Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Δ' – Περὶ τῆς μακαρίας, καὶ ἀειμνήστου ὑπακοῆς
Προηγούμενο: ΛΟΓΟΣ Γ ’ — Περὶ ξενιτείας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

Περὶ ἐνυπνίων ἀκολουθούντων εἰσαγωσικοῖς.

Ὅτι μὲν τῆς ἡμετέρας γνώσεως ὁ νοῦς ἀτελὴς ὅλος, καὶ πάσης ἀγνοίας ἀνάπλεως, καὶ κρύπτειν ἀδύνατον. Λάρυγξ μὲν γὰρ βρώματα διακρίνει· ἀκοῇ δὲ νοήματα διαγινώσκει· ἀσθένειαν μὲν γὰρ ὀμμάτων ἐδήλωσεν ἥλιος· ἀγνωσίαν δὲ ψυχῆς ἐδήλωσε ῥήματα. Πλὴν ὁ τῆς ἀγάπης νόμος καὶ πρὸς τὰ ὑπὲρ δύναμιν ἐκβιαστής. Οὐκ οὖν οἶμαι· οὐδὲ γὰρ ὁρίζομαι· ἀκόλουθον μετὰ τοὺς τῆς ξενιτείας λόγους· μᾶλλον δὲ ἐν αὐτοῖς, μικρὰ περὶ τῶν ὀνείρων ἐντάξαι, ὅσον μηδὲ τούτου τοῦ δόλου τῶν δολίων ἀμυήτους ὑπάρχειν ἡμᾶς. Ἐνύπνιον ἐστι νοὸς κίνησις ἐν ἀκινησία σώματος. Φαντασία ἐστὶν ἀπάτη ὀφθαλμῶν ἐν κοιμωμένῃ διανοίᾳ· φαντασία ἐστὶν ἔκστασις νοὸς ἐγρηγορότος σώματος· φαντασία ἐστὶν ἀνυπόστατος θεωρία. Ἡ αἰτία δι’ ἣν μετὰ τὴν προλαβοῦσαν τάξιν περὶ ὀνείρων λέγειν ἠβουλήθημεν, πρόδηλος· ὅταν καταλείψαντες διὰ τὸν Κύριον τοὺς ἑαυτῶν οἴκους, καὶ οἰκείους, ξενιτείᾳ διὰ ἀγάπην Θεοῦ ἑαυτοὺς πωλήσωμεν, τότε λοιπὸν οἱ δαίμονες δι’ ἐνυπνίων θορυβεῖν δοκιμάσουσιν ἡμᾶς, τοὺς οἰκείους ἑαυτῶν ἡμῖν ὑποδεικνύοντες· ἢ κοπτομένους, ἢ θνήσκοντας, ἢ ὑπὲρ ἡμῶν κατεχομένους, καὶ σινομένους. Ὁ τοίνυν ὀνείροις πιστεύων ὅμοιός ἐστι τῷ τὴν σκιὰν ἑαυτοῦ κατατρέχοντι, καὶ ταύτην κατέχειν δοκιμάζοντι. Δαίμονες κενοδοξίας καθ’ ὕπνους προφῆται, τὰ μέλλοντα ὡς πανοῦργοι τεκμαιρόμενοι, καὶ ταῦτα ἡμῖν προευαγγελιζόμενοι· τῶν ὁραμάτων πεπληρωμένων ἡμεῖς ἐθαμβήθημεν, καὶ ὡς πλησίον τοῦ προγνωστικοῦ λοιπὸν ὑπάρχοντες χαρίσματος, τὸν λογισμὸν ἀνυψώσωμεν. Ἐν τοῖς πειθομένοις τῷ δαίμονι πολλάκις προφήτης ἐγένετο· ἐν τοῖς δὲ ἐξουθενοῦσιν αὐτόν, ἀεὶ ἐψεύσατο. Πνεῦμα ὃ τὰ ἐντὸς τοῦ ἀέρος τούτου ἑώρακεν, καὶ νοήσας αὐτὸν θνήσκοντα, δι’ ἐνυπνίου ἐν τοῖς κουφοτέροις προεφήτευσεν. Οὐδὲν τῶν μελλόντων ἐκ προγνώσεως οἴδασιν· ἐπεὶ οἱ φαρμακοὶ ἡμῖν καὶ τὸν θάνατον προλέγειν ἐδύναντο. Εἰς ἄγγελον φωτὸς καὶ ἡμᾶς προσερχομένους αὐτοῖς καθ’ ὕπνους ὑπέδειξαν· διυπνυσθέντας δὲ χαρᾷ, καὶ οἰήσει κατεβάπτισαν. Τοῦτο δὴ σοι ἔσται τὸ σημεῖον πλάνης· κολάσεις καὶ κρίσεις, καὶ χωρισμοὺς ὑποδεικνύουσιν ἄγγελοι· διυπνισθέντας ἐντρόμους, καὶ σκυθρωποὺς ἀπεργάζονται. Ὁπόταν ἐν τοῖς ὕπνοις τοῖς δαίμοσι πείθεσθαι ἀρξώμεθα, τότε λοιπὸν καὶ ἐγρηγορότας ἐμπαίζουσιν. Ὁ ἐνυπνίοις πεισθεὶς εἰς ἅπαν ἀδόκιμος. Ὁ δὲ πᾶσιν κρίσιν εὐαγγελιζομένοις πίστευε μόνοις· εἰ δὲ ἀπόγνωσίς σοι διενοχλεῖ, καὶ ταῦτα ἐκ δαιμόνων.

Ὁ τρίτος Τριάδος ἰσάριθμος δρόμος· ὁ ἐπιβεβηκὼς μὴ περιβλέψῃ δεξιὰ ἢ ἀριστερά.



Ἑπόμενο: Λόγος Δ' – Περὶ τῆς μακαρίας, καὶ ἀειμνήστου ὑπακοῆς
Προηγούμενο: ΛΟΓΟΣ Γ ’ — Περὶ ξενιτείας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος