Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Πρῶτος — Περί ἀποταγῆς βίου
Προηγούμενο: ΙΩΑΝΝΗΣ ΙΩΑΝΝῌ ΧΑΙΡΕΙΝ
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΠΡΟΛΟΓΟΣ

Τοῖς ἐν τῇ βίβλῳ τῆς ζωῆς ἐν οὐρανοῖς ἀπογραφῆναι τὰ ἑαυτῶν ὀνόματα τρέχουσιν ἀρίστην δρόμου ὁδὸν ἡ παροῦσα βίβλος ὑποδεικνύειν πέφυκεν· ἐν αὐτῇ γὰρ διεξιόντες, εὑρήσομεν χειραγωγοῦσαν ἀπλανῶς τοὺς ἑπομένους, καὶ παντὸς ἀπὸ γηΐνων ἐπὶ τὰ ἅγια ἐστηριγμένην προβάλλουσαν, καὶ τὸν Θεὸν ἐπ’ αὐτῆς ἐστηριγμένον τῆς κορυφῆς ἐμφανίζουσαν· ἥνπερ, οἶμαί που, κλίμακα καὶ ὁ πτερνιστὴς τῶν παθῶν Ἰακὼβ ἐν τῇ ἀσκητικῇ εὐνῇ ἀναπαυόμενος τεθέαται. Ἀλλ’ ἐπιδῶμεν προθύμως καὶ πιστῶς, παρακαλῶ, καὶ ἡμεῖς τῆς νοερᾶς ταύτης καὶ οὐρανοδρόμου ἀνόδου· ἧς ἡ πρώτη βαθμίδων διδάσκει εὖ μάλα σαφῶς.

Ἐσκόπησεν ὄντως ἀρίστως μάλα, ὅτι ἰσάριθμον ἡμῖν τῆς τοῦ Κυρίου κατὰ σάρκα ἡλικίας ἀνάβασιν τεκτηνάμενος· τῶν τριάκοντα γὰρ αὐτοῦ ἐτῶν τῆς τελειώσεως τριάκοντα βαθμῶν ἡμῖν συμβολικῶς ἐδείματο κλίμακα· ἧς τὸν κύριον κατειληφότες χρόνον ἔννομοι καὶ ἄπτωτοι εὑρεθησόμεθα. Ὁ δ’ οὔπω τοῦτον πεφθακώς, νήπιος ἔτι, καὶ ἐν πάσῃ μαρτυρίᾳ καρδίας οὐκ ἀπόδεκτος εὑρεθήσεται. Ἡμεῖς δ’ ἀναγκαῖον ᾠήθημεν, τὸν τοῦ πανσόφου τούτου ἐνθάδε προτάξαι βίον, ἴν’ ὁρῶντες τοὺς κόπους, μὴ ἀπιστῶμεν τοῖς ὁράμασιν.

Λόγος ἀσκητικὸς τοῦ Ἀββᾶ Ἰωάννου τοῦ ἡγουμένου τῶν ἐν τῷ Σινᾷ ὄρει μοναχῶν, ὃν καὶ ἐπέστειλε τῷ ἀββᾷ Ἰωάννῃ τῷ ἡγουμένῳ τῆς Ῥαϊθοῦ, προτραπεὶς πάρ’ αὐτοῦ συντάξαι.



Ἑπόμενο: ΛΟΓΟΣ Πρῶτος — Περί ἀποταγῆς βίου
Προηγούμενο: ΙΩΑΝΝΗΣ ΙΩΑΝΝῌ ΧΑΙΡΕΙΝ
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος