Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΘ’. «Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός»
Προηγούμενο: Ὁμιλία ΛΖ’. «Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· ἐγὼ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγὼν σε ἐκ χώρης Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν· Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τὶ γνώσομαι, ὅτι κληρονομήσω αὐτήν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία ΛΗ’. «Σάρα δέ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ᾖν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ».

α’. Πάλιν τὰ σήμερον ἀναγνωσθέντα ἐπὶ τὴν ὑπόθεσιν τὴν κατὰ τὸν πατριάρχην τὴν ἡμετέραν καλεῖ γλῶτταν· καὶ μὴ θαυμάσητε εἰ ἐπὶ τοσαύταις ἡμέραις τὴν κατ’ αὐτὸν ἱστορίαν εἰς μέσον παραγαγόντες, οὐδέπω καὶ τήμερον αὐτὴν ἀπαρτίσαι δεδυνήμεθα. Πολλὴ γὰρ ἡ περιουσία τῆς τοῦ δικαίου ἀρετῆς, καὶ τῶν τούτου κατορθωμάτων τὸ μέγεθος ἅπασαν ἀνθρωπίνην νικᾶ γλῶτταν. Ὃν γὰρ ὁ Θεὸς ἄνωθεν ἐστεφάνωσε καὶ ἀνεκήρυξε, τις ἀνθρώπων κατ’ ἀξίαν ἐπαινέσαι δυνήσεται; Ἀλλ’ ὅμως, εἰ καὶ τῆς ἀξίας πολλῷ τῷ μέτρῳ ἀπολειπόμεθα, ἀλλ’ οὖν γε εἰς δύναμιν ἡμετέραν τὰ κατ’ αὐτὸν εἰς μέσον προθέντες, εἰς ζῆλον ὑμεῖς καὶ μίμησιν τῆς τούτου ἀρετῆς ἀναγαγεῖν βουλόμεθα. Ἱκανὴ γὰρ τοῦ ἀνδρὸς ἡ φιλοσοφία πᾶσαν τῶν ἀνθρώπων παιδεῦσαι τὴν φύσιν, καὶ τοὺς προσέχειν βουλομένους πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν ἐφελκύσασθαι. Ἀλλὰ προσέχετε, παρακαλῶ, τοῖς λεγομένοις, ἵνα καὶ ἐκ τῶν προσφάτως ἀνεγνωσμένων καταμάθωμεν τοῦ δικαίου τὴν φιλοσοφίαν. Ἱκανὸν γὰρ τοῦτο τὸ χωρίον παιδεῦσαι καὶ ἄνδρας καὶ γυναῖκας, ὥστε πολλὴν περὶ ἀλλήλους ἐπιδείκνυσθαι τὴν ὁμόνοιαν, καὶ τῆς συζυγίας τὸν σύνδεσμον ἀῤῥαγῆ διαφυλάττειν καὶ μήτε τὸν ἄνδρα τῆς γυναικὸς κατεξανίστασθαι, ἀλλ’ ὡς ἀσθενεστέρῳ σκεύει πολλὴν ἀπονέμειν τὴν συγγνώμην· μήτε τὴν γυναῖκα πρὸς τὸν ἄνδρα διχοστατεῖν, ἀλλ’ ἀλλήλων τὰ βάρη βαστάζειν ἑκατέροις — διαμιλλᾶσθαι, καὶ τὴν οἰκείαν εἰρήνην πάντων ἡγεῖται προτιμοτέραν. Ἀναγκαῖον δὲ καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων, ἵνα σαφεστέρα ὑμῖν γένηται ἡ διδασκαλία. «Σάρα δέ, φησίν, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἣν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ».

Σκόπει μοι ἐντεῦθεν, ἀγαπητέ, τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν πίστιν καὶ τὴν εὐγνωμοσύνην, ἦν περὶ τὰς ἐπαγγελίας ἐπεδείκνυτο τὰς εἰς αὐτὸν γεγενημένας. Τοσαυτάκις γὰρ ὑποσχομένου τοῦ Θεοῦ, ὅτι τῷ σπέρματι αὐτοῦ δώσει τὴν γῆν, καὶ ὅτι εἰς τοσοῦτον πλῆθος ἐκταθήσεται, ὡς τῷ τῶν ἄστρων πλήθει παρισωθῆναι, ὁρῶν οὐδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἐκβαῖνον, ἀλλ’ ἔτι μέχρι λόγων τὰ τῶν ὑποσχέσεων τυγχάνοντα, οὐκ ἐταράττετο τὸν λογισμόν, οὐκ ἐσαλεύετο τὴν γνώμην, ἀλλ’ ἔμενεν ἀκλινής, πιστεύων τῇ δυνάμει τοῦ ἐπαγγειλαμένου. Διὰ γὰρ τοῦτο καὶ νῦν ἐπεσημήνατο ἡ θεῖα Γραφὴ λέγουσα· «Σάρα δέ, ἡ γυνὴ ἅβρᾳ, οὐκ ἔτικτεν αὐτῷ»· μονονουχὶ τοῦτο ἡμῖν ἐμφαίνουσα, ὅτι μετὰ ταῦτα ἅπαντα, μετὰ τὰς συνθήκας τὰς πρὸς αὐτὸν γεγενημένας, μετὰ τὸ ὑποσχέσθαι ἀναρίθμητον ἐξ αὐτοῦ γενήσεσθαι πλῆθος, οὐκ ἤσχαλλεν, οὐκ ἐνεδοίαζεν, ὁρῶν οὐδὲν τῶν εἰρημένων εἰς ἔργον ἐκβαῖνον, ἀλλὰ πάντα τὰ ἐναντία. Διὰ τοῦτό φησι μὲτ’ ἐκεῖνα ἅπαντα· «Σάρα δέ, ἡ γυνὴ αὐτοῦ, οὐκ ἔτικτεν αὐτῷ»· ἵνα μάθῃς ὅτι οὐδὲν αὐτῷ πλέον γέγονε μετὰ τὰς τοσαύτας ὑποσχέσεις, καίτοι καὶ ἡ στείρωσις τῆς Σάρας, καὶ τῆς μήτρας ἡ στείρωσις πολλὴν τὴν ἀπορίαν ἐμποιῆσαι ἦν ἱκανὴ τῷ δικαίῳ. Ἀλλ’ ὁ πατριάρχης οὐ πρὸς τὰ ἀπὸ τῆς φύσεως κωλύματα ἑώρα λοιπόν, ἀλλ’ εἰδὼς τὸ εὐμήχανον τοῦ Δεσπότου, καὶ ὅτι δημιουργὸς ὢν τῆς φύσεως, καὶ ἐξ ἀπόρων πόρους εὑρεῖν δύναται, καθάπερ εὐγνώμων οἰκέτης, οὐ περιηργάζετο τὸν τρόπον τῶν γινομένων, ἀλλὰ παραχωρεῖ τῇ ἀκαταλήπτῳ αὐτοῦ προνοίᾳ, καὶ ἐπίστευσε τοῖς εἰρημένοις. Διὰ τοῦτο φησί. «Σάρα δέ, μετὰ τὰς τοσαύτας ὑποσχέσεις, οὐκ ἔτικτεν αὐτῷ. Ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ». Οὐχ ἁπλῶς ἡμῖν οὐδὲ ἐνταῦθα τῆς παιδίσκης τὴν μνήμην ἐποιήσατο ἡ θεῖα Γραφή, ἀλλ’ ἵνα μάθωμεν πόθεν αὐτὴν ἴσχε. Διὰ γὰρ τοῦτο προσέθηκεν, ὅτι Αἰγυπτία, ἵνα ἐπὶ πῦρ ἱστορίαν ἀναδράμωμεν ἐκείνην καὶ ὅτι ἐκ τῶν παρὰ τοῦ Φαραὼ παρασχεθέντων αὐτὴ ἦν, ἡνίκα τοσαύτης ἀπήλαυσεν ἐκδικίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ ταύτην λαθοῦσα ἐπανῆλθεν, ἐπίτηδες ἡμῖν αὐτῆς καὶ τὸ ὄνομα καὶ τὸ ἔθνος ἐγνώρισεν ἡ θεῖα Γραφή. Ἀλλ’ ὅρα λοιπὸν ἐνταῦθα τῆς Σάρας τὴν φιλόσοφον γνώμην καὶ τῆς σωφροσύνης τὴν ὑπερβολήν, καὶ τοῦ πατριάρχου τὴν ἄφατον πειθὼ καὶ τὴν ὑπακοήν. «Εἶπε δὲ Σάρα, φησί, πρὸς Ἄβραμ ἐν γῇ Χαναᾶν· ἰδοὺ συνέκλεισέ με Κύριος τὸ μὲ τεκεῖν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς». Σκόπει τὴν εὐγνωμοσύνην γυναικός. Οὐδὲν τοιοῦτον εἶπεν, οἷον μετὰ ταῦτα ἡ Ῥαχὴλ φησὶ πρὸς τὸν Ἰακώβ· «Δὸς μοι τέκνα· εἰ δὲ μή, ἀποθνῄσκω ἐγώ». Ἀλλὰ τι φησιν; «Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τεκεῖν». Ἐπειδή, φησίν, ἄγονόν με κατέστησεν ὁ τῆς φύσεως δημιουργός, καὶ ἀπεστέρησε τῆς τῶν παίδων γονῆς, ἵνα μὴ οὖν διὰ τὴν ἐμὴν στείρωσιν αὐτὸς εἰς βαθὺ γῆρας ἔλασας λοιπὸν ἅπαις διαμείνῃς. «Εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποίησης ἐξ αὐτῆς». Πολλὴ καὶ ἄφατος ἡ φιλοσοφία τῆς γυναικός. Τις γὰρ ἂν ἕλοιτο πώποτε γυνὴ τοῦτο ποιῆσαι, ἣ συμβουλεῦσαι τῷ ἀνδρὶ τοῦτο, ἣ τῇ παιδίσκη τῆς εὐνῆς παραχωρῆσαι;

β’. Εἶδες πῶς παντὸς πάθους ἐκτὸς ἦσαν; Καὶ εἷς ἦν αὐτοῖς μόνον σκοπός, τοῦ μὴ ἄπαιδας τελευτῆσαι· ἀλλ’ ἐσκόπουν ὅπως καὶ τὴν ἐντεῦθεν παραμυθίαν κτήσωνται, καὶ τῆς εἰρήνης τὸν σύνδεσμον ἀῤῥαγῆ διατηρήσωσιν. Ἐννόει γὰρ μοι τοῦ πατριάρχου ἐνταῦθα τὴν πολλὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐπιείκειαν. Οὔτε γάρ, καθάπερ τινὲς τῶν ἀνοήτων, ἐδυσχέρανε πρὸς τὴν γαμέτην διὰ τὴν ἀπαιδίαν, οὔτε τὸν περὶ αὐτὴν πόθον ἠλάττωσεν. Ἴστε γάρ, ἴστε πῶς τοῖς πλείοσι τῶν ἀνθρώπων τοῦτο μάλιστα αἴτιον γίνεται τῆς κατὰ τῶν γυναικῶν ὑπεροψίας· ὥσπερ αὖ πάλιν καὶ φίλτρου πλείονος ὑπόθεσιν τὸ ἐναντίον ποιοῦνται, σφόδρα κούφως καὶ ἀνοήτως ταί· ς γυναιξὶ λογιζόμενοι καὶ τὴν ἀπαιδίαν καὶ τὴν εὐπαιδίαν, οὐκ εἰδότες ὅτι τοῦ τῆς φύσεώς ἐστι δημιουργοῦ τὸ πᾶν, καὶ οὔτε ἡ συνουσία, οὔτε ἕτερόν τι ἐστι τὸ δυνάμενον συντελέσαι πρὸς τὴν τῶν παίδων διαδοχήν, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν φύσιν διεγειρούσης πρὸς τὸν τόκον. Ἅπερ ἀκριβῶς ὁ δίκαιος οὗτος ἐπιστάμενος, οὔτε τῇ γυναικὶ ἐλογίζετο, τὴν ἀπαιδίαν, καὶ τὴν προσήκουσαν αὐτῇ τιμὴν διὰ πάντων ἀπένειμε. Διὰ τοι τοῦτο καὶ αὐτὴ φιλοτιμουμένη, καὶ βουλομένη δεῖξαι ὅσην ποιεῖται περὶ τὸν δίκαιον φιλοστοργίαν, οὐ τὸ ἑαυτῆς σκοποῦσα, ἀλλ’ ὅπως ἂν ἐκείνῳ παραμυθίαν τινὰ τῆς ἀπαιδίας ἐπινοήσειε, μονονουχὶ ταῖς οἰκείαις χερσὶ λαθοῦσα τὴν παιδίσκην τὴν Αἰγυπτίαν ἐπὶ τὴν ἰδίαν εὐνὴν ἀνήγαγεν· ἀλλὰ καὶ διὰ τῶν, ῥημάτων δεικνύουσα τὸν σκοπόν, δι’ ὃν τοῦτο ποιῆσαι κατεδέξατο, φησίν· Ἐπειδὴ ἐγὼ ἄχρηστος ὤφθην καὶ ἀνεπιτήδειος πρὸς γονήν· «Συνέκλεισε γὰρ με ὁ Κύριος τοῦ μὴ τεκεῖν». Ὅρα ψυχῆς εὐγνωμοσύνην, πῶς οὐδὲν δυσχερὲς φθέγγεται, οὐδὲ ἀποδύρεται διὰ τὴν στείρωσιν, ἀλλὰ μόνον τοῦτο ἡμῖν ἐμφῆναι βούλεται, ὅτι τῷ δημιουργῷ τῇς φύσεως τοῦτο λογιζομένη πράως καὶ γενναίως ἔφερε, προτιμῶσα τὸ τῷ Θεῷ δοκοῦν τῆς οἰκείας ἐπιθυμίας, καὶ ἐσκόπει ὅπως τὸν ἄνδρα παραμυθήσηται. «Ἐπειδὴ οὖν, φησίν, Ἐμὲ συνέκλεισεν ὁ Κύριος τοῦ μὴ τεκεῖν». Πόση καὶ αὐτοῦ τοῦ ῥήματος ἡ ἔμφασις πῶς δείκνυσι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν ἄφατον δύναμιν! Καθάπερ γὰρ ἡμεῖς, φησίν, ἐπὶ τῆς οἰκίας κλείομεν καὶ ἀνοίγομεν, οὕτω καὶ ὁ Δεσπότης ἐπὶ τῆς φύσεως ἐργάζεται, καὶ τῷ οἰκείῳ προστάγματι καὶ τὰς κλεῖς ἐπάγει, καὶ πάλιν ἡνίκα ἂν βουληθῇ ἀνοίγει, καὶ κελεύει τὴν φύσιν τὸ ἑαυτῆς ἐργάζεσθαι. «Ἐπεὶ οὖν Συνέκλεισέ με, φησίν, ὁ Κύριος τοῦ μὴ τεκεῖν, εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς». Οἶδα ὅτι ἐγὼ εἰμι ἡ αἰτία τῆς ἀπαιδίας· διὰ τοῦτο οὐ βούλομαί σε ἀποστερήσαι τῆς ἐντεῦθεν παραμυθίας. Ἴσως δὲ καὶ ὑπώπτευεν ἡ Σάρα μὴ παρ’ αὐτὴν μόνην εἶναι τὰ τῆς ἀπαιδίας, ἀλλὰ καὶ παρὰ τὸν πατριάρχην· διὰ τοῦτο βουλομένη δι’ αὐτῶν τῶν ἔργων πληροφορηθῆναι, παραχωρεῖ τῇ παιδίσκῃ, καὶ εἰς τὴν εὐνὴν αὐτὴν ἄγει, ἵνα μάθῃ δι’ αὐτῶν τὶ τῶν πραγμάτων, ὡς ἑαυτῇ τὸ πᾶν ὀφείλει λογίζεσθαι. «Ὑπήκουσε δέ, φησίν, Ἄβραμ ταῖς φωνῆς Σάρας». Πολλὴ τοῦ δικαίου ἡ φιλοσοφία. Ὅπερ γὰρ ἔφθην εἰπών, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι οὔτε πρότερον τοῦτο ἐβουλεύσατο, καίτοι ἐν ἐσχάτῳ γήρᾳ, λοιπὸν ὥν, καὶ νῦν τὴν προτροπὴν παρὰ τῆς Σάρας δεξάμενος ἑτοίμως ὑπήκουσε, δεικνὺς ὅτι οὐκ ἐπιθυμίας ἕνεκεν ἁπλῶς, οὐδὲ πάθει κατακολουθῶν τῆς συνουσίας ἠνέσχετο, ἀλλ’ ὥστε σπέρματος διαδοχὴν καταλιπεῖν. «Καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἄβραμ Ἅγαρ τὴν αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῆ Χαναναίᾳ, ἔδωκεν Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτὴν γυναῖκα». Σκόπει, τῆς Γραφῆς τὴν ἀκρίβειαν· ἵνα γὰρ μάθωμεν ὅτι οὐδὲ μετὰ τὰ ῥήματα ταῦτα, ἅπερ ἡ Σάρα πρὸς αὐτὸν ἐποιήσατο, ἐπεπήδησε τῷ πράγματι, διὰ τοῦτο φησί· «Καὶ ἔλαβε Σάρα ἡ γυνὴ Ἄβραμ Ἅγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην»· μονονουχὶ δεικνύουσα ἡμῖν ἡ θεῖα Γραφή, ὅτι τὴν γαμετὴν παραμυθούμενος, καὶ ὑπακοῦσαι ταὐτὴ βουλόμενος τὸ πρᾶγμα κατεδέξατο. Ἵνα γὰρ μάθῃς μετὰ ἀκριβείας τοῦ πατριάρχου τὴν σωφροσύνην καὶ τήν ὑπερβάλλουσαν ἐγκράτειαν, φησί· «Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναᾶν». Οὐχ ἁπλῶς οὐδὲ τὸν χρόνον ἐπεσημήνατο, ἀλλ’ ἵνα εἰδέναι ἔχωμεν, ἐν πόσοις ἔτεσιν ὁ δίκαιος ἐκαρτέρησε καὶ γενναίως τὴν ἀπαιδίαν ἤνεγκε, καὶ ἀνώτερος παντὸς πάθους τυγχάνων, πολλὴν τὴν σωφροσύνην ἐπεδείξατο· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἵνα καὶ ἕτερον τι ἐκ τούτου μάθωμεν. Διὰ γὰρ τοῦτο προσέθηκε· «Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι τῷ Ἄβραμ σῷ ἀνδρὶ αὐτῆς ἐν γῆ Χαναᾶν»· οὐ γὰρ πάντα τὸν χρόνον τοῦ συνοικεσίου νῦν ἡμῖν ἐγνώρισεν, ἀλλὰ τὸν ἐν τῇ Χαναᾶν χρόνον αὐτοῖς ἀναλωθέντα. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ γὰρ εὐθέως ἐπιστάντα τῇ Χαναναίᾳ ἐπηγγείλατο ὁ φιλάνθρωπος Δεσπότης λέγων· «Τῷ σπέρματί σου τὴν γῆν ταύτην δώσω»· καὶ πάλιν μετὰ ταῦτα καὶ ἅπαξ καὶ δεύτερον τὰς ὑποσχέσεις πρὸς αὐτὸν ἐποιήσατο, ἵνα γνῷς, ἀγαπητέ, ἐν πόσοις ἔτεσι διαναβαλλομένου τοῦ Δεσπότου, καὶ μηδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἄγοντος, ὁ δίκαιος οὗτος οὐκ ἐταράττετο τὴν γνώμην, ἀλλὰ τῶν δικαίων λυγισμῶν προετίμα τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα. Διά, τοῦτοι φησί. «Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς ἐν γῇ Χαναᾶν». Εἶδες ψυχῆς ἀνδρείαν, εἶδες γυμνάσιον φιλοσοφίας, πῶς περιφανέστερον αὐτὸν ποιῆσαι βουλόμενος ὁ Δεσπότης μέλλει καὶ ἀναβάλλεται; Ἐπειδὴ γὰρ κήδεται τῶν αὐτοῦ θεραπόντων, οὐχ ἁπλῶς εἰς αὐτοὺς τὰς εὐεργεσίας βούλεται κατατίθεσθαι, ἀλλὰ καὶ περιφανεῖς αὐτοὺς δεικνύναι, καὶ τὴν πίστιν αὐτῶν ἅπασι κατάδηλον ποιεῖν γίνεσθαι. Εἰ γὰρ εὐθέως ἐπαγγειλάμενος τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν, διήνοιξε τῆς Σάρας τὴν μήτραν, καὶ τὴν τῶν παίδων διαδοχὴν αὐτῷ ἐχαρίσατο, οὔτε τὸ θαῦμα οὕτως ἐδείκνυτο μέγα, οὔτε ἡ τοῦ δικαίου πίστις πᾶσι περιφανὴς καθίστατο. Ἡ μὲν γὰρ τοῦ Θεοῦ δύναμις καὶ τότε δήλη ἂν ἦν· νεκρωθὲν γὰρ τὸ ἐργαστήριον τῆς φύσεως, καὶ ἄχρηστον γεγονὸς πρὸς παιδοποιΐαν, πάντως αὐτὸς τῷ οἰκείῳ προστάγματι πάλιν ἐζωογόνει· ἀλλ’ οὐκ ἂν οὕτω τὸν στέφανον ἀνεδήσατο ὁ πατριάρχης, ὥσπερ νῦν ἐν τοσούτῳ μήκει χρόνον τῆς ἀρετῆς αὐτοῦ βασανιζομένης, καὶ καθ’ ἑκάστην ἡμέρην λαμπροτέρας γινομένης.

γ’. Καὶ ἵνα μάθῃς ὅτι οὐ μόνον εὐεργετεῖν βούλεται, καὶ τὰς παρ’ ἑαυτοῦ δωρειὰς παρέχειν, ἀλλ’ ἔθος αὐτῷ τοῦτο καὶ τοὺς ταύτας δεχομένους περιφανεστέρους ἐθέλειν ποιεῖν, ὅρα αὐτὸν καὶ ἐπὶ τῆς Χαναναίας τοῦτο διαπραξάμενον, καὶ διὰ τοῦτο μέλλοντα καὶ ὑπερτιθέμενον, ἵνα μὴ μόνον τὴν αἴτησιν ἐκείνῃ παράσχῃ, ἀλλὰ καὶ αὐτὴν εἰς πᾶσαν τὴν οἰκουμένην κατάδηλον ἐργάζηται. Ἐπειδὴ γὰρ προσῆλθεν ἱκετεύουσα καὶ λέγουσα· «Ἐλέησόν με, Κύριε, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται»· οὔτε ἀποκρίσεώς αὐτὴν ἄξιοί ὁ εὔσπλαγχνος καὶ φιλάνθρωπος, καὶ ἀεὶ τὰς αἰτήσεις ἡμῶν προφθάνων. Καὶ οἱ μὲν μαθηταὶ οὐκ εἰδότες τὸ μέλλον ἔσεσθαι, καὶ ὅτι κηδόμενος τῆς γυναικός, καὶ οὐ βουλόμενος αὐτῆς τὸν θησαυρὸν κεκρύφθαι, διὰ τοῦτο οὐκ ἀποκρίνεται, ὡς δῆθεν συμπαθέστεροι, προσελθόντες παρεκάλουν αὐτὸν λέγοντες, «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν», μονονουχὶ δεικνύντες, ὅτι οὐκ ἔτι φέρουσιν αὐτῆς τὴν ἐπάχθειαν. «Ἀπόλυσον γάρ, αὐτήν», φασίν, οὐκ ἐπειδὴ κατώδυνός ἐστιν, οὐδὲ ἐπειδὴ ἡ αἴτησις αὐτῆς εὔλογος, ἀλλ’ «Ὅτι κράζει ὄπισθεν ἡμῶν». Τὶ οὖν ὁ Δεσπότης; Βουλόμενος κἀκείνης τὸν θησαυρὸν κατὰ μικρὸν ἐκκαλύψαι, καὶ τούτους διδάξαι, ὅσον λείπονται τῆς αὐτοῦ φιλανθρωπίας, ἀπόκρισιν ποιεῖται ἱκανὴν οὖσαν κἀκείνης πηρῶσαι τὸν λογισμόν, εἰ μὴ συντεταμένην εἶχε τὴν διάνοιαν, καὶ ζέοντα τὸν πόθον, καὶ τὴν προθυμίαν ἀκμάζουσαν, κἀκείνους ἀπιστῆσαι τῆς ὑπὲρ αὐτῆς ἱκετηρίας. «Οὐκ ἀπεστάλην γάρ, φησίν, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Τοῦτο ἐκείνους μὲν ἀπέστησε τοῦ παρακαλεῖν ὑπὲρ τῆς γυναικός, ἐκείνην δὲ ὀκνηροτέραν οὐκ εἰργάσατο, ἀλλὰ καὶ μᾶλλον ἐπικεῖσθαι παρεσκεύασε. Τοιοῦτον γὰρ ἡ ὀδυνωμένη ψυχή, καὶ μετὰ θερμῆς τῆς διαθέσεως προσιοῦσα· πρὸς οὐδὲν ἐπιστρέφεται τῶν λεγομένων, ἀλλ’ ἓν μόνον σκοπεῖ, ὅπως ἐπιτύχῃ νῦν σπουδαζομένων· ὅπερ καὶ αὕτη πεποίηκε. Ἀκούσασα γὰρ ταῦτα, πάλιν φησίν. «Προσεκύνησεν αὐτὸν λέγουσα· Ἐλέησόν με, Κύριε». ᾜδει τοῦ Δεσπότου τὴν εὐσπλαγχνίαν, καὶ διὰ τοῦτο πολλῇ κέχρηται τῇ προσεδρίᾳ,. Ἀλλ’ ὅρα πάλιν τὸν σοφὸν καὶ εὐμήχανον· οὐδὲ οὕτως ἐπινεύει, ἀλλὰ καὶ σφοδροτέραν καὶ τραχυτέραν ποιεῖται ἀπόκρισιν. ᾜδει γὰρ τὴν ἀνδρείαν τῆς γυναικός, καὶ ἐβούλετο μὴ λανθάνουσαν αὐτὴν δέξασθαι τὴν εὐεργεσίαν, ἀλλὰ καὶ τοὺς μαθητὰς ἐκ τῆς ἐκβάσεως μαθεῖν τῆς μακροθυμίας αὐτοῦ τὴν αἰτίαν, καὶ τοὺς ἄλλους ἅπαντας παιδευθῆναι, ὅση τῆς προσεδρίας ἡ ἰσχύς, καὶ τῆς γυναικὸς ἡ ἀρετή. Φησὶ γάρ. «Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καί, βαλεῖν τοῖς κυναρίοις». Ἐνταῦθα μὲν σκόπει τῆς γυναικὸς τὸν τόνον, πῶς τῷ θερμῷ τῆς προθυμίας πεπυρωμένη, καὶ τῇ πίστει τῇ εἰς τὸν Θεὸν ἐπτερωμένη, καὶ τὰ σπλάγχνα αὐτά, ὡς εἰπεῖν, διακοπτομένη, καὶ πολλὴν περὶ τὴν θυγατέρα τὴν συμπάθειαν ἔχουσα, οὐδὲ ἀποστρέφεται τοῦ ῥήματος τὴν ὕβριν, ἀλλὰ κυνάριον ἀκούσασα καταδέχεται, ὁμολογεῖ κυνάριον εἶναι, ἵνα ἀπαλλαγῇ τῇς τῶν κυνῶν ἀλογίας, καὶ εἰς τὴν τῶν υἱῶν τάξιν ἀθρόον ἐναρίθμιος γένηται. Ἄκουσον λοιπὸν τὰ παρὰ τῆς γυναικός, ἵνα μάθῃς ὅσον τῆς τοῦ Θεοῦ μακροθυμίας τὸ κέρδος γέγονεν. Οὐ μόνον γὰρ οὐκ ἀπέστησε τὸ γύναιον ἡ τῶν εἰρημένων πρὸς αὐτὴν σφοδρότης, ἀλλὰ καὶ πρὸς πλείονα προθυμίαν διήγειρεν· ἐπειδὴ γὰρ ἤκουσε ταυτὶ τὰ ῥήματα, φησί· «Ναί, Κύριε· καὶ γὰρ τὸ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν». Εἶδες τίνος ἕνεκεν μέχρι τοῦ παρόντος τὴν μακροθυμίαν ἐπεδείξατο; Ἵνα διὰ τῶν ῥημάτων τῆς γυναικὸς μάθωμεν αὐτῆς τῆς πίστεως τὴν ὑπερβολήν. Ὅρα γὰρ πῶς εὐθέως αὐτὴν ἀνεκήρυξεν ὁ Δεσπότης καὶ ἐστεφάνωσε, λέγων· «Ὧ γύναι, μεγάλη σου ἡ πίστις». Μετὰ θαυμασμοῦ καὶ ἐγκωμίων ἀπέπεμψε τὴν οὐδὲ ἀποκρίσεως παρ’ αὐτοῦ ἐν προοιμίοις ἀξιωθεῖσαν. «Μεγάλη σου, φησίν, ἡ πίστις». Καὶ γὰρ ἦν ὄντας μεγάλη, διὰ τὸ καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὁρῶσαν ἀνανεύοντα πρὸς τὴν αἴτησιν, μὴ ναρκῆσαι, μηδὲ ἀποπηδῆσαι, ἀλλὰ τῷ τόνῳ τῇς προσεδρίας ἐκκαλέσασθαι καὶ παρασκευάσαι εἰς πέρας ἀγαγεῖν τὰ αἰτηθέντα. «Γενηθήτω γὰρ σοι, φησίν, ὡς θέλεις». Εἶδες, ὁ πρότερον μηδὲ ἀποκρίσεως αὐτὴν ἀξιῶν, πῶς νῦν φιλοτιμεῖται ταῖς δωρεαῖς; Οὐδὲ γὰρ ἁπλῶς αὐτῇ παρέσχε τὴν αἴτησιν, ἀλλὰ ἀνεκήρυξε καὶ ἐστεφάνωσε· καὶ τῷ εἰπεῖν. «Ὣ γύναι», ἔδειξεν ὅπως αὐτῆς τὴν πίστιν ἐξεπλάγη· καὶ τῷ εἰπεῖν. «Μεγάλη σου ἡ πίστις», κατάδηλον ἡμῖν ἐποίησε τῆς γυναικὸς τὸν πλοῦτον. Εἶτα φησί, «Γενηθήτω σοι ὡς θέλεις». Ὅσον βούλει, ὅσον θέλεις, τοσοῦτον παρέχω. Ἡ γὰρ τοσαύτη προσεδρία ἀξίαν σε ἀποφαίνει τῆς αἰτήσεως. Εἴδετε τῆς γυναικὸς τὴν εὐτονίαν, εἴδετε τῆς τοῦ Θεοῦ μακροθυμίας τὴν αἰτίαν, καὶ ὅτι περιφανεστέραν αὐτὴν ἐργάσασθαι βουλόμενος, δεῖ τοῦτο ἀνεβάλλετο; Ἐπανέλθωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν προκειμένην ἱστορίαν, ἵνα μάθωμεν ὅτι δι’ οὐδὲν ἕτερον ἐν τοσούτοις ἔτεσι τὰς ἐπαγγελίας τὰς κατὰ τὸν πατριάρχην γεγενημένας εἰς ἔργον οὐκ ἤγαγεν, ἀλλ’ ἵνα μετὰ πολλῆς τῆς περιφανείας ταύτας αὐτῷ παράσχῃ, καὶ πᾶσι τοῦ δικαίου τὴν πίστιν κατάδηλον ἐργάσηται. Διὰ τοῦτό φησί. «Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς ἐν γῇ Χαναᾶν», ἵνα μάθῃς ὅσος παρῆλθε χρόνος ἐξ οὗ τὰ τῆς ἐπαγγελίας ἐδέξατο. Εὐθὺς γὰρ ἐπιστὰς τῇ Χαναναίᾳ, ἤκουσεν, ὅτι «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», καὶ ἐν τοσούτῳ μήκει χρόνου καὶ αὐτὸς ἅπαις διέμεινε, καὶ τῆς Σάρας ἡ στείρωσις ἐπετείνετο. «Καὶ ἔδωκε τὴν Ἅγαρ, φησίν, Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς εἰς γυναῖκα».

δ’. Ὅρα πόση τὸ παλαιὸν ἐπολιτεύετο παρ’ αὐτοῖς ἡ φιλοσοφία· πῶς καὶ οἱ ἄνδρες ἦσαν ἐγκρατεῖς, καὶ τῆς σωφροσύνης πολὺν ποιούμενοι λόγον, καὶ αἱ γυναῖκες ζηλοτυπίας ἐκτὸς ἐτύγχανον. Ἐπίτηδες γὰρ ἡ Γραφὴ συνεχῶς λέγει. «Καὶ λαβοῦσα Σάρα Ἅγαρ τὴν παιδίσκην»· καὶ πάλιν, «Ἔδωκεν αὐτὴν εἰς γυναῖκα»· ἵνα μάθῃς ὅπως ἀπαθῶς τὸ πρᾶγμα μετεχείριζε, καὶ πόση πὰρ’ αὐτοῖς ἦν ἡ φιλοσοφία. «Καὶ εἰσῆλθε, φησί, πρὸς Ἅγαρ, καὶ συνέλαβεν». Ὅρα πῶς μανθάνει ἡ Σάρα, ὅτι οὐ παρὰ τὸν δίκαιον ἐν ἀπαιδίᾳ ἐτύγχανεν, ἀλλὰ παρὰ τὴν στείρωσιν τὴν ἑαυτῆς· εὐθέως γὰρ ἡ συνουσία τὴν σύλληψιν εἰργάσατο. Ἀλλ’ ὅρα πάλιν τῆς παιδίσκης τὴν ἀγνωμοσύνην, καὶ τῆς γυναικείας φύσεως τὴν ἀσθένειαν, ἵνα μάθῃς καὶ ἐντεῦθεν τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν. «Καὶ εἶδε, φησίν, ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς». Τοιοῦτον γὰρ τῶν οἰκετῶν τὸ ἦθος· ἂν μικρὰς εὐπραγίας ἐπιλάβωνται, οὐκ ἀνέχονται μένειν εἴσω τῶν οἰκείων ὅρων, ἀλλ’ εὐθέως ἐπιλανθάνονται τῆς οἰκείας τάξεως, καὶ πρὸς ἀγνωμοσύνην ἐπείγονται· ὅπερ καὶ αὐτὴ ἡ παιδίσκη πέπονθεν. Ἐπειδὴ γὰρ εἶδε τῆς γαστρὸς τὸν ὄγκον, οὐκ ἐννοοῦσα οὐ τῆς δεσποίνης τὴν ἄφατον φιλοσοφίαν, οὐ τῆς οἰκείας ἀξίας τὴν εὐτέλειαν, ἀλλ’ ἐπαρθεῖσα καὶ μέγα φρονήσασα ὑπερορᾷ τῇς δεσποίνης τῆς τοσαύτην περὶ αὐτὴν ἐπιδειξαμένης τὴν κηδεμονίαν, ὡς καὶ ἐπὶ τὴν εὐνὴν αὐτὴν ἀγαγεῖν τοῦ ἀνδρός. Τὶ οὖν ἡ Σάρα; «Εἶπε, φησί, πρὸς Ἄβραμ· Ἀδικοῦμαι ἐκ σοῦ. Ἰδοὺ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρῖναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ». Ἐνταῦθα μοι σκόπει τοῦ δικαίου τὴν ἄφατον μακροθυμίαν, καὶ τὴν αἰδὼ ἣν περὶ τὴν Σάραν ἐπιδείκνυται, συγγνώμην αὐτὴν αἰτῶν τῆς ἀλόγου ταύτης αἰτίας. Ἡ γὰρ ταῖς χερσὶ παραδοῦσα τὴν παιδίσκην τῷ ἀνδρί, ἡ εἰποῦσα. «Εἴσελθε πρὸς τὴν παιδίσκην μου»· ἡ οἴκοθεν καὶ ἀφ’ ἑαυτῆς πρὸς τὴν συνουσίαν αὐτὸν προτρεψαμένη, αὕτη νῦν μεταβαλλομένη φησίν, «Ἀδικοῦμαι ἐκ σοῦ». Μὴ γὰρ αὐτὸς ἐπέδραμεν, ὧ γύναι, τῇ τῆς παιδίσκης συνουσίᾳ; Μὴ γὰρ ἐξ ἀσελγείας ὀρμηθεῖς τῷ πράγματι ἐπεπήδησε; Σοὶ πειθόμενος καὶ τῷ σῷ ἐπιτάγματι τοῦτο πεποίηκε. Τὶ οὖν ἠδίκησαι παρὰ τοῦ ἀνδρός; «Ἰδοὺ δέδωκα τὴν παιδίσκην μοὺ εἰς τὸν κόλπον σου». Εἰ τοίνυν ὁμολογεῖς ὅτι αὐτὴ ἔδωκας, καὶ οὐκ ἀφ’ ἑαυτοῦ ταύτην ἔλαβε, τίνος ἕνεκεν ἀδικίαν ἐγκαλεῖς;Ναί, φησίν· εἰ γὰρ καὶ ἐγὼ δέδωκα, ἀλλ’ ὁρῶν αὐτῆς τὴν προπέτειαν ὤφειλες ἐπισχεῖν αὐτῆς τὴν ἀκόλαστον γνώμην. «Ἰδοῦσα γὰρ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρῖναι ὁ Θεὸς ἀνὰ μέσον, ἐμοῦ καὶ σοῦ». Γυναικὸς ἀληθῶς ταῦτα τὰ ῥήματα καὶ τῆς ἀσθενείας ταύτης τῆς φύσεως· μονονουχὶ γὰρ ταῦτά φησι πρὸς αὐτόν· Ἐγὼ μὲν τὴν ἀπαιδίαν βουλομένη παραμυθήσασθαι τὴν σήν, τοσαύτην ἐπεδειξάμην τὴν κηδεμονίαν, ὡς καὶ τὴν ἐμὴν παιδίσκην καὶ ταῖς ἐμαυτῆς σοι χερσὶ παραδοῦναι, καὶ πρὸς τὴν συνουσίαν προτρέψασθαι· ὁρῶν δὲ αὐτὸς ἐντεῦθεν αὐτὴν γενομένην προπετεστέραν διὰ τὸν τῆς γαστρὸς ὄγκον, καὶ φρονήματος ἐμπεπλησμένην, δέον ἀναστείλαι καὶ ἐκδικῆσαι σε τὰς ὕβρεις τὰς εἰς ἐμὲ γινομένας, οὐκ ἐποίησας· ἀλλ’ ὡσανεὶ πάντων τῶν προτέρων ἐπιλαθόμενος, περιορᾶσθαι ἐμὲ καταδέχῃ, τὴν ἐν τοσούτοις ἔτεσι συνοικήσασαν, ὑπὸ τῆς Αἰγυπτίας τῆς παιδίσκης τῆς ἐμῆς ἀτιμαζομένην. «Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ». Ὀδυνωμένης ψυχῆς ρὸ ῥῆμα. Καὶ εἰ μὴ φιλόσοφός τις ἦν ὁ πατριάρχης, καὶ πολλὴν τὴν αἰδὼ περὶ τὴν Σάραν ἐπεδείκνυτο, καὶ ἐδυσχέρανεν ἂν πρὸς τὰ ῥήματα, καὶ ἤλγησεν ἐπὶ τῇ βαρύτητι τῶν λεχθέντων. Ἀλλ’ ὁ θαυμάσιος οὗτος πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ἀφορῶν, πᾶσαν ἔδωκεν αὐτῇ συγγνώμην. «Κρῖναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ». Ἐννόησον, φησί, πόσον πρᾶγμα κατεδεξάμην διὰ τὴν σὴν παραμυθίαν, βουλομένη σε κἂν γοῦν ἐν γήρᾳ πατέρα κληθῆναι, καὶ τὴν παιδίσκην τὴν ἐμὴν εἰς τὴν ἀξίαν τὴν ἐμαυτῆς ἀνήγαγον· σὺ δὲ ὁρῶν ἀγνωμόνως αὐτὴν ἐντεῦθεν διατεθεῖσαν, οὐκ ἤμυνας, οὐκ ἠμείψω με τῆς γνώμης, ἣν περὶ σὲ ἐπεδειξάμην. «Κρῖναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ», Ἐκεῖνος, φησίν, ὁ τὰ ἀπόῤῥητα ἑκάστου ἐπιστάμενος τῆς διανοίας, αὐτὸς ἔσται κριτὴς μεταξὺ ἡμῶν, καὶ πῶς ἐγὼ μὲν παντὸς πάθους ἀνωτέρα γενομένη προετίμησα ἐμαυτῆς τὴν παραμυθίαν τὴν σήν, καὶ εἰς τὴν εὐνὴν τὴν ἐμὴν τὴν παιδίσκην ἀνήγαγον αὐτὸς δὲ οὐδὲν τῶν παρ’ ἐμοῦ γενομένων ἐν διανοίᾳ λαβών, συγχωρεῖς ἐκείνην κατεξανίστασθαι τῆς ἐμῆς ἐπιεικείας, οὐκ ἀναστέλλεις τὴν τόλμαν, οὐδὲ σωφρονίζεις τὴν ἀγνώμονα. Τὶ οὖν ὁ ἀδάμας, ὁ γενναῖος ἀθλητὴς τοῦ Θεοῦ, ὁ πανταχόθεν ἑαυτῷ πλέκων τοὺς στεφάνους; Δεικνὺς καὶ διὰ τοῦτο τὴν οἰκείαν ἀρετήν, ὅρα τὶ φησὶ πρὸς αὐτήν· «Ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσὶ σου· χρῶ αὐτῇ, ὡς ἂν σοι ἀρεστὸν ᾗ». Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία, πολλὴ τῆς μακροθυμίας ἡ ὑπερβολή. Οὐ μόνον γὰρ οὐκ ἐδυσχέρανε πρὸς τὰ παρὰ τῆς Σάρας εἰρημένα, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καὶ φησίν· Ὑποπτεύεις με αἴτιον γεγενῆσθαι τῶν εἰς σε ὕβρεων, καὶ νομίζεις με ἥδεσθαι τοῖς παρὰ τῆς παιδίσκης γινομένοις, ἐπειδὴ ἅπαξ ἐκοινώνησέ μοι τῆς εὐνῆς· μάνθανε ὅτι καὶ πρότερον, εἰ μὴ σοι ὑπακοῦσαι βουλόμενος τοῦτο κατεδεξάμην, οὐκ ἂν ποτε ἠνεσχόμην τὴν παιδίσκην εἰς τὴν εὐνὴν ἀγαγεῖν τὴν σήν· καὶ νῦν ἵνα διὰ τῶν πραγμάτων πληροφορηθῇς, «ἰδοὺ ὑπὸ τὰς χεῖράς σου ἐστι· Χρῶ αὐτῇ, ὡς ἂν σοι ἀρεστὸν ᾗ». Μὴ γὰρ ὑπετέμετό σου τις τὴν ἐξουσίαν; Μὴ γὰρ ἀφῃρέθης αὐτῇς τὴν δεσποτείαν; Εἰ γὰρ καὶ τὴν πρὸς αὐτὴν συνουσίαν κατεδεξάμην, ἀλλ’ ἔχεις αὐτῆς τὴν ἐξουσίαν, καὶ ὑπὸ τὰς χεῖράς σου ἐστι· κόλαζε, σωφρόνιζε· ἐπιτίμα· ὃ βούλει καὶ ὡς ἀρέσκει σοι, οὕτω διαπράττου τὰ εἰς αὐτήν· μόνον μὴ δυσχέραινε, μόνον μὴ ἐμοὶ ἐπίγραφε τὰ παρ’ αὐτῆς προπετῶς γεγενημένα. Οὐδὲ γὰρ ἀπὸ πάθους οἰκείου κινούμενος τῆς πρὸς αὐτὴν ἠνεσχόμην συνουσίας, ἵνα καὶ προσπαθῶς ἐντεῦθεν κινούμενος ἄλογον αὐτῇ προστασίαν δῷ. Οἶδα τὴν ὀφειλομένην σοι τιμήν· οὐκ ἀγνοῶ τῶν οἰκετῶν τὴν ἀγνωμοσύνην. Οὐδεὶς μοι ταύτης λόγος, οὐδεμία φροντίς· ἓν ἐστί μοι μόνον τὸ σπουδαζόμενον, τὸ σε ἄλυπον, ἀτάραχον, ἐν τιμῇ πάσῃ καθεστάναι παντὸς ἀπηλλαγμένην λυπηροῦ.

ε’. Τοῦτο ἀληθὲς συνοικέσιον, τοῦτο ἀνήρ, ὅταν μὴ ἀκριβολογῆται πρὸς τὰ τῆς, γυναικὸς ῥήματα, ἀλλὰ τῇ ἀσθενείᾳ τῇς φύσεως πολλὴν νέμων τὴν συγγνώμην μίαν ποιεῖται σπουδήν, ὥστε τὴν λύπην ἑκποδὼν ποιῆσαι, καὶ τὰ τῆς εἰρήνης καὶ τῆς ὁμονοίας συσφίγγειν. Ἀκουέτωσαν ἄνδρες, καὶ μιμείσθωσαν τοῦ δικαίου τὴν ἐπιείκειαν, καὶ τοσαύτην αἰδὼ καὶ τιμὴν ταῖς γυναιξὶν ἀπονεμέτωσαν, καὶ ὡς ἀσθενεστέραν σκεύει φειδέσθωσαν, ἵνα ὁ τῆς ὁμονοίας σύνδεσμος ἐπιτείνηται. Τοῦτο γὰρ ὁ ἀληθὴς πλοῦτος, αὕτη ἡ μεγίστη περιουσία, ὅταν ἀνὴρ μετὰ γυναικὸς μὴ διχονοῇ, ἀλλὰ καθάπερ, σῶμα ἓν οὕτως ὦσί συνημμένοι· «Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν». Οἱ τοιοῦτοι κἄν, ἐν πενίᾳ ὦσι, κἂν ἐν εὐτελείᾳ, πάντων ἂν εἶεν μακαριστότεροι, ἀληθῆ ἡδονὴν καρπούμενοι, καὶ ὃν διηνεκεῖ γαλήνη καθεστῶτες· ὡς οἳ γε ταύτης μὴ ἀπολαύοντες, ἀλλὰ ζηλοτύπως διακείμενοι, καὶ τὸ τῇς εἰρήνης καλὸν διαφθείροντες, κἂν πολλῷ περιῤῥέωνται πλούτῳ, κἂν πολυτελεῖς ἔχωσι τὰς τραπέζας, κἂν ἐν περιφανείᾳ τύχωσιν ὄντες, πάντων ἐλεεινότερον ζῶσι βίον, κύματα, καὶ ταραχὰς καθ’ ἑκάστην ἡμέραν ἑαυτοῖς ἐπινοοῦντες, καὶ ἀλλήλους ὑποπτεύοντες, καὶ οὐδεμίαν ἡδονὴν ἔχειν δυνάμενοι, τοῦ ἔνδοθεν πολέμου πάντα συγχέοντος, καὶ πολλὴν ἐν αὐτοῖς τὴν ἀηδίαν ἐργαζομένου. Ἀλλ’ ἐνταῦθα οὐδὲν τοιοῦτον· ἀλλὰ διὰ τῆς οἰκείας ἐπιεικείας ὁ πατριάρχης τὸν τε θυμὸν κατεμάλαξε τῆς δεσποίνης, καί, δοὺς αὐτῇ τὴν ἐξουσίαν ἅπασαν τὴν κατὰ τῆς παιδίσκης, εἰρήνης πολλῆς ἐνέπλησεν ἑαυτοῦ τὴν οἰκίαν. «Καὶ ἐκάκωσεν αὐτήν, φησί. Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς». Ἐπειδὴ γὰρ ἴσως ἐκάλεσεν αὐτῆς τὴν προπέτειαν, εἰς φυγὴν ἐτράπη ἡ παιδίσκη. Τοιοῦτον, γὰρ τῶν οἰκετῶν τὸ ἔθος· ἐπειδὰν μὴ ἐξῇ αὐτοῖς τῷ οἰκείῳ τρόπῳ κεχρῆσθαι, ἀλλ’ ἐγκόπτηται αὐτῶν τὰ τῆς ἐπιχειρήσεως, εὐθέως ἀφηνιῶσι τῶν δεσποτῶν, καὶ πρὸς φυγὴν ὁρμῶσιν. Ἀλλὰ ὅρα πάλιν ἐνταῦθα πόσης ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς καὶ ἡ παιδίσκη, διὰ τὴν εἰς τὸν δίκαιον τιμήν. Ἐπειδὴ γὰρ περιέφερε μεθ’ ἑαυτῆς τοῦ δικαίου τὸ σπέρμα, διὰ τοῦτο καὶ τῆς ὀπτασίας ἀξιοῦται τῆς παρὰ τοῦ ἀγγέλου. «Εὗρε γὰρ αὐτήν, φησίν, ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐν τῇ ὁδῷ Σούρ». Σκόπει φιλανθρωπίαν Δεσπότου, πῶς οὐδένα περιορᾷ, ἀλλὰ κἂν οἰκέτης ᾗ, κἂν παιδίσκη, αὐτὸς ἐν πᾶσι τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν, οὐ πρὸς τὴν τῶν ἀξιωμάτων ὁρῶν διαφοράν, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς διάθεσιν. Ἐνταῦθα δὲ οὐ διὰ τὴν τῆς παιδίσκης ἀξίαν ὁ ἄγγελος ἐφίσταται, ἀλλὰ διὰ τὴν πρὸς τὸν δίκαιον τιμήν. Καθάπερ γὰρ ἔφθην εἰπών, ἐχρῆν αὐτὴν πολλῆς ἀξιωθῆναι προνοίας, διὰ τὸ ἀξίαν γενέσθαι ὑποδέξασθαι τὸ τοῦ δικαίου σπέρμα. «Καὶ εὑρὼν αὐτήν, φησίν, ὁ ἄγγελος εἶπεν· Ἅγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ, καί, τοῦ, πορεύῃ»; Ὅρα πῶς καὶ τὰ παρὰ τοῦ ἀγγέλου εἰς ὑπόμνησιν αὐτὴν ἦγε τῆς οἰκείας ἀξίας. Ἵνα γὰρ προσεκτικωτέραν αὐτὴν ποιήσῃ, εὐθέως τὴν προσηγορίαν αὐτῆς εἰς μέσον ἤγαγε, καὶ φησίν. «Ἅγαρ, Εἰώθαμεν γὰρ πῶς ἐκείνοις προσέχειν μᾶλλον τοῖς ἐξ ὀνόματος ἡμᾶς καλοῦσιν». Εἶτά φησι. «Παιδίσκη Σάρας»· ὑπομιμνῄσκει αὐτὴν τῆς δεσποίνης, ἵνα εἰδέναι ἔχῃ, ὅτι κἂν μυριάκις τῆς δεσποτικῆς εὐνῆς ἐκοινώνησεν, ἀλλ’ ὅμως καὶ δεσπότιν ὀφείλει ἐπιγράφεσθαι τὴν Σάραν. Ὅρα τοίνυν τὸν ἄγγελον πυνθανόμενον, ἵνα εἰς ἀνάγκην αὐτὴν ἀγάγῃ τῇς ἀποκρίσεως. Πόθεν, φησί, νῦν εἰς τὴν ἔρημον ταύτην παραγέγονας, καὶ ποῦ τὴν ὁρμὴν ἔχεις; Διὰ τοῦτο καὶ εἰς αὐτὴν τὴν ἐρήμων αὐτῇ γενομένῃ φαίνεται ὁ ἄγγελος, ἵνα μὴ νομίσῃ ἁπλῶς τινὰ τῶν παριόντων εἶναι τὸν πυθόμενον· ἐρημία γὰρ ἥν, καὶ οὐδεὶς ἕτερος παρῆν· ἵνα οὖν, εἰδέναι ἔχῃ, ὅτι οὐχ ἁπλῶς ἐστιν ὁ τυχὼν ὁ πρὸς αὐτὴν διαλεγόμενος, διὰ τοῦτο ἐν τῇ ἐρήμῳ φανεὶς πυνθάνεται αὐτῆς· Καὶ φησὶν ἐκείνη· «ἀπὸ προσώπου Σάρας τῆς Κυρίας μοὺ ἐγὼ ἀποδιδράσκω». Ὁρᾷς πῶς οὐκ ἀρνῆται τὴν δεσποτείαν, ἀλλ’ ὁμολογεῖ μετὰ ἀληθείας ἅπαντα; Οὐκ ἔστι, φησίν, ἄνθρωπος ὁ πυνθανόμενος, ἵνα δυνηθῶ παρακρούσασθαι. Προλαβὼν καὶ τὴν προσηγορίαν εἶπε τὴν ἐμήν, καὶ τῆς δεσποίνης ἐμνήσθη· προσήκει τοίνυν κἀμὲ μετὰ ἀληθείας ἅπαντα εἰπεῖν. «ἀπὸ προσώπου, φησί, Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω». Ὅρα πῶς ἀνεπαχθὼς τὴν μνήμην ἐποιήσατο. Οὐ γὰρ εἶπεν, ὅτι Δεινὰ μὲ διέθηκεν· οὐκ εἶπεν, ὅτι Ἐκάκωσέ με, καὶ διὰ τὸ μὴ φέρειν τὴν πολλὴν ἐπάχθειαν εἰς αὐγὴν ἐτράπην· οὐδὲν δυσχερὲς ἐφθέγξατο, ἀλλὰ μόνον ἑαυτῆς κατηγόρησεν ὡς ἀποδρασάσης. Εἶδες αὐτῆς τὴν εὐγνωμοσύνην; Ὅρα πάλιν τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα πρὸς αὐτήν· «Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς». Πρὸς μὲν τὸ εἰπεῖν, «Ἀπὸ προσώπου τῆς κυρίας μοὺ ἀποδιδράσκω, φησίν, Ἀποστράφηθι, ἐπάνελθε, μὴ ἀγνωμόνως διάκεισο περὶ τὴν τοσαῦτα σε εὐεργετήσασαν». Εἶτα, ἐπειδὴ ἐξ ἀλαζονείας καὶ φρονήματος ὑψηλοῦ πρὸς ὀργὴν διήγειρε τὴν ἑαυτῆς δέσποιναν, φησί· «Καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς». Ὑποτάττου αὐτῇ· τοῦτο γὰρ σοι λυσιτελεῖ. Ἐπεγίνωσκε τὴν δουλείαν, μὴ ἀγνόει τὴν δεσποτείαν, μηδὲν ὑψηλὸν φρόνει, , μὴ τὰ ὑπὲρ σαυτὴν φαντάζου. «Ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς», πολλὴν ἐπίδειξαι τὴν ὑποταγήν. Ἱκανῶς αὐτῆς τὴν ψυχὴν κατεμάλαξε τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα, κατέστειλεν αὐτῆς τὸ φρόνημα, ἐχαλίνωσεν αὐτῆς τὸν θυμόν, πολλὴν εἰργάσατο γαλήνην ἐν τοῖς λογισμοῖς.

Ϛ ’. Εἶτα ἵνα μὴ νομίσῃ ἁπλῶς καὶ εἰκῆ τοσαύτης ἠξιῶσθαι προνοίας, ἀλλὰ μάθῃ ὅτι διὰ τὸ τοῦ δικαίου σπέρμα τοσαύτης ἀπολαύει τῆς κηδεμονίας, ὅρα πῶς αὐτὴν παραμυθεῖται, καὶ ἀνίστησιν αὐτῆς τὴν ψυχήν, καὶ ἀρκοῦσαν αὐτῇ χαρίζεται τὴν παράκλησιν διὰ τῶν ἐπαγομένων. «Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμήσεται ἀπὸ τοῦ, πλήθους». Καὶ τοῦτό σοι, φησί, προλέγω ὅτι τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς μηδὲ ἀριθμῷ ὑποβάλλεσθαι. Μὴ τοίνυν ἀθύμει, μηδὲ κατάπιπτε, μηδὲ ταράττου τοῖς λογισμοῖς, ἀλλὰ πᾶσαν ἐπίδειξαι τὴν ὑποταγήν. «Ἰδοὺ γὰρ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ». Διὰ γὰρ τοῦτό σοι, φησί, καὶ τὸν τόκον προλέγω, καὶ τὸ ὄνομα ἤδη ἐπιτίθημι τῷ παιδὶ τῷ τικτομένῳ, ἵνα πλείονα τὴν πληροφορίαν δεξαμένη, οὕτω ποιήσῃς τὴν ἐπάνοδον, καὶ τὰ ἤδη ἐπταισμένα διορθώσῃς· «Ὅτι ἐπήκουσε, φησί, Κύριος τῇ ταπεινώσει σου».

Ἐντεῦθεν μανθάνωμεν ὅσον τῶν θλίψεων τὸ κέρδος, ὅση τῆς συμφορᾶς ἡ ὠφέλεια. Ἐπειδὴ γὰρ ἀνεχώρησε, καὶ τὰ τῆς ὀδύνης ηὐξήθη, καὶ πολλὴν ὑπέστη τῶν θλίψεων τὴν περίστασιν, ἐν μονώσει, ἐν ἐρημίᾳ, ἐν στενοχωρίᾳ, διάγουσα, μετὰ τὴν τοσαύτην εὐημερίαν, καὶ τὸ εἰς τὸ αὐτῇ τῇ δεσποίνῃ πρέπον ἀξίωμα ἀνενεχθῆναι, διὰ τοῦτο ταχείας ἀπήλαυσε τῆς ἀντιλήψεως. Ταῦτα γὰρ σοι ἔσται, φησίν, ἅπερ ὑπεσχόμην, καὶ τέξῃ υἱόν, καὶ τὸ σπέρμα σου ἀριθμοῦ κρεῖττον ἔσται. «Ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου». Μὴ τοίνυν μηδὲ ἡμεῖς ἀσχάλλωμεν, ἐπειδὰν ἀπὸ τινός περιστάσεως τῶν πραγμάτων ταπεινωθῶμεν. Οὐδὲν γὰρ ἡμῶν τῇ φύσει οὕτω συμβάλλεται, ὡς τὸ συστέλλεσθαι καὶ ταπεινοῦσθαι ἡμῶν τὸ φρόνημα, καὶ τὸ φύσημα τῆς ψυχῆς καταστέλλεσθαι. Τότε γὰρ ἡμῶν μᾶλλον ὁ Δεσπότης ἐπακούει, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ συντετριμμένης τῆς καρδίας αὐτὸν καλῶμεν, πολλὴν τὴν προσεδρίαν περὶ τὰς ἱκετείας ποιούμενοι. «Ὅτι ἐπήκουσε, φησί, Κύριος τῇ ταπεινώσει σου». Εἶτα προλέγει τοῦ μέλλοντος τίκτεσθαι παιδὸς τὸ ἐπιτήδευμα. «Οὗτος ἔσται, φησίν, ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν· καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει». Προμηνύει αὐτῇ ὅτι ἀνδρεῖος ἔσται, ὅτι πολέμιος, ὅτι πρὸς τὴν τῆς γῆς ἐπιμέλειαν πολὺν τὸν πόνον ἐπιδείξεται. Εἶδες διὰ τῶν εἰς τὴν παιδίσκην γεγενημένων τὴν εἰς τὸν πατριάρχην τιμήν; Ἡ γὰρ περὶ ταύτην πρόνοια δείκνυσι τὴν εὔνειαν τοῦ Δεσπότου, ἣν πρὸς τὸν δίκαιον ἐπιδείκνυται. Ταῦτα συμβουλεύσας ὁ ἄγγελος, καὶ εὐαγγελισάμενος τῇ Ἅγαρ, ἀνεχώρησεν. Ἀλλ’ ὅρα πάλιν τῆς παιδίσκης τὴν εὐγνωμοσύνην. «Καὶ ἐκάλεσε, φησί, τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· Σὺ ὁ Θεός, ὁ ἐπιζῶν με ὅτι εἶπε· Καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοί. Ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ. Φρέαρ οὗ ἐνώπιον εἶδον, ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράχ. Σκόπει πῶς καὶ αὐτὴ βούλεται διηνεκῆ τὴν μνήμην διαπυθέσθαι τῷ τόπῳ διὰ τῆς προσηγορίας. Ἐκάλεσε γάρ, φησί, τὸν τόπον, Φρέαρ οὗ ἐνώπιον εἶδον». Εἶδες τὴν παιδίσκην κατὰ μικρὸν ἐκ τῆς περιεχούσης αὐτὴν θλίψεως φιλοσοφωτέραν γινομένην, καὶ πολλὴν εὐγνωμοσύνην περὶ τὴν γεγενημένην εἰς αὐτὴν εὐεργεσίαν ἐπιδεικνυμένην, καὶ οἷς ἐνόμισεν ἀμειβομένην τὴν τοσαύτης αὐτὴν ἀξιώσασαν κηδεμονίας; «Καὶ ἔτεκεν, φησίν, Ἅγαρ τῷ Ἄβραμ υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἅγαρ. Ἰσραήλ».

ζ’. Ἐντεῦθεν μανθάνομεν ὅσον ἐστὶν ἀγαθὸν ἐπιείκεια, ὅσον ἐστὶ κέρδος καὶ ἀπὸ τῶν θλίψεων καρπώσασθαι, Καὶ τὴν μὲν ἐπιείκειαν, ἐξ ὧν ὁ πατριάρχης ἐπεδείξατο καταπραΰνας τῆς Σάρας τὴν ἀγανάκτησιν, καὶ τὴν ἐξουσίαν τῆς παιδίσκης αὐτὴ δεδωκώς, καὶ διὰ τούτου εἰρήνης ἐμπλήσας τὴν οἰκίαν, τὸ δὲ κέρδος τῶν θλίψεων ἐκ τῶν κατὰ τὴν παιδίσκην ἐστιν ἰδεῖν. Ἐπειδὴ γὰρ κακωθεῖσα ὑπὸ τῆς δεσποίνης ἀπέδρα, καὶ πολλὴν ὑπέμεινε τὴν ταλαιπωρίαν, καὶ μετὰ ὀδυνωμένης ψυχῆς ἐκάλεσε τὸν Δεσπότην, εὐθέως τῆς ἄνωθεν ἐπισκοπῆς ἠξιώθη. Ἵνα γὰρ μάθῃ, ὅτι διὰ τὸ ταπεινωθῆναι καὶ συσταλῆναι τῆς τοσαύτης ἀξιοῦται κηδεμονίας, φησὶν ὁ ἄγγελος πρὸς αὐτήν. «Ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου». Εἰδότες τοίνυν, ἀγαπητοί, ὅτι ἐὰν νήφωμεν, αἱ θλίψεις μᾶλλον ἡμᾶς οἰκειοῦσι τῷ Δεσπότῃ, καὶ τότε δυνησόμεθα τὴν παρ’ αὐτοῦ ῥοπὴν ἐπισπάσασθαι, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ θερμῶν δακρύων αὐτῷ προσίωμεν, μὴ ἀλγῶμεν ἐπὶ ταῖς θλίψεσιν, ἀλλὰ τὸ ἐκ τῶν θλίψεων κέρδος λογιζόμενοι πάντα πράως φέρωμεν τὰ συμπίπτοντα, καὶ παιδευώμεθα ἐπιεικεῖς εἶναι καὶ ἥμεροι πρὸς πάντας μέν, μάλιστα δὲ περὶ τὰς ἑαυτῶν γυναῖκας, καὶ πολλὴν ποιεῖσθαι σπουδήν, ὥστε, κἂν δικαίως, κἂν ἀδίκως μέμψωνται, μὴ ἀκριβολογεῖσθαι, ἀλλ’ ἑνὸς μόνον γίνεσθαι, τοῦ τὰ τῆς λύπης αἴτια ἐκποδῶν ποιεῖν, καὶ βαθεῖαν εἰρήνην κατασκευάζειν τῇ οἰκίᾳ ἵνα καὶ ἐκείνη ἔχῃ πρὸς τὸν ἄνδρα τὴν ἐπιστροφήν, καὶ ὃ ἀνὴρ ὡς εἰς λιμένα εἰς αὐτὴν ἔχῃ καταφεύγειν ἐκ τῶν ἔξωθεν ταραχῶν καὶ τῶν θορύβων, καὶ πᾶσαν ἐκεῖθεν εὑρίσκειν τὴν παραμυθίαν. Πρὸς βοήθειαν γὰρ ἡ γυνὴ ἐδόθη, ἵνα ἀρκούμενος τῇ ταύτης παρακλήσει ἀντέχειν ὁ ἀνὴρ δύνηται πρὸς τὰ ἐπιόντα αὐτῷ. Ἐὰν γὰρ ᾗ κόσμια καὶ ἐπιεικής, οὐ μόνον τὴν ἀπὸ τῆς κοινωνίας παραμυθίαν παρέξει τῷ ἀνδρί, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι πολλὴν τὴν ἑαυτῆς χρείαν ἐπιδείξεται, πάντα αὐτῷ κούφα καὶ ῥᾳδία κατασκευάζουσα, καὶ οὐκ ἀφιεῖσα πεῖραν λαβεῖν οὕτω τῶν ἔξωθεν, οὔτε μὴν τῶν κατὰ τὴν οἰκίαν τικτομένων καθ’ ἑκάστην ἡμέραν δυσχερῶν· ἀλλά, καθάπερ κυβερνήτης ἄριστος, οὕτως αὐτῷ τὸν χειμῶνα τῆς ψυχῆς διὰ τῆς οἰκείας σοφίας εἰς γαλήνην καταστήσει, καὶ τῇ παρ’ ἑαυτῆς συνέσει πολλὴν αὐτῷ παρέξει τὴν παραμυθίαν. Τοὺς γὰρ οὕτω συνδεδεμένους οὐδὲν λοιπὸν τῶν ἐν τῷ παρόντι βίῳ λυπῆσαι δυνήσεται, οὐδὲ τὴν ἡδονὴν αὐτῶν λυμήνασθαι. Ὅταν γὰρ ὁμόνοια ᾗ καὶ εἰρήνη καὶ σύνδεσμος ἀγάπης μετὰ γυναικὸς καὶ ἀνδρός, ἐκεῖ πάντα συῤῥεῖ τὰ ἀγαθά, καὶ ἀνάλωτοι πάσης ἐπιβουλῆς γενήσονται, μεγάλῳ καὶ ἀχειρώτῳ τείχει τινὶ πεφραγμένοι, τοῦτ’ ἔστι, τῇ κατὰ Θεὸν ὁμονοίᾳ. Τοῦτο ἀδάμαντος αὐτοὺς ἰσχυροτέρους ἀπεργάσεται, τοῦτο σιδήρου στεῤῥοτέρους καταστήσει, τοῦτο παντὸς πλούτου καὶ περιουσίας αὐτοῖς συμβαλεῖται πλέον, τοῦτο εἰς τὴν ἀνωτάτω περιφάνειαν αὐτοῖς προξενήσει μετὰ πολλῆς τῆς δαψιλείας. Μὴ τοίνυν, παρακαλῶ, τούτου προτιμότερόν τι ἡγώμεθα, ἀλλὰ πάντα ποιῶμεν καὶ πραγματευώμεθα, ὥστε γαλήνην καὶ εἰρήνην εἶναι μεταξὺ τῆς συνοικήσεως. Τότε γὰρ οἱ τικτόμενοι παῖδες τῇ τῶν γεγεννηκότων ἀρετῇ κατακολουθήσουσι, καὶ οἱ οἰκέται τούτοις ἕψονται, καὶ πανταχόθεν τὰ τῆς οἰκίας πρὸς ἀρετὴν ἐπιδώσει, καὶ πολλὴ τῶν πραγμάτων ἔσται ἡ εὐημερία. Ὅταν γὰρ τὰ τοῦ Θεοῦ προτιμῶμεν, τὰ ἀλλὰ πάντα κατὰ ῥοῦν ἥξει ἡμῖν, καὶ οὐδενὸς αἴσθησιν ληψόμεθα λυπηροῦ, τῆς τοῦ Θεοῦ ἀγαθότητος μετὰ δαψιλείας ἡμῖν ἅπαντα χορηγούσης. Ἵνα οὖν καὶ αὐτοὶ ἀλύπως κατὰ τὸν παρόντα βίον διάγωμεν, καὶ τὴν παρὰ τοῦ Δεσπότου εὔνοιαν ἐπὶ πλέον ἐπισπασώμεθα, ἀντεχώμεθα τῆς ἀρετῆς, τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην εἰς τὴν οἰκίαν εἰσάγειν σπουδάζωμεν τῶν ἑαυτῶν, τῆς τῶν τέκνων εὐκοσμίας ἐπιμελώμεθα, φροντίζωμεν τοῦ τρόπου τῶν οἰκετῶν, ἵνα ὑπὲρ ἁπάντων δαψιλεῖς τὰς ἀμοιβὰς κομισάμενοι, καταξιωθῶμεν καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΚΘ’. «Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός»
Προηγούμενο: Ὁμιλία ΛΖ’. «Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· ἐγὼ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγὼν σε ἐκ χώρης Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν· Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τὶ γνώσομαι, ὅτι κληρονομήσω αὐτήν».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος