Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΙΩΑΝΝΗΣ ΙΩΑΝΝῌ ΧΑΙΡΕΙΝ
Προηγούμενο: Τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ συγγραφέως τῆς Κλίμακος.
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

Α ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ – Τοῦ ἡγουμένου τῆς Ῥαϊθοῦ

Πρὸς Ἰωάννην ἀξιάγαστον τὸν Σιναίου ὄρους ἡγούμενον.

Τῷ ὑπερφυεστάτῳ καὶ ἰσαγγέλῳ Πατρὶ Πατρῶν καὶ διδασκάλῳ τῷ ὑπὲρ λίαν, ὁ ἁμαρτωλὸς τῆς Ῥαϊθοῦ ἡγούμενος ἐν Κυρίῳ χαίρειν.

Γινώσκοντες ἡμεῖς οἱ εὐτελεῖς τὴν ἐν Κυρίῳ ἀδιάκριτόν σοῦ περὶ πάντων, ὡς καὶ ἐν πάσαις ἀρεταῖς κατακεκοσμημένην ὑπακοήν, καὶ μάλιστα ὅπου δ’ ἂν ἐπικερδῆσαι τῷ παρὰ Θεοῦ δοθέντι σοι ταλάντῳ δέοι, εὐτελεῖ ὣς ἀληθῶς, καὶ οἰκτρᾷ κεχρήμεθα συλλαβῇ τὸ εἰρημένον ἐν νῷ λαβόντες· Ἐρώτησον γάρ, φησί, τὸν πατέρα σοῦ, καὶ ἀναγγελεῖ σοί· τοὺς πρεσβυτέρους σοῦ, καὶ ἐροῦσί σοί. Τούτου ἕνεκεν ὡς κοινῷ πάντων πατρὶ πρεσβυτέρῳ τὲ παρὰ πάντας ἓν τε τῇ ἀσκήσει καὶ τῇ ἀγχινοίᾳ, καὶ διδασκάλῳ ἀρίστῳ, διὰ τῶνδε ἡμῶν τῶν γραμμάτων, τὴν σὴν καθικευτεύομεν τῶν ἀρετῶν κορωνίδα, τοῦ ἐπιστεῖλαι ἡμῖν τοῖς ἀμαθέσιν, ἅπερ ἐν τῇ θεοπτίᾳ κατὰ τὸν πάλαι Μωσέα ἐν τῷ αὐτῷ ὄρει τεθέασαι, καὶ οἱονεὶ πλάκας θεογράφους τῇ πάρ’ αὐτοῦ ἐπιστελλομένῃ πρὸς ἡμᾶς τιμίᾳ δέλτῳ ἐνθέμενον, εἰς διδασκαλίαν τοῦ νέου Ἰσραήλ, ἀρτίως τῶν νοητῶν Αἰγυπτίων καὶ τῆς θαλάσσης τοῦ βίου ἐξεληλυθότων. Τοίνυν ὥσπερ ἀντὶ ῥάβδου τῇ θεοῤῥήμονὶ σου γλώττῃ ἐν τῇ θαλάττῃ μετὰ Θεὸν ἐθαυματούργησας, καὶ τὰ νῦν μὴ ἀπαξιώσῃς παρακαλούμενος εὐκρινῶς τὰ δέοντα τῇ ἀπαξιώσῃς παρακαλούμενος εὐκρινῶς τὰ δέοντα τῇ μοναδικῇ πολιτείᾳ, καὶ πρέποντα ἀόκνως ἐν Κυρίῳ πρὸς σωτηρίαν ἡμῖν ἐγχαράξαι, ὡς μέγας καθηγητὴς ἀληθῶς πάντων τῶν ἑλομένων τὴν τοιάνδε ἀγγελικὴν πολιτείαν, μὴ λογιζόμενος θωπείαν εἶναί τινα ἢ κολακείαν, τὰ πάρ’ ἡμῶν εἰρημένα. Ἐπίστασαι γάρ, ᾧ ἱερὰ ὄντως κορυφή, ὅτι ἀλλότρια καὶ λεγόμενον παρὰ πάντων. Διὸ πεποίθαμεν ἐν Κυρίῳ δέξασθαι ταχέως καὶ περιπτύξασθαι τὰ πάρ’ ἡμῶν ἐλπιζόμενα τίμια ταῖς πλαξὶν ἐγχαράγματα καθοδηγοῦντα ἀληθῶς τοὺς ἑπομένους ἀπλανῶς, καὶ καθάπερ κλῖμαξ ἐστηριγμένη μέχρι τῶν τοῦ οὐρανοῦ πυλῶν ἀναβιβάζουσα τοὺς προαιρομένους, ἀβλαβῶς καὶ ἀσινεῖς διαβαίνοντας καὶ ἀκωλύτως τὰ πνευματικὰ τῆς πονηρίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους, καὶ τοὺς ἄρχοντας τοῦ ἀέρος. Εἰ γὰρ Ἰακὼβ προβάτων ποιμὴν ὢν τὴν τοιαύτην φοβερὰν ὀπτασίαν ἐν τῇ κλίμακι τιθέαται, πόσῳ μᾶλλον ὁ λογικῶν θρεμμάτων προϊστάμενος, οὐκ ὀπτασίαν μόνον, ἀλλὰ καὶ ἔργῳ, καὶ ἀληθείᾳ ἀπλανῇ ἄνοδον πρὸς τὸν Θεὸν πᾶσιν ὑποδείξειεν;

Ἔῤῥωσο ἐν Κυρίῳ τιμιώτατε Πάτερ.



Ἑπόμενο: ΙΩΑΝΝΗΣ ΙΩΑΝΝῌ ΧΑΙΡΕΙΝ
Προηγούμενο: Τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ συγγραφέως τῆς Κλίμακος.
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος