Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Α ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ – Τοῦ ἡγουμένου τῆς Ῥαϊθοῦ
Προηγούμενο: Περί τοῦ Ἀββᾶ Ἰωάννου ἡγουμένου τοῦ Σινᾶ ὄρους, ἤγουν, τοῦ τῆς Κλίμακος.
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

Τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ συγγραφέως τῆς Κλίμακος.

Οὗτος ἑκκαίδεκα χρόνων ὑπάρχων καὶ ἀγχίνους ὧν, τῇ ἐγκυκλίῳ σοφίᾳ προσενήνοχεν ἑαυτὸν θῆμα ἱερώτατον τῷ Θεῷ ἐν τῷ Σιναίῳ ὄρει ἀνελθών, καὶ μονάσας, καὶ ἐν ὑποταγῇ διάγων. Εἶτα μετὰ χρόνους ἐννεακαίδεκα ἀναστὰς ἔρχεται πρὸς τὸ τῆς ἡσυχίας στάδιον, ἀπὸ σημείων πέντε τοῦ κυριακοῦ, τὴν τῆς παλαίστρας θείαν μονὴν κατειληφὼς (Θωλᾶς ὄνομα τῷ χώρῳ), καὶ τεσσαράκοντα ἔτη διαπεράνας ἐν διακαεῖ ἔρωτι, καὶ πυρὶ θείας ἀγάπης πυρπολούμενος. Ἤσθιε μὲν ἐκ πάντων ἃ ἀμέμπτως ἐφεῖται τῷ ἐπαγγέλματι, βραχὺ δὲ λίαν καὶ οὐκ εἲς κόρον, καὶ ἐν τούτῳ οἶμοι, τὸ τοῦ τύφου κέρας κλῶν πανσόφως. Ἀλλὰ τὴν τῶν δακρύων πηγὴν ἐκείνου τὶς ἂν λόγος ἐξείποι; Ὕπνου δὲ τοσούτου μετελάμβανεν, ὅσον τὴν τοῦ νοὸς οὐσίαν τῇ ἀγρυπνίᾳ μὴ λυμήνασθαι. Ὁ δὲ δρόμος αὐτοῦ προσευχὴ ἦν ἀένναος, καὶ πρὸς Θεὸν ἔρως ἀνείκαστος. Οὗτος τοίνυν πάσας ἀρετὴν ἐξασκήσας, καὶ καλῶς πολιτευσάμενος, καὶ μεγίστων θεωριῶν γενόμενος ἀνάπλεως, καὶ τὸν μαθητὴν ὑπνοῦντα ἓν τινὶ τόπῳ πέτρας μεγίστης, καὶ μέλλοντα ὕπ’ αὐτῆς πιπτούσης ἤδη ἀναιρεθῆναι, καὶ εἰς μέρη διαιρεθῆναι, ἐν τῷ κελλίῳ ὤν καὶ Πνεύματι θείῳ γνούς, τοῦ τοιούτου θανάτου ἐῤῥύσατο, ἐπιφανεῖς αὐτῷ καθ’ ὕπνους καὶ διαναστήσας, οὗ ἔμελλεν ὑποστῆναι πτώματος. Ἐν τούτῳ οὖν ἀρετῆς ἀφικόμενος, καὶ ἡγούμενος τοῦ ἁγίου ὄρους Σινᾶ χρηματίσας, κατέλιπε τὴν ἐπίκηρον ζωήν, [καί] πρὸς τὴν αἰώνιον μετετέθη ἀνάπαυσιν, πρότερον σχεδιάσας τὴν πάνσοφον βίβλον τῶν θείων καὶ πνευματικῶν ἀναβάσεων, ἥτις καὶ Κλίμαξ ἐπονομάζεται.



Ἑπόμενο: Α ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ – Τοῦ ἡγουμένου τῆς Ῥαϊθοῦ
Προηγούμενο: Περί τοῦ Ἀββᾶ Ἰωάννου ἡγουμένου τοῦ Σινᾶ ὄρους, ἤγουν, τοῦ τῆς Κλίμακος.
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος