Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΠΡΟΛΟΓΟΣ
Προηγούμενο: Α ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ – Τοῦ ἡγουμένου τῆς Ῥαϊθοῦ
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΙΩΑΝΝΗΣ ΙΩΑΝΝῌ ΧΑΙΡΕΙΝ

Ὑπεδεξάμην ὡς πρέπουσαν τῷ σεμνῷ σοῦ καὶ ἀπαθεῖ βίῳ καὶ τῇ καθαρᾷ καὶ τεταπεινωμένῃ σοῦ καρδίᾳ, ἥνπερ πρὸς ἡμᾶς τοὺς πτωχοὺς καὶ πένητας τῶν ἀρετῶν ἀπέσταλκας τιμίαν σοῦ συλλαβήν, μᾶλλον δὲ ἐπιταγήν, καὶ ὑπὲρ τὴν ἡμετέραν ἰσχὺν κέλευσιν. Σὸν γὰρ ἦν ὄντως, σόν, καὶ τῆς σῆς ἱερᾶς ψυχῆς ἴδιον, τὸ πάρ’ ἡμῶν τῶν ἀπαιδεύτων, καὶ λόγῳ καὶ ἔργῳ ἀμαθῶν, διδασκαλίας, καὶ νουθεσίας λόγον αἰτήσασθαι. Σεσυνήθικε γὰρ ἀεὶ ἡμῖν δι’ ἑαυτῆς τύπον ταπεινοφροσύνης ὑποδεικνύειν. Πλὴν νῦν κἀγὼ ἐκεῖνο ἐρῶ, ὡς, εἰ μὴ φόβος, καὶ πολὺς ὁ κίνδυνος, τῆς μητρὸς πασῶν τῶν ἀρετῶν ὑπακοῆς τῆς ὁσίας τὸν ζυγὸν ἐξ ἑαυτῶν ἀποῤῥίψασθαι, ἐπῆρτο, οὐκ ἂν ἀλόγως ἐν τοῖς ὑπὲρ δύναμιν κατετολμήσαμεν. Ἔδει γὰρ σέ, ᾧ θαυμάσιε Πάτερ, ἔδει ταῦτα πυθόμενον παρὰ τῶν εὖ εἰδότων μαθεῖν· ἡμεῖς γὰρ ἐν τῇ τῶν μαθητευομένων τάξει καθεστήκαμεν. Ἀλλ’ ἐπειδὴ τοῦτο οἱ καθ’ ἡμᾶς θεοφόροι, καὶ τῆς ὄντως γνώσεως μύσται ὑπακοὴν ὁρίζονται ἐν τοῖς ὑπὲρ δύναμιν ἀδιστάκτως τοῖς προστάττουσι πείθεσθαι, ἰδοὺ τὰ καθ’ ἑαυτοὺς περειιδόντες εὐσεβῶς ἐν τοῖς ὑπὲρ ἑαυτοὺς ταπεινῶς τὴν ἐγχείρησιν πεποιήκαμεν· οὐχ ὣς τὶ σοι χρησιμεῦσον, ἢ δηλοῦν ἐκεῖνο, ὅπερ καὶ σὺ οἶσθα οὐχ ἧττον ἡμῶν, ᾧ ἱερὰ κορυφὴ (πέπεισμαι γὰρ οὐκ ἔγωγε μόνον, οἶμαι δὲ καὶ τῶν εὐφρονοῦντων ἕκαστος, καθαρεύειν σοῦ τὸν τῆς διανοίας ὀφθαλμὸν ἀπὸ πάσης γεώδους καὶ σκοτεινῆς τῶν σκοτεινῶν ἐπιχύσεως, καὶ ἀπαραποδίστως τῷ θείῳ φωτὶ ἐπιβάλλειν τέ, καὶ ὕπ’ αὐτοῦ καταυγάζεσθαι)· ἀλλὰ τὸν ἐκ τῆς παρακοῆς θάνατον ἐκδειματούμενος, καὶ ὕπ’ αὐτοῦ ὥσπερ εἰς ὑπακοὴν συνωθούμενος, πρὸς τὴν πανόσιόν σου κέλευσιν φόβῳ καὶ πόθῳ ἐλήλυθα, ὡς εὐγνώμων ὑπήκοος καὶ παῖς ἀχρεῖος ζωγράφου ἀρίστου, τῇ μὲν ψιλῇ ἡμῶν καὶ ἐξιτήλῳ γνώσει καὶ τῇ ἰσχνοφώνῳ προσφορᾷ διὰ μέλανος μόνου μονειδῶς τὰ ζῶντα ἐσκιακότες μόνον λόγια. Σοὶ δὲ λοιπόν, ᾧ διδασκάλων ἔξαρχε καὶ ταξιάρχα, κατελελοιπὼς ἐπικαλλωπίσαι καὶ τρανῶσαι, καὶ τὰ ἐλλείποντα, ὡς πληρωθῇ πλακῶν καὶ νόμου πνευματικοῦ ἀναπληρῶσαι. Οὐ σοὶ δέ, οὐδ’ αὐτὴν ἡμῶν τὴν ἐγχείρησιν ἐπέστειλα (ἄπαγε! τοῦτο γὰρ ἐσχάτης εὐηθείας ἂν εἴη τεκμήριον· ἱκανοῖς γὰρ ἐν Κυρίῳ, οὐχ ἑτέρους μόνον, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς ἐν τοῖς θείοις ἐμπεδοῦν ἤθεσί τε καὶ διδάγμασιν), ἀλλὰ τῇ σὺν ἡμῖν παρὰ σοί, ᾧ κρατίστων διδασκάλων κράτιστε, μαθητευομένῃ θεοκλήτῳ συνοδίᾳ, ἧς καὶ σοῦ δὲ ταῖς εὐχαῖς, ὥσπερ νοεραῖς τισιν ἐλπίσι τῆς ἀμαθείας κουφιζόμενος, τὸ τοῦ καλάμου ἱστίον τετανυκώς, τῷ καλῷ ὑμῶν συγκυβερνήτῃ τὸν τοῦ ἡμετέρου λόγου οἴακα μετὰ χεῖρας δεδωκώς, σὺν ἱκεσίᾳ πάσῃ τούτου πρὸς αὐτοὺς δι’ ὑμῶν ἀπέρχομαι, αἰτῶν τοὺς ἐντυγχάνοντας ἅπαντας, εἶ τὶς τι ἐν τούτῳ ὀνησιφόρον θεάσοιτο, τούτου τὸν καρπὸν τῷ ἀρίστῳ ἡμῶν ἐπιστάτῃ, ὡς εὐγνώμων, λογίσοιτο. Καὶ τὸν τῆς ἐγχειρήσεως, καὶ μόνης δοθῆναι παρὰ Θεοῦ ἐξαιτήσοιτο τὴν ἀντάμειψιν· οὐ τοῖς λεγομένοις ἐνατενίζων (εὐτελῆ γὰρ ἀληθῶς καὶ πάσης ἀγνωσίας ἀνάπλεα), ἀλλὰ τὴν τοῦ προσάγοντος ἀποδεχόμενος Κυριακὴν πρόθεσιν· οὐ γὰρ πλήθει δώρων καὶ καμάτων, ἀλλὰ πλήθει προθέσεως ὁ Θεὸς τοὺς μισθοὺς ἀποδίδωσι.



Ἑπόμενο: ΠΡΟΛΟΓΟΣ
Προηγούμενο: Α ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ – Τοῦ ἡγουμένου τῆς Ῥαϊθοῦ
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος