Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΜΑ’. «Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυὶ τῇ μαμβρῇ, τοῦ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΘ’. «Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

ΟΜΙΛΙΑ Μ. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνὴ σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.»

α’. Φέρε τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παραθῶμεν, καὶ τέλος ἐπιθῶμεν σήμερον τῷ λόγῳ, μᾶλλον δὲ τῇ εὐλογίᾳ καὶ τῇ ὑποσχέσει, ἣν ὁ τῶν ὅλων Θεὸς ἐποιήσατο πρὸς τὸν πατριάρχην. Ἀλλὰ λείψανα τραπέζης ἀκούων, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς· οὔτε γὰρ οἷα τὰ τῶν ἐδεσμάτων λείψανα, τοιαῦτά εἰσι καὶ τὰ πνευματικά. Ἐκεῖνα μὲν γὰρ ἕωλα γινόμενα οὐ τὴν αὐτὴν παρέχει ἡδονὴν τοῖς ἑστιωμένοις· εἰ δὲ καὶ μίαν καὶ δευτέραν ἡμέραν καταλειφθείη, ἄχρηστα λοιπὸν πάντη γίνεται· ταῦτα δὲ τὰ λείψανα οὐ μίαν καὶ δευτέραν ἡμέραν, ἀλλὰ κἂν διηνεκεῖ τῷ αἰῶνι καταλείπηται, τὴν ἴσην ὠφέλειαν παρέχεται, καὶ τὴν ἡδονὴν οὐκ ἀπόλλυσι· θεία γὰρ ἐστι καὶ πνευματικά, καὶ οὐδεμίαν ὑπὸ τοῦ χρόνου βλάβην ὑφίσταται, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν νεαρὰν δείκνυσι τὴν χάριν, καὶ πολλῆς ἐμπίπλησι τῆς εὐφροσύνης τοὺς ἀπολαύειν τούτων βουλομένους. Ἐπεὶ οὖν τοιαύτη τούτων τῶν λειψάνων ἡ δύναμις, φέρε, μετὰ προθυμίας καὶ ὑμεῖς τῆς ἀπὸ τούτων ἀπολαύσεως ἐμφορήθητε, καὶ ἡμεῖς θαῤῥοῦντες αὐτῶν τῇ δυνάμει παραθῶμεν αὐτὰ τῇ ἡμέτερα ἀγάπη. Ἀλλ’ ἵνα δόξῃ σαφέστερος ὑμῖν γίνεσθαι ὁ λόγος, ἀναγκαῖον τοῦ τέλους τῶν χθὲς εἰρημένων ὑπομνησθῆναι, ἳν’ οὕτω τῆς ἀκολουθίας ἐπιλαβόμενοι, τῆς διδασκαλίας ἁψώμεθα. Τὴν περὶ τῆς περιτομῆς ἐντολὴν εἰς μέσον παραγαγόντες, καὶ ὅτι εἶπεν ὁ Θεὸς τῷ πατριάρχῃ. «Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν, καὶ δόται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται· καὶ ὃς οὐ περιτμηθήσεται, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη, ὅτι τὴν διαθήκην μου διεσκέδασεν»· ἐνταῦθα εἰς τὸν τῆς περιτομῆς λόγον τὴν διδασκαλίαν κατελύσαμεν· καὶ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, περαιτέρω προελθεῖν οὐκ ἠνεσχόμεθα. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον, τὸ πολλὰ εἰπεῖν καὶ ἀναχωρῆσαι, ἀλλὰ συμμετρεῖν βουλόμεθα τῇ δυνάμει τῇ ὑμετέρᾳ τοῦ λόγου τὴν διδασκαλίαν, ἵνα καρπωσάμενοί τι ἐκ τῆς τῶν λεγομένων ὠφελείας, οὕτως οἴκαδε πάντες ἀναχωρήσητε, Φέρε οὖν τὰ λειπόμενα προσθῶμεν τοῖς εἰρημένοις, καὶ ἴδωμεν μετὰ τὴν τῆς περιτομῆς ἐντολήν, τὶ προσθεὶς ὁ φιλάνθρωπος Θεὸς διαλέγεται τῷ πατριάρχῃ. «Καὶ εἶπε, φησίν, ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνὴ σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς». Ὥσπερ σοι, φησί, τὸ στοιχεῖον προσθεὶς ἐμήνυσα, ὅτι πατὴρ ἔσῃ πολλῶν ἐθνῶν, οὕτω καὶ τῇ Σάρα ὁμοίως προστίθημι τὸ στοιχεῖον, ἵνα μάθῃς ὅτι νῦν ὁ καιρὸς ἥκει τοῦ εἰς ἔργον ἐλθεῖν τὰ πάλαι παρ’ ἐμοῦ ἐπαγγελθέντα. «Ἔσται γάρ, φησί, τὸ ὄνομα αὐτῆς Σάῤῥα. Εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔθνος, καί, βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται». Διὰ τοῦτο προλαβὼν τοῦ στοιχείου τὴν προσθήκην ἐποιησάμην, ἵνα μάθῃς ὅτι πάντως ἔσται τὰ παρ’ ἐμοῦ λεγόμενα. Μηδὲ πρὸς τὴν ἀσθένειαν τῆς φύσεως ἀφορῶν καταπέσῃς· ἀλλὰ πρὸς τὸ μέγεθος τῆς δυνάμεως τῆς ἐμῆς ἀποβλέπων θάρσησον τοῖς παρ’ ἐμοῦ λεγομένοις. «Εὐλογήσω γὰρ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται». Ὑπὲρ φύσιν ἀνθρωπίνην τὰ ἐπαγγελθέντα, καὶ ὅμοιον ἦν ὡς ἂν εἰ ὑπέσχετο ἀπὸ λίθων ἀνθρώπους ποιῆσαι. Οὐδὲν γὰρ λίθων ἦσαν διενηνοχότες, ὅσον πρὸς τὸ τεκεῖν, καὶ ὁ πατριάρχης ὑπὸ τοῦ γήρως λοιπὸν ἀνενέργητος ὤν, καὶ πρὸς παιδοποιΐαν ἄχρηστος, καὶ ἡ Σάῤῥα μετὰ τῆς στειρώσεως ἔχουσα καὶ τὴν ἀπὸ τῆς ἡλικίας καὶ τοῦ γήρως προσθήκην. Ἀλλ’ ὁ δίκαιος ταῦτα ἀκούων καὶ νομίζων τὴν πάλαι γεγενημένην παρὰ τοῦ Θεοῦ ἐπαγγελίαν ἐκβεβηκέναι εἰς τὸν Ἰσμαήλ· ἐπειδὴ γὰρ εἶπε. «Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», οὐ διέκρινε δὲ ὅτι περὶ τοῦ ἀπὸ τῆς Σάῤῥας τικτομένου φησί, ἐλογίζετο καθ’ ἑαυτὸν ὅτι τὰ τῆς ὑποσχέσεως ἐκβέβηκε· νυνὶ δὲ ἀκούειν Κυρίου τοῦ Θεοῦ λέγοντος, ὅτι «Εὐλογήσω τὴν Σάῤῥαν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔθνη»· καὶ πάλιν. «Ἓξ ἐκείνου βασιλεῖς ἐθνῶν ἐξελεύσονται»· οὐκ ἔχων ὃ τι εἴπῃ (οὔτε γὰρ ἀπιστεῖν ἠδύνατο τοῖς παρὰ τοῦ Θεοῦ λεγομένοις, φιλόθεος ὤν), καὶ πρὸς τὴν ἡλικίαν ὁρῶν τὴν ἑαυτοῦ, καὶ πρὸς τὴν τῆς Σάῤῥας στείρωσιν τὴν μέχρις ἐκείνης ἡλικίας γεγενημένην, ἐν ἀμηχανίᾳ γεγονώς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, «Ἔπεσε, φησίν, ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν».

β’. Εἶδε τὴν ὑπερβολὴν τῆς ὑποσχέσεως, καὶ τῆς δυνάμεως τοῦ ἐπαγγειλαμένου τὸ μέγεθος ἐννοήσασα, «Ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν», ἀντὶ τοῦ, «περιχαρὴς ἐγένετο»· καὶ κατὰ τοὺς τῆς διανοίας λογισμοὺς ἐνενόει, πῶς ἂν κατὰ ἀνθρωπίνην ἀκολουθίαν τοῦτο γένοιτό ποτε, καὶ εἰ τῷ ἑκατονταετεῖ παιδίον γενήσεται, καὶ εἰ ἡ στεῖρα, καὶ μέχρις ἐννενήκοντα ἐτῶν ἄγονος διαμείνασα, ἐξαίφνης δυνήσεται πρὸς τεκνογονίαν διεγερθῆναι. Καὶ ταῦτα κατὰ τὴν διάνοιαν λογισάμενος, οὐκ ἐτόλμησέ τι τοιοῦτον διὰ τῆς γλώττης προενεγκεῖν, ἀλλὰ δεικνὺς ἑαυτοῦ τὴν εὐγνωμοσύνην, παράκλησιν προσάγει περὶ τοῦ Ἰσμαήλ, μονονουχὶ λέγων· Δέσποτα, ἀρκούντως μὲ Παραμυθήσω καὶ τὴν ἐκ τῆς ἀπαιδίας ἀθυμίαν τῇ δόσει τοῦ Ἰσμαὴλ εἰς εὐφροσύνην μετέβαλες. Οὐδὲ γάρ, τούτου τεχθέντος, λοιπὸν κἂν ἐν διανοίᾳ ἔλαβον ἡ ἐνενόησα ποτε, ὅτι ἐκ τῆς Σάῤῥας ἔσται μοι παῖς, ἀλλ’ οὐδὲ αὐτὴ τοῦτο προσεδόκησε· διὸ καὶ τὴν Ἅγαρ μοι παρέδωκεν, ἀπαγορεύσασα τὰ καθ’ ἑαυτήν. Ἱκανὴν τοίνυν ἀμφότεροι τὴν παραμυθίαν ἐσχήκαμεν τεχθέντος τοῦ Ἰσμαήλ. Οὗτος οὖν ὁ παρὰ σοῦ δοθεὶς ἡμῖν ζητῶ ἐναντίον σου, καὶ ἀρκοῦσαν ἕξομεν τὴν παράκλησιν, καὶ τὸ γῆρας τὸ ἡμέτερον ἡ τούτου ζωὴ παραμυθήσεται. Τὶ οὖν ὁ φιλάνθρωπος Δεσπότης; Ἐπειδὴ ἱκανῶς καὶ τοῦ δικαίου τῆς γνώμης τὸ φιλόθεον διὰ τῆς τοῦ χρόνου παρατάσεως ἐβασάνισε, καὶ τῆς Σάῤῥας τὴν πίστιν, καὶ εἶδεν ἀμφοτέρους ἀπαγορεύσαντας, καὶ τὸν μὲν διὰ τὸ γῆρας, τὴν δὲ μετὰ τῆς ἡλικίας καὶ διὰ τὴν στείρωσιν, φησί· Νῦν ἐπειδὴ πάντῃ ὑμῖν ἀδύνατον τοῦτο εἶναι φαίνεται· διὰ γὰρ τοῦτο κἀγὼ τὴν τοσαύτην μακροθυμίαν ἐπεδειξάμην, ἵνα δείξω ὅτι ὑπὲρ φύσιν ἀνθρωπίνην ἐστὶν ἡ δωρεὰ ἡ παρ’ ἐμοῦ παρεχομένη, καὶ ἵνα καὶ ὑμεῖς καὶ οἱ ἄλλοι πάντες δι’ αὐτῶν μάθωσι τῶν πραγμάτων, ὅτι καὶ τῆς φύσεως εἰμι Δεσπότης, καὶ πρὸς ὃ βούλομαι αὐτὴ ὑπακούει, καὶ εἴκει τοῖς ἐμοῖς ἐπιτάγμασιν. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος αὐτὴν παρήγαγον, πολλῷ μᾶλλον αὐτὴν γενομένην τὴν φύσιν καὶ χωλεύουσαν διορθῶσαι δυνήσομαι. Ἵνα τοίνυν θαῤῥεῖν ἔχῃς, ἄκουε καὶ διεγέρθητι, καὶ τοὺς ἐν τῇ διανοίᾳ λογισμοὺς σου κινηθέντος παρωσάμενος, δέχου ἱκανὴν πληροφορίαν ἐκ τῶν παρ’ ἐμοῦ λεγομένων. Ἰδοὺ γὰρ Σάῤῥα ἡ γυνὴ σου, ἣν νομίζεις διὰ τε τὴν στείρωσιν, διὰ τε τὸ γῆρας ἀδύνατον λοιπὸν τεκεῖν, αὕτη τέξεταί σοι υἱόν. Καὶ ἵνα μηδὲ ἀμφιβάλλειν ἔχῃς, ἰδοὺ σοι καὶ τὴν προσηγορίαν τοῦ τικτομένου προμηνύω. Τὸν γὰρ τικτόμενον καλέσεις Ἰσαάκ. «Πρὸς γὰρ ἐκεῖνον στήσω τὴν διαθήκην μου εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν». Οὗτος γὰρ ἐστιν, ὃν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων σοι ὑπεσχόμην, καὶ εἰς τοῦτον τὰ τῆς ἐπαγγελίας τῆς ἐμῆς πληρωθήσεται. Διὸ καὶ πάντα σοι προλέγω, οὐχ ὅτι τέξεται μόνον, ἀλλὰ καὶ ὅπως αὐτὸν καλέσεις, καὶ ὅτι πρὸς αὐτὸν τὴν διαθήκην μου θήσομαι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ «Καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν». Εἶτα ὁ φιλότιμος ἀεὶ ταῖς δωρεαῖς, καὶ τὰς αἰτήσεις ἡμῶν ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαλλόμενος, ἐπειδὴ διανέστησε τοῦ δικαίου τὸ φρόνημα, καὶ σχεδὸν εἰπεῖν,δι’ ὧν ὑπέσχετο νέον ἐκ γέροντος τὸν πρεσβύτην εἰργάσατο, καὶ τὸν νεκρόν, ὡς εἰπεῖν, ὄντα διὰ τῶν ῥημάτων ἐζωογόνησεν, ἐπιδαψιλευόμενος ταῖς εὐεργεσίαις φησί· Καὶ ταῦτα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω, καὶ μετὰ τούτου καὶ τὴν περὶ τὸν Ἰσμαὴλ παράκλησιν δεξάμενος. Ἐπήκουσα γὰρ σου τῆς δεήσεως, «καὶ εὐλόγηκα αὐτόν. Αὐξήσω αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα, σφόδρα. Δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα». Ἐπειδὴ γάρ, φησί, σὸν σπέρμα ἐστίν, οὕτως αὐτὸν αὐξήσω, καὶ πληθυνῶ σφόδρα, ὡς δώδεκα ἔθνη ἐξ αὐτοῦ διαδοθῆναι. Τὰ μέντοι τῆς διαθήκης τῆς ἐμῆς στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἂν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ. Ὅρα μοι ἐνταῦθα, ἀγαπητέ, ὅπως ἐν μιᾷ καιροῦ ῥοπῇ ὁ δίκαιος παντὸς τοῦ χρόνου τὰς ἀμοιβὰς ἐκομίσατο, καὶ ἐπληροῦτο ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον, ὅτι «Ὅστις ὃν καταλίπῃ πατέρα ἣ μητέρα, ἣ οἰκίαν,ἣ ἀδελφοὺς διὰ τὸ ὄνομά μου, καὶ ἐνταῦθα ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει». Ἐννόησον γὰρ μοι τὸν δίκαιον τοῦτον, ἐπειδὴ ἑτοίμως ὑπήκουσε τῷ προστάγματι τοῦ Δεσπότου, καὶ καταλιπὼν τὴν οἰκείαν πατρίδα προετίμησε τὴν ἀλλοτρίαν τῆς ἐνεγκούσης, ὅπως κατὰ μικρὸν πολλὴν ὑπομονὴν ἐπιδειξάμενος, καὶ εἰς ἄκραν ἀρετῆς κορυφὴν ἀνελθών, οὕτω περίβλεπτος γέγονε καὶ περιφανής, ὡς τῷ πλήθει τῶν ἄστρων τοὺς ἐξ αὐτοῦ τεχθέντας παρισωθῆναι. Τάχα εἲ τις εὐγνωμόνως βουληθείη συνιδεῖν, οὐ μόνον εἰσὶν ἑκατονταπλασίονα, ἃ ὁ δίκαιος οὗτος ἐκομίσατο ἐνταῦθα, ἀλλὰ καὶ μυριοπλασίονα. Εἰ δὲ ἐνταῦθα τοσούτων ἠξιώθη, τὶς ἂν λόγος παραστῆσαι δυνήσεται τῆς ἐκεῖ ἀπολαύσεως τὴν λῆξιν; Μᾶλλον δέ, ὡς οἷόν τε, καὶ τοῦτο ὁ λόγος δεῖξαι δυνήσεται. Ὅταν γὰρ ἀκούσῃς, ὅτι πάντες οἱ δίκαιοι ἐξ ἐκείνου μέχρι νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς, εὐχῆς ἔργον ποιοῦνται εἰς τοὺς κόλπους τοῦ πατριάρχου καταντῆσαι, ποίαν ἑτέραν μείζονα ταύτης τιμὴν παραστῆσαι δυνήσῃ; Εἶδες οἷόν ἐστιν ὑπομονή, ὅσον ἐστὶν ἀρετή, ὅσον ἐστὶ τὸ εἶναι φιλόθεον, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι περὶ τὰς τοῦ Δεσπότου εὐεργεσίας; Ἐπειδὴ γὰρ κατὰ καιρὸν τὰ παρ’ ἑαυτοῦ εἰσέφερεν εὐχαρίστως πάντα δεχόμενος, καὶ τὰ χρηστὰ καὶ τὰ ἐναντία, διὰ τοῦτο ὁ φιλάνθρωπος Θεὸς τελευταῖον ἁπάντων τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ ὅπερ μάλιστα ὁ δίκαιος ἐπεθύμει, τοῦτο αὐτῷ ἐχαρίσατο. Σκόπει γὰρ πῦρ ἐν εἰκοσιτέσσαρσιν ἔτεσιν ἐβασάνιζε τοὐ δικαίου τὴν ἀρετήν. Ἡνίκα γὰρ ἐξῆλθεν ἀπὸ τῆς Χαῤῥὰν ὑπακούσας τῷ τοῦ Δεσπότου προστάγματι, ἑβδομήκοντα πέντε ἣν ἐτῶν, φησὶ νυνὶ δέ, ὅτε ταῦτα ἤκουσεν, ἑκατοστοῦ λοιπὸν ἦν ἔτους ἐπιβάς,

γ’. Ταῦτα ἀκούοντες, ἀγαπητοί, παιδευώμεθα πολλὴν τὴν ὑπομονὴν ἐπιδείκνυσθαι, καὶ μηδέποτε ἁλύειν, μηδὲ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἱδρῶτας, ἀλλ’ εἰδέναι ὅτι φιλότιμος ὢν καὶ μεγαλόδωρος ὁ Δεσπότης ὁ ἡμέτερος, ἀντὶ μικρῶν πόνων μεγάλας ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβάς, καὶ οὐ μόνον ἐν τῷ μέλλοντι τὰ ἀθάνατα ἀγαθὰ ταμιευόμενος, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον παραμυθούμενος ἡμῶν τῆς φύσεως τὴν ἀσθένειαν, πολλὰς φιλοτιμεῖται τὰς δωρεᾶς. Ἐπεὶ καὶ ὁ πατριάρχης οὗτος οὐκ ὀλίγα ἐν τῷ μεταξὺ χρόνῳ ὑπέμεινε τὰ λυπηρά, εἰ καὶ ὅτι ἑκάστοτε ἀνεμίγνυτο ταῖς λυπηροῖς καὶ τὰ χρηστά, Κηδόμενος ἡμῶν τῆς ἀσθενείας ὁ τῶν ὅλων Θεός, οὔτε ἀεὶ τοῖς λυπηροῖς ἀφίησεν ἡμᾶς ἐναπομένειν, ἵνα μὴ ἐλέγχηται ἡμῶν ἡ ἀσθένεια, ἀλλὰ ταχεῖαν καὶ αὐτὸς παρέχει τὴν ἀντίληψιν, ῥωννὺς ἡμῶν τὴν προθυμίαν, καὶ τὸν λογισμὸν διεγείρων οὔτε ἀεὶ ἐν ἀνέσει εἶναι καταλιμπάνει, ἵνα μὴ ῥᾳθυμότεροι γενόμενοι, πρὸς τὴν κακίαν αὐτομολήσωμεν. Ἡ γὰρ φύσις ἡ ἀνθρωπεία, ἐπειδὰν πολλῆς ἀνέσεως ἐπιλάβηται, ἐπιλανθάνεται τῆς εὐγενείας, καὶ οὐχ ἵσταται ἐπὶ τῶν οἰκείων ὅρων· δι’ ὃ καθάπερ πατὴρ φιλόστοργος, ποτὲ μὲν ἡμᾶς ἀνίησι, ποτὲ δὲ σωφρονίζει, ἳν’ οὕτως ἡμῶν μεθόδευση τῆς ψυχῆς τὴν ὑγίειαν. Ἐπεὶ καὶ ἰατρός, ἐπειδὰν ἄῤῥωστον θεραπεύῃ, οὔτε ἀεὶ κατατείνει τῇ ἀσιτίᾳ, οὔτε ἀεὶ ἀδεῶς ἀπολαύειν ἐπιτρέπει τῆς τραπέζης, ἵνα μὴ ἡ ἀδηφαγία πυρετὸν τεκοῦσα ἐκτείνῃ τὴν ἀῤῥωστίαν, μηδὲ τῇ ἀσιτίᾳ ἀεὶ κατατείνων ἀσθενέστερον ἐργάσηται· ἀλλὰ καταστοχαζόμενος τῆς δυνάμεως, καὶ ἐπιμελῶς τῇ τέχνῃ κεχρημένος, οὕτω τὰ παρ’ ἑαυτοῦ παρατάττεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρωπος Θεὸς εἰδὼς τὸ ἑκάστῳ ἡμῶν συμφέρον, ποτὲ μὲν ἀνέσεως ἡμᾶς ἀπολαύειν συγχωρεῖ, ποτὲ δὲ καὶ γυμνασίας ἕνεκεν περασμοῖς περιβάλλει. Εἴτε γὰρ ἐνάρετοί τινες εἶεν, διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς λαμπρότεροι δεικνύμενοι, πλείονα τὴν ἄνωθεν εὐμένειαν ἐπισπάσονται· εἴτε καθ’ ἡμᾶς ἁμαρτωλοὶ τυγχάνοιεν, εὐχαρίστως δεχόμενοι τῶν πειρασμῶν τὴν ἐπαγωγήν, τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποθήσονται φορτίον, καὶ πολλῆς καὶ αὐτοὶ συγγνώμης ἀπολαύσουσι. Δι’ ὃ παρακαλῶ, εἰδότες τὸ εὐμήχανον καὶ σοφὸν τοῦ ἰατροῦ τῶν ψυχῶν τῶν ἡμετέρων, μηδέποτε περιεργαζώμεθα αὐτοῦ τὰς οἰκονομίας. Κἂν γὰρ ἡ διάνοια ἡ ἡμέτερα ταῦτα καταλαμβάνειν μὴ δύνηται, ταὐτὴ μᾶλλον ἐκπληττώμεθα τοῦ Θεοῦ τὰς οἰκονομίας, καὶ δοξάζωμεν αὐτὸν ὑπὲρ ἁπάντων, ὅτι τοιοῦτον ἔχομεν δεσπότην, οὐ μηδὲ χωρῆσαι δύναται ἡ διάνοια ἡ ἡμέτερα καὶ ὁ τῆς ἀνθρωπίνης φύσεως λογισμὸς τὰς οἰκονομίας. Οὐδὲ γὰρ οὕτως ἡμεῖς ἴσμεν τὸ συμφέρον ἡμῖν, ὡς αὐτὸς ἐπίσταται· οὐχ οὕτως ἡμεῖς κηδόμεθα ἑαυτῶν, ὡς αὐτὸς κήδεται ἡμῶν τῆς σωτηρίας, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πρὸς τὴν ἀρετὴν ἡμᾶς χειραγωγῆσαι, καὶ ἐξαρπάσαι τῶν τοῦ διαβόλου χειρῶν. Καὶ ὅταν ἴδῃ μὴ δυναμένους κερδάναι ἀπὸ τῆς εὐημερίας, καθάπερ ἰατρὸς ἄριστος, ἐπειδὰν θεάσηται ἀπὸ πολλῆς λαιμαργίας εἰς πολυσαρκίαν ἐξιόντας, διὰ τῆς ἐγκρατείας πρὸς ὑγίειαν ἐπανάγει· οὕτω δὴ καὶ ὁ θαυμάσιος τῶν ἡμετέρων ψυχῶν ἰατρὸς ἀφίησι μικρὸν διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς εἰς αἴσθησιν ἐλθεῖν τῆς βλάβης, ἦν ἐκ τῆς εὐημερίας ὑπεμείναμεν, καὶ ὅταν ἴδῃ καλῶς τὰ τῆς ὑγιείας κατορθωθέντα, τότε λοιπὸν διὰ τῆς οἰκείας ἀντιλήψεως καὶ τῶν πειρασμῶν χαρίζεται τὴν ἀπαλλαγήν, καὶ τὴν παρ’ ἑαυτοῦ πρόνοιαν ἐπιδείκνυται μετὰ πολλῆς τῆς δαψιλείας. Εἴτε οὖν ἐν ἀρετῇ ὄντες τινὲς πειρασμοῖς περιπέσοιεν, μὴ θορυβείσθωσαν, ἀλλὰ ταύτῃ μᾶλλον ταῖς χρησταῖς ἐλπίσι τρεφέσθωσαν, ὅτι ἡ τῶν πειρασμῶν ἐπαγωγὴ στεφάνων ὑπόθεσις αὐτοῖς γίνεται καὶ βραβείων· εἴτε ἐν ἁμαρτήμασι γεγονότες τοῖς λυπηροῖς ἐναφίενται, μηδὲ οὕτω δυσανασχετείτωσαν, εἰδότες ὅτι καθάρσιον τῶν ἁμαρτηθέντων ἐν παντὶ τῷ χρόνῳ γενήσεται ἡ τούτων ἐπαγωγή, ἐπειδὰν μετ’ εὐχαριστίας πάντα τὰ ἐπιόντα δεχώμεθα. Τοῦτο γὰρ εὐγνώμονος οἰκέτου, τὸ μὴ μόνον, ἡνίκα ἀδείας ἀπολαύῃ, εὐχαριστεῖν τῷ δεσπότῃ, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις τὴν αὐτὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι. Οὕτω γὰρ καὶ ὁ πατριάρχης οὗτος εὐδοκίμησε, καὶ τοσαύτης πάρα τῷ Θεῷ τυχὼν παῤῥησίας, καὶ δωρεᾶς ἐδέχετο νικώσας τὴν φύσιν τὴν ἀνθρωπίνην.

δ’. Ἀναγκαῖον δὲ πάλιν ἰπὶ τὴν ἀκολουθίαν ἐπανελθεῖν τοῦ λόγου, καὶ ἰδεῖν τοῦ δικαίου τὴν ὑπακοήν, καὶ ὅπως εἰς ἔργον ἤγαγε τὰ παρὰ τοῦ Θεοῦ ἐπιταττόμενα, οὐ ζητῶν τὸν λόγον, οὐδὲ εὐθύνας ἀπαιτῶν, καθάπερ οἱ πολλοὶ τῶν ἀνοήτων ποιοῦσι περιεργαζόμενοι τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ λέγοντες· Εἰς τὶ τοῦτο; Εἰς τὶ ἐκεῖνος καὶ τὶ τὸ ὄφελος ἀπὸ τοῦ τόδε γενέσθαι, ἣ τόδε; Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ καθάπερ οἰκέτης φιλοδέσποτος, οὕτως ἅπερ ἂν ἐπετάγη, εἰς ἔργον ἀγαγεῖν ἔσπευδε, μὴ περιεργαζόμενος. Καὶ ἵνα μάθῃς, ἄκουε τῶν ἑξῆς. Ἐπειδὴ γὰρ τὴν ὑπόσχεσιν ἐποιήσατο πρὸς αὐτὸν ὁ Δεσπότης, καὶ ἐτέλεσε τὴν πρὸς αὐτὸν διάλεξιν, εὐθέως ὁ δίκαιος τὰ κελευσθέντα ἐπλήρου, καὶ τὸ σημεῖον τὸ παρὰ τοῦ Θεοῦ κελευσθὲν ἀπετίθει τῷ Ἰσμαήλ, τὴν περιτομὴν λέγω, καὶ πᾶσι τοῖς οἰκογενέσι, καὶ τοῖς ἀργυρωνήτοις, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός. Περιετέμετο δὲ καὶ αὐτός, «Ἐννενήκοντα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, φησίν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ Ἰσμαὴλ δὲ ἦν ἐτῶν δεκατριῶν». Μὴ νομίσῃς ἁπλῶς ἡμῖν τῶν ἐτῶν τὸν ἀριθμὸν τὴν Γραφὴν ἐπισημήνασθαι· ἀλλ’ ἵνα καὶ ἐκ τούτου μάθῃς τοῦ δικαίου τὴν πολλὴν ὑπακοήν, ὅτι ἐν ἐσχάτῳ γήρᾳ ὣν πράως ἤνεγκε τὴν ὀδύνην διὰ τὸ τοῦ Θεοῦ ἐπίταγμα, διὰ τοῦτο ποιεῖται τὴν αὐτῶν ἀπαρίθμησιν, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ Ἰσμαὴλ καὶ πάντες οἱ οἰκογενεῖς. Οὐδὲ γὰρ τὸ τυχὸν ἐστιν, ἀγαπητέ, ὑγιαίνουσαν σάρκα ἀποτεμεῖν καὶ κακῶς ἔχουσαν. Εἰ γὰρ καὶ ἰατρῶν παῖδες μέλος ἀῤῥωστῆσαν ἀποτέμνουσιν, ἀλλ’ οὐκ ἴση γίνεται τότε ἡ ὀδύνη. Νεκρωθὲν γάρ, ὡς εἰπεῖν, λοιπὸν καὶ τῆς ζωτικῆς δυνάμεως ἀποστερηθὲν ἐκτέμνουσιν. Ἐνταῦθα δὲ γέρων καὶ πρεσβύτης (ἑκατὸν γὰρ ἐτῶν ἐτύγχανε) πράως ἤνεγκε τὴν ὀδύνην, ὁμοῦ καὶ τοῦ Θεοῦ τὸ ἐπίταγμα εἰς ἔργον ἀγαγεῖν σπεύδων, καὶ τὸν υἱὸν καὶ τοὺς οἰκογενεῖς ἅπαντας προθυμοτέρους ἐργαζόμενος, ὥστε μὴ ἐνδοιάσαι, ἀλλὰ μετὰ πολλοῦ τοῦ τάχους τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν ἐπιτελέσαι. Εἶδες ὅσον ἐστὶν ἀνὴρ ἐνάρετος, ὅπως καὶ τοὺς ὑπηρετουμένους ἅπαντας ἐπαίδευσε κατ’ ἴχνος αὐτοῦ βαίνειν; Ὅπερ γὰρ χθὲς ἔλεγον, τοῦτο πάλιν καὶ νῦν ἐρῶ· ὅτι διὰ τοῦτο λοιπὸν ἐξ ἐκείνου πρόσταγμα γέγονε παρὰ τοῦ Θεοῦ, ὥστε ἐν ἀώρῳ τῇ ἡλικίᾳ τοῦτο ὑπομένειν τοὺς παῖδας, ἵνα ἐν ἀναισθησίᾳ τὴν ἐκτομὴν τῆς σαρκὸς ὑπομένοντες μηδεμίαν τῆς ὀδύνης πεῖραν λάβωσιν.

Ἀλλὰ σκόπει μοι, ἀγαπητέ, τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ τὴν ἄφατον περὶ ἡμᾶς εὐεργεσίαν. Ἐκεῖ καὶ ὀδύνη καὶ πόνος ἐκ τοῦ γινομένου, καὶ οὐδὲν ἕτερον ἐκ τῆς περιτομῆς ὄφελος ἦν, ἣ τοῦτο μόνον, τὸ διὰ τοῦ σημείου τούτου γνωρίμως αὐτοὺς εἶναι, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρίσθαι. Ἡ δὲ ἡμέτερα περιτομή, ἡ τοῦ βαπτίσματος λέγω χάρις, ἀνώδυνον ἔχει τὴν ἰατρείαν, καὶ μυρίων ἀγαθῶν πρόξενος γίνεται ἡμῖν, καὶ τῆς τοῦ Πνεύματος ἡμᾶς ἐμπίπλησι χάριτος, καὶ οὐδὲ ὡρισμένον ἔχει καιρόν, καθάπερ ἐκεῖ, ἀλλ’ ἔξεστι καὶ ἐν ἀώρῳ ἡλικίᾳ, καὶ ἐν μέσῃ, καὶ ἐν αὐτῷ τῷ γήρᾳ γενόμενόν τινα ταύτην δέξασθαι τὴν ἀχειροποίητον περιτομήν, ἐν ᾗ οὐκ ἔστι μόνον ὑπομεῖναι, ἀλλ’ ἁμαρτημάτων φορτία ἀποθέσθαι, καὶ τῶν ἐν παντὶ χρόνῳ πλημμελημάτων τὴν συγχώρησιν, εὑρέσθαι. Ἐπειδὴ γὰρ εἶδεν ὁ φιλάνθρωπος Θεὸς τῆς ἀσθενείας ἡμῶν τὴν ὑπερβολήν, καὶ ὅτι ἀνίατα νοσοῦντας μεγάλης δεόμεθα τῆς ἰατρείας, καὶ ἀφάτου τῆς φιλανθρωπίας, οἰωνῶν τὴν ἡμετέραν σωτηρίαν, ἐχαρίσατο ἡμῖν τὴν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἀνακαίνισιν, ἵνα ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, τοῦτ’ ἔστι τὰς πράξεις τὰς πονηρᾶς, καὶ ἐνδυσάμενοι τὸν νέον, ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν βαδίζωμεν. Ἀλλά, παρακαλῶ, μὴ τῶν ἀγνωμόνων, τῶν ἀναισθήτων χείρους γενώμεθά Ἰουδαίων. Ἐκεῖνοι μὲν γὰρ δεχόμενοι τὸ σημεῖον τοῦτο τῆς περιτομῆς, εἶχον ἱκανὴν ἀσφάλειαν πρὸς τὸ μηκέτι συναναμίγνυσθαι τοῖς ἔθνεσι κατὰ τὸν τῆς κοινωνίας λόγον· κατὰ γὰρ τὴν ἀσέβειαν πολλάκις αὐτοὺς καἰ ὑπερηκόντισαν ἀγνώμονες γεγονότες. Ἀλλ’ ἡμεῖς ἅπαξ δεχόμενοι τὴν διὰ τοῦ βαπτίσματος περιτομήν, μετὰ ἀσφαλείας τὰ καθ’ ἑαυτοὺς οἰκονομήσωμεν. Οὐ λέγω ἵνα μὴ συναναμιγνυώμεθα τοῖς ἔθνεσιν, τοῖς ἔθνεσιν, ἀλλ’ ἵνα ἐπὶ τῆς οἰκείας ἀρετῆς μένοντες, καὶ ἐκείνοις συναναμιγνύμενοι ἕλκωμεν αὐτοὺς εἰς τὴν εὐσέβειαν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πολιτείας διδασκαλίας αὐτοῖς ὑπόθεσις γινώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἁπάντων Δεσπότης συνεχώρησεν ἀναμεμῖχθαι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθούς, καὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἀσεβεῖς, ἵνα οἱ πονηραὶ κερδαίνωσιν ἀπὸ τῶν ἀγαθῶν, καὶ οἱ ἐν ἀσεβείᾳ ἔτι κατεχόμενοι χειραγωγῶνται πρὸς τὴν εὐσέβειαν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς σωτηρία ψυχῆς. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, μήτε ἑαυτῶν, μήτε τῶν πλησίον· ἑαυτῶν μέν, διὰ τοῦ τὰ καθ’ ἑαυτοὺς οὕτως οἰκονομεῖν, ὡς δοκεῖ τῷ Θεῷ· τῶν δὲ πλησίον, ἳν’ οὕτω λάμπωμεν ἐν ἀρετῇ, ὥστε καὶ σιγώντων ἡμῶν ἱκανὴν ἔχειν διδασκαλίαν τοὺς εἰς ἡμᾶς ὁρῶντας. Ὥσπερ οὖν ἐνάρετοι ὄντες τὰ μέγιστα καὶ αὐτοὶ κερδανοῦμεν, καὶ τοὺς ἀπίστους ὠφελήσομεν, οὕτως, εἰ ῥᾳθυμήσαιμεν, καὶ αὐτοὶ πολλὴν ὑποστησόμεθα τὴν κόλασιν, καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γενησόμεθα, Καθάπερ γὰρ τὴν ἀρετὴν μετιόντες διπλῇ τὸν μισθὸν παρὰ τοῦ Θεοῦ καρπούμεθα, καὶ ὑπὲρ ὧν ὃν ταύτην μετίωμεν, καὶ ὑπὲρ ὧν τοὺς πλησίον ἐφελκώμεθα εἰς τὴν τῆς ἀρετῆς κοινωνίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς κακίας, οὐχ ὑπὲρ ὧν ἡμαρτήκαμεν κολαζόμεθα μόνον, ἀλλ’ ὑπὲρ ὧν καὶ ἑτέρους ὑποσκελίζομεν. Ἀλλὰ μὴ γένοιτο τῶν ἐνταῦθά τινα συνιόντων τοιοῦτον γενέσθαι, ἀλλὰ πάντας ἡμᾶς πρὸς οἰκοδομὴν τῶν ὁρώντων τὸν ἑαυτῶν βίον ἰθύνειν, ἵνα δυνηθῶμεν μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΜΑ’. «Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυὶ τῇ μαμβρῇ, τοῦ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας».
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΘ’. «Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος