Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ ἐνυπνίων ἀκολουθούντων εἰσαγωσικοῖς.
Προηγούμενο: ΛΟΓΟΣ Β΄ – Περὶ προσπαθείας, ἤγουν ἀλυπίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ Γ ’ — Περὶ ξενιτείας

Ξενιτεία ἐστὶ κατάλειψις ἀνεπίστροφος πάντων τῶν ἐν τῇ πατρίδι, πρὸς τὸν τῇς εὐσεβείας σκοπὸν ἡμῖν ἀντιπραττόντων. Ξενιτεία ἐστὶν ἀπαῤῥησίαστον ἦθος, ἄγνωστος βίος, ἀθεώρητος σκοπός, ἀφανὴς λογισμός’ εὐτελείας ὄρεξις, στενοχωρίας ἐπιθυμία, πόθου θείου ὑπόθεσις, ἔρωτος πλῆθος, κενοδοξίας ἄρνησις, σιωπῆς βυθός. Πέφυκέ πως καὶ οὗτος ὁ λογισμὸς ἐν προοιμίοις τοῖς ἐρασταῖς Κυρίου ἀεννάως, καὶ ἐπιτεταμένως διενωχλεῖν ὡς ἐν θείῳ πυρί· λέγω δὲ ὁ τῶν ἰδίων μακρισμός, σκοπῷ εὐτελείας, καὶ θλίψεως, προτρεπόμενος τοὺς ἐραστὰς τοῦ τοιούτου καλοῦ. Πλὴν καθ’ ὅσον μέγας καὶ ἀξιέπαινός ἐστι, κατὰ τοσοῦτον πολλὴν καὶ τὴν διάκρισιν κέκτηται. Οὐ γὰρ πᾶσα ξενιτεία ἄκρως γενομένη καλή· εἰ πᾶς προφήτης ἄτιμος ἐν τῇ ἰδίᾳ πατρίδι, ὧς φησὶν ὁ Κύριος, σκοπήσωμεν μὴ πως γένηται ἡμῖν ξενιτεία κενοδοξίας ὑπόθεσις. Ξενιτεία γὰρ ἐστιν ὁ πάντων χωρισμός, διὰ τὸ τὸν λογισμὸν ποιῆσαι Θεοῦ ἀχώριστον. Ξενιτεία ἐστὶν ἀνεμπλήστου πένθους ἐραστής, καὶ ἐργάτης. Ξένος ἐστὶν ὁ πάσης ἰδίων καὶ ἀλλοτρίων σχέσεως φυγάς. Μὴ ἀνάμενε ἐπὶ τὴν μονίαν, ἢ ἐπὶ τὴν ξενιτείαν ἐπειγόμενος τὰς φιλοκόσμους ψυχάς· δι’ ὅτι ὁ κλέπτης ἀνυπονόητος. Πολλοὶ συσσῶσαι πειραθέντες ῥᾳθύμους καὶ ὀκνηροὺς συναπώλοντο, τοῦ πυρὸς τῷ χρόνῳ ἀποσβεσθέντος. Δεξάμενος φλόγα τρέχε. Οὐ γὰρ γινώσκεις, τό, πότε σβέννυται, καὶ ἐν σκοτίᾳ σὲ καταλήψει. Ἄλλους μὲν σῶσαι οὗ πάντες ἀπαιτούμεθα. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος «Ἄρα οὖν ἕκαστος ἡμῶν ἀδελφοί, περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ». Καὶ πάλιν, «Ὁ διδάσκων, φησίν, ἕτερον σεαυτὸν οὐ διδάσκεις». Ὥσπερ ἔλεγε. Περὶ ἄλλων μὲν οὐκ οἶδα, ἑαυτοὺς δὲ πάντες πάντως. Ξενιτεύων ἀσφαλίζου τὸν γυρευτήν, καὶ φιλήδονον δαίμονα. Ἡ γὰρ ξενιτεία ἀφορμὴν αὐτῷ δίδωσι. Καλὴ ἡ ἀπροσπάθεια, ταύτης δὲ ξενιτεία μήτηρ· ὁ ξενιτεύσας διὰ τὸν Κύριον, οὐκ ἔτι σχέσεις ἔσχηκεν, ἵνα μὴ φανῇ διὰ πάθη πλαζόμενος. Ὁ κόσμου ξενιτεύων, μηκέτι κόσμου προσψαύσης. Πεφύκασι γὰρ τὰ πάθη φιλεπίστροφα εἶναι. Ἐξορίζεται ἀκουσίως ἡ Εὖα τοῦ παραδείσου, καὶ μοναχὸς ἑκουσίως τῆς ἑαυτοῦ πατρίδος. Ἢ μὲν γὰρ πάλιν τοῦ ξύλου τῆς παρακοῆς ἐπιθυμεῖν ἔμελλεν· ὁ δὲ κίνδυνον ἐκ τῶν κατὰ σάρκα συγγενῶν πάντως ὑφίστατο. Ἀπόφευγε ὡς ἀπὸ μάστιγος, τοὺς τῶν πτωμάτων τόπους. Καρποῦ γὰρ μὴ παρόντος οὐ συνεχῶς ὀρεγόμεθα. Μηδὲ οὗτος ὁ τρόπος, καὶ δόλος τῶν κλεπτῶν λανθανέτω σε· ὑποβάλλουσι γὰρ ἡμῖν τῶν κοσμικῶν μὴ χωρίζεσθαι, πολὺν τὸν μισθὸν ἡμᾶς λέγοντες κομίζεσθαι, εἴπερ ὁρῶντες τὸ θῆλυ ἑαυτῶν κρατήσωμεν, οἷστισιν οὐ πείθεσθαι δεῖ, μᾶλλον δὲ τοὐναντίων ποιεῖν. Ὅταν τῶν οἰκείων ἡμῶν ἐπὶ χρόνον, ἢ χρόνους ἀναχωρήσαντες μικρὰν τινα εὐλάβειαν, ἢ κατάνυξιν, ἢ ἐγκράτειαν ἑαυτοῖς περιποιησώμεθα· τότε λοιπὸν οἱ λογισμοὶ τῆς ματαιότητος ἐπιστάντες πορεύεσθαι ἡμῖν πάλιν ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπιτρέπουσιν εἰς οἰκοδομὴν πολλῶν, φησίν, καὶ τύπον, καὶ ὠφέλειαν τῶν τὰς πράξεις ἡμῶν τὰς ἀθεμίτους σκοπούντων. Εἰ δὲ καὶ λόγου, καὶ φίλης γνώσεως εὐποροῦντες τυγχάνομεν, τότε λοιπὸν ὡς σωτῆρας ψυχῶν, καὶ διδασκάλους ἡμᾶς ἐν αὐτῷ κόσμῳ ὑποβάλλουσιν, ἵνα τὰ ἐν τῷ λιμένι συναχθέντα καλῶς, ἐν τῷ πελάγει κακῶς σκορπίσωσι. Μὴ τὴν γυναῖκα, ἀλλ’ αὐτὸν τὸν Λὼτ μιμεῖσθαι σπουδάσωμεν· ψυχὴ γὰρ στραφεῖσα ὅθεν ἐξῆλθεν, ὡς τὸ ἅλας μωρανθήσεται, καὶ ἀκίνητος λοιπὸν μένει. Φεῦγε Αἴγυπτον ἀμεταστρεπτί. Αἱ γὰρ στραφεῖσαι καρδίαι ἐκεῖ τὴν γῆν τῆς ἀπαθείας Ἱερουσαλὴμ οὐκ ἐθεάσαντο. Ἔστιν ἐν προοιμίοις διὰ τὸ νηπιῶδες ἀπολιπόντας τὰ οἰκεῖα, καὶ τελείως καθαρθέντας, πρὸς αὐτὰ συμφερόντως ἐπιστραφῆναι, ἴσως σκοπῷ τοῦ μετὰ τὸ σωθῆναι σῶσαι τινας. Καίπερ ἐκ Θεοῦ Μωσῆς ἐκεῖνος ὁ θεόπτης, πρὸς σωτηρίαν τοῦ ὁμοφύλου γένους ἀποσταλείς, πολλοὺς ἐν Αἰγύπτῳ τοὺς κινδύνους, ἤγουν ἐν τῷ κόσμῳ τοὺς σκοτασμοὺς ἔσχηκε. Καλὸν λυπῆσαι γονεῖς καὶ μὴ Κύριον· ὁ μὲν γὰρ καὶ ἔπλασε, καὶ ἔσωσεν· οἱ δὲ πολλάκις οὓς ἠγάπησαν, ἀπόλεσαν, καὶ τῇ κολάσει παρέδωκαν· ξένος ἐκεῖνος ἐστι· ὁ γνώσει καθήμενος. Οὐ μισοῦντες ἡμεῖς τοὺς οἰκείους ἑαυτῶν, ἢ τοὺς τόπους ἀναχωροῦμεν, μὴ γένοιτο! Ἀλλὰ τὴν ἐξ αὐτῶν ἡμῖν προσγινομένην βλάβην ἐκφεύγοντες. Ὡς ἐν πᾶσι, καὶ ἐν τούτοις γίνεται ἡμῖν Χριστὸς τοῖς ἀγαθοῖς διδάσκαλος. Φαίνεται γὰρ καὶ αὐτὸς τοὺς γονεῖς κατὰ σάρκα πολλάκις καταλιπών· καὶ παρὰ τινων ἀκούων· Ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοὶ σοῦ ζητοῦσι σέ· θᾶττον ὁ καλὸς ἡμῶν Κύριος, καὶ διδάσκαλος ἀπαθὲς μῖσος ὑπέδειξεν εἰπών· Μήτηρ μου, καὶ ἀδελφοὶ μου εἰσιν οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρὸς μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ἔστω σου πατὴρ ὁ πρὸς τὸ φορτίον τῶν ἁμαρτημάτων συγκοπιάσαι δυνάμενος, καὶ βουλόμενος, μήτηρ δέ, ἡ κατάνυξις, ἡ ἀποπλῦναί σε τοῦ ῥῦπου ἰσχύουσα· ἀδελφὸς δέ, ὁ πρὸς τὸν δρόμον τὸν ἄνω συμπονῶν καὶ συναμιλλώμενος· κτῆσαι σύμβιον ἀναπόσπαστον μνήμην θανάτου· τέκνα δὲ σοῦ φιλητὰ ἔστωσαν στεναγμοὶ καρδίας. Δοῦλον κτῆσαι σὸν σῶμα. Φίλους δὲ τὰς ἁγίας δυνάμεις, αἵτινες ἐν καιρῷ ἐξόδου ὠφελῆσαί σε δύνανται, ἐὰν φίλοι σοῦ γίνωνται. «Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον», πόθος Θεοῦ ἀπέσβεσεν πόθον γονέων. Ὁ δὲ λέγων ἀμφότερα ἔχειν, πεπλάνηκεν ἑαυτὸν ἀκούων τοῦ λέγοντος. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, καὶ τὰ ἑξῆς. Οὐκ ἦλθον, φησὶν ὁ Κύριος, εἰρήνην βαλεῖν ἐπὶ τῆς γῆς (γονέων πρὸς υἱοὺς καὶ ἀδελφοὺς δουλεῦσαί μοι προαιρουμένους), ἀλλὰ μάχην καὶ μάχαιραν, διχάσαι φιλοθέους ἐκ φιλοκόσμων· ὑλικοὺς ἐξ ἀΰλων, φιλοδόξους ἐκ ταπεινοφρόνων. Εὐφραίνεται γὰρ Κύριος ἐπ’ ἀμφιβολίᾳ καὶ χωρισμῷ, διὰ τὴν πρὸς αὐτὸν ἀγάπην γινομένῳ. Ὅρα ὅρα, μὴ πως ὑδάτων τὰ πάντα σοι πεπληρωμένα, φανῇ διὰ τὴν προσπάθειαν τῶν οἰκείων σοι ἀγαπητῶν, καὶ τῷ κατακλυσμῷ φιλονεικίας συναπέλθῃς. Μὴ οἰκτειρήσῃς γονέων ἢ φίλων δάκρυα· εἰ δὴ μή, αἰωνίως μέλλεις δακρύειν. Ὁπόταν σε περικυκλώσωσιν ὥσπερ μέλισσαι, μᾶλλον δὲ σφῆκες, θρῆνον οἱ ἴδιοι ποιούμενοι ἐπὶ σοί, συντόμως πρὸς τὸν θάνατον, καὶ τὰς πράξεις τὸ τῆς ψυχῆς ὄμμα ἀμεταστρέπτως ἀτένισον, ἵνα πόνον πόνῳ δυνηθῇς ἀποπέμψασθαι. Ὑπισχνοῦνται δολίως ἡμῖν οἱ ἡμῶν, καὶ οὐχ ἡμῶν, πάντα τὰ φίλα διαπράττεσθαι, σκοπὸς δὲ τούτοις τῷ ἀρίστῳ ἡμῶν ἐμποδίσαι δρόμῳ, εἶτ’ οὕτως λοιπὸν πρὸς τὸν οἰκεῖον σκοπὸν ἡμᾶς ἐπισπάσασθαι. Ἡ τῶν τόπων ἡμῶν ἀναχώρησις ἔστω, εἰς τὰ ἀπαρακλητικώτερα, καὶ ἀκενοδοξότερα, καὶ ταπεινότερα μέρη· εἰ δὲ μή, μετὰ πάθους πετόμεθα. Ἀπόκρυπτε εὐγένειαν, καὶ εὐδοξίαν μὴ ἀναπόμπευε, μὴ πως εὑρεθῇς ἕτερος μὲν ἐν τῷ σώματι, ἕτερος δὲ ἐν τοῖς πράγμασι διακείμενος. Οὐδεὶς τοσοῦτον τῇ ξενιτείᾳ ἐκδέδωκεν ἑαυτόν, ὡς ὁ μέγας ἐκεῖνος ὁ ἀκηκοώς. «Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σοῦ, καὶ ἐξ οἴκου τοῦ πατρὸς σοῦ»· καίπερ ἐν ἀλλογλῶσσῳ καὶ βαρβαρῶδει γῇ προσκαλούμενος. Ἔστιν ὅταν κατὰ τὸν μέγαν τοῦτον τινὰ ξενιτεύσαντα, ἐπὶ πλεῖον ὁ Κύριος ἐδόξασεν. Πλὴν εἰ καὶ δόξα θεόσδοτος καλὸν αὐτὴν διὰ θυρεοῦ ταπεινώσεως ἀποστρέφεσθαι. Ὁπηνίκα οἱ δαίμονες ὡς ἐπὶ μεγάλῳ κατορθώματι τῇ ξενιτείᾳ ἐπαινοῦσιν ἡμᾶς, ἢ καὶ οἱ ἄνθρωποι, τότε ἡμεῖς τοῦ δι’ ἡμᾶς ἐκ τοῦ οὐρανοῦ, εἰς τὴν γῆν ξενιτεύσαντος ἀναλαμβάνωμεν ἔννοιαν, καὶ εὑρήσομεν ἑαυτοὺς εἰς αἰῶνα αἰῶνος ἀναπληροῦν μὴ ἰσχύοντας. Χαλεπῇ ἡ πρὸς τινὰ τῶν οἰκείων, ἢ καὶ ξένων προσπάθεια, ἡ δυναμένη κατὰ μικρὸν ἐπὶ τὸν κόσμον ἡμᾶς ἐπισπάσασθαι, καὶ τὸ πῦρ ἡμῶν τῆς κατανύξεως τελείως ἀποψυχρῶσαι. Ὡς ἀμήχανον ἑνὶ μὲν ὀφθαλμῷ εἰς τὸν οὐρανόν, ἑνὶ δὲ εἰς τὴν γῆν νεύειν, οὕτως ἀδύνατον τῷ λογισμῷ καὶ τῷ σώματι ξενιτεύσαντα μὴ κινδυνεῦσαι κατὰ ψυχήν. Κόπῳ πολλῷ καὶ μόχθῳ κατορθοῦται ἐν ἡμῖν ἦθος χρηστὸν καὶ εὐκατάστατον, καὶ τῷ πολλῷ μόχθῳ κατορθούμενον δυνατὸν ἐν μιᾷ ῥοπῇ ἀπολέσθαι. «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαὶ καὶ κοσμικαί, καὶ ἄκοσμοι». Ὀ τοῖς κατὰ τὸν κόσμον μετὰ τὴν ἀποταγὴν συναναστρεφόμενος, ἢ πλησίον τυγχάνων πάντως, ἢ ἐν τοῖς αὐτῶν περιπεσεῖται βρόχοις, ἢ τὴν καρδίαν ἐν τῇ περὶ τούτων ἐννοίᾳ μολυνεῖ, ἢ μὴ μολυνόμενος τοὺς μολυνομένους κατακρίνων, καὶ αὐτὸς σὺν αὐτοῖς μολυνθήσεται.



Ἑπόμενο: Περὶ ἐνυπνίων ἀκολουθούντων εἰσαγωσικοῖς.
Προηγούμενο: ΛΟΓΟΣ Β΄ – Περὶ προσπαθείας, ἤγουν ἀλυπίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος