Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περί τοῦ Ἀββᾶ Ἰωάννου ἡγουμένου τοῦ Σινᾶ ὄρους, ἤγουν, τοῦ τῆς Κλίμακος.
Προηγούμενο: ΠΡΟΛΟΓΟΣ
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

Βίος ἐν ἐπιτομῇ τοῦ Ἀββᾶ Ἰωάννου τοῦ ἡγουμένου τοῦ Ἁγίου ὄρους Σινᾶ, τοῦ ἐπίκλην σχολαστικοῦ τοῦ ἐν ἁγίοις ὧς ἀληθῶς, συγγραφεὶς παρὰ Δανιὴλ μοναχοῦ Ῥαϊθηνοῦ, ἀνδρὸς τιμίου καὶ ἐναρέτου.

Τὸ μέν, τὶς ἡ ἐνεγκαμένη τοῦτον καὶ ἐκθρέψασα πρὸ τῆς ἀθλητικῆς αὐτοῦ, ἴν’ οὕτως εἴπω, ἀξιάκουστος πόλις εἰς ἅπαν ἐπεσκεμμένως τε καὶ διηκριβωμένως λέγειν οὐκ ἔχω. Τὸ δέ, τὶς ἡ νῦν φέρουσα, καὶ ἀμβροσίᾳ ἑστιάσει ἑστιῶσα τὸν πανθαύμαστον, ἀγνοῶ οὐδ’ ὅλως. Πέλει γὰρ καὶ αὐτὸς νυνὶ εἰς ἐκείνην, περὶ ἧς ὁ διαπρύσιος ἐμπεδοῖ τέττιξ ὧδε πως διακεκραγώς· Ὧν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· κορεννύμενος αἰσθήσει ἀΰλῳ τὸν ἀκόρεστον, καὶ τὸν ἀνείδεον κάλλει ἐνηδόνως νοερῷ νοῒ, νῷ καὶ μόνῳ γαννύμενος, ἀξίας τῶν ἱδρώτων εἰληφὼς τὰς ἀμοιβάς, καὶ πόνων ἀπόνων γέρας, τὴν ἐκεῖσε κληρουχίαν λαχών, εἷς τε ὢν καὶ εἰς ἀεὶ μέτ’ ἐκείνων ἐσόμενος· Ὧν ὁ ποὺς ἔστη λοιπὸν ἐν εὐθύτητι. Ὅπως δ’ ἐκεῖσε τοῖς ἀΰλοις ὁ ἔνυλος συνθέων ἐστί, λέξω μάλα σαφῶς.

ἅ. Ἑκκαίδεκα μέντοι ἐτῶν ποῦ πέλων ὁ μάκαρ τῇ ὁρωμένῃ ἡλικίᾳ, χιλιονταετὴς δὲ τῇ νοουμένῃ ἀγχινοίᾳ, προσαγήοχεν ἑαυτὸν ὥσπερ τὶ ἀκίβδηλον, καὶ ἐθελόθυτον τῷ μεγάλῳ ἱερεῖ θῦμα. Σῶμα μὲν τούτου ἐν τῷ Σιναίῳ, ψυχὴν δ’ αὖ ἐν τῷ οὐρανίῳ ὄρει εἰσκεκομικώς, οἶμαι, κἂν αὐτοῦ τοῦ ὁρωμένου χωρίου μεγίστην τὴν πρὸς τὸν ἀόρατον ποδηγίαν δρέψασθαι σκεψάμενος. Καὶ τῇ μὲν ξενιτείᾳ τῇ προστάτιδι τῶν νοερῶν ἡμῶν νεανίδων, παῤῥησίαν τὲ ἄσεμνον διατεμών, ταπεινοφροσύνην δὲ κόσμιον προσειληφὼς ἐξορίζει δ’ ἀρίστῳ μάλα σκοπῷ σὺν τῇ εἰσόδῳ τὸν αὐτάρεστον καὶ οἰκειόπιστον ἀπατεῶνα· τὸν αὐχένα κλίνας, καὶ πεπιστευκὼς ἀρίστῳ πωλοδάμνῃ, ἀκινδύνῳ ὁδηγίᾳ τὸ βαρὺ πέλαγος στερεοῦσθαι σκοπῷ καλῷ. Οὕτω τὲ κυρίως ἑαυτὸν τεθεικώς, ὡς ἄλογόν τε καὶ ἀθέλητον ψυχὴν ἔχων, καὶ τῆς φυσικῆς ἰδιότητος ἀπηλλαγμένην πάντη. Τόδε δὴ θαυμαστότερον ἐν ἐγκυκλίῳ σοφίᾳ, οὐρανίῳ ἰδιωτείᾳ μαθητευόμενος, τὸ παραδοξότατον καὶ ταπεινώσει ἔκφυλον τὸ τῆς φιλοσοφίας φρύαγμα εἶτα ἑαυτοῦ μετὰ ἐννεακαιδεκαετῆ χρόνον, ὥσπερ τινὰ πρέσβυν, καὶ ἀντιλήπτορα πρὸς τὸν βασιλέα τὸν παιδοτρίβην προπεμψάμενος, ἐξέρχεται καὶ αὐτὸς μετὰ χεῖρας οἷα ὅπλα δυνατὰ πρὸς καθαίρεσιν ὀχυρωμάτων τὰς τοῦ μεγάλου φέρων εὐχάς, ἐπὶ τὸ τῆς ἡσυχίας στάδιον· σημείοις τὲ πάντη αὐτάρκως ἐκ τοῦ κυριακοῦ τὴν τῆς παλαίστρας μονίαν εἰληφὼς (Θολᾶς δὲ τοὔνομα τῷ χῶρῳ), τεσσαράκοντα ἐκεῖ χρόνους διαπεράνας ἀνολιγώρως, καὶ διακαεῖ ἔρωτι καὶ πυρὶ πυρπολούμενος ἀεί. Ἀλλὰ τὶς ἐστιν ἱκανός, ὥσπερ ἐκεῖσε διετέλει πόνους λόγοις θριαμβεῦσαι, καὶ κροτῆσαι ταῖς διηγήσεσι δυνάμενος; Πῶς δ’ ᾧ πᾶς πόνος ἀφανῶς ἐσπείρετο, προφανῶς λεχθήσεται; Ὁμοίῳ ἐξ ἀπαρχῶν τινῶν, τὴν πανόσιον οὐσίαν λοιπὸν τοῦ τρισοσίου ἀκούσωμεν. Ἤσθιε μὲν ἅπαντα, ἃ ἀμέμπτως ἐφεῖται τῷ ἐπαγγέλματι, βραχὺ δὲ λίαν· κἂν τούτῳ οἶμαί που, τὸ τοῦ τύφου κέρας κλῶν πανσόφως, τῇ μὲν βραχύτητι τὴν δέσποιναν πολλοῖς μαιμᾶσσουσαν ἐξέθλιβε, δί’ ἐνδείας βοῶν αὐτῇ· Σιώπα, πεφίμωσο· ἐρημίᾳ δὲ καὶ ἀσυνουσίᾳ προσώπων τὴν φλόγα τῆς καμίνου ταύτης κατέσβεσεν· ὡς εἰς τέλος αὐτὴν λοιπὸν ἀποτεφρωθῆναι, καὶ κατευνασθῆναι τέλεον. Εἰδώλων δὲ προσκύνησιν ἐλαίῳ καὶ σπάνει ἀναγκαίων ἀνδρείως ὁ ἀνδρεῖος διέφυγε. Ψυχῆς δὲ τὸν καθ’ ὥραν θάνατον, καὶ πάρεσιν, θανάτου κέντρῳ νύσσων ἀνέστησε· νῆσιν δ’ αὖ προσπαθείας, ἢ καὶ τάχα λοιπῶν καὶ αἰσθητῶν ἀΰλῳ δεσμῷ λύπης λέλυκεν. Ἢ δ’ αὐτῷ προτεθνηκυΐα διὰ ξίφους ὑπακοῆς τῆς μαινάδος ἡ τυραννίς. Ἀπροΐτῳ δὲ σώματι, καὶ ἀπροϊτωτέρῳ φθέγματι τὴν ἀραχνόδοξον τεθανάτωκε βδέλλαν.

Τὶ τὸ τῆς ὀγδόης παρὰ τῷ καλῷ μύστῃ τούτῳ νεάνιδος ἔπαθλον; Τὶ δὲ ἄρα ὁ καθαρισμὸς ὁ ἀκρότατος; οὗ μὲν ἀπήρξατο ὁ τῆς ὑπακοῆς Βεσελεήλ, τετελείωκε δὲ ὁ τῆς ἐπουρανίου Ἱερουσαλὴμ Κύριος παρουσίᾳ ἑαυτοῦ ἐπιδημήσας· ἧς ἄνευ, οὐ καθαιρεθήσεται ὁ διάβολος, καὶ ἡ αὐτοῦ σύμμορφος συμμορία. Ποῦ θήσω ἐν τῇ παρούσῃ ἡμῶν τοῦ στεφάνου πλοκῇ τὴν τῶν δακρύων ἐκείνου πηγήν; πράγματος οὐκ ἐν πολλοῖς ἐνυπάρχοντος, ὧν τὸ ἀπόκρυφον ἕως καὶ νῦν περίεστιν ἐργαστήριον ἐν ἐσχατιᾷ τινι, καὶ ὑπωρείᾳ πέλον, ἄντρον βραχύτατον· ἀπέχον μὲν ἀπὸ τῆς αὐτοῦ, καὶ πάσης κέλλης τοσοῦτον, ὅσον τὰ τῆς κενοδοξίας ὦτα ἀποφράσσειν ἠδύνατο. Πλήσιον δὲ τοῦ οὐρανοῦ ὢν τοῖς ὀλολυγμοῖς καὶ ἀνακλήσεσι, καὶ οἷα εἰκὸς πεφύκασι ποιεῖν οἱ ξίφεσι, καὶ καυτῆρσι νυττόμενοι, καὶ τοὺς ὀφθαλμοὺς ἀποστερούμενοι. Ὕπνου μὲν μετελάγχανε τοσοῦτον, ὅσον τὴν τοῦ νοὸς οὐσίαν καὶ μόνον τῇ ἀγρυπνίᾳ μὴ λυμήνασθαι· πλεῖστά τε πρὸ ὕπνου καὶ ηὔχετο, καὶ δέλτια κατέταττε· τοῦτο γὰρ ἦν αὐτῷ ἀκηδίας καὶ μόνον φίμετρον. Ὁ δὲ πᾶς δρόμος προσευχὴ ἀένναος καὶ πρὸς Θεὸν ἔρως ἀνείκαστος· τοῦτον γὰρ νύκτωρ τε καὶ καθ’ ἡμέραν ἐν καθαρότητι ἁγνείας ἐσόπτρως φανταζόμενος, κόρον λαβεῖν καθ’ ἡμέραν ἐν καθαρότητι ἁγνείας ἐσόπτρως φανταζόμενος, κόρον λαβεῖν οὐκ ἐβούλετο· μᾶλλον δὲ οἰκειότερον φήσω, οὐκ ἠδύνατο. Οὗτινος κεντρωθεὶς τῷ ζήλῳ Μωσῆς τις τῶν μονήρη βίον μετιόντων, ἐκλιπαρεῖ λίαν φοιτητὴς γενέσθαι καὶ στοιχειωθῆναι πρὸς τὴν ὄντως φιλοσοφίαν· πρέσβεις τε κεκινηκὼς τῷ μεγάλῳ, ταῖς ἐκείνων ἱκεσίαις κατεβιάσατο· αὐτὸν προσληφθῆναι πάρ’ αὐτῷ. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, μετακομίζειν ὁ μέγας ἐκ χώρου τινὸς γαῖαν πρὸς λαχανίδων ποτισμόν, καὶ ἀρδείαν τῷ Μωσῇ προσέταξε· καὶ δὴ κατειληφὼς οὗτος τὸν ὑποδειχθέντα τόπον τὸ κελευσθὲν ἀόκνως διαπέραινε· τοῦ δ’ ἀκροτάτου φλογμοῦ καὶ σταθερᾶς μεσημβρίας καταλαβούσης (ἦν γὰρ λοιπὸν τῷ μηνῶν ὁ ὕστατος), ὁ Μωσῆς, κεκλικὼς παμμεγέθους λίθου ὑποκάτω, ὑπνώττων ἀναπαύλης μετελάγχανεν. Ὁ δὲ ἀνιᾷν ἓν τινι τοὺς ἰδίους ἱκέτας Κύριος μὴ βουλόμενος προκαταλαμβάνει συνήθως. Ὄντος γὰρ τοῦ ἐν τῇ κέλλῃ καὶ ἑαυτῷ προσαδολεσχοῦντος καὶ Θεῷ, εἰς ὕπνου μὲν τινα λεπτοτάτου ἔμφασιν κατηνέχθη, τινά, δι’ ἱεροπρεπῆ ὁρᾷ διυπνίζοντα αὐτόν, καὶ τὸν ὕπνον διακωμῳδοῦντα καὶ λέγοντα αὐτῷ Ἰωάννῃ Πῶς ἀμερίμνως ὑπνοῖς, ὁ δὲ Μωσῆς ἐν κινδύνῳ διατελεῖ; Θᾶττον οὖν ἀναπηδήσας ὑπὲρ τοῦ φοιτητοῦ τῇ προσευχῇ ὡπλίζετο. Εἶτα περὶ τὰς ἑσπερινὰς καταλαβόντα ὥρας, ἠρώτα αὐτὸν μὴ τὶ σκαιὸν ἢ ἀλέλπιστον αὐτῷ συνήντησεν. Ὁ δέ, «Λίθος, ἔφη, παμμεγέθης μὲ πιέζειν τᾶς τῆς ἡμέρας ὥρας ὕπ’ αὐτὸν ὑπνώττοντα ἤμελλεν, εἰ μὴ γε ὡς σὲ με πεφωνηκότα οἰηθεὶς ἅλματι τοῦ χώρου ἐκπεπήδηκα». Ὁ δὲ ταπεινόνους ὄντως, οὕδεν τῶν ὀραθέντων ἀπήγγειλε, κρυφίαις δὲ βοαῖς, καὶ βίαις, ἀγάπης τὸν ἀγαθὸν Θεὸν ἀνύμνει.

Ἦν μὲν οὖν καὶ τύπος, καὶ ἰητὴρ μωλώπων ἀφανῶν ὡς καὶ τὶς ποτὲ Ἰσαάκιος τοὔνομα ὑπὸ βάρους τοῦ φιλοσάρκου δαίμονος ἰσχυρῶς πιεζόμενος, ἀθυμίᾳ λοιπὸν καταβληθείς, πρὸς τὸν μέγαν τοῦτον δρομαίως κατέσπευσε, καὶ τὸν πόλεμον οἰμωγαῖς μεμιγμένον συμφύρων ἐδημοσίευσε· τὴν δὲ πίστιν αὐτοῦ ἀγάμενος ὁ πανάγαστος, «Εἰς λιτὴν ἄμφω στῶμεν, ἔφησεν, ᾧ φίλε». Ὡς οὖν τὰ τῆς ἱκετηρίας διεπεραίνετο λοιπὸν λόγια, ἔτι ἐπὶ πρόσωπον πρηνοῦς ὄντος τοῦ κάμνοντος, Θεὸς μὲν θεράποντος: ἐποίει θέλημα, ἵνα μὴ τὸν Δαυῒδ ψευδόμενον δείξῃ· ὄφις δὲ ἐδραπέτευσε μάστιξιν ἐναργοῦς προσευχῆς δαμαζόμενος· ὁ νοσῶν δὲ ἄνοσον ἑαυτὸν θεώμενος, ὑψηλῶς ἐξίστατο, καὶ τῷ δοξάσαντι σὺν τῷ δοξασθέντι τὴν εὐχαριστίαν ἀνέπεμπε. Τινὲς δ’ αὖ νυττόμενοι φθόνῳ ἀείλαλον αὐτὸν καὶ φλήναφον ἀπεκάλουν· οὓς ἔργῳ παιδεύσας πάντα ἑαυτὸν πᾶσιν ἀπεδείκνυεν ἰσχύειν ἐν τῷ ἐνδυναμοῦντι πάντας Χριστῷ. Σεσιώπηκε δὲ ἐνιαυσιαίαν πάμπαν περίοδον· ὥστε τοὺς σκώπτας ἱκέτας καταστῆναι λέγοντας πηγὴν ἀεννάου ὠφελείας ἀποπεφράχθαι, καὶ τὴν τῶν ὅλων σωτηρίαν λυμήνασθαι. Εἶξε τε ὁ ἀναντίλογος, καὶ πάλιν τῆς πρώτης εἴχετο καταστάσεως. Εἶτα ἀγάμενοι πάντες τὰ πάντα αὐτοῦ ἐν ἅπασι κατορθώματα, ὡς νεοφανῆ τινα Μωσέα, βίᾳ ἐπὶ τῶν ἀδελφῶν ἡγεμονίαν ἀνεβίβασαν ἐπὶ τῆς ἀρχικῆς λυχνίας τὸν λύχνον· οἱ καλοὶ δοκιμασταὶ μετεωρηκότες, καὶ οὐκ ἐψεύσθησαν· ἀλλὰ καὶ προσπελάζει τῷ ὄρει καὶ αὐτός· καὶ τὸν ἄδυτον ὑπελθὼν γνόφον, τὴν θεοτύπωτον δέχεται, νοεραῖς ἀναβιβαζόμενος βαθμίσι, νομοθεσίαν καὶ θεωρίαν. Λόγῳ Θεοῦ ἀνοίγει τὸ στόμα, καὶ τὸ πνεῦμα εἵλκυσε, καὶ ἐξηρεύξατο λόγον, καὶ λόγους ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας· καὶ ἀποπεραίνει τὸ τοῦ ὁρωμένου βίου πέρας, ἐν τῇ ὁδηγίᾳ τῶν Ἰσραηλιτῶν μοναχῶν, ἓν καὶ μόνον [ἑνὶ καὶ μόνῳ] ἀνόμοιος Μωσεῖ γεγονώς, τῇ ἐν τῇ Ἱερουσαλήμ, τῇ ἄνω εἰσόδῳ ὡς ἐκεῖνος τῆς κάτω πως [καὶ παντὸς ἀγαθὸς καὶ οἰκτίρμων Θεὸς τὴν προσευχὴν ἡμῶν οὐ περιόψεται] οὐκ οἶδα διέψευσται. Καὶ μαρτυροῦσι μὲν τῶν δι’ αὐτοῦ τοῦ πνεύματος ἀπηχημάτων πλεῖστοι ὅσοι δι’ αὐτοῦ, καὶ ἐσώθησαν, καὶ εἰς νῦν σώζονται· μάρτυς ἄριστος Δαυῒδ ὁ νέος τῆς σοφοῦ σοφίας καὶ σωτηρίας· μάρτυς δ’ ἦν ὁ καλὸς Ἰωάννης ἡμῶν ὁ ὅσιος ποιμήν· ἐξ οὗ μάλα ὁ ὑπὲρ ποίμνης λιπαρηθείς, ἐκ τοῦ ὄρους πρὸς ἡμᾶς ὁ νέος οὗτος θεόπτης τοῦ Σιναίου τῷ λογισμῷ συγκαταβάς, ὑπέδειξεν ἡμῖν καὶ αὐτὸς τὰς θεογράφους αὐτοῦ πλάκας, ἔξωθεν μὲν πρακτικά, ἔσωθεν δὲ θεωρητικὰ περιεχούσας στηρίγματα λέγοντα τάδε· πεπείραμαι κυροῦν ἐν βραχέσι πλεῖστα· ῥήτορσι γὰρ κάλλος συντομία ἔπους.



Ἑπόμενο: Περί τοῦ Ἀββᾶ Ἰωάννου ἡγουμένου τοῦ Σινᾶ ὄρους, ἤγουν, τοῦ τῆς Κλίμακος.
Προηγούμενο: ΠΡΟΛΟΓΟΣ
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος