Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: -
Προηγούμενο: ΟΜΙΛΙΑ Μ. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνὴ σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

ΟΜΙΛΙΑ ΜΑ’. «Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυὶ τῇ μαμβρῇ, τοῦ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας».

α’. Ὀκνῶ καὶ ἀναδύομαι σήμερον πρὸς τὴν τῆς διδασκαλίας ἐξήγησιν. Ὅταν γὰρ ἐννοήσω, ὅτι καθ’ ἑκάστην ἡμέραν ἡμῶν ἐνηχούντων, παραινούντων, παρατιθέντων ὑμῖν τὴν πνευματικὴν ταύτην ἑστίασιν, πολλοὶ τῶν ἐνταῦθα παραγενομένων, καὶ μετεχόντων τῆς πνευματικῆς ταύτης διδασκαλίας καὶ τῆς φρικτῆς καὶ φοβερᾶς τραπέζης, ἐπὶ τὰς ἱπποδρομίας διημερεύουσι, καὶ οὐδὲν αὐτοῖς πλέον ἀπὸ τῆς ἡμετέρας γεγένηται σπουδῆς, ἀλλὰ καθάπερ συνηθείᾳ τινὶ δουλεύοντες, ἐπειδὰν νεύσῃ μόνον ὁ διάβολος, αὐτόματοι σπεύδουσιν ἐπὶ τὰ παράνομα ἐκεῖνα θέατρα, καὶ ἑαυτοὺς ἑκόντες τοῖς δικτύοις ὑποβάλλουσι τοῦ πονηροῦ δαίμονος, καὶ οὔτε ἡμέτερα νουθεσίᾳ, οὔτε ἡ πεῖρα αὐτή, καὶ τὸ ἀνόνητον τῆς ἐκεῖ διατριβῆς, διδασκαλίας αὐτοῖς ὑπόθεσις γέγονε· ποῖα λοιπὸν προθυμία τὰ τῆς διδασκαλίας ποιήσαιμι πρὸς ἄνδρας οὐδὲν κερδαίνειν βουλομένους ἐκ τῶν παρ’ ἡμῶν λεγομένων; Καὶ μὴ θαυμάσῃς. Ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν ἴδῃ μετὰ πόνους πολλοὺς καὶ ταλαιπωρίας ἄγονον γινομένην τὴν γῆν, καὶ οὐκ ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν παρεχομένην, ὀκνηρότερος γίνεται περὶ τὴν τῶν σπερμάτων καταβολήν, καὶ οὐκ ἔτι μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας καθάπτεται. Καὶ ἰατρὸς δὲ ἐπειδὰν ἴδῃ τὸν ἄῤῥωστον μὴ πειθόμενον αὐτοῦ τοῖς ἐπιτάγμασιν, ἀλλὰ τὴν νόσον αὔξειν καθ’ ἑκάστην ἐπιτηδεύοντα, πολλάκις ἀφίησιν ἐναπομεῖναι τῇ νόσῳ, ἵνα αὐτὴ ἡ πεῖρα διδάσκαλος αὐτῷ γένηται τῶν συμφερόντων. Καὶ οἱ τὰ μαθήματα δὲ τοὺς παῖδας ἐκπαιδεύοντες, ἐπειδὰν ἴδωσι τὰ πρότερα ἀποπτύοντας, καὶ τὴν μνήμην τῶν ἤδη δοθέντων ἀποβάλλοντας, πολλάκις ἀποστρέφονται τὴν ῥαθυμίαν διορθούμενοι, καὶ πρὸς σπουδὴν πλείονα ἐπανάγοντες. Ἀλλ’ ὁ μὲν γηπόνος εἰκότως ὀκνηρότερος γίνεται πολλάκις, ἐπειδὴ οἶδεν ὅτι τὰ τῆς ζημίας αὐτῷ ἐπιτείνεται, ὅταν τὸν μὲν πόνον καὶ τὴν δαπάνην ὑπομένῃ, τῶν δὲ καρπῶν ἀποστερῆται. Καὶ ὁ ἰατρὸς δὲ οὐκ ἀπεικότως καταλείπει πολλάκις τὸν ἄῤῥωστον· σῶμα γὰρ ἐστι τὸ θεραπευόμενον, καὶ διὰ τοῦτο ἀφίησιν, ἵνα ἡ τῆς ὀδύνης ἐπίτασις παρασκευάσῃ εἰς αἴσθησιν τῆς νόσου ἐλθεῖν καὶ οὕτω τὴν ἰατρείαν καταδέξασθαι. Καὶ ὁ τῶν παίδων διδάσκαλος διὰ τὸ ἀτελὲς τῆς ἡλικίας συμφερόντως πολλάκις τὰς πληγὰς ἐπανατείνεται τοῖς παισίν. Ἀλλ’ ἡμεῖς σήμερον τούτους ἅπαντας ὑπερβαλλόμενοι, παρασκευαζόμεθα πατρικὴν φιλοστοργίαν περὶ τοὺς ἐπταικότας ἐπιδείξασθαι, καὶ διδάξαι αὐτοὺς ὅτι, εἰ ἐπιμένοιεν ἐν τῇ αὐτῇ ῥᾳθυμίᾳ, τοῦτο αὐτὸ μείζονος αὐτοῖς κατακρίσεως ὑπόθεσις ἔσται. Ὁ μὲν γὰρ γηπόνος οὐ μετὰ τῆς αὐτῆς προθυμίας καταβάλλει τὰ σπέρματα, τὴν δαπάνην ἐννοῶν εἰκῆ καὶ μάτην ἤδη γεγενημένην· ἡμεῖς δὲ ταύτης ἀπηλλάγμεθα τῆς ἀγωνίας. Κἂν γὰρ καταβαλόντες τὸν σπόρον τοῦτον τὸν πνευματικόν, διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων τὸν καρπὸν μὴ δεχώμεθα, ἡμῖν ἀπηρτισμένος ὁ μισθὸς δόται· τὸ γὰρ ἐμπιστευθὲν ἀργύριον κατεβάλομεν, καὶ τὸ ἐπιταχθὲν παρὰ τοῦ Δεσπότου εἰς ἔργον ἠγάγομεν· λοιπὸν τοῖς ἀκηκοόσιν ὁ λόγος πρὸς ἐκεῖνόν ἐστι τὸν μέλλοντα μετὰ τόκων ἀπαιτεῖν τὰ καταβληθέντα. Ἀλλ’ οὐ τοῦτο σκοποῦμεν, ὅτι ἡμεῖς ἐκτὸς ἐσμεν τῆς ζημίας, καὶ τὸ ἑαυτῶν πεπληρώκαμεν, ἀλλὰ βουλοίμεθα καὶ ὑμᾶς πολλὴν τῶν καταβληθέντων τὴν πραγματείαν ποιήσασθαι, ἵνα μὴ τῇ τιμωρίᾳ ἐκείνῃ ὑπεύθυνοι γένησθε, ἦν ὑπέμεινεν ἐκεῖνος ὁ τὸ τάλαντον καταχώσας, καὶ τὸ δεσποτικὸν ἀργύριον οὐ μόνον οὐ πολυπλασιάσας, ἀλλὰ καὶ κατορύξας. Τοιοῦτοί τισιν οἱ τὸν λόγον τῆς διδασκαλίας δεχόμενοι (τάλαντον γὰρ καὶ ἀργύριον τοῦτο καλεῖ), καὶ οὐ σπουδάζοντες καρποφορῆσαι, καὶ πολλὴν τὴν πραγματείαν ποιήσασθαι. Ἀλλ’ ἴσως εἴποι τις ἄν, τὴν παραβολὴν ταύτην τὴν τῶν ταλάντων περὶ τῶν διδασκάλων εἰρῆσθαι. Κἀγὼ τοῦτό φημι. Ἀλλ’ ἐὰν ἐπέλθωμεν αὐτὴν ἀκριβῶς, εἴσεσθε ὅτι οἱ μὲν διδάσκαλοι τῆς καταβολῆς μόνον ὑπεύθυνοι τυγχάνουσιν, ὑμεῖς δὲ οὐ μόνον τῆς φυλακῆς τῶν καταβληθέντων, ἀλλὰ καὶ τῆς πραγματείας. Καὶ ἵνα μάθῃς, ἀναγκαῖον αὐτὴν εἰς μέσον ἀγαγεῖν. «Οἰκοδεσπότης τις, φησίν, ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ ἔδωκεν ᾧ, μέν, πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἓν Μετὰ δὲ χρόνον παραγενομένου αὐτοῦ ἦλθον οἱ δοῦλοι· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν προσῆλθε λέγων· Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἀλλὰ πέντε τάλαντα· ἐκέρδησα ἐπ’ αὐτοῖς». Πολλὴ τοῦ οἰκέτου ἡ εὐγνωμοσύνη, δαψιλὴς ἡ τοῦ Δεσπότου φιλανθρωπία. Τὶ γὰρ φησίν; «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἧς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου». Ἐπειδή, φησί, πολλὴν ἔδειξας ἐν τοῖς ἤδη πιστευθεῖσι, τὴν εὐγνωμοσύνην, ἄξιος εἶ καὶ πλείονα ἐγχειρισθῆναι. «Προσῆλθε δὲ καὶ ὁ τὸ δύο τάλαντα εἰληφώς, λέγων· Οὐχὶ δύο τάλαντά μοι παρέδωκας; Ἴδε ἀλλὰ δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς». Πολλὴ καὶ τούτου ἡ περὶ τὰ δεσποτικὰ χρήματα εὔνοια, διὸ καὶ τῶν αὐτῶν ἀξιοῦνται τῷ προτέρῳ. Καὶ τίνος ἕνεκεν δύο προσενεγκὼν τάλαντα τῆς αὐτῆς ἐκείνῳ τῷ τᾷ πέντε προσαγαγόντι ἀξιοῦται τιμῆς; Εἰκότως· τὸν μὲν γὰρ πλεονασμὸν καὶ τὴν ἐλάττωσιν οὐχ ἡ τούτου σπουδή, οὐδὲ ἡ ἐκείνου ῥᾳθυμία πεποίηκεν, ἀλλ’ ἡ τῶν ἐμπιστευθέντων ποσότης. Τὰ μέντοι τῆς σπουδῆς ἴσα καὶ παρὰ τούτου, καὶ παρ’ ἐκείνου εἰσενήνεκται· διὰ τοῦτο καὶ τῆς ἀμοιβῆς τῆς αὐτῆς ἀπήλαυσαν.

’. Ἀλλ’ ὁ ἕτερος οὐδὲν τοιοῦτον διεπράξατο· ἀλλὰ τί; Προσῆλθε λέγων· «Ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθείς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντον ἐν τῇ γῇ. Ἰδοὺ ἔχεις τὸ σόν». Ὣ κακία οἰκέτου! Ὣ ἀγνωμοσύνης ὑπερβολή, οὐ μόνον ὅτι οὐδὲν εἰργάσατο ἐπὶ τῷ δοθέντι αὐτῷ ταλάντῳ, ἀλλ’ ὅτι καὶ ἀντὶ ταλάντου κατηγορίαν προσήνεγκε! Τοιοῦτον γὰρ ἡ πονηρία· σκοτοῖ τὸν λογισμόν, καὶ κατὰ κρημνῶν ποιεῖ φέρεσθαι τὸν ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ. Ταῦτα δὲ πάντα περὶ τῶν διδασκάλων εἴρηται, ὥστε μὴ ἀποκρύπτεσθαι τὰ ἐμπιστευθέντα, ἀλλὰ μετὰ πάσης σπουδῆς παρατιθέναι τοῖς μαθητευομένοις. Ἀλλ’ ἄκουε λοιπόν, ἀγαπητέ, ἐκ τῆς πρὸς ἐκεῖνον ἀγανακτήσεως, ὅπως καὶ οἱ μαθητευόμενοι ὑπεύθυνοι γίνονται, καὶ οὐκ ἐκεῖνα μόνον ἀπαιτοῦνται τὰ καταβληθέντα, ἀλλὰ καὶ μετὰ τοῦ τόκου τὴν μέθοδον ὑπομένουσι. Τὶ οὖν φησὶ πρὸς αὐτὸν ὁ δεσπότης; «Πονηρὲ δοῦλε». Φοβερὰ ἡ ἀγανάκτησις, ἱκανὴ καταπλήξαι ἡ ἀπειλή. «Εἰ ᾔδεις, φησίν, ὅτε θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅπου οὐ διεσκόρπισα, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθών, μετὰ τόκου ἀπῄτησα ἂν αὐτό»· ἀργύριον λόγων τὰ λόγια τὰ τίμια, τραπεζίτας δὲ ὑμᾶς καλῶν τοὺς ὑποδεχομένους. Σὸν μὲν ἥν, φησί, καταβαλεῖν μόνον, ἐμὸν δὲ ἣν τὸ παρ’ ἐκείνων ἀπαιτήσαι, μὴ μόνον τὰ καταβληθέντα, ἀλλὰ καὶ τὸν ὑπὲρ τούτων τόκον. Ὁρᾶτε, ἀγαπητοί, πῶς πολὺς ὁ φόβος τῶν εἰρημένων. Τὶ ἂν οὖν εἴποιεν οἱ καὶ τῆς φυλακῆς τῶν καταβληθέντων ἀμελοῦντες, ὅταν καὶ τὸν ὑπὲρ τούτων τόκον μεθοδεύωνται;

Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου. Ἐπὶ μὲν τῶν χρημάτων τῶν αἰσθητῶν ἁπηγόρευσε τὸν τόκον λαμβάνειν. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἑκάτερος αὐτῶν πολλὴν ἐντεῦθεν ὑπομένει τὴν βλάβην. Τοῦ μὲν γὰρ ἡ πενία ἐπιτρίβεται, ὁ δὲ μετὰ τοῦ πλεονασμοῦ τῶν χρημάτων καὶ ἁμαρτημάτων πλῆθος ἑαυτῷ ἐπισωρεύει. Διὰ τοῦτο ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων Ἰουδαίοις τοῖς παχύτερον διακειμένοις ταύτην τὴν ἐντολὴν ἐνομοθέτησε λέγων· «Οὐκ ἐκτοκιεῖς ἑῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου». Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τῶν Ἰουδαίων ὠμότεροι γινόμενοι, καὶ μετὰ τὴν χάριν καὶ τὴν τοσαύτην παρὰ τοῦ Δεσπότου φιλανθρωπίαν τῶν ἐν τῶν νόμῳ ἐλάττους εὑρισκόμενοι, μᾶλλον δὲ καὶ χείρους; Ἐπὶ μέντοι τῶν πνευματικῶν αὐτὸς ἀπαιτεῖν ὑπισχνεῖται τοὺς τόκους. Διὰ τί; Ἐπειδὴ ἀπ’ ἐναντίας τοῖς αἰσθητοῖς χρήμασιν οὗτός ἐστιν ὁ τόκος ὁ πνευματικός. Ἐκεῖ μὲν γὰρ ὁ μεθοδευθεὶς εἰς ἐσχάτην πενίαν ἀθρόον καταφέρεται· ἐνταῦθα δὲ ὁ μεθοδευόμενος, ὅταν πολλὴν εὐγνωμοσύνην ἐπιδείξηται, ὅσῳ ἂν πλείονα τόκον εἰσενέγκῃ, τοσούτῳ δαψιλεστέρας ἀπολαύει τῆς ἄνωθεν ἀμοιβῆς. Ἕκαστος τοίνυν ὑμῶν, ἀγαπητοί, ἐπειδὰν καταβάλλωμεν ἡμεῖς τὰ ἐμπιστευθέντα, διπλοῦν ὀφείλει τὸν πόνον καὶ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι, τὸν μὲν τῆς φυλακῆς τῶν καταβληθέντων, ὥστε παγία ταῦτα μένειν· τὸν δὲ τῆς ἐργασίας, ὥστε καὶ ἑτέροις μεταδιδόναι, καὶ πολλοὺς ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγεῖν ἵνα διπλῇ πάλιν ὑμῖν τὸ κέρδος αὔξηται, ὑπὲρ τε τῆς οἰκείας σωτηρίας, ὑπὲρ τῆς τῶν ἄλλων ὠφελείας. Ἐὰν γὰρ τοῦτο ποιῆτε, καὶ ἡμᾶς μακαρίους ἀπεργάσεσθε (Μακάριος γάρ, φησίν, ὁ λέγων εἰς ὤτα ἀκουόντων), καὶ παρασκευάσετε δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν πνευματικὴν ταύτην τράπεζαν. Μὴ τοίνυν ἀμελεῖτε τῶν ἀδελφῶν τῶν ὑμετέρων, μηδὲ τὰ καθ’ ἑαυτοὺς μόνον σκοπεῖτε, ἀλλ’ ἕκαστος σπουδαζέτω τὸν πλησίον ἐξαρπάζειν τῆς τοῦ διαβόλου φάρυγγος, καὶ τῶν παρανόμων ἐκείνων θεαμάτων, καὶ εἰς τὴν ἐκκλησίαν ἐπαναγαγεῖν, δεικνύντες αὐτῷ μετὰ πολλῆς τῆς ἐπιεικείας καἰ τῆς πραότητος, καὶ τῆς λύμης τὴν ὑπερβολὴν καὶ τῶν ἐνταῦθα ἀγαθῶν τὸ μέγεθος· καὶ μὴ μόνον ἅπαξ καὶ δεύτερον τοῦτο ποιεῖτε, ἀλλὰ καὶ διηνεκῶς. Κἂν γὰρ σήμερον μὴ πείθηται τοῖς παρὰ σοῦ λεγομένοις, τῇ ἑξῆς πεισθήσεται· κἂν μὴ τῇ ἑξῆς, πάλιν ὁρῶν σε ἐπικείμενον, ἴσως ἐντραπήσεται, καὶ αἰδεσθεὶς σου τὴν κηδεμονίαν, ἀποστήσεται τῶν βλαπτόντων. Καὶ μηδέποτε λέγε τὶ Καὶ ἅπαξ, καὶ δεύτερον, καὶ τρίτον, καὶ πολλάκις εἶπον, καὶ οὐδὲν ἥνυσα. Μὴ παύσῃ λέγων· ὅσῳ γὰρ ἂν ἐπιμένῃς, τοσούτῳ σου καὶ ὁ μισθὸς αὔξεται. Οὐχ ὁρᾶτε πόσης ἀπολαύομεν μακροθυμίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ πῶς καθ’ ἑκάστην ἡμέραν παρακούομεν αὐτοῦ τῶν προσταγμάτων, καὶ οὐκ ἀφίσταται τῆς περὶ ἡμᾶς κηδεμονίας, ἀλλὰ καὶ τὰ παρ’ ἑαυτοῦ πάντα χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων, τοὺς ὑετοὺς διδούς, τὰ ἀλλὰ πάντα; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πολλὴν ποιώμεθα τὴν σπουδήν, καὶ ἀντιταττώμεθα τῷ πονηρῷ δαίμονι ἐκείνῳ, ἵνα ἄκυρα αὐτοῦ ποιῶμεν τὰ μηχανήματα, Ἐὰν γὰρ ἕκαστος τῶν ἐνταῦθα συνιόντων ἕνα κερδάναι δυνηθῇ, ἐννόησον ὅπως ἡμῖν καὶ ἡ Ἐκκλησία ἐπὶ τῷ πλήθει τῶν οἰκείων τέκνων πολλὴν δέξεται τὴν συνῆν, καὶ ὁ διάβολος καταισχυνθήσεται ὁρῶν εἰκῆ καὶ τὸ μάτην αὐτοῦ τὰ δίκτυα τεταμένα. Ἐὰν γὰρ τοῦτο ποιῆτε, ἀκούσεσθε καὶ ὑμεῖς κατὰ τὴν ἡμέραν ἐκείνην· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐστι ὀλίγα ἧς πιστὸς ἐστι πολλῶν σε καταστήσω». γ’. Ἀλλ’ ὅτι μὲν τοῦτο ποιήσετε, σφόδρα πέπεισμαι· ὁρῶ γὰρ ὑμῶν καὶ τὰ πρόσωπα, καὶ στοχάζομαι ὅπως μεθ’ ἡδονῆς ἐδέξασθε τὴν παρ’ ἡμῶν νουθεσίαν, καὶ διὰ τοῦτο ἐλπίζω καὶ τὰ παρ’ ὑμῶν εἰσενεχθήσεσθαι. Διὰ τὴν μὲν περὶ τούτου παραίνεσιν ἐνταῦθα στήσωμεν· παραθήσωμεν δὲ ὑμῖν τὴν πτωχὴν ἡμῶν καὶ εὐτελῆ τράπεζα, ἵνα τῆς συνήθους ἀπολαύσαντες διδασκαλίας οὕτως οἰκεῖ ἐπανέλθητε. Ἀναγκαῖον γὰρ καὶ σήμερον τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον ἀγαγεῖν, ἵνα μάθητε οἵας ἐδέξατο τῆς φιλοξενίας παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. «Ὤφθη δὲ αὐτῷ, φησίν, ὁ Θεὸς πρὸ τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας». Ἕκαστον τῶν ῥημάτων μετὰ ἀκριβείας ἐξετάσωμεν, καὶ ἀναπτύξωμεν τὸν θησαυρόν, καὶ ἅπαντα τὸν ἐναποκείμενον πλοῦτον καταμάθωμεν· ὤφθη δὲ αὐτῷ, φησίν, ὁ Θεός. Τίνος ἕνεκεν οὕτως ἤρξατο, «Ὤφθη δὲ αὐτῷ ὁ Θεός»; Ὅρα Δεσπότου φιλανθρωπίαν, καὶ σκόπει μοι οἰκέτου εὐγνωμοσύνην. Ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσιν ὀφθεὶς αὐτῷ, μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν περὶ τῆς περιτομῆς αὐτῷ ἐντολὴν διετάξατο, ὁ δὲ θαυμαστὸς οὗτος ἀεὶ τὰ παρὰ τοῦ Θεοῦ κελευόμενα εἰς ἔργον σπεύδων ἄγειν εὐθέως οὐδὲ τὸ τυχὸν ἀναβαλλόμενος αὐτὸς τε περιετέμνετο, τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν πληρῶν, καὶ τὸν Ἰσμαὴλ περιέτεμε, καὶ τοὺς οἰκογενεῖς ἅπαντας, καὶ ἔδειξεν αὐτοῦ τὴν πολλὴν ὑπακοήν, πάλιν αὐτῷ ἐπιφαίνεται. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν τοῖς ἤδη φθάσασιν εὐγνώμονας γενομένους ἴδῃ, ἐπιδαψιλεύεται καὶ οὐδέποτε ἵσταται τῆς εὐεργεσίας, ἀμειβόμενος τὴν τῶν ὑπακουόντων εὐγνωμοσύνην. Διὰ τοῦτο οὖν, ἐπειδὴ ὑπήκουε, φησί, πάλιν ὤφθη αὐτῷ. Ταύτης τοίνυν ἕνεκα τῆς αἰτίας οὕτως ἤρξατο ὁ μακάριος Μωϋσῆς λέγων· «Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ. Καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας». Σκόπει μοι ἐνταῦθα τοὐ δικαίου τὴν ἀρετήν. «Καθημένου, φησίν, ἐπὶ τῆς σκηνῆς». Οὕτως ἔργον ἐποιεῖτο τὴν φιλοξενίαν, ὡς μηδὲν ἀνασχέσθαι ἑτέρῳ τινὶ τῶν προσηκόντων ἐπιτρέψαι τὴν τούτων θήραν· ἀλλὰ τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς ἔχων ἄνθρωπος πρεσβύτης, καὶ εἰς βαθὺ γῆρας ἐλάσας (ἑκατονταετὴς γὰρ ἐτύγχανε), παρὰ τὴν θύραν ἐκαθέζετο. Καὶ οὗτος μὲν τοῦτο ἔργον ἐποιεῖτο, καὶ οὐδὲ τὸ γῆμας αὐτῷ κώλυμα ἐγένετο, οὐδὲ τῆς οἰκείας ἀναπαύσεως ἦν, οὐδὲ ἔσω ἐπὶ τῆς κλίνης ἣν ἀνακείμενος, ἀλλὰ παρὰ τὴν θύραν ἐκαθέζετο· ἕτεροι δὲ πολλάκις οὐ μόνον ταύτην οὐ ποιοῦνται τὴν σπουδήν, ἀλλὰ καὶ τὸ ἐναντίον, καὶ ἐκκλίνειν ἐπιχειροῦσι τῶν ἐπιδημούντων τὰς συντυχίας ὡς ἂν μὴ καὶ ἄκοντες ἀναγκασθεῖεν ὑποδέξασθαι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ παρὰ τὴν θύραν τῆς σκηνῆς ἐκαθέζετο μεσημβρίας. Τοῦτο γὰρ ἡ πολλὴ τῆς φιλοξενίας ἐπίτασις, καὶ τῆς ἀρετῆς τοῦ δικαίου ἡ ὑπερβολή, ὅτι καὶ ἐν μεσημβρίᾳ τοῦτο διεπράττετο. Εἰκότως ἐπειδὴ γὰρ ᾔδει τοὺς ὁδοιπορεῖν ἀναγκαζομένους κατ’ ἐκεῖνον τὸν καιρὸν μάλιστα δεομένους πολλῆς τῆς θεραπείας, διὰ τοῦτο ὡς ἐπιτήδειον καιρὸν τοῦτον ἐξελέγετο, καὶ καθήμενος ἐθήρα τοὺς παριόντας, οἰκείαν ἀνάπαυσιν κρίνων τὴν τῶν ὁδιτῶν θεραπείαν, καὶ τοὺς ὑπὸ τοῦ καύσωνος φλεγομένους ὑπὸ τὴν σκέπην εἰσάγειν ἐσπούδαζεν, οὐ περιεργαζόμενος τοὺς παριόντας, οὐδὲ ἐξετάζων εἰ γνώριμοι, ἣ ἄγνωστοι εἶεν. Οὐ φιλοξενίας γὰρ τὰ τοιαῦτα περιεργάζεσθαι, ἀλλὰ τὸ πᾶσι τοῖς παριοῦσι τῆς οἰκείας μεταδιδόναι φιλοφροσύνης. Καὶ ἐπειδὴ ἥπλωσε τῆς φιλοξενίας τὴν σαγήνην, κατηξιώθη καὶ τὸν τῶν ὅλων δεσπότην ὑποδέξασθαι μετὰ τῶν ἀγγέλων αὐτοῦ. Διὰ τοῦτο καὶ Παῦλος Ἔλεγε· «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους»· τὸν πατριάρχην πάντως αἰνιττόμενος. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· «ὃς ἂν δέξηται ἕνα τούτων ἐῶν ἐλαχίστων ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται». Ἀκούωμεν, ἀγαπητοί, καὶ ξενίζειν μέλλοντες μηδέποτε περιεργαζώμεθα, τις, καὶ πόθεν. Εἰ γὰρ τοῦτο περιειργάσατο ὁ πατριάρχης, ἴσως ἂν διήμαρτεν. Ἀλλ’ ἔγνω, φησί, τῶν παραγενομένων τὴν ἀξίαν. Πόθεν δῆλον; Πῶς δὲ ἂν τοῦτο ποιῶν ἐθαυμάσθη; Οὐ γὰρ οὕτω θαυμαστὸν ἦν τὸ τῆς φιλοξενίας αὐτοῦ περιεργασαμένου, ὡς νῦν, ὅτε ἀγνοῶν τίνες οἱ παραγενόμενοι, μετὰ τοσαύτης προθυμίας καὶ τιμῆς πρόσεισι, καθάπερ οἰκέτης δεσπόταις, μονονουχὶ δεσμὰ διὰ τῶν λόγων αὐτοῖς περιβάλλων, καὶ ἱκεσίαν πρὸς αὐτοὺς ποιούμενος, ὥστε μὴ ἀνανεῦσαι, μηδὲ ζημία τῇ μεγίστῃ περιβαλεῖν. ᾜδει γὰρ ὥσπερ ἔπραττε· διὰ τοῦτο καὶ μετὰ πολλῆς θερμότητος τὴν ἐντεῦθεν ἐκαρποῦτο περιουσίαν. Ἀλλ’ ἀκούσωμεν αὐτοῦ τοῦ συγγραφέως τῶν ῥημάτων, ἳν’ εἰδῇς ἐν βαθυτάτω γήρᾳ νεάζουσαν προθυμίαν, καὶ τὸν γέροντα νεάζοντα, καὶ μονονουχὶ περίχαρή γινόμενον, καὶ νομίζοντα θησαυρὸν εὑρηκέναι τῶν παραγενομένων τὴν παρουσίαν. «Ἀναβλέψας δέ, φησί, τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ, καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ». Τρέχει καὶ ἵπταται ὁ γέρων· εἶδε γὰρ τὴν θήραν, καὶ οὐδένα τῆς ἀσθενείας λόγον ποιησάμενος, ἐπὶ τὴν ἄγραν ἔδραμε, καὶ οὐκ ἐκάλεσεν οἰκέτας, οὐκ ἐπέταξε παιδί, οὐδὲν ῥᾴθυμον ἐπεδείξατο, ἀλλὰ δι’ ἑαυτοῦ ἔδραμε, μονονουχὶ λέγων· μέγας θησαυρός, μεγάλη πραγματεία· δι’ ἑαυτοῦ ταύτην ὀφείλω ἐμπορεύσασθαι, μὴ παραδράμῃ με τὸ τοσοῦτο κέρδος. Καὶ ταῦτα ἐποίει ὁ δίκαιος, ἀνθρώπους ἀγνῶτας ὁδίτας νομίζων ὑποδέχεσθαι.

δ’. Μάθωμεν, καὶ ζηλώσωμεν τοῦ δικαίου τὴν ἀρετήν. Ἐὰν γὰρ οὕτω ποιῶμεν, εἰκὸς καὶ ἡμᾶς ποτε ἐπιτυχεῖν τοιαύτης θήρας· μᾶλλον δὲ καὶ ἀεὶ ἐπιτυγχάνομεν, εἰ βουλοίμεθα. Διὰ γὰρ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης, ἵνα μὴ ὀκνῶμεν πρὸς τὴν τοιαύτην φιλοφροσύνην, μηδὲ περιεργαζώμεθα τοὺς παριόντας, φησίν· «Ὃς ἂν δέξηται ἕνα τῶν ἐλαχίστων τούτων ἐν τῷ ἐμῷ ὀνόματι, ἐμὲ δέχεται». Μὴ τοίνυν πρὸς τὴν εὐτέλειαν τοῦ παριόντος ὅρα, μηδὲ ἐξευτελίσῃς αὐτὸν ἐκ τῶν ὁρωμένων, ἀλλ’ ἐννόησον ὅτι τὸν Δεσπότην ὑποδέχῃ τὸν σὸν διὰ τούτου. Ὅταν γὰρ διὰ τὸ αὐτοῦ ὄνομα τὴν εἰς ἐκεῖνον θεραπείαν ἐπιδείξῃ· ὡσανεὶ ἐκεῖνον ὑποδεξάμενος, οὕτω λήψῃ τὸν μισθόν. Κἂν ῥάθυμος τοίνυν ᾗ καὶ ἠμελημένος ὁ τῆς παρὰ σου φιλοφροσύνης ἀπολαύων, μηδεὶς σοι λόγος τούτου ἔστω· ἀπηρτισμένος γὰρ σοι ὁ μισθὸς δοθήσεται διὰ τὴν εἰς τὸν Δεσπότην τιμὴν τοῦτο ποιοῦντι, καὶ ζηλοῦντι τοῦ πατριάρχου τούτου τὴν ἀρετήν. «Καὶ ἰδών, φησί, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς». Καλῶς καὶ τὸ Προσέδραμε πρόσκειται, ἵνα μάθῃς ὅτι ὡς ἀγνῶτες παρῄεσαν, καὶ οὐκ ἂν αὐτόματοι ἦλθον ἐπὶ τὴν σκηνήν. Διὰ τοῦτο, ἵνα μὴ διαφύγῃ αὐτὸν τὸ πνευματικὸν τοῦτο κέρδος, ὁ γεγηρακώς, ὁ πεπολιωμένος, ὁ ἑκατονταετὴς προστρέχει, καὶ διὰ τοῦ δρόμου τὴν προθυμίαν ἐπιδείκνυται, «Καὶ θεασάμενος προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ ἆρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τούς, πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον, καί, λήψομαι ἄρτον, καὶ φάγεσθε, ναὶ μετὰ τοῦτο παρελεύσεσθαι, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν». Πολλὴ τῶν τοῦ δικαίου ῥημάτων ἡ ὑπερβολή. Οὐ γάρ, ὅτι ὑπεδέξατο, θαῦμα τοσοῦτον τῆς προθυμίας, ἀλλ’ ὅτι μετὰ τοσαύτης σπουδῆς, καὶ οὔτε πρὸς τὴν ἑαυτοῦ ἡλικίαν ἀπιδών, οὔτε πρὸς τοὺς παριόντας (ἴσως γὰρ νέοι τινὲς αὐτῷ κατεφαίνοντο), οὐδὲ νομίσας ἀρκεῖν τὴν διὰ τῶν λόγων μόνον προτροπήν. Προσεκύνησε, φησίν, ἐπὶ τὴν γῆν, μονονουχὶ καθικετεύων, καὶ σφοδρὰν τὴν παράκλησιν προσάγων, ἵνα μὴ νομισθῇ ἁπλῶς ἀφοσιώσει προτρέπεσθαι. Διὰ δὴ τοῦτο καὶ ἡ θεῖα Γραφὴ δεικνύουσα τοῦ δικαίου τὴν πολλὴν καὶ ἄφατον ἀρετήν, φησί· «Προσεκύνησεν ἐπὶ τὴν γῆν», καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημάτων πολλὴν τὴν θερμότητα ἐπιδεικνύμενος, πολλὴν τὴν ταπεινοφροσύνην, μεγίστην τὴν φιλοξενίαν, ἄφατον τὴν κηδεμονίαν. «Καὶ προσκυνήσας, φησίν, εἶπε· Κύριε, εἰ ἆρα εὗρον χάριν ἐναντίον σου, μή, παρέλθῃς τὸν παῖδά σου». Τὶ ἂν τις κατ’ ἀξίαν εἴποι τοῦ δικαίου τούτου; Ἢ πῶς ἂν τις αὐτὸν μυρίοις στόμασιν ἐγκωμιάσειε; Τὸ μὲν γὰρ εἰπεῖν. «Κύριε, τῶν ἐγχωρούντων ἐστι»· τὸ δὲ λέγειν. «Εἰ ἄρα εὗρον χάριν ἐναντίον σου», τοῦτό ἐστι τὸ παράδοξον. Χάριν, φησί, δίδως, οὐ λαμβάνεις. Τοιοῦτον γὰρ ἀληθῶς ἡ φιλοξενία· μᾶλλον λαμβάνει, ἣ δίδωσιν ὁ μετὰ προθυμίας αὐτὴν ἐπιδεικνύμενος. Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων ὑποτεμνέσθω τοῦ δικαίου τὴν ἀρετήν, καὶ νομιζέτω, ὅτι εἰδὼς τίνες οἱ παραγεγονότες, ταῦτα ἐφθέγγετο. Οὐδὲ γὰρ ἄν, καθὼς καὶ πολλάκις εἴρηται, μέγα τὶ τοῦτο ἦν, εἰ εἰδὼς ταῦτα ἔλεγεν· ἀλλὰ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὡς ἀνθρώποις προσφερόμενος, τοιαῦτα ἐφθέγγετο ῥήματα. Μὴ θαυμάσῃς δὲ εἰ τριῶν ὄντων τῶν ὑποδεχομένων ὡς πρὸς ἕνα προτεινόμενος ὁ δίκαιος λέγει. «Κύριε». Ἴσως γὰρ ἐπιδοξότερός τις τῶν ἐλθόντων ἐφάνη, πρὸς ὃν ποιεῖται καὶ τὴν παράκλησιν. Εἶτα προϊὼν κοινοποιεῖ τὸν λόγον, καὶ φησί· «Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν»· καὶ πάλιν. «Καταψύξατε ὑπὸ τὸ δένδρον, ναὶ φάγεσθε ἄρτον, καὶ μετὰ τοῦτο παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν». Ὁρᾷς πῶς οὐκ εἰδὼς τίνες εἰσί, καθάπερ ἀνθρώποις διαλεγόμενος παριοῦσιν, οὕτω κοινὴν πρὸς αὐτοὺς ποιεῖται τὴν προτροπήν, καὶ ἅπαξ καὶ δεύτερον παῖδα ἑαυτὸν καλῶν; Καὶ ὅρα πῶς προλέγει τῆς τραπέζης αὐτοῦ τὴν εὐτέλειαν, μᾶλλον δὲ τὴν πολυτέλειαν. «Ληφθήτω δὴ ὕδωρ, φησί, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον». Ἐπειδὴ γάρ, φησί, κεκμήκατε, καὶ πολὺν τὸν καύσωνα ὑπεμείνατε, διὰ τοῦτο ἀξιῶ μὴ παρελθεῖν τὸν παῖδα ὑμῶν. Μὴ γὰρ μέγα τὶ ἐστι τὸ παρ’ ἐμοῦ γινόμενον; Ὕδωρ ἔχω παρασχεῖν μόνον, ὑπὲρ τοῦ νιψαμένους ὑπὸ τὸ δένδρον τὸν πολὺν ὑμᾶς κάματον ἀποθέσθαι. Εἶτα καὶ τῆς τραπέζης λέγει τὴν ἰδέαν. Μὴ νομίσητε πολυτελὲς τι παραθήσειν ὑμῖν ἣ καρυκευμάτων ποικιλίαν, ἣ ὄψων διαφοράν· «ἅρτον φάγεσθε, καὶ οὕτω Παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τόν, παῖδα ὑμῶν».

ε’. Εἶδες πῶς διαφόροις κέχρηται τρόποις, βουλόμενος δυσωπῆσαι τοὺς παριόντας καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημάτων, καὶ διὰ πάντων ἐπισπάσασθαι αὐτοὺς θέλων; Πρῶτον μὲν γάρ, φησί, προσεκύνησεν, εἶτα κυρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα· εἶτα λέγει τὸ μέλλον ὑπ’ αὐτοῦ γενέσθαι εἰς αὐτούς, ἐξευτελίζων καὶ δεικνὺς οὐδὲν μέγα ὅν. Ὕδωρ γάρ, φησί, τὸ πᾶσιν ἀνειμένον ἔχω παρασχεῖν εἰς τοὺς πόδας ὑμῶν, καὶ ἄρτον, καὶ τὴν ἀπὸ τῆς δρυὸς σκέπην. Μὴ δὴ ἐξευτελίσητέ μου τὴν σκηνήν, μὴ ὑπερίδητέ μου τὸ γῆρας, μὴ ἀνανεύσητε πρὸς τὴν ἐμὴν παράκλησιν. Οἶδα ὅσην ὑπεμείνατε ταλαιπωρίαν, στοχάζομαι τοῦ καύσωνος τὴν φλόγα, διὰ τοῦτο ἀνεθῆναι μικρὸν ὑμᾶς βούλομαι. Ποῖος πατὴρ φιλόστοργος πρὸς παῖδα τοσαύτην ἂν ἐπεδείξατο φιλοφροσύνην, ὅσην οὗτος πρὸς τοὺς ἀγνῶτας καὶ ξένους, καὶ οὐδαμόθεν αὐτῷ τέως γνωρίμους; Ἀλλ’ ἐπειδὴ μετὰ σπουδῆς προσῆλθε καὶ πολλοῦ τοῦ τόνου, ἐπέτυχε τῆς ἄγρας, καὶ τὴν θήραν εἴσω τῶν δικτύων λαβεῖν ἠδυνήθη, Καὶ εἶπαν, φησίν. «Οὕτω ποιήσομεν, καθὰ εἴρηκας», · Ἀνεζωπύρησεν ὁ πρεσβύτης. Ἐν χερσί, φησίν, ἔχω τὸν θησαυρόν, τοῦ πλούτου ἐπελαβόμην, ἐπελαθόμην λοιπὸν τοῦ γήρως. Καὶ ὅρα αὐτὸν πάνυ γαννύμενον τῷ πράγματι, καὶ μονονουχὶ σκιρτῶντα, καὶ καθάπερ τὰ μυρία ἀγαθὰ ἐν ταῖς χερσὶν ἐπιφερόμενον, οὕτως ἡδόμενον, «Καὶ ἔσπευσεν Ἀβραάμ, φησίν, ἐπὶ τὴν σκηνήν». Ὥσπερ, ἡνίκα ἐπὶ τὴν θήραν αὐτῶν ἐπείγετο, ἐμήνυσεν αὐτοῦ τὸν τόνον καὶ τὴν προθυμίαν ἡ θεῖα Γραφή, εἰποῦσα. «Προσέδραμεν εἰς συνάντησιν αὐτοῖς», οὕτω καὶ νῦν ἐπειδὴ εἶδε τοὺς ἄνδρας, καὶ κατώρθωσεν ὅπερ ἐπεθύμει, οὐδὲ οὕτως ἵστησι τὴν προθυμίαν, ἀλλὰ θερμότερον πάλιν ἐπιδείκνυσι τὸν ἔρωτα, οὐδὲ ἐπειδὴ ἐν ἀσφαλείᾳ γέγονε, λοιπὸν ῥᾳθυμότερος κατέστη. Ὅπερ πολλάκις ἡμεῖς ὑπομένομεν, καὶ παρὰ μὲν τὴν ἀρχὴν ἐνίοτε πολλὴν ἐπιδεικνύμεθα τὴν σπουδήν· ἐπειδὰν δὲ τοῦ πράγματος ἐντὸς γενώμεθα, οὐ τὸν ἴσον πόνον εἰσφέρομεν. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ τί; Πάλιν σπεύδει καὶ ἐπείγεται καὶ τρέχει ὁ γεγηρακὼς ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν. Καὶ εἶπεν αὐτῇ· «Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως». Σκόπει πῶς καὶ τὴν Σάῤῥαν κοινωνὸν λαμβάνει τῆς θήρας, καὶ πῶς αὐτὴν Ἐξεπαίδευσε ζηλοῦν αὐτοῦ τὴν ἀρετήν. Καὶ γὰρ κἀκείνην παρορμᾷ μὴ ῥαθύμως τῇ χρείᾳ προσελθεῖν, ἀλλά, «Σπεῦσον», φησί. Τῆς μεγάλης ἐπετύχομεν πραγματείας, μὴ ἀπολέσωμεν τὸν θησαυρόν, ἀλλὰ Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ ᾔδει τοῦ κατορθώματος τὸ μέγεθος, ἐβούλετο κοινωνὸν τῶν μισθῶν λαμβάνειν καὶ τῶν ἀντιδόσεων καὶ τὴν τοῦ βίου γενομένην αὐτῷ κοινωνόν. Διὰ τὶ γάρ, εἶπε μοι, οὐδενὶ ὁ τῶν παιδισκῶν τοῦτο ἐπέταξεν, ἀλλὰ τῇ γυναικὶ τῇ προβεβηκυία; Ἐννενήκοντα γὰρ ἐτῶν ἐτύγχανεν οὖσα. Καὶ οὐκ ἀνανεύει ἡ Σάῤῥα πρὸς τὸ ἐπίταγμα, ἀλλὰ τὴν ἴσην καὶ αὕτη προθυμίαν εἰσφέρει. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες· ἄνδρες μὲν οὖν, ἵνα οὕτω τὰς ἑαυτῶν συνοίκους ἐκπαιδεύωσιν, ἐπειδὰν πνευματικὸν τὶ κέρδος παρεμπέσῃ, μὴ διὰ τῶν οἰκετῶν τοῦτο πληροῦν, ἀλλὰ δι’ ἑαυτῶν ἅπαντα διαπράττεσθαι; Γυναῖκες δέ, ἵνα σπεύδωσι κοινωνεῖν τοῖς ἀνδράσι τῶν τοιούτων κατορθωμάτων, καὶ μὴ ἐπαισχύνωνται τὴν φιλοξενίαν, καὶ τὴν εἰς τούτους θεραπείαν, ἀλλὰ μιμείσθωσαν τὴν Σάῤῥαν τὴν πρεσβῦτιν, τὴν ἐν ἡλικίᾳ τοιαύτῃ πονεῖν καταδεχομένην, καὶ τὰ τῶν παιδισκῶν ἔργα ἐπιτελεῖν.

Ἀλλ’ οἶδα ὅτι οὐδεὶς ἀνέξεται τῶν παρ’ ἡμῶν λεγομένων. Νῦν γὰρ ἡμῖν ἀπ’ ἐναντίας ἐκείνῃ πάντες βαδίζειν ἐπείγονται, καὶ πολλὴ ἡ βλακεία ταῖς γυναιξί, καὶ ἡ σπουδὴ πρὸς τὸν κόσμον τῶν ἱματίων, περὶ τὰ χρυσία καὶ τὰ περιδέῤῥαια καὶ τὸν ἔξωθεν καλλωπισμόν, καὶ τῆς ψυχῆς οὐδεμία πρόνοια. Καὶ οὐδὲ Παῦλος αὐτῶν καθικνεῖται βοῶν καὶ λέγων· «Μὴ ἐν πλέγμασιν, ἣ χρυσῷ, ἣ μαργαρίταις, ἣ ἱματισμῷ πολυτελεῖ». Ὅρα τὴν οὐρανομήκη ταύτην ψυχήν, πῶς οὐκ ἐνόμισεν αἰσχρὸν αὐτῷ εἶναι μέχρι τούτου τὸν λόγον ποιήσασθαι, καὶ ἐπὶ ἐμπλεγμάτων παραινέσαι. Εἰκότως· πᾶσα γὰρ αὐτῷ ἡ σπουδὴ περὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἦν. Ἐπεὶ οὖν οἶδεν ὅτι ταῦτα μάλιστα τῆς ψυχῆς τὸν ὄλεθρον ἐργάζεται, διὰ τοῦτο οὐδὲν παρῃτήσατο τῶν προσηκόντων εἰς διδασκαλίαν ταῖς ταῦτα νοσούσαις· ἀλλὰ φησίν, εἰ βούλει κοσμεῖσθαι, τὸν ἀληθῆ κόσμου κόσμον, ὃν πρέπει γυναιξὶν εὐσεβέσιν τοῖς ἀγαθοῖς ἔργοις κοσμοῦ. Οὗτος τῆς ψυχῆς ὁ κόσμος, οὗτος οὐδεμίαν παρὰ τῶν ἔξωθεν κατάγνωσιν δέχεται, τοῦτον οὐδεὶς ἀποσυλῆσαι δυνήσεται, οὗτος ἀνάλωτος μένει διηνεκῶς. Ἀπὸ γὰρ τοῦ κόσμου τούτου τοῦ ἔξωθεν μυρία τίκτεται κακά· καὶ οὔπω λέγω τὴν τῆς ψυχῆς λύμην, τὴν ἐντεῦθεν φυομένην ἀλαζονείαν, τὴν ὑπεροψίαν τὴν κατὰ τῶν πλησίον, τοῦ φρονήματος τὴν ἀπόνοιαν τῆς ψυχῆς τὴν διαφθοράν, τῶν ἡδονῶν τῶν ἀτόπων τὸν ἑσμὸν ἀλλ’ ὅτι καὶ ἁλωτὸς ὁ κόσμος οὗτος καὶ οἰκετῶν κακουργίαις, καὶ λῃστῶν ἐφόδῳ, καὶ συκοφαντῶν ἐπιβουλαῖς, καὶ μυρία ἂν τις εὕροι ἐντεῦθεν φυόμενα κακὰ καὶ ἀηδίας διηνεκεῖς. Ἀλλ’ οὐχ ἡ Σάῤῥα τοιαύτη· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐκέκτητο· δι’ ὃ καὶ ἀξία τοῦ πατριάρχου ἦν, καὶ καθάπερ ἐκεῖνος ἔσπευσε καὶ ἐπὶ τὴν σκηνὴν ἔδραμεν, οὕτω καὶ ἐκείνη μετὰ σπουδῆς τὸ ἐπιταχθὲν ἐπλήρου, καὶ ἔφυρα τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ τρεῖς ἦσαν οἱ παραγεγονότες, τρία μέτρα ἐκέλευσε φυραθῆναι, ὥστε θᾶττον φθάσαι τοὺς ἄρτους. Καὶ τοῦτο διαταξάμενος εἰς τὰς βοῦς πάλιν αὐτὸς ἔδραμεν,· Ὧ γέροντος νεότης, ὣ ψυχῆς τόνος· τρέχει ἐπὶ τὰς βοῦς, καὶ οὐκ ἀφίησί τινα τῶν οἰκετῶν ἀπελθεῖν, διὰ πάντων δεικνὺς τοῖς παραγεγονόσιν, ὅσης ἡδονῆς ἐπληρώθη, καὶ ὅπως μέγα τι ἡγεῖται τὴν αὐτῶν παρουσίαν, καὶ ὅτι θησαυρὸν εἶναι τὸ πρᾶγμα νομίζει. «Καὶ ἔλαβε, φησί, μοσχάριον ἁπαλὸν καὶ καλόν». Αὐτὸς δι’ ἑαυτοῦ τὴν ἐκλογὴν ἐποιήσατο, καὶ τὸ κάλλιστον τῶν ὄντων λαβὼν δίδωσι τῷ παιδί, κἀκεῖνον κατεπείγων μὴ μελλῆσαι, ἀλλὰ πολλὴν τὴν σπουδὴν ἐπιδείξασθαι.

Ϛ’. Σκόπει πῶς πάντα μετὰ τάχους, μετὰ προθυμίας ζεούσης, μετὰ ἱλαρότητος, μετὰ χαρᾶς, μετὰ πολλῆς τῆς θυμηδίας γίνεται. «Καὶ ἐτάχυνεν ὁ παῖς τοῦτο ποιῆσαί», φησί. Καὶ οὐδὲ οὕτως ἠρεμεῖ ὁ γέρων, ἀλλὰ πάλιν ἐν τάξει ὑπηρέτου ἵσταται. «Καί, λαβὼν βούτυρον καἰ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς». Αὐτὸς δι’ ἑαυτοῦ πάντα ποιεῖ καὶ παρατίθησι. Καὶ οὐδὲ ἄξιον ἑαυτὸν ἐνόμισε τοῦ συγκαθεσθῆναι αὐτοῖς, ἀλλ’ ἐκείνων ἐσθιόντων παρειστήκει αὐτὸς ὑπὸ τὸ δένδρον,· Ὧ φιλοξενίας μέγεθος, ὣ ταπεινοφροσύνης ὑπερβολή, ὣ φιλοθέου γνώμης ἐπίτασις παρειστήκει ὁ ἑκατονταετὴς οὗτος ἄνθρωπος ἐσθιόντων αὐτῶν. Ἐμοὶ δοκεῖ, ὑπὸ τοῦ πόθου πολλοῦ καὶ τῆς προθυμίας, καὶ τῆς ἀσθενείας ἀνώτερον αὐτὸν τότε γεγενῆσθαι, καὶ ἰσχὺν τινὰ προσλαβεῖν, Εἴωθε γὰρ πολλάκις ἡ τῆς ψυχῆς προθυμία, ἐπειδὰν ἀῤῥωμένη ᾗ, νικᾷν τοῦ σώματος τὴν ἀσθένειαν. Εἱστήκει τοίνυν ὁ πατριάρχης καθάπερ οἰκέτης, μεγίστην τιμὴν ταύτην ἡγούμενος, τοῦ καταξιωθῆναι ὑπηρετήσασθαι τοῖς παροῦσι, καὶ τὸν ἀπὸ τῆς ὁδοιπορίας κάματον αὐτῶν παραμυθήσασθαι. Εἶδες ὅση τοῦ δικαίου ἡ φιλοξενία; Μὴ γὰρ δὴ τοῦτο σκόπει, ὅτι ἄρτους παρέθηκε καὶ τὸ μοσχάριον, ἀλλ’ ἐκεῖνο λογίζου, μεθ’ ὅσης τιμῆς, μεθ’ ὅσης ταπεινοφροσύνης τὰ τῆς φιλοξενίας ἐπεδείκνυτο· οὐ καθάπερ οἱ πολλοί, κἂν ποιήσωσί ποτὲ τι τοιοῦτον, μέγα φρονοῦσι κατὰ τῶν ὑποδεχθέντων, καὶ πολλάκις καὶ ὑπερορῶσιν αὐτῶν διὰ τὴν φθάσασαν εἰς αὐτοὺς θεραπείαν. Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ τινα πλοῦτον συναγαγόντα καὶ περιφέροντα, ἐκ τῶν χειρῶν ἅπαντα ῥίψαι τὰ συλλεγέντα. Ὁ γὰρ μετὰ ἀπονοίας τὶ ἐργαζόμενος, καὶ οὕτω ποιῶν ὡς παρέχων μᾶλλον ἣ λαμβάνων, οὐκ οἶδεν ὃ διαπράττεται· διὰ τοῦτο ἀπόλλυσι καὶ τὸν ἐκ τούτου μισθόν. Ἀλλ’ ὁ δὲ δίκαιος οὗτος εἰδὼς ὑπὲρ εἰργάζετο, διὰ τῶν γινομένων ἁπάντων ἐδείκνυ τῆς ψυχῆς τὴν προθυμίαν. Καὶ ἐπειδὴ μετὰ δαψιλείας καὶ πολλῆς τῆς ἱλαρότητος ἔσπειρε τὴν φιλοξενίαν, παραχρῆμα δαψιλεῖ τῇ χειρὶ τὰ δράγματα ἐδέχετο. Ἐπειδὴ γὰρ ἅπαντα τὰ παρ’ ἑαυτοῦ ἐπλήρωσε, καὶ οὐδὲν ἐγκατέλιπεν, ἀλλὰ τέλος ἔλαβε τὰ τῆς φιλοξενίας, καὶ ἐδείχθη τοῦ δικαίου ἡ ἀρετή· τότε λοιπόν, ἵνα μάθῃ ὁ δίκαιος οἵων ἐπέτυχε, καὶ ὅσον αὐτῷ τῶν ἀγαθῶν αἰτία γεγένηται ἡ τῆς φιλοξενίας ὑπόθεσις, ἐκκαλύπτει ἑαυτὸν ὁ παραγεγονώς, καὶ κατὰ μικρὸν ὑποδείκνυσι τῷ δικαίῳ τῆς οἰκείας δυνάμεως τὸ μέγεθος. Ἰδὼν γὰρ αὐτὸν παρεστῶτα παρὰ τὴν δρῦν, καὶ διὰ τῆς στάσεως τὴν πολλὴν τιμὴν καὶ τὴν θεραπείαν ἐπιδεικνύμενον, φησὶ πρὸς αὐτόν· «Ποῦ Σάῤῥα ἡ γυνὴ σου»; Εὐθέως διὰ τῆς ἐρωτήσεως παρῄνιξεν αὐτῷ, δεικνὺς ὡς οὐχ ὁ τυχὼν ἐστιν ὁ παραγεγονώς, εἲ γε καὶ τῆς γυναικὸς αὐτοῦ τὴν προσηγορίαν ἠπίστατο, ὁ δὲ φησίν· «Ἰδοὺ ἐν τῇ σκηνῇ». Καὶ ἐπεὶ ἔμελλε λοιπόν, ὡς Θεός, ὑπισχνεῖσθαι αὐτῷ τᾷ ὑπὲρ φύσιν, διὰ τοῦτο καὶ τῷ εἰπεῖν τὴν προηγορίαν τῆς Σάῤῥας ἐσήμανεν, ὅτι ὑπὲρ ἄνθρωπόν ἐστιν ὁ εἰς τὴν σκηνὴν αὐτοῦ καταχθείς. «Ἐπαναστρέφων γάρ, φησίν, ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνὴ σου»· Ἰδοὺ τῆς φιλοξενίας οἱ καρποί, ἰδοὺ τῆς προθυμίας τῆς ἐπιτεταμένης ὁ μισθός, ἰδοὺ τῶν καμάτων τῆς Σάῤῥας αἱ ἀμοιβαί. Ἐκείνη δέ, φησίν, ἤκουσε παρὰ τὴν θύραν τῆς σκηνῆς, ἑστῶσα ὄπισθεν. Καὶ τοῦτο ἀκούσασα, ἐγέλασε καθ’ ἑαυτήν, λέγουσα· «Οὔπω μὲν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος». Καὶ ἵνα ἀπολογήσηται ἡ θεῖα Γραφὴ ὑπὲρ τῆς Σάῤῥας, προλαβοῦσα ἐπεσημήνατο, ὅτι Ἀβραὰμ καὶ Σάῤῥα, προβεβηκότες ἦσαν ἐν ταῖς ἡμέρως αὐτῶν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ φησίν· «Ἐξέλιπε δὲ Σάῤῥα γίνεσθαι τὰ γυναικεῖα». Ἐξηραμμένη ἦν, φησίν, ἡ πηγή, τετύφλωτο ὁ ὀφθαλμός, αὐτὸ τὸ ἐργαστήριον ἦν πεπηρωμένον. Δι’ ὃ ἀφορῶσα πρὸς ταῦτα ἡ Σάῤῥα, καθ’ ἑαυτὴν ἐλογίζετο τὴν τε ἡλικίαν, τὸ τε γῆρας τοῦ πατριάρχου. Ἀλλ’ ἐκείνης κατὰ τὴν σκηνὴν ταῦτα λογιζομένης, ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, δεῖξαι βουλόμενος καὶ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολήν, καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν ἀποῤῥήτων, φησὶ πρὸς τὸν Ἀβραάμ· «Τὶ ὅτι ἐγέλασε Σάῤῥα ἐν ἔαυτῇ λέγουσα· Ἆρα γε ἀληθῶς τέξομαι, ἐγὼ δὲ γεγήρακα». Ταῦτα γὰρ ἐκείνη ἐν ἑαυτῇ ἐλογίζετο. Μὴ ἀδυνατεῖ, φησί, παρὰ τῷ Θεῷ ῥῆμα; Ἰδοὺ φανερῶς ἑαυτὸν ἐξεκάλυψεν. Οὐκ ἴστε, φησίν, ὅτι φύσεως ὣν Δεσπότης πάντα δύναμαι, ἅπερ ἂν βουληθῶ, καὶ τὴν νεκρωθεῖσαν μήτραν ζωογονῆσαι, καὶ ἐπιτηδείαν κατασκευάσαι; Μὴ ἀδυνατεῖ, φησίν, ἀδύνατόν τι τῷ Θεῷ; Οὐχὶ πάντα ποιῶ, καὶ μετασκευάζω; Οὐχὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχω; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Οὐ φθάσας ὑπεσχόμην δὴ τοῦτο; Μὴ ἐγχωρεῖ τὸ παρ’ ἐμοῦ ῥηθὲν μὴ εἰς ἔργον ἐλθεῖν; Ἄκουε τοίνυν, ὅτι «Εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάῤῥα υἱός». Ἐπειδάν, φησίν, ἀναστρέψω κατὰ τὸν καιρὸν τοῦτον, τότε γνώσεται διὰ τῶν πραγμάτων ἡ Σάῤῥα, ὅτι οὔτε τὸ γῆρας αὐτῆς κώλυμα γενήσεται, οὔτε ἡ στείρωσις· ἀλλὰ τὸ ῥῆμα τὸ ἐμὸν ἀπαράβατον ἔσται, καὶ ὁ τόκος αὐτὴν διδάξει τῶν παρ’ ἐμοῦ ῥηθέντων τὴν δύναμιν. Εἶτα ἐκείνη ἀκούσασα, ὅτι οὔτε τὰ ἐν τῇ διανοίᾳ αὐτῆς κινηθέντα ἔλαθε τὸν παρόντα. «Ἠρνήσατο, λέγουσα· Οὐκ ἐγέλασα». Ὁ γὰρ φόβος κατέσεισεν αὐτῆς τὴν διάνοιαν. Διὰ τοῦτο τῇ ἀσθενείᾳ, αὐτῆς ἡ Γραφὴ τὸ πᾶν λογιζομένη φησίν. «Ἐφοβήθη γάρ». Ἀλλ’ ὁ πατριάρχης φησὶ πρὸς αὐτήν. «Οὐχί, ἀλλὰ ἐγέλασας», Μὴ νομίσῃς, φησίν, εἰ καὶ ἐν διανοίᾳ ταύτᾳ ἐβουλεύσω, καὶ κατὰ τὸ λεληθὸς γέλωτα ἐποιήσω, ὅτι τοῦ παραγενομένου τὴν δύναμιν λαθεῖν εἶχες. Μὴ τοίνυν ἀρνοῦ τὸ γεγονός, μηδὲ προσθήκην ἐργάζου τῷ ἁμαρτήματι. Μεγάλα γὰρ ἡμᾶς σήμερον διαδέξεται ἀγαθά, τῆς φιλοξενίας ἡμῖν τούτων πάντων αἰτίας γινομένης.

ζ’. Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ πολλὴν περὶ τὴν φιλοξενίαν τὴν σπουδὴν ποιώμεθα, οὐχ ἵνα τῶν ἐπικήρων τούτων καὶ φθειρομένων λάβωμεν τὴν ἀντίδοσιν μόνον, ἀλλ’ ἵνα καὶ τῶν ἀθανάτων ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτοῖς ἀποθώμεθα. Ἐὰν γὰρ τοῦτο ποιῶμεν, ὑποδεξόμεθα καὶ ἡμεῖς ἐνταῦθα τὸν Χριστόν, καὶ ὑποδέξεται ἡμᾶς καὶ αὐτὸς ἐν ταῖς μοναῖς ἐκείναις ταῖς ἡτοιμασμέναις τοῖς ἀγαπῶσιν αὐτόν, καὶ ἀκουσόμεθα παρ’ αὐτοῦ «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με». Τὶ τούτων ἀνεπαχθέστερον; Μὴ γὰρ ἐπέταξεν ἡμῖν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τοὺς παρ’ ἡμῶν μέλλοντας θεραπεύεσθαι; Σὺ τὸ σαυτοῦ, φησίν, ἐπιδεῖξαι, κἂν εὐτελὴς ᾗ, κἂν ἀπεῤῥιμμένος κατὰ τὸ φαινόμενον· τὰ γὰρ εἰς τούτους γινόμενα ἐγὼ οἰκειοῦμαι. Διὰ τοῦτο προσέθηκεν· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε». Μὴ τοίνυν τοῦ ἀπὸ τῆς φιλοξενίας τοσούτου κέρδους ἐπιγενομένου καταφρονήσωμεν, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἐμπορεύεσθαι τὴν καλὴν ταύτην ἐμπορίαν σπουδάζωμεν, εἰδότες ὅτι ὁ Δεσπότης ὁ ἡμέτερος προθυμίας δαψίλειαν, οὐ βρωμάτων ὄγκον ἀπαιτεῖ, οὐ τράπεζαν πολυτελῆ, ἀλλὰ γνώμην ἱλαράν, οὐ θεραπείαν ἁπλῶς τὴν διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ καρδίας καὶ εἰλικρινοῦς διανοίας ἀγάπην. Διὰ τοῦτο καὶ τις σοφὸς ἔλεγε· «Κρεῖσσον λόγος, ἣ δόσις». Πολλάκις γὰρ λόγου θεραπεία πλέον τῆς δόσεως ἀνεκτήσατο τὸν δεόμενον. Ταῦτα οὖν εἰδότες μηδέποτε δυσχεραίνωμεν πρὸς τοὺς προσιόντας ἀλλ’ ἂν μὲν δυνηθῶμεν παραμυθεῖσθαι αὐτῶν τὴν πενίαν, τοῦτο ποιῶμεν μετὰ χαρᾶς καὶ πολλῆς τῆς εὐφροσύνης, οὐχ ὡς παρέχοντες, ἀλλ’ ὡς τὰ μέγιστα κερδαίνοντες εἰ δὲ μὴ δυνάμεθα, μὴ τραχυνώμεθα πρὸς αὐτούς· ἀλλὰ κἂν τὴν διὰ τοῦ λόγου θεραπείαν παρέχωμεν, καὶ μετὰ ἐπιεικείας αὐτοῖς ἀποκρινώμεθα. Τίνος γὰρ ἕνεκεν τραχέως αὐτῷ προσφέρῃ;Μὴ γὰρ ἀναγκάζει; Μὴ γὰρ βιάζεται; Ἄξιοί, ἱκετεύει, παρακαλεῖ· ὁ δὲ ταῦτα ποιῶν, οὐχ ὕβρεως ἄξιος. Τὶ λέγω, ἀξιοῖ καὶ παρακαλεῖ; Μυρία ἐπεύχεται, καὶ πάντα ταῦτα ποιεῖ ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ οὐδὲ τοῦτον προϊέμεθα. Καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; Ποίαν δὲ σχοίημεν ἀπολογίαν, αὐτοὶ μὲν οὕτω καθ’ ἑκάστην ἡμέραν δαψιλῆ τράπεζαν παρατιθέμενοι, καὶ πολλάκις τὴν χρείαν ὑπερβαίνοντες, ἐκείνοις δὲ μηδὲ τοῦ τυχόντος μεταδιδόντες, καὶ ταῦτα μυρία ἀγαθὰ διὰ τούτου κομιζόμενοι; Ἀλλ’ ὧ τῆς πολλῆς ῥᾳθυμίας! Οἷα γὰρ ἀπ’ αὐτῆς ζημιούμεθα; Καὶ ὅσον κέρδος ἐκ τῶν ἡμετέρων χειρῶν προϊέμεθα; Καἰ τὴν ὑπόθεσιν τῆς σωτηρίας ἡμῶν τὴν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθεῖσαν ἀποπεμπόμεθα οὔτε ἐννοοῦμεν, οὔτε μὴν λογιζόμεθα οὔτε τῶν διδομένων τὸ εὐτελές, οὔτε τὴν ὑπὲρ τῶν τοιούτων ἀμοιβῶν ὑπερβολήν, ἀλλὰ πάντα τοῖς κιβωτίοις ἐναποκλείομεν, καὶ τὸ μὲν χρυσίον ὑπὸ τοῦ ἰοῦ δαπανᾶσθαι συγχωροῦμεν· μᾶλλον δὲ ταῖς τῶν κλεπτὼν χερσὶ προτίθεμεν· τὰ δὲς ἱμάτια τὰ ποικίλα ὑπὸ τοῦ σητὸς ἀναλίσκεσθαι ἀφίεμεν, καὶ οὐκ ἀνεχόμεθα τὰ ἁπλῶς κείμενα δέοντος οἰκονομεῖσθαι, ἵνα πάλιν ἡμῖν διαφυλάττηται, καὶ διὰ τούτων τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιωθῶμεν δυνηθῶμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: -
Προηγούμενο: ΟΜΙΛΙΑ Μ. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνὴ σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος