Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Β΄ – Περὶ προσπαθείας, ἤγουν ἀλυπίας
Προηγούμενο: ΠΡΟΛΟΓΟΣ
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ Πρῶτος — Περί ἀποταγῆς βίου

Τοῦ ἀγαθοῦ καὶ ὑπεραγάθου καὶ παναγάθου ἡμῶν Θεοῦ, καὶ βασιλέως (καλὸν γὰρ ἐκ Θεοῦ πρὸς τοὺς Θεοῦ θεράποντας ἄρξασθαι), πάντων τῶν ὕπ’ αὐτοῦ κτισθέντων λογικῶν αὐτεξουσιότητος ἀξιώματι τιμηθέντων, οἱ μὲν εἰσιν αὐτοῦ φίλοι, οἱ δὲ γνήσιοι δοῦλοι, οἱ δὲ ἀχρεῖοι, οἱ δὲ πάντη ἀπεξενωμένοι, οἱ δέ, εἰ καὶ ἀσθενεῖς, ὅμως ἀντίδικοι. Καὶ φίλους μὲν κυρίως ἡμεῖς οἱ ἰδιῶται, ᾧ ἱερὰ κεφαλή, περὶ Θεοῦ ὑπειλήφαμεν, τὰς περὶ αὐτὸν νοερὰς τε καὶ ἀσωμάτους οὐσίας· γνησίως δὲ δούλους, πάντας τοὺς τὸ θέλημα αὐτοῦ ἀόκνως, καὶ ἀπαραλείπτως ποιοῦντας, καὶ ποιήσαντας· ἀχρείους δὲ δούλους, ὅσοι μὲν τοῦ βαπτίσματος ἀξιωθῆναι νομίζουσι, τὰς δὲ πρὸς αὐτὸν συνθήκας γνησίως οὐκ ἐφυλάξαντο· ξένους δ’ ἐπὶ Θεοῦ, καὶ ἐχθροὺς νοήσωμεν, ὅσοι ἢ ἄπιστοι, ἢ κακόπιστοι τυγχάνουσι. Πολέμιοι δ’ εἰσὶν οἱ μὴ μόνον τὸ τοῦ Κυρίου πρόσταγμα διακρουσάμενοι, καὶ ἐξ ἑαυτῶν ἀποῤῥίψαντες, ἀλλὰ καὶ τοὺς τοῦτο κατεργαζομένους ἰσχυρῶς πολεμοῦντες. Ἐπεὶ οὖν πάντων τῶν προειρημένων ἕκαστος ἴδιόν τινα, καὶ πρέποντα λόγον κέκτηνται, ἡμῖν δὲ τοῖς ἀμαθέσιν οὐ λυσιτελὲς ἐπὶ τοῦ παρόντος τὰ τοιάδε διεξέρχεσθαι, φέρε δή, φέρε ἡμεῖς νῦν πρὸς τοὺς εὐσεβῶς ἡμᾶς τυραννήσαντας, καὶ πιστῶς βιασαμένους τοῖς αὐτῶν προστάγμασι, Θεοῦ γνησίους δούλους, τὴν ἑαυτῶν ἀνάξιον χεῖρα δι’ ὑπακοῆς ἀδιακρίτου ἐκτείναντες, καὶ παρὰ τῆς αὐτῶν γνώσεως τὸν τοῦ λόγου κάλαμον δεξάμενοι, τῇ σκυθρωπῇ καὶ λαμπούσῃ ταπεινοφροσύνῃ βάψαντες, ἐν ταῖς λείαις, καὶ λευκαῖς αὐτῶν καρδίαις, ὥσπερ ἓν τισι χάρταις, μᾶλλον δὲ πλαξὶ πνευματικαῖς τοῦτον ἀναπαύσαντες, τὰ θεῖα λόγια, μᾶλλον δὲ σπέρματα διαζωγραφοῦντες λέγωμεν ὧδε.

Πάντων τῶν προαιρουμένων ὁ Θεὸς πάντων ἡ ζωή· πάντων ἡ σωτηρία πιστῶν, ἀπίστων· δικαίων, ἀδίκων· εὐσεβῶν, ἀσεβῶν· ἀπαθῶν, ἐμπαθῶν· μοναχῶν, κοσμικῶν· σοφῶν, ἰδιωτῶν· ὑγιῶν, ἀσθενῶν· νέων, προβεβηκότων. Ὥσπερ φωτὸς χύσις, καὶ ἡλίου θέα, καὶ ἀέρων ἐναλλαγή, καὶ ἀλλοίωσις οὐκ ἔστιν· «Οὐ γὰρ προσωποληψία παρὰ Θεῷ». Ἀσεβὴς ἐστιν, φύσις λογική, θνητή, ἑκουσίως τὴν ζωὴν ἀποφεύγουσα, καὶ τὸν οἰκεῖον Ποιητήν, τὸ ἀεὶ ὄντα, οὐκ ὄντα λογιζομένη. Παράνομός ἐστιν, ὁ τὸν νόμον τὸν ἐκ Θεοῦ μέτ’ οἰκείας κακονοίας κατέχων, καὶ μεθ’ αἱρέσεως ἐναντίας πιστεύειν Θεῷ νομίζων. Χριστιανὸς ἐστιν, μίμημα Χριστοῦ κατὰ τὸ δυνατὸν ἀνθρώπων, λόγοις, καὶ ἔργοις καὶ ἐννοίᾳ εἰς τὴν Ἁγίαν Τριάδα ὀρθῶς, καὶ ἀμέμπτως πιστεύων. Θεοφιλὴς ἐστιν ὁ πάντων τῶν φυσικῶν, καὶ ἀναμαρτήτων ἐν μετουσίᾳ ὑπάρχων· καὶ τῶν κατὰ δύναμιν ἀγαθῶν μὴ ἀμελῶν. Ἐγκρατὴς ἐστιν ὁ ἐν μέσῳ πειρασμῶν, καὶ παγίδων, καὶ θορύβων ἀπηλλαγμένου τρόπους πάσῃ δυνάμει μιμεῖσθαι φιλονεικῶν. Μοναχὸς ἐστιν, τάξις καὶ κατάστασις ἀσωμάτων, ἐν σώματι ὑλικῷ καὶ ῥυπαρῷ ἐπιτελουμένη. Μοναχὸς ἐστιν ὁ μόνον τῶν τοῦ Θεοῦ ἐχόμενος ὅρων, καὶ λόγων ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι. Μοναχὸς ἐστιν βίᾳ φύσεως διηνεκής, καὶ φυλακὴ αἰσθήσεων ἀνελλιπής. Μοναχὸς ἐστιν ἡγνισμένον σῶμα, καὶ κεκαθαρμένον στόμα, καὶ πεφωτισμένος νοῦς. Μοναχὸς ἐστιν κατώδυνος ψυχὴ ἐν διηνεκεῖ μνήμῃ θανάτου ἀδολεσχοῦσα, καὶ ὑπνώττουσα, καὶ γρηγοροῦσα. Ἀναχώρησις κόσμου ἐστὶν ἑκούσιον μῖσος ἐπαινουμένης ὕλης, καὶ ἄρνησις φύσεως δι’ ἐπιτυχίαν τῶν ὑπὲρ φύσιν. Πάντες οἱ τὰ τοῦ βίου προθύμως καταλιπόντες, πάντως ἢ διὰ τὴν μέλλουσαν βασιλείαν· ἢ διὰ πλῆθος ἁμαρτημάτων· ἢ διὰ τὴν εἰς Θεὸν ἀγάπην τοῦτο πεποιήκασιν. Εἰ δ’ οὐδεὶς τῶν προειρημένων σκοπῶν αὐτοῖς προηγήσατο, ἄλογος ἡ τούτων ἀναχώρησις καθέστηκε. Πλὴν τὸ πέρας τοῦ δρόμου ὁποῖον καθέστηκε, ὁ καλὸς ἡμῶν ἀγωνοθέτης ἐκδέχεται. Μιμείσθω ὁ τὸ ἑαυτοῦ φορτίον τῶν ἁμαρτημάτων σκορπίσαι τοῦ κόσμου ἐξεληλυθώς, τοὺς πρὸ τῶν τάφων καθημένους ἔξω τῆς πόλεως. Καὶ μὴ παύσηται τῶν θερμῶν, καὶ διαπύρων σταγόνων, καὶ ἀφώνων ὀλολυγμῶν τῆς καρδίας, ἕως οὗ ἴδῃ καὶ αὐτὸς τὸν Ἰησοῦν ἐληλυθότα, καὶ τὸν λίθον τῆς πυρώσεως ἐκ τῆς καρδίας ἀποκυλίσαντα· καὶ τὸν νοῦν ἡμῶν Λάζαρον τῶν σειρῶν τῶν ἁμαρτημάτων λύσαντα, καὶ τοῖς ὑπουργοῖς ἀγγέλοις. Λύσατε αὐτὸν ἐκ τῶν παθῶν, καὶ ἄφετε ὑπάγειν πρὸς τὴν μακαρίαν ἀπάθειαν, κελεύσαντα. Εἰ δὲ μὴ οὕτως, οὐδὲν ὠφέλημα. Ὅσοι ἐξ Αἰγύπτου, καὶ τοῦ Φαραῶ ἐξελθεῖν, καὶ φυγεῖν βουλόμεθα, πάντως Μωσέως τινὸς καὶ ἡμεῖς μεσίτου πρὸς Θεόν, καὶ μετὰ Θεὸν δεόμεθα, ὅπως τε ὑπὲρ ἡμῶν μέσος πράξεως, καὶ θεωρίας ἑστὼς τὰς χεῖρας πρὸς Θεὸν ἐκτείνοι, ἵνα οἱ καθοδηγούμενοι τὴν τε θάλασσαν τῶν ἁμαρτημάτων περάσωσι, καὶ τὸν Ἀμαλὴκ τῶν παθῶν τροπώσωνται. Ἠπατήθησαν τοίνυν οἱ ἑαυτοὺς ἀποδιδόντες, καὶ μηδενὸς τοῦ προηγουμένου χρήζειν ὑπονοήσαντες. Οἱ μὲν ἐξ Αἰγύπτου ἐξιόντες, Μωσέα· οἱ δὲ ἐκ Σοδόμων ἐκφυγόντες, ἄγγελον τὸν καθηγοῦντα ἐκέντηντο. Καὶ οἱ μὲν τοῖς τὰ ψυχικὰ πάθη ἰωμένοις δι’ ἐπιμελείας ἰατρῶν ἐοίκασιν. Οἵτινες εἰσιν οἱ ἐξ Αἰγύπτου ἐκπορευόμενοι. Οἱ δὲ τὴν τοῦ δυστήνου σώματος ἀκαθαρσίαν ἐπιποθοῦσιν ἐκδύσασθαι. Διὸ καὶ ἀγγέλου ἢ γοῦν ἰσαγγέλου, ἵνα οὕτως εἴπω, τοῦ συμβοηθοῦντος ἐπιδέονται. Καὶ γὰρ τὴν σηπεδόνα τῶν τραυμάτων, τεχνίτου λίαν, καὶ ἰατροῦ ἐπιδεόμεθα. Βίας ἀληθῶς καὶ ἀπαύστων ὀδυνῶν οἱ εἰς οὐρανὸν μετὰ σώματος ἀνελθεῖν ἐπιχειρήσαντες δέονται· καὶ μάλιστα ἐν προοιμίοις αὐτοῖς τῆς ἀποταγῆς ἄχρις οὗ τὸ φιλήδονον ἡμῶν ἦθος καὶ ἀνάλγητος καρδία, εἰς φιλοθεΐαν, καὶ ἁγνισμὸν διὰ πένθους ἐναργοῦς κατασταθῶσι. Μόχθος γὰρ ὄντως, μόχθος καὶ πολλῇ καὶ ἀόρατος ἡ πικρία καὶ μάλιστα τοῖς ἀμελῶς διακειμένοις, ἄχρις οὗ τὸν φιλομάκελλον κύνα νοῦν, καὶ φιλόβρομον, φίλαγνόν τινα καὶ φιλεπίσκοπον, δι’ ἁπλότητος, καὶ ἀοργησίας βαθείας, καὶ ἐπιμελείας ποιήσωμεν. Πλὴν θαρσῶμεν οἱ ἐμπαθεῖς καὶ ἀδυνάμενοι, πίστει ἀδιστάκτῳ τὴν ἡμετέραν ἀσθένειαν, καὶ ψυχικὴν ἀδυναμίαν τῇ χειρὶ ἡμῶν, τῇ δεξιᾷ Χριστῷ προσφέροντες, καὶ ἐξομολογούμενοι· καὶ πάντως τὴν αὐτοῦ βοήθειαν, καὶ ὑπὲρ τὴν ἑαυτῶν ἀξίαν κομιζόμεθα ἐν βυθῷ μέντοι ταπεινοφροσύνης ἑαυτοὺς διηνεκῶς καταφέροντες. Γινωσκέτωσαν πάντες οἱ ἐν τῷ καλῷ ἀγῶνι τούτῳ τῷ σκληρῷ καὶ στενῷ καὶ ἐλαφρῷ προσερχόμενοι, ὡς εἰς πῦρ προσεληλύθασιν εἰσπηδῆσαι, εἴπερ πῦρ ἀϋλον ἐν ἑαυτοῖς ἐνοικῆσαι ἐκδέχονται. Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτόν, καὶ εἴθ’ οὕτως ἐκ τοῦ ἄρτου αὐτῆς τοῦ μετὰ πικρίδων, καὶ ἐκ τοῦ ποτηρίου αὐτῆς τοῦ μετὰ δακρύων ἐσθιέτω, καὶ πινέτω, ἵνα μὴ εἰς κρῖμα ἑαυτῷ στρατεύηται. Εἰ οὐ πᾶς ὁ βαπτιζόμενος σέσῳσται, τὸ ἑξῆς σιωπήσομαι, πάντα ἀπαρνήσονται, πάντα καταφρονήσουσι πάντα καταγελάσονται πάντα ἐκτινάξονται οἱ προσερχόμενοι, ἵνα καλὸν θεμέλιον καταβάλωνται. Καλὸς τρίδομος καὶ τρίστυλος θεμέλιος ἀκακίᾳ, νηστείᾳ, σωφροσύνῃ. Πάντες οἱ ἐν Χριστῷ νήπιοι διὰ τούτων ἀρχέσθωσαν τεκμήριον λαμβάνοντες τὰ αἰσθητὰ νήπια. Οὐδὲν γίνεται παρὰ ἐκείνοις δεινόν, οὐδὲν ὕπουλον εὑρεθήσεταί ποτε. Οὐ κόρος ἀκόρεστος· οὐ γαστὴρ ἀχόρταστος· οὐ σῶμα πυρούμενον. Ἴσως γὰρ κατὰ τὴν αὔξησιν τῆς τροφῆς λοιπὸν προκόπτονται καὶ τὴν πύρωσιν προσλαμβάνονται. Μισητὸν ἀληθῶς καὶ ἐπικίνδυνον τὸ ἐξ εἰσόδου τῆς πάλης χαυνωθῆναι τὸν παλαίοντα, πᾶσι διδόντα τεκμήριον τῆς ἑαυτοῦ σφαγῆς. Ἔστω ἡμῖν πάντως ἐκ τῆς στεῤῥᾶς ἀρχῆς, καὶ ἐν τῇ μέτ’ αὐτὴν χαυνῶσει ὠφέλεια. Ψυχὴ γὰρ ἀνδρισάμενη, καὶ ὑποχαλάσασα, ὑπὸ τῆς μνήμης τῆς ἀρχαίας σπουδῆς, ὡς ὑπὸ κέντρου πλήσσεται. Διὸ καὶ ἐκ τούτου πολλάκις τινὲς ἑαυτοὺς ἀνεπτέρωσαν. Ὁπότ’ ἂν ἡ ψυχὴ ἑαυτὴν προδοῦσα τὴν θέρμην ἀπολέσῃ τὴν μακαρίαν καὶ ἐπήρατον, ζητησάτω ἐπιμελῶς ἐκ ποίας αἰτίας αὐτῆς ἐστέρηται, καὶ κάτ’ ἐκείνης ὅλον τὸν πόθον, καὶ τὴν σπουδὴν ἀναλαβέτω. Οὐκ ἔστι γὰρ δι’ ἑτέρας πύλης αὐτὴν ἐπαναστρέψαι, εἰ μὴ δι’ ἧς καὶ ἐξελήλυθεν. Ὁ μὲν ἐκ φόβου τὴν ὑποταγὴν ποιησάμενος, ἴσως τῷ καιομένῳ θυμιάματι προσέοικεν, ἐν ἀρχαῖς μὲν ἐξ ἀρξάμενον ὕστερον δὲ εἰς καπνὸν καταλῆξαν· ὁ δὲ ἐκ μισθοῦ, ὀνικὸς μύλος καθίσταται, διὰ παντὸς ὡσαύτως κινούμενος ὁ δὲ ἐξ ἀγάπης θείας τὴν ἀναχώρησιν ποιούμενος, εὐθέως πῦρ ἐν προοιμίοις κέκτηται· καὶ ἴσως ἐν ὕλῃ βληθέν, κατὰ πρόσωπον σφοδροτέραν τὴν πλίνθους οἰκοδομοῦντες. Καὶ εἰσιν ἕτεροι, οἳ ἐπάνω γῆς στύλους ἑδραίωσαν· καὶ εἰσὶν ἄλλοι μικρὸν πεζεύσαντες, καὶ τῶν νεύρων, καὶ ἁρμῶν θαλφθέντες, ὀξυτέρως ἐβάδισαν, ὁ νοῶν νοείτω λόγον συμβολικόν. Ὡς ὑπὸ Θεοῦ καὶ βασιλέως κληθέντες προθύμως δράμωμεν, μήπως ὀλιγοχρόνιοι ὄντες ἐν ἡμέρᾳ θανάτου ἄκαρποι εὑρεθῶμεν, καὶ τῷ λιμῷ τελευτήσωμεν. Εὐαρεστήσωμεν Κυρίῳ ὡς στρατιῶται βασιλεῖ. Μετὰ γὰρ στρατιὰν τότε τὴν ἀκριβῆ δουλείαν ἀπαιτούμεθα. Φοβηθῶμεν τὸν Κύριον ὡς τὰ θηρία. Εἶδον γὰρ ἄνδρας συλῆσαι πορευθέντας καὶ Θεὸν μὲν οὐκ ἐφοβήθησαν, κυνῶν δὲ φωνὴν ἐν τῷ τόπῳ ἀκούσαντες εὐθέως ὑπέστρεψαν. Καὶ ὅπερ φόβος Θεοῦ οὐκ ἐποίησε, τοῦτο φόβος θηρίων ἴσχυσεν. Ἀγαπήσωμεν τὸν Κύριον, ὡς τοὺς φίλους σεβόμεθα. Εἶδον γὰρ πολλάκις τινὰς τὸν Θεὸν λυπήσαντας, καὶ οὐδεμίαν μέριμναν περὶ τούτου ἐσχηκότας· καὶ εἶδον τοὺς αὐτούς, τοὺς ἑαυτῶν ἀγαπητοὺς ἓν τινι ψιλῷ παραπικράσαντας, καὶ πᾶσαν ἐξομολόγησιν δι’ ἑαυτῶν, διὰ φίλων, διὰ δώρων ποιήσαντας, ἵνα εἰς τὴν ἀρχαίαν ἀγάπην ἐπιστρέψωσιν. Ἐν αὐταῖς ταῖς ἀρχαῖς τῆς ἀποταγῆς πάντως μετὰ κόπου, καὶ πικρίας τὰς ἀρετὰς κατεργαζόμεθα προκόψαντες δὲ λοιπόν, ἀλύπως ἐν αὐταῖς, καὶ μικρὸν λυπούμενοι διακείμεθα. Ὅταν δὲ τὸ θνητὸν ἡμῶν φρόνημα καταποθῇ, καὶ κυριευθῇ ὑπὸ τῆς προθυμίας, τὸ λοιπὸν μετὰ πάσης χαρᾶς, καὶ σπουδῆς, καὶ πόθου, καὶ φλογὸς θείας αὐτὰς κατεργαζόμεθα. Καθόσον ἐπαινετοὶ οἱ εὐθέως ἐκ προοιμίων μετὰ πάσης χαρᾶς, καὶ προθυμίας τὰς ἐντολὰς ἐκτελοῦντες· κατὰ τοσοῦτον ἐλεεινοί, οἱ ἐν τῇ ἀσκήσει χρονίσαντες, καὶ ἔτι μετὰ κόπου αὐτὰς μετερχόμενοι, κἂν μετέρχονται. Μηδὲ τὰς περιστατικὰς ἀποταγὰς βδελυξώμεθα ἢ κατακρίνωμεν. Εἶδον γὰρ τινὰς φεύγοντας, καὶ ἀκουσίως τῷ βασιλεῖ προσερχομένους, καὶ ἀπαντῶντας προσερχομένῳ, καὶ τούτῳ λοιπὸν ἀκουσίως ὀψικεύσαντας, καὶ ἐν τῷ παλατίῳ αὐτῷ συνεισελθόντας, καὶ τούτῳ συναριστήσαντας. Εἶδον σπόρον ἐν γῇ ἀκουσίως ἐκπεσόντα, καὶ καρπὸν πολύν, καὶ εὐθαλῆ πεποιηκότα· ὥσπερ καὶ ἔμπαλιν. Εἶδον ἐν ἰατρείῳ τινὰ κατὰ ἑτέραν χρείαν παραγενόμενον, καὶ ὑπὸ τοῦ ἰατροῦ ἀστειότητι κρατηθέντι, καὶ ἀποστυφθέντα, καὶ τὴν ἐπικειμένην τῷ φωτὶ αὐτοῦ ἀχλὺν ἀποβαλόντα· καὶ γέγονε τὰ ἀκούσια τῶν ἐν τισιν ἑκουσίων βεβαιότερα, καὶ κυριώτερα. Μηδεὶς βάρος καὶ πλῆθος ἁμαρτιῶν προφασιζόμενος, ἀνάξιον ἑαυτὸν τοῦ μοναχικοῦ ἐπαγγέλματος ἀποκαλεῖτο· καὶ δία ἡδυπάθειαν ἑαυτὸν εὐτελίζειν νομιζέτω, προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις. Ὅπου γὰρ πολλῇ ἡ σηπεδών, ἐκεῖ καὶ μεγάλης ἰατρείας χρεία, ἵνα τὸν ῥύπον ἀπόθηται. Οἱ γὰρ ὑγιαίνοντες ἐν ἰατρείῳ οὗ παραγίνονται. Εἰ βασιλέως αὐτοῦ δουλείαν στρατεῦσαι θελήσαντος, οὐκ ἀναμένομεν, οὐ προφασιζόμεθα· ἀλλὰ πάντα καταλείψαντες προθύμως αὐτὸν καταφθάνομεν· πρόσχωμεν ἑαυτοῖς, μήπως τοῦ Βασιλέως τῶν βασιλέων, καὶ Κυρίου τῶν κυρίων, καὶ Θεοῦ τῶν θεῶν καλοῦντος ἡμᾶς εἰς τὴν οὐράνιον ταύτην τάξιν, ἐξ ὀκνηρίας, καὶ ῥᾳθυμίας παραιτησώμεθα καὶ ἐν τῷ μεγάλῳ βήματι εὑρεθῶμεν ἀναπολόγητοι· δυνατὸν μὲν γὰρ καὶ δεδεμένον τοῖς τοῦ βίου πράγμασι, καὶ σιδηραῖς φροντίσι βαδίζειν, ἀλλὰ δυσχερῶς. Ἐπεὶ καὶ οἱ σίδηρα περικείμενοι ἐν τοῖς ποσὶν πολλάκις βαδίζουσιν. Ἀλλὰ συνεχῶς προσκόπτουσι, καὶ τραύματα ἐκ τούτου δέχονται. Ὁ γὰρ ἄγαμος ἐν τῷ κόσμῳ μόνοις τοῖς πράγμασι δεδεμένος, τῷ ἐν χερσὶ τὰ κλοιὰ περικειμένῳ ἔοικε (διὸ καὶ ὅτε βούλεται δραμεῖν πρὸς τὸν μονήρη βιὸν οὐ κωλύεται)· ὁ δὲ γήμας, τῷ ἐν χερσὶ καὶ ποσὶ τοὺς δεσμοὺς περικειμένῳ.

Ἤκουσά τινων ἐν κόσμῳ ἀμελῶς διακειμένων, εἰρηκότων πρὸς με· Πῶς δυνάμεθα ὁμοζύγῳ συζῷντες, καὶ δημοσίαις φροντίσι περικείμενοι τὸν μοναδικὸν βίον μετελθεῖν; Πρὸς οὓς ἀπεκρίθημεν.

Πάντα ὅσα δύνασθε ποιεῖν ἀγαθά, ποιήσατε· μηδένα λοιδορήσετε· μηδένα κλέψητε· μηδενὶ ψεύσησθε· μηδενὸς κατεπαρθῆτε· μηδένα μισήσητε· τῶν συνάξεων μὴ χωρίζησθε· τοῖς δεομένοις συμπαθήσατε· μηδένα σκανδαλίσητε· ἀλλοτρίᾳ μερίδι μὴ προσεγγίσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις τῶν γυναικῶν ὑμῶν. Ἐὰν οὕτως ποιήσητε, οὐ μακρὰν ἔσεσθε τῆς βασιλείας τῶν οὐρανῶν. Προσδράμωμεν χαρᾷ καὶ φόβῳ τῷ καλῷ ἀγῶνι, μὴ δειλιῶντες τοὺς ἐχθροὺς ἡμῶν καθορῶσιν, εἰ καὶ οὐχ ὁρῶνται· κἂν ἴδωσιν αὐτὸ ἐκ δειλίας ἀλλοτριωθέν, τότε καθ’ ἡμῶν πικροτέρως ὁπλίζονται, νοήσαντες οἱ δόλιοι ὅτι ἐφοβήθημεν. Εὐψύχως οὖν πρὸς αὐτοὺς ὁπλισώμεθα· τῷ γὰρ μαχομένῳ προθύμως οὐδεὶς μάχεται. Οἰκονομικῶς ὁ Κύριος ἐκ τῶν νεοπαγῶν τοὺς πολέμους ἐκούφισεν, ἵνα μὴ ἐκ προοιμίων εὐθέως εἰς τὸν κόσμον ἐπαναλύσωσι. Διὸ χαίρετε ἐν Κυρίῳ πάντοτε, πάντες οἱ δοῦλοι Θεοῦ· τοῦτο πρῶτον σημεῖον ἐν ἑαυτοῖς τῆς τοῦ Δεσπότου ἀγάπης πρὸς ἡμᾶς γνωρίσαντες, καὶ ὡς αὐτὸς ὑμᾶς κέκληκεν.

Καὶ τοῦτο δὲ ποιῶν ὁ Θεὸς πολλάκις γνωρίζεται· ἰδὼν γὰρ ἀνδρείας ψυχὰς εὐθέως ἐκ προοιμίων ἐν αὐταῖς τοὺς πολέμους συνεχώρησε, στεφανῶσαι αὐτὰς συντόμως βουλόμενος. Ἀπέκρυψεν ὁ Κύριος ἀπὸ τῶν ἐν κόσμῳ τὴν τοῦ σταδίου δυσχέριαν, μᾶλλον δὲ εὐχέρειαν. Εἰ γὰρ ταύτην ἔγνωσαν, οὐκ ἂν ἀπετάσσετο πᾶσα σάρξ. Δίδου κόπους νεότητός σοῦ προθύμως Χριστῷ, καὶ χαρήσῃ ἐν γήρᾳ ἐπὶ πλούτῳ ἀγαθείας· τὰ ἐν νεότητι συναγόμενα ἐν τῷ γήρᾳ τοὺς ἐξατονήσαντες τρέφουσι,καὶ παραμυθοῦνται. Κάμωμεν νέοι ζεόντως, δράμωμεν νηφόντως· ὁ γὰρ θάνατος ἄδηλος· πονηροὺς ἀληθῶς καὶ χαλεπούς, δολίους, πανούργους μετὰ χεῖρας πῦρ κατέχοντας, καὶ τὸν ναὸν τοῦ Θεοῦ ἐμπρῆσαι ἐπιθυμοῦντας διὰ τῆς φλογὸς τῆς ἐν αὐτῷ, δυνατούς, καὶ ἀΰπνους, ἀΰλους, ἀοράτους ἐχθροὺς ἔχομεν. Μηδεὶς νέος ὑπάρχων τοὺς ἐχθροὺς αὐτοῦ δαίμονας παραδέξηται λέγοντας· Μὴ σοῦ κατατρίψῃς τὴν σάρκα, ἵνα μὴ νόσοις καὶ ἀσθενείαις περιπέσῃς· μόλις γὰρ ἐν τῇ παρούσῃ μάλιστα γενεᾷ εὑρεθήσεται ὁ θανατῶσαι ταύτην προελόμενος· κἂν πολλῶν καὶ ἡδυνόντων βρωμάτων ἑαυτὸν στερήσειεν. Σκοπὸς δὲ τούτῳ τῷ δαίμονι αὐτὴν ἡμῶν τὴν ἐν τῷ σταδίῳ εἴσοδον χαύνη, καὶ ῥᾴθυμον ποιῆσαι· καὶ τὸ τέλος λοιπὸν τὴν ἀρχὴν ἁρμόδιον. Πρὸ πάντων τοῦτο καὶ ζητήσουσι, καὶ ποιήσουσιν οἱ ἐν Χριστῷ γνησίως δουλεῦσαι βουλόμενοι, ἵνα καὶ τοὺς τόπους, καὶ τοὺς τρόπους, καὶ τὰ καθίσματα, καὶ τὰ ἐπιτηδεύματα διὰ πνευματικῶν Πατέρων, καὶ οἰκείας ἐπιγνώσεως ἁρμόζοντα ἑαυτοῖς ἐπιλέξωνται. Οὐ γὰρ πάντων τὰ κοινόβια, διὰ τὸ λιχνῶδες· οὐδὲ πάντων τὰ ἡσυχαστήρια, διὰ τὸ θυμῶδες· ἕκαστος δὲ ἐπισκέψεται ἐν ποίῳ πεποίωται. Ἐν τρισὶ γενικωτάταις καταστάσεσι καθισμάτων ἅπασα ἡ μοναχικὴ πολιτεία περιέχεται· ἢ ἐν ἀθλητικῇ ἀναχωρήσει, καὶ μονίᾳ· ἢ μετὰ ἑνός, ἢ πολὺ δύο ἡσυχάζειν· ἢ ἐν κοινοβῖῳ ὑπομονητικῶς καθέζεσθαι. Μὴ ἐκκλίνῃς, φησὶν ὁ Ἐκκλησιαστής, εἰς τὰ δεξιά, ἢ εἰς τὰ ἀριστερά· ἀλλ’ ὁδῷ βασιλικῇ πορευθῇς· ἡ γὰρ μέση τῶν προειρημένων πολλοῖς ἁρμόδιος καθέστηκεν. Τῷ μὲν γὰρ μόνῳ, Οὐαί, φησίν, ὅτι ἐὰν πέσῃ εἰς ἀκηδίαν, ἢ ὕπνον, ἢ ῥαθυμίαν, ἢ ἀπόγνωσιν, οὐκ ἔστιν ὁ ἐγείρων αὐτὸν ἐν ἀνθρώποις. Ὅπου δὲ εἰσιν συνηγμένοι δύο, ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, ὁ Κύριος εἴρηκεν. Τὶς ἄρα ἐστὶν ὁ πιστός, καὶ φρόνιμος μοναχός, ὃς τὴν θέρμην τὴν ἑαυτοῦ ἐφύλαξεν ἄσβεστον· καὶ μέχρι τῆς αὐτοῦ ἐξόδου καθ’ ἡμέραν προστιθεὶς πῦρ πυρί, καὶ θέρμην θέρμῃ, καὶ σπουδὴν σπουδῇ, καὶ πόθον πόθῳ οὐκ ἐπαύσατο;

Ὁ ἐπιβεβηκὼς μὴ στραφῇς εἰς τὰ ὀπίσω.



Ἑπόμενο: ΛΟΓΟΣ Β΄ – Περὶ προσπαθείας, ἤγουν ἀλυπίας
Προηγούμενο: ΠΡΟΛΟΓΟΣ
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος