐκ ἐννοοῦντες ὅσων ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, κακῶς οἰκονομοῦντες τὰ παρὰ τοῦ Δεσπότου αὐτοῖς ἐμπιστευθέντα, καὶ οὐ βουλόμενοι τοῖς συνδούλοις διδόναι τὶ μέρος, ἀλλ’ ἡδέως ἀφέντες ὕπο τῶν σητῶν αὐτὰ καταναλίσκεσθαι, δαψιλέστερον αὐτοῖς τὸ τῆς γεέννης πῦρ ἤδη προευτρεπίζουσιν; Εἰ γὰρ καὶ πάντα τὰ ἔνδον ἀποκείμενα διένειμαν τοῖς δεομένοις οἱ πλουτοῦντες, καὶ οὕτως οὐκ ἂν τὴν κόλασιν διέφυγον ὑπὲρ ὧν τρυφῶντες καὶ ἐν τοῖς ἐσθήμασι καὶ ἐν ταῖς ἑστιάσεσι διετέλουν. Πόσης γὰρ οὐκ ἂν εἶεν κολάσεως ἄξιοι οἱ πάντα τρόπον σπουδάζοντες τὰ μὲν σηρικὰ περιβεβλῆσθαι πολλάκις ἱμάτια, καὶ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς, καὶ τὰ μὲν χρυσίῳ καθυφασμένα περικεῖσθαι, τὰ δὲ καὶ ἄλλως πῶς πεποικίλθαι, τὸν δὲ Χριστὸν περιορᾷν γυμνόν, καὶ μηδὲ τῆς ἀναγκαίας εὐπορεῖν τροφῆς; Μάλιστα γὰρ μοι πρὸς τὰς γυναῖκας οὗτος ἂν ὁ λόγος ἁρμόσειε. Πλείονα γὰρ πὰρ’ αὐταῖς ἐστιν εὑρεῖν τὴν φιλοκοσμίαν καὶ τὴν ἀσωτίαν, καὶ τὸ μετὰ τῶν διαχρύσων ἱματίων καὶ τὰ χρυσία αὐτὰ περικεῖσθαι ἐπὶ τε τῆς κεφαλῆς, ἐπὶ τε τοῦ τραχήλου καὶ τοῦ λοιποῦ σώματος, καὶ μέγα φρονεῖν ἐπὶ τούτοις. Πόσων, εἰπὲ μοι, πενήτων γαστέρας ἠδύναντο παραμυθήσασθαι, καὶ πόσα σώματα γυμνητευόντων σκεπάσαι τὰ ἐπὶ τῶν ὤτων μόνον ἐκκρεμάμενα μάτην καὶ εἰκῆ, καὶ ἐπ’ οὐδενὶ κέρδει, ἀλλ’ ἢ μόνον ἐπὶ βλάβῃ καἰ λύμῃ ψυχῆς; Διὰ τοῦτο καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος εἰπών, «Ἔχοντες διατροφὰς καὶ σκεπάσματα», μετήγαγε πάλιν ἐπὶ τὰς γυναῖκας τὸν λόγον, καὶ φησί. «Μὴ ἐκ πλέγμασιν ἣ χρυσῷ, ἥ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτάς». Ὅρα πῶς οὐ βούλεται τούτοις κοσμεῖσθαι, οὐδὲ χρυσία περικεῖσθαι, οὐδὲ μαργαρίτας καὶ ἱμάτια πολυτελῆ· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐπὶ τὴν ψυχὴν μετάγειν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως τὸ κάλλος τῆς ψυχῆς φαιδρύνειν, καὶ μὴ περὶ ταῦτα ἐπτοημένην περιορᾷν ἐκείνην ῥυπῶσαν, αὐχμῶσαν, ῥάκια περιβεβλημένην, λιμῷ τηκομένην, ὑπὸ τοῦ κρυμοῦ πηγνυμένην. Ἡ γὰρ σπουδὴ αὐτὴ καὶ ὁ περὶ τὸ σῶμα καλλωπισμός, ἐκείνης δείκνυσι τὴν ἀμορφίαν, καὶ ἡ τούτου τρυφὴ ἐκείνης τὸν λιμὸν φανερὸν καθίστησι, καὶ ἡ περὶ τὴν ἐσθῆτα πολυτέλεια ἐκείνης τὴν γυμνότητα ἐκφαίνει. Οὐδὲ γὰρ οἷόν τε τινα ψυχῆς ἐπιμελούμενον, καὶ τὴν εὐμορφίαν ἐκείνης καὶ τὸ κάλλος περὶ πολλοῦ ποιούμενον, πρὸς τὸν ἔξω κόσμον ἐπτοῆσθαι ὥσπερ πάλιν ἀδύνατόν τινα πρὸς τὴν φαντασίαν τὴν ἔξωθεν ἐσχολακότα, καὶ τῆς· ἐσθῆτος τὸν καλλωπισμόν, καὶ τὸν ἀπὸ τῶν χρυσίων κόσμον, ἐκείνης ἡντιναοῦν ποιεῖσθαι· φροντίδα. Πότε γὰρ ἀνέξεται ἡ τοιαύτη ψυχὴ τῶν δεόντων τι συνιδεῖν, ἣ εἰς ἔννοιαν πνευματικῶν πραγμάτων εἰσελθεῖν, ἅπαξ περὶ τὰ γήϊνα ἑαυτὴν ἐκδεδωκυῖα, καὶ χαμαί, ὡς εἰπεῖν, συρομένη, καὶ οὐδέποτε, ἀναπνεῦσαι δυναμένη, ἀλλὰ συγκεκυφυῖα, καὶ μυρίοις φορτίοις ἁμαρτημάτων ἑαυτὴν βαρύνουσα; Ὅσαι γὰρ ἐντεῦθεν αἱ ἀηδίαι τίκτονται, οὐ δυνατὸν νῦν παραστῆσαι τῷ λόγῳ· ἀλλ’ ἀρκεῖ τῷ συνειδότι καταλιπεῖν τῶν περὶ ταῦτα ἐσχολακότων, ὅσας καθ’ ἑκάστην ἡμέραν ἐντεῦθεν δέχονται τὰς ἀθυμίας. Ἢ γὰρ διέπεσέ τι τῶν χρυσίων, καὶ πολὺς ὁ χειμὼν καὶ ὁ θόρυβος κατέλαβεν ἅπασαν τὴν οἰκίαν; Ἣ οἰκέτης ὑφείλετο, καὶ πᾶσι μάστιγες καὶ πληγαὶ καὶ δεσμωτήρια· ἣ βάσκανοι τινες ἐπεβούλευσαν, καὶ ἐξαίφνης ἐγύμνωσαν τῶν ὄντων, καὶ πολλὴ καὶ ἀφόρητος ἡ ἀθυμία· ἣ πραγμάτων περίστασις ἐμπεσοῦσα εἰς ἐσχάτην πενίαν κατήνεγκε,καὶ βαρυτέραν θανάτου τὴν ζωὴν αὐτοῖς κατέστησεν· ἢ ἕτερόν τι πάλιν παρεμπεσὸν πολλὴν τὴν ἀηδίαν προξένησε. Καὶ ἁπλῶς οὐκ ἔστι ποτὲ ταραχῆς ἐκτὸς εὑρεῖν τὴν ἐν τούτοις ἐσχολακυῖαν ψυχήν, ἀλλ’ ὥσπερ τὰ τῆς θαλάττης κύματα οὐχ οἷον τε ἐπιλιπεῖν, οὐδὲ ἀριθμῷ ὑποβληθῆναι διὰ τὴν πολλὴν συνέχειαν· τὸν αὐτὸν δὴ τρόπον καὶ τὰς ἐντεῦθεν τικτομένας ταραχαῖς οὐχ οἷόν τε πάσας ἐξαριθμήσασθαι. Διὸ παρακαλῶ, φεύγωμεν ἐν ἅπασι ταῖς πράγμασι τὴν πλεονεξίαν, καὶ τὸ τὴν χρείαν ὑπερβαίνειν. Ὁ γὰρ ἀληθὴς πλοῦτος, ἡ ἀνάλωτος περιουσία αὕτη τυγχάνει, τὸ τῆς χρείας ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν χρείαν δεόντως διατιθέναι. Ὁ γὰρ τοιοῦτος οὔτε πενίαν δεῖσαί ποτε δυνήσεται, οὔτε ἐπήρειαν ὑπομένει, οὔτε ταραχῆς πειραθήσεται· ἀλλὰ καὶ συκοφαντίας ἐκτὸς ἔσται, καὶ τῶν ἐπιβουλευόντων ἐλευθερωθήσεται, καὶ ἁπλῶς εἰπεῖν, ἐν διηνεκεῖ ἔσται γαλήνη, ἡσυχίας καὶ ἀπραγμοσύνης ἀπολαύων· καὶ τὸ δὴ μεῖζον ἁπάντων καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, ὁ τοιοῦτος καὶ τὸν Θεὸν ἵλεων ἕξει, καὶ πολλῆς ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, ἅτε δὴ οἰκονόμος πιστὸς τῶν τοῦ Δεσπότου χρημάτων. «Μακάριος γάρ, φησίν, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθών· ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα», οὕτω διανέμοντα τοῖς συνδούλοις, καὶ μὴ θύραις καὶ μοχλοῖς ἐναποκλείοντα, καὶ τοῖς σκώληξι τροφὴν συγχωροῦντα γίνεσθαι, ἀλλὰ τῶν πενήτων τὴν ἔνδειαν παραμυθούμενον, καὶ καλὸν καὶ πιστὸν οἰκονόμον γινόμενον τῶν παρὰ τοῦ Δεσπότου χορηγηθέντων, ἵνα καὶ τῆς καλῆς ταύτης διανομῆς μέγαν τὸν μισθὸν κομίσηται, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν καταξιωθῇ, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἁμήν.



Ἑπόμενο: Ὁμιλία ΛΗ’. «Σάρα δέ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ᾖν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ».
Προηγούμενο: ΟΜΙΛΙΑ ΛΖ’. «Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγὼ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγὼν σε ἐκ χώρας χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τὶ γνώσομαι, ὅτι κληρονομήσω αὐτήν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος