Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Μ. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνὴ σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.»
Προηγούμενο: Ὁμιλία ΛΗ’. «Σάρα δέ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ᾖν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

ΟΜΙΛΙΑ ΚΘ’. «Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός»

.

α’. Εἴδετε, ἀγαπητοί, πῶς οὐδὲν ἀργὸν τῶν παρὰ τῇ θείᾳ Γραφῇ κειμένων; Εἴδετε χθὲς πῶς τὸ κατὰ τὴν Ἅγαρ εἰς μέσον παραγαγόντες, καὶ τῆς ταύτης ἀναχώρησιν πολλὴν ὠφέλειαν ἐκεῖθεν ἐκαρπωσάμεθα; Ἐμάθομεν γὰρ τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν, τῆς σωφροσύνης τὴν ὑπερβολήν, τὴν αἰδώ, ἣν ἀπένειμε τῇ Σάρᾳ, τὴν πρὸς αὐτὴν ὁμόνοιαν πάντων ἡγούμενος προτιμοτέραν. Εἴδομεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅπως διὰ τὴν εἰς τὸν δίκαιον τιμὴν οὐ μόνον ἐπανήγαγε τὴν Ἅγαρ κατὰ τὴν ἔρημον πλανωμένην, καὶ διὰ τὸν τῆς δεσποίνης φόβον ἀποδράσασαν, ἀλλὰ καὶ τοῦ Ἰσμαὴλ τὸν τόπον ἐχαρίσατο, πολλὴν ἐντεῦθεν τῷ δικαίῳ τῇ παραμυθίαν ἐπινοῶν, καὶ τῆς τοσαύτης ὑπομονῆς ἀποδιδοὺς αὐτῷ τὰς ἀμοιβάς. Καὶ ἐπειδὴ ἐτέχθη ὁ Ἰσμαὴλ βουλομένη διδάξαι ἡμᾶς ἡ θεῖα Γραφὴ τὸν χρόνον τοῦ πατριάρχου, καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν ἡμῖν ἐπεσημήνατο εἰποῦσα, ὅτι «Ἡνίκα ἐτέχθη ὁ Ἰσμαήλ, ἐτῶν ὀγδοηκονταὲξ ἦν ὁ Ἄβραμ». Ἴδωμεν δὲ λοιπὸν τὰ ἐντεῦθεν, ἵνα καὶ ἐκ τῶν ἑξῆς μάθωμεν πάλιν καὶ τοῦ δικαίου τὴν πολλὴν ὑπομονήν, καὶ τοῦ Δεσπότου τὴν ἄφατον καὶ ὑπερβάλλουσαν φιλανθρωπίαν. Εἰσόμεθα δὲ μετὰ ἀκριβείας, ἐὰν πάλιν τοὺς χρόνους τῆς ζωῆς τοῦ δικαίου καταμαθεῖν δυνηθῶμεν, καὶ ὅπως ὁ ἀγαθὸς Θεὸς τὰ κατ’ αὐτὸν ᾠκονόμει, καθ’ ἕκαστον καιρὸν δοκιμὴν τοῦ ἰδίου θεράποντος λαμβάνων, καὶ τὸ θεοφιλὲς αὐτοῦ τῆς γνώμης ἐκκαλύπτων. Αὐτὸς μὲν γὰρ προῄδει σαφῶς τοῦ ἰδίου οἰκέτου τὴν εὐγνωμοσύνην, καὶ τῆς ψυχῆς αὐτοῦ τὸ κάλλος ἠπίστατο, καὶ τὸν μαργαρίτην ἀκριβῶς ἐγίνωσκεν· ἀλλ’ ἐπειδὴ ἐβούλετο καὶ πᾶσι τοῖς τότε παροῦσι κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα καὶ εἰς τὰς μετὰ ταῦτα γενεᾶς ἡ τοῦ δικαίου ἀρετὴ πρὸς ζῆλον καὶ μίμησιν ἐφέλκηται τοὺς βουλομένους, διὰ τοῦτο κατὰ μικρὸν ἐκκαλύπτει τὸν πλοῦτον τῆς τοῦ δικαίου γνώμης, ἵνα παιδευώμεθα καὶ ἡμεῖς μηδέποτε διαπιστεῖν ταῖς τοῦ Θεοῦ ἀπαγγελίαις· μηδὲ δυσχεραίνειν πρὸς τὴν ἀναβολήν, ἀλλὰ μᾶλλον τῶν ὁρωμένων καὶ τῶν ἐν χερσὶ τοῖς μὴ βλεπομένοις θαῤῥεῖν, ἐπειδὰν ὁ πάντων Δεσπότης ὑπόσχηται· καὶ εἰδέναι ὡς οὐχ οἷόν τὲ ποτε διαπεσεῖν τὰ παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα· ἀλλὰ κἂν χρόνου πολλοῦ παραδραμόντος ἐναντία ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι γένηται, μηδὲ οὕτω σαλεύεσθαι τὸν λογισμόν, ἀλλ’ εἰδέναι τοὐ ἐπαγγειλαμένου τὸ εὐμήχανον καὶ τὴν ἄμαχον δύναμιν, καὶ ὅτι ἐπειδὰν βουληθῇ εἰς ἔργον ἀγαγεῖν τὰ δεδογμένα, πάντα εἴκει καὶ παραχωρεῖ. Ἐπειδὴ γὰρ Κύριός ἐστι τῆς φύσεως καὶ δημιουργός, δυνατὸν αὐτῷ καὶ τὰ ὑπὲρ τὴν φύσιν δωρήσασθαι. Μὴ τοίνυν πρὸς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες πολυπραγμονῶμεν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα μηδὲ πρὸς τὴν φυσικὴν ἀκολουθίαν ἀποβλέποντες σχίζωμεν τὸν λογισμόν, ἀλλὰ καθάπερ εὐγνώμονες οἰκέται, εἰδότες τοῦ ἡμετέρου Δεσποτῶ τὴν ὑπερβάλλουσαν δύναμιν, πιστεύωμεν αὐτοῦ ταῖς ὑποσχέσεσιν, καὶ ἀνώτεροι γινώμεθα τῆς φυσικῆς ἀσθενείας, ἵνα καὶ τῶν ἐπαγγελθέντων ἐπιτευξώμεθα, καὶ τῆς παρ’ αὐτοῦ ἀπολαύσωμεν εὐνοίας, καὶ κατὰ δύναμιν ἡμετέραν τιμήσωμεν τὸν Θεόν. Μεγίστη γὰρ αὕτη τιμὴ παρ’ ἡμῶν εἰς αὐτόν, τὸ θαῤῥεῖν αὐτοῦ τῇ δυνάμει, κἂν ἐναντία ᾗ τᾷ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς ὁρώμενα. Καὶ τὶ θαυμάζεις, εἰ ἐπὶ Θεοῦ μεγίστη ἐστι τιμὴ τὸ μὴ ἀμφιβάλλειν; Καὶ τῶν ὁμογενῶν, ἐπειδὰν ἡμῖν ὑπόσχωνταί τι τῶν ἐπικήρων τούτων καὶ φθαρτῶν πραγμάτων, ἂν μὴ ἀμφιβάλλωμεν, ἀλλὰ θαῤῥήσωμεν τῷ ὑποσχομένῳ, πᾶς τις αὐτῶν μεγίστην ταύτην ἡγεῖται τετιμῆσθαι τιμήν, τὸ μὴ ἐνδοιάσαι δηλονότι ἡμᾶς, ἀλλὰ θαῤῥῆσαι αὐτοῦ ταῖς ὑποσχέσεσιν. Εἰ τοίνυν καὶ ἐπ’ ἀνθρώπων τοῦτό ἐστι τῶν καὶ μεταβαλλομένων πολλάκις, ἢ δι’ ἀσθένειαν μὴ δυναμένων εἰς ἔργον ἀγαγεῖν τὰ δόξαντα, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ ὀφείλομεν αὐτοῦ θαῤῥεῖν τῇ ἐπαγγελίᾳ, κἂν ἲν τῷ μέσῳ πολὺς γένηται χρόνος. Ταῦτα δὲ μοι νῦν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ἵνα εἰδέναι ἔχωμεν, ὅταν ἔλθωμεν ἰπὶ τὴν ἀρχὴν τῶν σήμερον ἡμῖν προτεθέντων, ὅπως ὁ φιλάνθρωπος Θεὸς βουλόμενος ἅπασιν ἐπίσημον ποιῆσαι τὸν πατριάρχην ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν τὴν οἰκείαν ἐπιδείκνυται μακροθυμίαν, καὶ ὁ δίκαιος οὐ δυσχεραίνει, οὐ ναρκᾷ πρὸς τὸ μῆκος, οὐκ ἀπαγορεύει, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος τὴν φιλόθεον αὐτοῦ γνώμην διὰ πάντων ἐπιδείκνυται. Εἰσόμεθα δὲ ἀκριβῶς ἅπασαν τοῦ πατριάρχου τὴν ἀρετήν, ἐὰν μάθωμεν πόσος μεταξὺ διαγέγονε χρόνος. Πάντα γὰρ ἡμᾶς ταῦτα σαφῶς διδάξει ὁ μακάριος Μωϋσῆς ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου ἐνηχούμενος. Τὶ οὖν οὗτός φησιν; Ἡνίκα ὑπήκουσα τῷ προστάγματι τοῦ Θεοῦ, καὶ ἀναστὰς ἀπὸ τῆς Χαῤῥὰν ἐπὶ τὴν Χαναναίαν ὥρμησεν, ἐτῶν ἦν ἐβδομηκονταπέντε. Καὶ εὐθὺς καταλαβόντι τὴν Χαναναίαν ὑπέσχετο αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ δώσειν πᾶσαν τὴν γῆν, καὶ εἰς τοσοῦτον πλῆθος ποιῆσαι ἐπιδώσειν, ὡς ἀναρίθμητον εἶναι, καθάπερ τὴν ἄμμον καὶ τοὺς ἀστέρας. Καὶ μετὰ τὴν ἐπαγγελίαν ταύτην πολλὰ ἐν τῷ μέσῳ συνέβη τῷ δικαίῳ, ἡ κάθοδος ἡ ἐν Αἰγύπτῳ διὰ τὸν λιμόν, ἡ ἁρπαγὴ τῆς Σάρας, καὶ εὐθὺς ἡ παρὰ τοῦ Θεοῦ πρόνοια. Καὶ πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον ἡ παρὰ τοῦ βασιλέως τῶν Γεράρων περὶ τὴν Σάραν ἐπήρεια, καὶ παραχρῆμα ἡ παρὰ τοῦ Θεοῦ ἀντίληψις. Καὶ ταῦτα ἅπαντα ὁρῶν ὁ δίκαιος μετὰ τὴν ὑπόσχεσιν ἐκείνην αὐτῷ συμβαίνοντα, οὐκ ἐσαλεύετο τὸν λογισμόν, οὐδὲ περιειργάζετο, τίνος ἕνεκεν ὁ τοιαύτην ἐπαγγελίαν δεξάμενος τοσούτοις καὶ τοιούτοις πειρασμοῖς καθ’ ἑκάστην περιπίπτει, καὶ ἐν τοσούτῳ χρόνῳ ἐν ἀπαιδίᾳ διαμένει· οἰκείων λογισμῶν ὑποβαλεῖν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ ἔστεργε, καὶ μεθ’ ἡδονῆς ἐδέχετο τὰ τῷ Θεῷ δοκοῦντα.

β’. Καὶ μετὰ δέκατον ἐνιαυτὸν λαμβάνει τὸν Ἰσμαήλ, τὸν ἀπὸ τῆς παιδίσκης, καὶ εἰς τοῦτον ἐνόμιζεν αὐτῷ λοιπὸν τὰ τῆς ἐπαγγελίας πεπληρῶσθαι. Ἦν γὰρ ὁ πατριάρχης, φησίν, ἡνίκα ἐτέχθη ὁ Ἰσμαήλ, ἐτῶν ὀγδοήκοντα ἕξ. Ἀλλὰ πάλιν ἑτέρων δεκατριῶν ἐτῶν ἀριθμὸν γύμνασαν ὁ φιλάνθρωπος Θεὸς τοῦ δικαίου τὴν ὑπομονήν, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἄγει. Ἐπειδὴ γὰρ εἶδε καλῶς καθάπερ ἐν χωνευτηρίῳ διὰ τοῦ μήκους τοῦ χρόνου τὸ χρυσίον ἐκκαθαρθέν, καὶ λαμπροτέραν καὶ φαιδροτέραν τοῦ δικαίου τὴν ἀρετὴν ἀναφανεῖσαν, «Ἡνίκα, φησίν, ἐγένετο Ἄβραμ ἐτῶν ἐννενηκονταεννεα, ὤφθη αὐτῷ πάλιν ὁ Θεός». Καὶ τίνος ἕνεκεν τοσοῦτον χρόνον ἐμακροθύμησεν; Οὐχ ἵνα τοῦ δικαίου μόνον τὴν ὑπομονήν, καὶ τὴν πολλὴν ἀρετὴν καταμάθωμεν, ἀλλ’ ἵνα καὶ τῆς αὐτοῦ δυνάμεως τὴν ὑπερβολὴν ἴδωμεν. Ἡνίκα γὰρ ἀπηγόρευσεν ἡ φύσις, καὶ πρὸς τὴν παιδοποιΐαν λοιπὸν ἄχρηστος ἦν, καταμαρανθέντων αὐτοῦ τῶν μελῶν, καὶ κατεψυγμένων ὑπὸ τοῦ γήρως, τότε καὶ τοῦ δικαίου τὴν ἀρετὴν ἐκκαλύπτων, καὶ τὴν οἰκείαν δεικνὺς δύναμιν, τὰ τῆς ἐπαγγελίας εἰς ἔργον ἄγει. Ἀλλ’ ἀναγκαῖον ἀκοῦσαι καὶ αὐτῶν τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων, «Γενομένῳ, φησίν, αὐτῷ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ ὁ Θεός, καὶ εἶπεν αὐτῷ». Ὅταν δὲ ἀκούσῃς, «Ὤφθη», μηδὲν ταπεινὸν ὑπόπτευε, μηδὲ νομίσης ὀφθαλμοῖς σαρκὸς ὁρᾶσθαι τὴν θείαν ἐκείνην καὶ ἄφθαρτον δύναμιν, ἀλλ’ εὐσεβῶς ἅπαντα νόει. «Ὤφθη οὖν αὐτῷ ὁ Θεός», ἀντὶ τοῦ, τῆς παρ’ αὐτοῦ δηλονότι ἐπισκέψεως αὐτὸν ἠξίωσε, καὶ ἄξιον αὐτὸν ἡγησάμενος τῆς παρ’ ἑαυτοῦ προνοίας, πολλῇ κεχρημένος τῇ συγκαταβάσει, καὶ διαλέγεται, καὶ φησιν· «Ἐγὼ εἰμι ὁ Θεὸς σου· εὐαρέστει ἐναντίον μου, καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ». Πολλὴ τοῦ δικαίου ἡ εὐγνωμοσύνη, ὑπερβάλλουσα τοῦ ἀγαθοῦ Θεοῦ ἡ περὶ αὐτὸν φιλανθρωπία. «Ἐγὼ γὰρ εἰμι, φησίν, ὁ Θεὸς σου»· μονονουχὶ λέγων· Ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ διαφόρως οἰκονομήσας ἐγὼ εἰμι, ὁ ἀναστήσας σε οἴκοθεν καὶ ἐνταῦθα ἀγαγὼν ἐγὼ εἰμι, ὁ καθ’ ἕκαστον καιρὸν ὑπέρμαχός σοι γινόμενος, καὶ τῶν ἐπιβουλευόντων σε ἀνώτερον πεποιηκὼς βγῶ εἰμι· καὶ οὐκ εἶπεν. Ἐγὼ εἰμι ὁ Θεός, ἀλλ’, «Ἐγὼ εἰμι ὁ Θεὸς σου». Ὅρα τὴν πολλὴν ἀγαθότητα, πῶς καὶ διὰ τῆς προσθήκης ταύτης τὸ φίλτρον τὸ περὶ τὸν δίκαιον ἐπιδείκνυται. Ὁ γὰρ τῆς οἰκουμένης ἁπάσης Θεός, ὁ τῶν ὅλων δημιουργός, ὁ οὐρανοῦ καὶ γῆς ποιητὴς φησίν. «Ἐγὼ εἰμι ὁ Θεὸς σου». Μέγας ὁ ὄγκος τῆς τιμῆς τῆς εἰς τὸν δίκαιον. Οὕτω καὶ τοῖς προφήταις ἔθος λαλεῖν. Ὥσπερ γὰρ αὐτὸς νῦν κοινὸς ὢν ἁπάντων Δεσπότης, ἀπὸ τοῦ δούλου καλεῖσθαι καταδέχεται, καὶ εὑρήσομεν αὐτὸν μετὰ ταῦτα λέγοντα, «Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ»· οὕτω καὶ οἱ προφῆται εἰώθασι λέγειν. «Ὁ Θεὸς ὁ Θεὸς μού», οὐ περικλείοντες αὐτοῦ εἰς ἑαυτοὺς τὴν δεσποτείαν, ἀλλὰ καὶ αὐτοὶ τὸν πόθον ἀκάθεκτον ἐνδεικνύμενοι. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν οὐδὲν θαυμαστόν· ὅταν δὲ αὐτὸς ἐπ’ ἀνθρώπων τοῦτο ποιῇ, τοῦτό ἐστι τὸ καινὸν καὶ παράδοξον. Ἀλλὰ μὴ θαυμάζωμεν, ἀγαπητοί, ἀλλ’ ἀκούωμεν τοῦ προφήτου λέγοντος. «Κρεῖσσον εἷς, ποιῶν τὸ θέλημα Κυρίου, ἣ μύριοι παράνομοι»· καὶ πάλιν τοῦ μακαρίου Παύλου λέγοντος. «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἣν ἄξιος ὁ κόσμος». Οὕτως ὁ μὲν προφήτης μυρίων παρανόμων τὸν ἕνα τὸν ποιοῦντα τὸ θέλημα Κυρίου κρείττονα ἀπέφηνεν· ὁ δὲ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, μνημονεύσας τῶν δικαίων ἁπάντων τῶν ἐν θλίψεσι, τῶν ἐν στενοχωρίᾳ διαγόντων, φησίν. «Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος». Πάντα τὸν κόσμον εἰπών, τούτους τοὺς ἐλαυνομένους, τοὺς θλιβομένους ἀντέστησεν, ἵνα μάθῃς, ὅσον τῆς ἀρετῆς τὸ μέγεθος. Διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δημιουργὸς φησὶ πρὸς τὸν πατριάρχην· «Ἐγὼ εἰμι ὁ Θεὸς σου, εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος». Οὐδὲ γὰρ περιόψομαι τῆς τοσαύτης σου ἀρετῆς τοὺς ἱδρῶτας, «ἀλλὰ Θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ πληθυνῶ σε σφόδρα». Οὐχ ἁπλῶς εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσω, ἀλλὰ καὶ σφόδρα, τὴν πολλὴν ἐπίτασιν δηλῶν· καὶ ὅπερ ἀνωτέρω ἔλεγεν εἰπών, Ὡς τὴν ἄμμον καὶ τοὺς ἀστέρας, τοῦτο ἐνταῦθα διὰ τοῦ Σφόδρα ἐδήλωσεν. Ἀλλ’ ὁ εὐγνώμων καὶ φιλόθεος οἰκέτης ὁρῶν τοῦ Θεοῦ τὴν τοσαύτην συγκατάβασιν καὶ τὴν περὶ σὸν αὐτοῦ θεράποντα κηδεμονίαν, καταπλαγείς, καὶ εἰς ἔννοιαν ἐλθὼν τῆς τε οἰκείας φύσεως, τῆς τε τοῦ Θεοῦ ἀγαθότητος, καὶ τῆς ἀπείρου δυνάμεως. «Ἔπεσε, φησίν, ἐπὶ πρόσωπον αὐτοῦ», δεικνὺς διὰ τοῦ σχήματος τὴν οἰκείαν εὐγνωμοσύνην. Οὐ μόνον γὰρ οὐκ ἀπενοήθη, οὐδὲ μέγα ἐφρόνησεν ἐπὶ τῇ εὐνοίᾳ τῇ εἰς αὐτὸν γεγενημένῃ, ἀλλὰ καὶ πολλῷ μᾶλλον συνεστάλη. «Καὶ ἔπεσε, φησίν, ἐπὶ πρόσωπον». Τοιοῦτον γὰρ ἡ εὐγνώμων ψυχή· ἐπειδὰν πλείονος ἀπολαύσῃ τῆς παῤῥησίας, τότε μᾶλλον πολλὴν ἐπιδείκνυται τὴν περὶ τὸν Θεὸν εὐλάβειαν· «Ἔπεσε γὰρ φησίν, ἐπὶ πρόσωπον αὐτοῦ». Καὶ ἐπειδὴ μετὰ τὴν τοσαύτην παῤῥησίαν εἰς αὐτὸν ὁρῶν ὁ δίκαιος καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὐδὲ ἀνανεῦσαι ἐτόλμα, ἀλλὰ κάτω κύπτων πολλὴν ἐπεδείκνυτο τὴν εὐλάβειαν· ὅρα πάλιν τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον φιλοτιμίαν. «Ἐλάλησε γὰρ αὐτῷ, φησίν, ὁ Θεός, λέγων· Ἰδοὺ ἐγὼ καὶ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατήρ, πλήθους ἐθνῶν, καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομα σου Ἄβραμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, καὶ αὐξανῶ σε; Καὶ θήσω σε εἰς ἔθνος, καὶ βασιλεῖς ἐκ σου ἐξελεύσονται».

γ’. Σκόπησον, ἀγαπητέ, πῶς προλέγει τῷ δικαίῳ καὶ νῦν ἅπαντα σαφῶς, καὶ ἵνα πλείονα αὐτῷ τὴν πληροφορίαν ποιήσῃ, καὶ τοῦ στοιχείου τὴν προσθήκην τῇ προσηγορίᾳ αὐτοῦ ἐναποτίθεται, καὶ φησίν· «Ἔσῃ πατήρ, πλήθους ἐθνῶν. Οὐ κληθήσεται γὰρ τὸ ὄνομά σου Ἄβραμ, ἀλλὰ Ἀβραάμ, ἐπειδὴ πατέρα πολλῶν ἐθνῶν τέθεικά σε». Ὥσπερ γὰρ τὸ πρότερον ὄνομα τὴν ἀπὸ τοῦ πέραν ἐνταῦθα ἐπάνοδον ἐσήμαινεν (Ἄβραμ γὰρ περάτης ἑρμηνεύεται κατὰ τὴν Ἑβραίων γλῶτταν· καὶ τοῦτο ἴσασιν, ὅσοι τῆς γλώττης ἐκείνης εἰσὶν ἔμπειροι), ἐπεὶ οὖν ἔμελλεν ἀπὸ τοῦ πέραν εἰς τὴν Χαναναίαν ἔρχεσθαι, διὰ τοῦτο οἱ γονεῖς αὐτῷ τὸ ὄνομα ἐπιτιθέασιν. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ εἰ ἄπιστοι ἐτύγχανον οἱ τοῦτον γεγεννηκότες, πόθεν αὐτοῖς ἡ πρόγνωσις αὕτη, ὥστε τῇ προσηγορίᾳ ἐναποθέσθαι τὸ μέλλον μετὰ πολὺν ἔσεσθαι χρόνον; Καὶ τοῦτο τῆς τοῦ Θεοῦ εὐμηχάνου σοφίας, τὸ καὶ διὰ τῶν ἀπίστων πολλάκις τοιαῦτα οἰκονομεῖν· καὶ πολλὰ τοιαῦτα εὑρήσομεν καὶ ἐφ’ ἑτέρων γεγενημένα, Εὐθέως γὰρ ἐπεισέρχεται ἡμῖν καὶ ἡ τοῦ Νῶε προσηγορία. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε καὶ τούτῳ τὴν προσηγορίαν ἐπέθηκαν οἱ γονεῖς, ἀλλὰ προμηνύοντες τὸν μετὰ πεντακόσια ἔτη μέλλοντα γενήσεσθαι κατακλυσμόν. Ὅτι γὰρ καὶ ὁ τούτου πατὴρ οὐ διὰ τὸ ἐνάρετος εἶναι ταύτην τὴν προσηγορίαν ἐπέθηκε τῷ παιδί, ἄκουε τῆς Γραφῆς σαφῶς λεγούσης, ὅτι Νῶε μόνος εὑρέθη δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. Οὐκ ἂν παρεσιώπησεν ἡ Γραφή, οὐδὲ εἶπε. Νῶε δίκαιος μόνος ἦν, εἰ καὶ Λάμεχ ὁ τούτου πατὴρ ζηλωτὴς ἦν· τῆς τοῦ δικαίου ἀρετῆς. Μέλλων τοίνυν τὴν προσηγορίαν ἐπιτιθέναι τῷ παιδί, «Καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ Νῶε· οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός». Πόθεν, εἰπὲ μοι, ἐκείνῳ ἡ γνῶσις τῶν μελλόντων γίνεσθαι μετὰ τοσαύτας γενεᾶς; «Κληθήσεται γάρ, φησί. Νῶε · οὗτος γὰρ διαναπαύσει ἡμᾶς». Τὸ Νῶε, τῇ Ἑβραίων διαλέκτῳ ἀνάπαυσις λέγεται. Ἐπεὶ οὖν οὗτος ἔμελλε, τοῦ ναυαγίου ἐκείνου καταλαμβάνοντος τὴν οἰκουμένην, μόνος διασώζεσθαι, καὶ τῇ μετὰ ταῦτα γενεᾷ τινα παρασχεῖν τῆς συστάσεως, διὰ τοῦτό φησιν. «Ὁὖτος διαναπαύσει ἡμᾶς», ἀνάπαυσιν τὸν κατακλυσμὸν καλῶν. Καθάπερ γὰρ κεκμηκυῖαν τὴν γῆν πᾶσαν ἐκ τῆς τῶν ἐνοικούντων πονηρίας, καὶ πολλὴν τὴν λύμην δεχομένην ἐλθὼν ὁ κατακλυσμὸς διὰ τῆς τῶν ὑδάτων φορᾶς, καὶ στήσας τῶν μοχθηρῶν ἀνδρῶν ἐκείνων τὴν πονηρίαν, τὴν τε γῆν ἐξεκάθηρεν ἀκάθαρτον γεγενημένην διὰ τὴν τῶν ἐνοικούντων μοχθηρίαν, κἀκείνους διὰ τῆς τιμωρίας ἔπαυσε. «Θάνατος γάρ, φησί, ἀνδρὶ ἀνάπαυσις». Εἶδες ὅπως καὶ διὰ ἀπίστων πολλάκις τὰ μέλλοντα προμηνύεσθαι παρασκευάζει; Τὸν αὐτὸν δὴ τρόπον καὶ τῷ πατριάρχῃ τὸ ὄνομα οἱ γονεῖς ἐτίθεσαν, ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων δηλοῦντες, ὅτι μετανάστης ἔσται, καὶ περάσας τὸν ποταμὸν ἐπὶ τὴν ἀλλοτρίαν ἥξει. Ἐπεὶ τοίνυν, φησί, τὸ μὲν παρὰ τῶν γονέων ἐπιτεθὲν ὄνομα ἐκεῖνό σοι προεμήνυε τὸ ἐκ τῶν ἐκεῖσε ἐνταῦθα διαπερᾶσαι, δέχου καὶ τὴν τοῦ στοιχείου προσθήκην, ἵνα μάθῃς ὅτι τοῦτό σοι μηνύει, ὅτι πολλῶν ἐθνῶν ἔσῃ πατήρ. Καὶ ὅρα τὴν ἀκρίβειαν τῶν ῥημάτων. Οὐκ εἶπε, Πάντων τῶν ἐθνῶν, ἀλλά, πολλῶν ἐθνῶν. Ἐπειδὴ γὰρ ἦν ἔθνη καὶ ἕτερα, ἅπερ ἔμελλεν ἐκεῖθεν ἐξεῶσθαι,ἵνα τοῦ δικαίου τὸ σπέρμα δέξηται τὴν κληρονομίαν, διὰ τοῦτό φησι· «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε». Εἰδὼς σου τῆς ἀρετῆς τὸ μέγεθος, πολλῶν ἐθνῶν διδάσκαλόν σε ἀπεργάσομαι, καὶ αὐξανῶ σε «καὶ πληθυνῶ σε σφόδρα, σφόδρα· καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σου ἐξελεύσονται». Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοί, τὰ εἰρημένα, Ἂν γὰρ ἐννοήσωμεν τοῦ πατριάρχου τὴν ἡλικίαν, καὶ ὅτι ἐν ἐσχάτῳ γήρᾳ ταύτᾳ ἤκουσεν, ἐκπλαγησόμεθα τὴν τε τοῦ δικαίου πίστιν, καὶ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν δύναμιν, ὅτι ἐξ ἀνθρώπου λοιπὸν νεκρωθέντος, ὡς εἰπεῖν, καὶ τὰ μέλη διαλελυμένον, καὶ καθ’ ἑκάστην ἡμέραν τὴν τελευτὴν φανταζομένου, ἐπὶ τοσοῦτον αὐξάνεσθαι τὸ σπέρμα ἐσήμανεν, ὡς καὶ εἰς ἔθνη πολλὰ γενήσεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ «Καὶ βασιλεῖς, φησίν, ἐκ σου ἐξελεύσονται». Εἶδες ἐπίτασιν ἐπαγγελίας; «Αὐξανῶ σε, φησί, σφόδρα, σφόδρα». Οὐχ ἁπλῶς τὸν διπλασιασμὸν ἐπέθηκεν, ἀλλ’ ἵνα σημάνῃ τῷ δικαίῳ τοῦ πλήθους τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ στοιχείου προσθήκης, καθάπερ ἓν στήλη τινί, ἀνεξάλειπτον αὐτῷ τῇς ὑποσχέσεως τὴν ἐπαγγελίαν ἐπέγραψε, πάλιν φησί· «Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σέ εἰς τὰς γενεᾶς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἷναι σου Θεός». Οὐ μόνον περὶ σέ, φησί, πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, ἀλλὰ καὶ εἰς τὸ σπέρμα τὸ σόν, καὶ μετὰ τὴν σὴν ἔξοδον. Ὅρα πῶς ἀνακτᾶται τοῦ δικαίου τὴν ψυχὴν ὑπισχνούμενος αὐτῷ, ὅτι καὶ τῷ σπέρματι αὐτοῦ πολλὴν παρέξει τὴν πρόνοιαν. Καὶ τις ἡ δύναμις τῆς διαθήκης; «Ὥστε εἶναί σου Θεός, φησί, καὶ τοῦ σπέρματός σου μετὰ σέ». Τοῦτο γὰρ σοι ἔσται τὸ κεφάλαιον τῶν ἀγαθῶν, σοὶ τε καὶ τῷ σπέρματί σου. «Καὶ δώσω σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναᾶν, εἰς κατάσχεσιν αἰώνιον καὶ Θεὸς ἔσομαι αὐτῶν». Διὰ τὴν σὴν ἀρετὴν καὶ οἱ ἔκγονοι οἱ σοὶ ἀπολαύσουσι τῆς ἐμῆς προνοίας, καὶ δώσω αὐτοῖς εἰς κατάσχεσιν αἰώνιον τὴν γῆν Χαναᾶν, «Καὶ ἔσομαι αὐτῶν Θεός». Τὶ ἐστι, «Καὶ ἔσομαι αὐτῶν Θεός»; Ἀντὶ τοῦ, Πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, πολλὴν τὴν πρόνοιαν, ἐν ἅπασιν αὐτοῖς τὴν παρ’ ἐμοῦ συμμαχίαν παρέξομαι· μόνον «σὺ τὴν διαθήκην μου διατήρησον, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν». Οὐδὲν ἕτερον παρ’ ὑμῶν ἐπιζητῶ, ἣ τὴν ὑπακοὴν καὶ τὴν εὐγνωμοσύνην, κἀγὼ πάντα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω.

δ’.Εἶτα λοιπὸν βουλόμενος ἰδιοποιήσασθαι τοὺς ἐξ αὐτοῦ τικτομένους, καὶ οἰκεῖον ἑαυτοῦ τὸν λαὸν ἀπεργάσασθαι, καὶ ἵνα λοιπὸν τὸ πλῆθος ἐκτεινόμενον μὴ συναναμιγνύηται τοῖς ἔθνεσιν ἐκείνοις, ὧν τὴν γῆν ἔμελλον κληρονομεῖν, ἄλλως δὲ καὶ ἐπειδὴ μετὰ ταῦτα ἔμελλον κατὰ τὴν αὐτοῦ πρόῤῥησιν ὑπομένειν τὴν ἐν Αἰγύπτῳ δουλείαν, ἵνα μὴ καὶ ἐν αὐτῇ γενόμενοι συναναφυρῶσι ταῖς ἔθνεσι τοῖς ἐν Αἰγύπτῳ, σημείου χάριν τὴν περιτομὴν τῷ δικαίῳ διατάττεται, καὶ φησίν· «Αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σε εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. Περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν». Εἶτα ἵνα διδάξῃ κἀκείνους καὶ πάντας ἡμᾶς, τίνος ἕνεκεν τοῦτο ἐπέταξε, καὶ ὅτι οὐδενὸς ἑτέρου χάριν τοῦτο βούλεται γίνεσθαι, ἀλλ’ ἣ ὥστε ἐπίσημον εἶναι τὸν λαὸν τὸν αὐτῷ ἀνακείμενον, φησί. «Καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν». Καὶ λοιπὸν καὶ τὸν καιρὸν διατάττεται, καθ’ ὃν προσήκει τοῦτο γίνεσθαι, «Παιδίον ψάρ, φησίν, ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, καὶ ὁ οἰκογενής, καὶ ὁ ἀργυρώνητος, καὶ πάντες ἁπαξαπλῶς, ὡς εἰπεῖν, οἱ συνόντες ὑμῖν τὸ σημεῖον τοῦτο δέξονται. Καὶ ὅστις οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ διατεταγμένῃ, ἐξολοθρευθήσεται, ὅτι τὴν διαθήκην μου μοὺ διεσκέδασεν· ὅτι παρέβη, φησί, τὸ προσταχθέν».

Ὅρα σοφίαν Δεσπότου, πῶς εἰδὼς τῶν μελλόντων ἔσεσθαι τὸ ἀτελὲς τῆς γνώμης, καθάπερ χαλινὸν τινα ἐπιτιθείς, οὕτω τὸ σημεῖον τοῦτο τῆς περιτομῆς ἔδωκε, τὴν ὁρμὴν αὐτῶν τὴν ἀκάθεκτον ἐκκόπτων, ὥστε μὴ τοῖς ἔθνεσι συναναμίγνυσθαι. Ἐπειδὴ γὰρ ᾔδει αὐτῶν τὸ λάγνον, καὶ ὅτι οὐκ ἀνέξονται, κἂν ὦσί μυριάκις ἐνηχούμενοι, ἀποσχέσθαι τῆς ἀλόγου ὁρμῆς, διὰ τοῦτο διηνεκῆ ὑπόμνησιν αὐτοῖς διδούς, καθάπερ δεσμῷ τινι περιέβαλε τῷ σημείῳ τῆς περιτομῆς, ὄρους αὐτοῖς καὶ κανόνας διδοὺς μὴ περαιτέρω προβαίνειν, ἀλλὰ μέχρι τοῦ οἰκείου ἔθνους ἵστασθαι, καὶ μηδεμίαν ἐπιμιξίαν ποιεῖσθαι πρὸς τούτους, ἀλλὰ τοῦ πατριάρχου τὸ σπέρμα διασώζειν ἀμιγές, ἳν’ οὕτω καὶ τὰ τῆς ἐπαγγελίας εἰς αὐτοὺς ἐκβῆναι δυνηθῇ. Καὶ καθάπερ τις ἀνὴρ σώφρων καὶ ἐπιεικὴς παιδίσκην ἔχων ἀκόλαστον, ὄρους αὐτῇ καὶ κανόνας τίθησι, μηδέποτε ἔξω φαίνεσθαι τῶν προθύρων τῆς οἰκίας, μηδὲ τοῖς παριοῦσι φαίνεσθαι, ἀλλὰ πολλάκις καὶ τοῖς ποσὶ δεσμὰ περιτίθησιν, ἳν’ οὕτω περιγενέσθαι δυνηθῇ τῇς πολλῇς ἀκολασίας· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρωπος δεσπότης, καθάπερ δεσμὰ ποσίν, οὕτω τὸ σημεῖον τῆς περιτομῆς τῇ σαρκὶ ἐναπέθετο, ἵνα οἴκοθεν ἔχοντες ὑπόμνησιν, μηκέτι μηδὲ τῆς παρ’ ἑτέρων δέωνται διδασκαλίας. Ἀλλ’ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι καὶ παρὰ καιρὸν νῦν τὴν περιτομὴν φυλάσσειν βούλονται, καὶ παιδικὴν ἐπιδείκνυνται γνώμην. Τίνος γὰρ ἕνεκεν, εἰπὲ μοι, νῦν περιτέμνεσθαι βούλονται; Τότε μὲν γάρ, ἵνα μὴ τοῖς παρανόμοις ἐκείνοις ἔθνεσι συναναφυρῶσι, τοῦτο ἐπετάγησαν· νυνὶ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν πάντων πρὸς τὴν ἀλήθειαν τοῦ φωτὸς χειραγωγηθέντων, ποῖον τῆς περιτομῆς ὄφελος; Μὴ γὰρ πρὸς τὴν τῆς ψυχῆς ἐλευθερίαν τι συμβάλλεται ἡ τῆς σαρκὸς ἀπόθεσις; Οὐκ ἤκουσαν σαφῶς τοῦ Θεοῦ λέγοντος. «Καὶ ἔσται ἐν σημείῳ διαθήκης», μονονουχὶ δεικνύντος, ὅτι διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην τοῦ σημείου ἐδεήθησαν; Οὕτω γὰρ καὶ ἐπὶ τῶν ἀνθρωπίνων πολλάκις γίνεται πραγμάτων. Ἐπειδὰν μὴ θαῤῥῶμεν τισι, σημεῖον ἐνεχύρου χάριν λαμβάνειν παρ’ αὐτῶν σπουδάζομεν· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς εἰδὼς αὐτῶν τῆς γνώμης τὴν εὐκολίαν, τὸ σημεῖον τοῦτο παρ’ αὐτῶν ἀπαιτήσαι κατεδέξατο, οὐχ ἵνα διηνεκῶς μένῃ τὸ σημεῖον τοῦτο, ἀλλ’ ἵνα τῶν τότε τέλος λαμβανόντων καὶ ἡ τοῦ σημείου χρεία περιαιρεθῇ. Ὥσπερ γὰρ ὅταν σημεῖόν τινες ἀπαιτῶσι, καὶ ἐνέχυρον βούλωνται λαμβάνειν, ἐπειδὰν τοῦ πράγματος ἡ ὑπόθεσις τέλος λάβῃ, καὶ τὸ σημεῖον λοιπὸν αἴρεται· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ διὰ τὸ καταφανῆ γίνεσθαι τὸν λαὸν τοῦ πατριάρχου τὸ σημεῖον τοῦτο παρ’ ὑμῶν εἰσηνέχθη, ἐχρῆν, τῶν ἐθνῶν ἐκείνων δι’ οὓς τὸ σημεῖον ἐδέξασθε, τῶν μὲν ἄρδην ἀφανισθέντων, τῶν δὲ μετ’ ἐκείνους τῷ τῆς ἀληθείας φωτὶ προσδραμόντων, μηκέτι τὸν ἔλεγχον τῆς οἰκείας ἀγνωμοσύνης περιφέρειν, ἀλλ’ ἀπαλλάττεσθαι, καὶ εἰς τὴν προτέραν εὐγένειαν ἀνατρέχειν, Ἐννόησον γὰρ μοι, ὅτι ὁ θαυμάσιος ἐκεῖνος, ὁ πατριάρχης λέγω, πρὶν ἣ τῆς περιτομῆς δέξασθαι τὴν ἐντολὴν ἐνενήκοντα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, ἡνίκα τοῦτο ἐπετάττετο), καὶ εὐάρεστος τῷ Θεῷ γέγονε, καὶ μυριάκις ἐνεκηρύχθη παρὰ τοῦ Δεσπότου. Καὶ ἐπειδὴ λοιπὸν εἰς ἔργον ἔμελλεν ἐκβαίνειν τὰ τῆς ἐπαγγελίας, καὶ τίκτεσθαι ἔμελλεν ὁ Ἰσαάκ, καὶ αὐξάνεσθαι τὸ γένος, καὶ ὁ πατριάρχης δὲ μεθίστασθαι τῆς ζωῆς, τότε δέχεται τὴν ἐντολὴν τῆς περιτομῆς, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ περιτέμνεται, ἵνα τοῖς ἑξῆς ἅπασι νόμος τις καὶ κανὼν γίνηται τὰ παρὰ τοῦ πατριάρχου γεγενημένα.

ε’. Καὶ ἵνα ἀκριβῶς, ἀγαπητοί, ὅτι οὐδὲν τοῦτο πρὸς τὴν τῆς ψυχῆς ἀρετὴν λυσιτελεῖ, ἐξ αὐτῶν τῶν γινομένων συνιδεῖν δυνατόν. Τὶ γὰρ φησιν. «Ὀκτὼ ἡμερῶν, παιδίον περιτμηθήσεται»; Τὸν δὲ χρόνον οἶμαι τοῦτον ὡρίσθαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ δύο τούτων ἕνεκεν· ἑνὸς μέν, ἵνα ἐν τῇ ἀώρῳ ἡλικίᾳ κουφότερον ἐνεγκεῖν τὸν πόνον δυνηθῇ τῇς περιτομῆς τῆς σαρκός· δευτέρου δέ, ἵνα δι’ αὐτῶν τῶν Ἐρύων παιδευθῶσιν ὡς οὐκ εἰς ψυχὴν τι συντελεῖ τὸ γινόμενον, ἀλλὰ σημείου χάριν τοῦτο γίνεται. Τὸ γὰρ ἄωρον παιδίον, τὸ μὴ γινώσκων τὰ γινόμενα, Μηδὲ αἴσθησίν τινα ἔχον, ποίαν ὠφέλειαν εἰς τὴν ψυχὴν ἐκ τούτου δέξασθαι δυνήσεται; Ἐκεῖνα γὰρ ἐστι τῆς ψυχῆς ἰδικῶς κατορθώματα, τὰ ἐκ προαιρέσεως γινόμενα. Ψυχῆς γὰρ ἐστι κατόρθωμα τὸ ἀρετὴν ἑλέσθαι, καὶ κακίαν φυγεῖν· ψυχῆς κατόρθωμα, τὸ μὴ τῶν πλειόνων μόνον μὴ ἐφίεσθαι, ἀλλὰ καὶ τὰ ὄντα προέσθαι τοῖς δεομένοις· ψυχῆς κατόρθωμα, τὸ μὴ τοῖς παροῦσι προστετηκέναι, ἀλλὰ τούτων μὲν ὑπερορᾷν, τὰ μέλλοντα δέ, καθ’ ἑκάστην ἡμέραν φαντάζεσθαι. Τὸ δὲ σημεῖον ἐπὶ τῆς σαρκὸς δέξασθαι, ποῖον ἂν εἴη κατόρθωμα; Ἀλλ’ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι, τῆς ἀληθείας φανείσης, ἔτι τῇ σκιᾷ παρακαθήμενοι, καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς πανταχοῦ ἀφιέντος, ἔτι τῷ λυχνιαίῳ φωτὶ προσηλωμένοι, καὶ μετὰ τὸν καιρὸν τῆς στερεᾶς τροφῆς ὅτι τῷ γάλακτι τρεφόμενοι, οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούειν ἀνέχονται βοῶντος καὶ λέγοντος περὶ τοῦ πατριάρχου· «Καὶ σημεῖον ἔλαβε περιτομήν, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ». Ὅρα πῶς ἀμφότερα ἡμᾶς ἐνταῦθα ἐδίδαξε, καὶ ὅτι σημείου χάριν τὴν περιτομὴν ἐδέξατο, καὶ ὅτι ἡνίκα ἀκρόβυστος ἦν, τὴν δικαιοσύνην τὴν ἐκ τῆς πίστεως ἐπεδείξατο. Ἵνα γὰρ μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος καὶ λέγῃ ὅτι Οὐχὶ ἡ περιτομὴ τὴν δικαιοσύνην αὐτῷ προεξένησε; Διὰ τοῦτο ὁ μακάριος οὗτος ὁ παρὰ τοὺς πόδας Γαμαλιὴλ μαθητευθείς, ὁ κατὰ ἀκρίβειαν τὸν νόμον παιδευθεὶς φησί· Μὴ νομίσητε, ὧ ἀναίσχυντοι Ἰουδαῖοι, ὅτι ἡ περιτομὴ τι εἰς δικαιοσύνην αὐτῷ συνετέλεσε· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἀκροβυστίας τὴν πίστιν ἐπιδειξάμενος, ἤκουσεν· «Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Γενόμενος οὖν ἐν τῇ δικαιοσύνῃ διὰ τὴν εἰς τὸν Θεὸν πίστιν, τότε δέχεται σημείου χάριν τὴν περιτομήν· καὶ πρῶτον καὶ τῷ ὀνόματι αὐτοῦ τὸ στοιχεῖον ἐπιτίθησι, καὶ μετὰ ταῦτα τὴν περιτομὴν ἐπιτάττει, ἵνα δείξῃ ὅτι διὰ τὴν πολλὴν ἀρετὴν λοιπὸν τὸν δίκαιον ᾠκειώσατο, καὶ δι’ ἐκεῖνον καὶ τοὺς ἐξ αὐτοῦ ἐσομένους. Καὶ καθάπερ τις οἰκέτην κτησάμενος, πολλάκις καὶ τὸ ὄνομα αὐτοῦ μετατίθησι καὶ τὸ σχῆμα, καὶ πάντα ποιεῖ ὥστε κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα διὰ πάντων κηρύττῃ τὴν δεσποτείαν· οὕτω δὴ καὶ ὁ τῶν ὅλων Θεός, ὥσπερ αὐτὸν χωρίσαι λοιπὸν τῶν ἄλλων ἀνθρώπων βουλόμενος, διὰ μὲν τῆς προσθήκης τοῦ στοιχείου, ὅτι πολλῶν ἐθνῶν πατὴρ ἔσται ἐμήνυσε· διὰ δὲ τῆς περιτομῆς, ὅτι ἐξαίρετος ἔσται αὐτοῦ λαός, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρισμένον ἐξ αὐτοῦ μᾶλλον τίκτεσθαι σπέρμα. Ἀλλ’ εἰ καὶ ἐκεῖνοι διὰ τὴν οἰκείαν πώρωσιν ἔτι τὴν περιτομὴν τῆς σαρκὸς φυλάττειν βούλονται, οὐκ ἀκούοντες Παύλου λέγοντος· «Ἐὰν γὰρ περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει (διὰ γὰρ τοῦτο παρεγίνετο ὁ Δεσπότης, ἵνα ταῦτα πάντα ἀνέλῃ, καὶ διὰ τοῦτο πάντα τὸν νόμον ἐπλήρωσεν, ἵνα στήσῃ λοιπὸν τοῦ νόμου τὴν παρατήρησιν»· διὰ τοῦτο ἐβόα ὁ μακάριος Παῦλος. «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε»· ἀλλ’ ἡμεῖς πειθώμεθα τῷ μακαρίῳ Παύλῳ, καὶ τὴν ἀχειροποίητον περιτομὴν καταδεχώμεθα. «Ἐν ᾧ γάρ, φησί, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐκ τῇ περιτομῇ τοῦ Χριστοῦ». Εἶτα διδάσκων ἡμᾶς ἀκριβέστερον τὶ ἐστιν ἡ τοιαύτη περιτομή, ἐπήγαγε ·«Συνταφέντες αὐτῷ ἐκ τῷ βαπτίσματι». Καθάπερ γὰρ ἐκείνους τὸ τῆς περιτομῆς σημεῖον ἐχώριζε τῶν λοιπῶν ἐθνῶν, καὶ ἐδείκνυ τὴν οἰκείωσιν αὐτῶν τὴν πρὸς τὸν Θεόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐφ’ ἡμῶν ἡ διὰ τοῦ βαπτίσματος περιτομὴ τὸν χωρισμὸν ἀκριβέστερον καθίστησι, καὶ τὴν διαίρεσιν τῶν πιστῶν καὶ τῶν οὐ τοιούτων. «Ἓν ᾧ γάρ, φησί, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐκ τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκός». Ὅπερ γὰρ ἐκεῖ ἐργάζεται ἡ περιτομὴ εἰς τὴν τῆς σαρκὸς ἀπόθεσιν, τοῦτο ἐνταῦθα τὸ βάπτισμα εἰς τὴν τῶν ἁμαρτημάτων ἀπόθεσιν. Ἀπεκδυσάμενοι γὰρ ἅπαξ τὰς τῆς σαρκὸς ἁμαρτίας, καὶ καθαρὸν τὸ ἔνδυμα δεξάμενοι, μένωμεν, ἀγαπητοί, ἐπὶ τῆς καθαρότητος, καὶ τῶν παθῶν τῆς σαρκὸς ἀνώτεροι γενόμενοι, τῆς ἀρετῆς ἐπιλαβώμεθα. Καὶ οἱ ἐν τῇ χάριτι τὸν ἐν τῷ νόμῳ, μᾶλλον δὲ καὶ πρὸ τοῦ νόμου, ζηλώσωμεν, ἵνα κατ’ ἴχνος ἐκείνου τὴν ἑαυτῶν ζωὴν οἰκονομήσαντες, καταξιωθῶμεν εἰς τοὺς ἐκείνου κόλπους καταντῆσαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Μ. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνὴ σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.»
Προηγούμενο: Ὁμιλία ΛΗ’. «Σάρα δέ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ᾖν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ».
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος