Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ε’ — Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾗ καὶ βίος τῶν ἁγίων καταδίκων. Καὶ περὶ τῆς φυλακῆς
Προηγούμενο: Περὶ ἐνυπνίων ἀκολουθούντων εἰσαγωσικοῖς.
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

Λόγος Δ' – Περὶ τῆς μακαρίας, καὶ ἀειμνήστου ὑπακοῆς

Πρὸς τοὺς πύκτας ἡμῖν λοιπόν, καὶ τοῦ Χριστοῦ ἀθλητὰς περιὼν ὁ λόγος εὐθέτως κατήντησεν. Παντὸς μὲν γὰρ καρποῦ προηγεῖται ἄνθος· πάσης δὲ ὑπακοῆς ξενιτεία, ἢ σώματος ἢ θελήματος. Ἐν ταῖς δυσὶ γὰρ ταύταις ἀρεταῖς, ὥσπερ ἐν χρυσαῖς πτέρυξι πρὸς τὸν οὐρανὸν ἀόκνως ἀνέρχεται ἡ ὁσία. Καὶ ἴσως περὶ αὐτῆς πνευματοδόχος τις ἐμελῴδησε. Τὶς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι διὰ πρακτικῆς, καὶ καταπαύσω διὰ θεωρίας καὶ ταπεινώσεως; Μηδ’ αὐτὸ τὸ σχῆμα, εἰ δοκεῖ, τῶν ἀνδρείων τούτων πολεμιστῶν παραδράμωμεν τῷ λόγῳ κατάδηλον ποιήσασθαι, πῶς τε τὸν θυρεὸν κατέχουσι τῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν γυμναστὴν πίστεως, ἐν αὐτῷ ὡς εἰπεῖν πάντα ἀπιστίας ἢ μεταβάσεως λογισμὸν ἀπωθούμενοι, τὴν τε μάχαιραν τοῦ πνεύματος ἀνατείνοντες διηνεκῶς, καὶ πᾶν ἑαυτῶν θέλημα πλησιάζον αὐτοῖς ἀποκτείνοντες, θώρακάς τε σιδηροῦς πραότητος, καὶ ὑπομονῆς ἠμφιεσμένοι, πᾶσαν ὕβριν καὶ κέντησιν, καὶ βολίδα ἑαυτῶν δι’ αὐτῶν ἀποκρουόμενοι· ἔχουσί τε καὶ περικεφάλαιον σωτηρίου τὴν τοῦ προεστῶτος δι’ εὐχῆς σκέπην. Ἵστανται δὲ συμπόδες οὐδ’ ὅλως, ἀλλὰ τὸ μὲν εἰς διακονίαν προτείνοντες, τὴν δὲ ἐπὶ προσευχὴν ἀκίνητον ἔχοντες. Ὑπακοὴ ἐστιν ἄρνησις ψυχῆς οἰκείας παντελὴς διὰ σώματος ἐπιδεικνυμένη ἐνεργῶς. Ἢ τάχα τὸ ἔμπαλιν, ὑπακοὴ ἐστι νέκρωσις μελῶν ἐν ζώσῃ διανοίᾳ. Ὑπακοὴ ἐστιν ἀνεξέταστος κίνησις, ἑκούσιος θάνατος, ἀπερίεργος ζωή, ἀμέριμνος κίνδυνος, ἀμελέτητος Θεοῦ ἀπολογία· ἀφοβία θανάτου, ἀκίνδυνος πλοῦς, ὑπνοῦσα ὁδοιπορία. Ὑπακοὴ ἐστι μνῆμα θελήσεως, καὶ ἔγερσις ταπεινώσεως· οὐκ ἀντερεῖ ἢ διακρίνει νεκρὸς ἐν ἀγαθοῖς, ἢ τὸ δοκεῖν πονηροῖς. Ὁ γὰρ θανατώσας αὐτοῦ εὐσεβῶς τὴν ψυχήν, ὑπὲρ πάντων ἀπολογήσεται. Ὑπακοὴ ἐστιν ἀπόθεσις διακρίσεως ἐν πλούτῳ διακρίσεως, ἀρχὴ μὲν νεκρώσεως, καὶ ψυχῆς θελήματος, καὶ μέλους σώματος πόνος· μεσότης δὲ πότε μὲν πόνος, πότε δὲ ἀπονία· τέλος δὲ ἀναισθησία λοιπὸν πᾶσα, καὶ ἀκινησία πόνου· τότε πονῶν ὁρᾶται, καὶ ἀλγυνόμενος ὁ ζῶν νεκρὸς οὗτος ὁ μακαρίτης, ὅταν ἑαυτὸν ὄψεται τὸ οἰκεῖον ποιοῦντα θέλημα, δεδοικότα τὴν βασταγὴν τοῦ ἑαυτοῦ κρίματος.

Ὅσοι πρὸς τὸ στάδιον τῆς νοερᾶς ὁμολογίας ἐπεχειρήσατε ἀποδύσασθαι· ὅσοι τὸν τοῦ Χριστοῦ ζυγὸν ἐπὶ τὸν οἰκεῖον αὐχένα ἆραι βούλεσθαι· ὅσοι ἐκ τούτου τὸ ἑαυτῶν φορτίον ἐπὶ τὸν τοῦ ἑτέρου τράχηλον ἐπιρεῖναι σπουδάζετε· ὅσοι τὰς ἑαυτῶν ὠνὰς γράψαι ἑκουσίως σπεύδετε, καὶ ἀντ’ ἐκείνων ἐλευθερίαν γραφῆναι ὑμῖν βούλεσθε· ὅσοι χερσὶν ἑτέρων ἀνυψούμενοι νηχόμενοι τὸ μέγα τοῦτο περαιοῦσθε πέλαγος, γνῶτε ὡς σύντομόν τινα, καὶ τραχεῖαν ὁδὸν βαδίζειν ἐπεχειρήσατε, μίαν πλάνην καὶ μόνην ἐν αὐτῇ κεκτημένοι, αὕτη δὲ καλεῖται ἰδιοῤῥυθμία· ὁ γὰρ ταύτην εἰς ἅπαν ἀπαρνησάμενος, ἐν οἷς δοκεῖ εἶναι καλοῖς, καὶ πνευματικοῖς, καὶ θεαρέστοις πρὸ τοῦ βαδίζειν ἔφθασεν. Ὑπακοὴ γὰρ ἐστιν ἀπιστία ἑαυτῷ ἐν τοῖς καλοῖς ἅπασι μέχρι τέλους ζωῆς. Μέλλοντες ἐν Κυρίῳ τὸν ἑαυτῶν αὐχένα κλίνειν, σκοπῷ μὲν καὶ λόγῳ ταπεινοφροσύνης, καὶ κυρίως τὴν ἡμῶν σωτηρίαν ἑτέρῳ, ἐν Κυρίῳ πιστεύειν· πρὸ μὲν τῆς εἰσόδου, εἴπερ τις πονηρία, καὶ φρόνησις πάρ’ ἡμῖν τυγχάνει, τὸν κυβερνήτην ἀνακρίνωμεν, καὶ ἐξετάσωμεν, καί, ἴν’ οὕτως εἴπω, πειράσωμεν, ἵνα μὴ τῷ ναύτῃ ὡς κυβερνήτῃ, καὶ τῷ νοσοῦντι ὡς ἰατρῷ , καὶ τῷ ἐμπαθεῖ ὡς ἀπαθεῖ, καὶ τῷ πελάγει ὡς λιμένι περιπεσόντες, ἕτοιμον ἑαυτῆς εὑρήσωμεν ναυάγιον. Μετὰ δὲ τὴν ἐν τῷ σταδίῳ λοιπὸν τῆς εὐσεβείας, καὶ ὑποταγῆς εἴσοδον, μηκέτι τὸν καλὸν ἡμῶν ἀγωνοθέτην ἐν αὐτῷ ὡς ἐν ἀνθρώπῳ ἴσως ἔτι βραχέα πλημμελήματα θεασώμεθα. Εἰ δὲ μή, οὐδὲν ἐκ τῆς ὑποταγῆς οἱ ἀνακρίνοντες ὠφελούμεθα. Ἀνάγκη πᾶσα τοὺς βουλομένους ἐν τοῖς ἐπιστατοῦσι πίστιν ἀδίστακτον διὰ παντὸς κατέχειν, τὰ τούτων κατορθώματα ἐν τῇ αὐτῶν καρδίᾳ ἀνεξάλειπτα, καὶ ἀείμνηστα φυλάττειν, ἵνα ὅτε οἱ δαίμονες ἡμῖν ἀπιστίαν πρὸς αὐτοὺς σπείρωσιν, ἐκ τῶν ἐν ἡμῖν μνημονευομένων ἀποφιμώσωμεν. Καθόσον γὰρ ἡ πίστις θάλλει ἐν τῇ καρδίᾳ, κατὰ τοσοῦτον καὶ τὸ σῶμα σπεύδει ἐν τῇ διακονίᾳ. Ἐπὰν δὲ εἰς ἀπιστίαν προσκόψῃ, ἔπεσε. Πάντως γὰρ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν. Ἐπὰν σε ὁ λογισμὸς ἀνακρῖναι, ἢ κατακρῖναι τὸν προηγούμενον ὑποβάλλῃ ὡς ἀπὸ πορνείας ἀποπήδησον· μηδ’ ὅλως τῷ ὄφει τούτῳ παράσχῃς ἄδειαν· μὴ τόπον, μὴ εἴσοδον, μὴ ἀρχήν. Φθέγγου δὲ πρὸς τὸν δράκοντα. Ὦ ἀπατεών· οὐκ ἐγὼ τοῦ ἄρχοντος, ἀλλ’ αὐτὸς τὸ ἐμὸν κρῖμα ἀνεδέξατο· οὐκ ἐγὼ ἐκείνου, ἀλλ’ αὐτὸς ἐμοῦ κριτὴς καθέστηκεν. Ὅπλον μὲν οἱ Πατέρες τὴν ψαλμῳδίαν τὴν δὲ προσευχὴν τεῖχος, λουτῆρα δὲ τὸ ἄμωμον δάκρυον εἶναι ὁρίζονται. Τὴν δὲ μακαρίαν ὑπακοὴν ὁμολογίαν ἔκριναν ἧς χωρὶς οὐδεὶς τῶν ἐμπαθῶν ὄψεται τὸν Κύριον· ὁ ὑποτακτικὸς αὐτὸς τὴν ψῆφον καθ’ ἑαυτοῦ ἐκφέρει εἲ μὲν διὰ Κύριον τελείως ὑπακούσει, εἰ καὶ μὴ δόξει τελείως, τὸ ἑαυτοῦ κρῖμα ἐξεδύσατο. Εἰ δὲ τὸ ἑαυτοῦ ἓν τισιν ἐκπληροῖ θέλημα, ἢ καὶ δόξει ὑπακούειν, αὐτὸς τὸ φορτίον ἐπιφέρεται· εἰ μέντοι αὐτὸν ἔλεγχων ὁ προεστὼς οὐκ ἐπαύσατο, εὖ ἂν ἔχοι· εἰ δὲ σεσιώπηκε, τὶ λέγειν οὐκ ἔχω. Οἱ ἐν ἁπλότητι ὑποτασσόμενοι ἐν Κυριῷ καλὸν δρόμον περαιοῦσι, μὴ κεκινηκότες ἑαυτοῖς δι’ ἀκριβολογίαν τὴν τῶν δαιμόνων πανουργίαν. Πρὸ πάντων ἐξομολογησόμεθα τῷ καλῷ ἤμων δικαστῇ καὶ μόνῳ, εἰ δὲ κελεύει καὶ πᾶσι· μώλωπες γὰρ θριαμβευόμενοι, οὐ προκόψουσιν ἐπὶ τὸ χεῖρον, ἀλλ, ἰαθήσονται. Φοβερὸν που παραγενόμενος ἐν κοινοβίῳ καλοῦ κριτοῦ καὶ ποιμένος ἑώρακα κριτήριον.

Τετύχηκε γὰρ μοὺ ἐκεῖσε ὑπάρχοντος, τινὰ ἐκ λῃστρικῆς τάξεως τῇ μοναδικῇ προσελθεῖν πολιτείᾳ, ὃν ὁ ἄριστος ἐκεῖνος ποιμήν, καὶ ἰατρὸς ἐκέλευσεν ἐπὶ ἡμέρας ἑπτὰ ἀναπαύσεως ἁπάσης ἀπολαῦσαι πρὸς θεωρίαν καὶ μονὴν τῆς ἐν τόπῳ καταστάσεως. Μετὰ οὖν τὴν ἑβδόμην προσκαλεσάμενος αὐτὸν κάτ’ ἰδίαν ὁ ποιμὴν ἠρῶτα, εἰ ἀρεστὸν αὐτῷ τὴν συνοίκησιν μέτ’ αὐτῶν ποιήσασθαι· δὲ συνθέμενον αὐτὸν μετὰ πάσης εἰλικρινείας ἐθεάσατο, πάλιν ἠρώτα τὶ αὐτῷ ἄτοπον ἐν τῷ κόσμῳ πέπρακται. Ὡς δὲ οἶδεν αὐτὸν σὺν τῷ λόγῳ πάντων προθύμως ἐξομολογησάμενον, πάλιν πρὸς αὐτὸν πειράζων ἔλεγε. Βούλομαί σέ, φησίν, ἐπὶ πάσης τῆς ἀδελφότητος ταῦτα θριαμβεῦσαι. Ὁ δὲ ὄντως τὴν ἑαυτοῦ ἁμαρτίαν μισήσας ἐκεῖνος, καὶ αἰσχυνῆς ἁπάσης καταφρονήσας ἀδιστάκτως ὑπέσχετο· καὶ εἰ βούλει, φησί, κατὰ μέσον Ἀλεξάνδρου τῆς πόλεως. Εἶτα συναθροίζει ὁ ποιμὴν ἐν τῷ Κυριακῷ παντᾶ τἂ πρόβατα τὸν ἀριθμὸν τριακόσια τριάκοντα καὶ τῆς θείας συνάξεως τελουμένης· ἦν γὰρ Κυριακῇ ποτὲ πάρ’ ἐκείνοις ἐπεπολίτευτο ἀργολογίας, ἢ εὐτραπελίας ὑπόμνησις; Καἰ εἲ ποῦ τις τῶν ἐν αὐτοῖς ἀμφιβολίας πρὸς τὸν πλησίον ἤρξατο, παριὼν ἕτερος, καὶ μετανοίαν πεποιηκὼς τὴν ὀργὴν διεσκέδαζεν. Εἰ δὲ μνησικακοῦντας ᾔσθετο, τῷ τὰ δευτέρᾳ τοῦ προεστῶτος διέποντι τὴν ὁρμὴν ἀπήγγειλε, καὶ πρὸ τῆς ἡλίου δύσεως διαλλάττεσθαι αὐτοὺς ἑαυτοῖς παρεσκεύαζεν. Εἰ δὲ σκληρυνόμενοι ἐσκληρύνοντο, ἢ μὴ μεταλαμβάνειν τροφῆς ἄχρι τῆς διαλλαγῆς ἐπετιμῶντο ἢ τῆς μονῆς ἐξεβάλλοντο. Ἦν δὲ ἡ ἀξιέπαινος καὶ αὕτη ἀκριβείᾳ πάρ’ αὐτοῖς οὐ μάτην ἐπιτελουμένη· ἀλλὰ γε τὸν καρπὸν πολὺν ποιοῦσα καὶ δηλοῦσα. Πολλοὶ γὰρ πάρ’ αὐτοῖς τοῖς ὁσίοις ἀνεδείχθησαν πρακτικοὶ τε καὶ διορατικοί, διακριτικοὶ τε καὶ ταπεινόφρονες. Καὶ ἦν ἰδεῖν φοβερὸν ἐπ’ ἐκείνοις, καὶ ἀγγελοπρεπὲς θέαμα. Πολιὰς αἰδεσίμους, καὶ ἱεροπρεπεῖς δίκην νηπίων τῇ ὑπακοῇ ἐπιτρέχοντας, καὶ καύχημα μέγιστον κεκτημένους τὴν ἑαυτῶν ταπείνωσιν. Ἑώρακα ἐκεῖσε ἄνδρας περὶ τὰ πεντήκοντα ἔτη ἐν τῇ ὑπακοῇ ἔχοντας, οὖς ἱκετεῦον μαθεῖν, τινὰ ἐκ τοῦ τοσούτου κόπου παραμυθίαν προσελάβοντο· ὧν οἱ μὲν εἰς ἄβυσσον ταπεινοφροσύνης κατηντηκέναι λοιπὸν ἑαυτοὺς ἔφασκον, δι’ ἧς παντᾶ πόλεμον εἰς αἰῶνα διακρούονται· ἕτεροι δὲ τελείαν ἀναισθησίαν, καὶ ἀπόνοιαν ἐν λοιδορίαις, καὶ ὕβρεσι λοιπὸν ἔχειν ἔλεγον. Ἑώρακα ἕτερους τῶν ἀειμνήστων ἐκείνων σὺν τῇ πολιᾷ τῇ ἀγγελοειδεῖ εἰς βαθυτάτην ἀκακίαν, καὶ ἁπλότητα σεσοφισμένην, καὶ ἐκουσιόγνωμον, καὶ θεοκατόρθωτον ἐληλακότας. Ὥσπερ γὰρ ὁ πονηρὸς δύο ἐστίν, ἄλλο τὸ φαινόμενον, καὶ ἄλλο τὸ κρυπτόμενον· οὕτως ὁ ἄπλους, οὐ διπλοῦς, ἀλλ’ ἓν τὶ ἐστίν· οὐκ ἄλογός τις ὤν, καὶ ἄσοφος κατὰ τοὺς ἐν κόσμῳ γηραιούς, οὓς καὶ λεληρηκότας φιλοῦσι καλεῖν· ἀλλ’ ἔξωθεν μέν, ἠπίους ὅλους, προσηνεῖς, φαιδρούς, ἄπλαστον ἔχοντας , καὶ ἀνεπιτήδευτον, καὶ ἀνόθευτον, καὶ τὸν λόγον, καὶ τὸ ἦθος, πρᾶγμα οὐκ ἐν πολλοῖς εὑρισκόμενον· ἔσωθεν δὲ τῇ ψυχῇ τὸν Θεὸν αὐτόν, καὶ τὸν προεστῶτα ὡς ἀκέραια νηπία ἀναπνέοντας·καὶ ἰταμὸν καὶ στερέμνιον τὸ τοῦ νοὸς ὄμμα πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη κεκτημένους.

Ἐπιλείψει μὲ ᾧ ἱερὰ κορυφή, καὶ θεοφιλὴς συνάθροισις, ὁ τῆς ζωῆς μου χρόνος, τὴν ἐκείνων τῶν μακαριῶν διηγούμενον ἀρετήν, καὶ οὐρανομίμητον βιῶσιν· ἀλλ’ ὅμως ἄμεινον ἐκ τῶν ἐκείνοις πεπονημένων ἱδρώτων τὸν ἡμέτερον ἐγκαλλωπῖσαὶ πως ἡμᾶς λόγον, καὶ εἰς ζῆλον θεοφιλῆ διεγεῖραι· ἢ ἐξ οἰκειῶν παραινέσεων. Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος κατακοσμεῖται. Ἐκεῖνο δὲ ἐρωτῶ, ἐρωτῶ, μηδὲν ἧμας πεπλανημένον γράφειν ὑπονοῆσαι· ἔθος γὰρ τῇ ἀπιστίᾳ τὴν ὠφέλειαν λυμαίνεσθαι. Πάλιν δὲ τῶν προειρημένων ἐχώμεθα.

Τὶς ἀνὴρ Ἰσίδωρος τοὔνομα ἐξ ἀρχοντικῆς ἄξιας Ἀλεξάνδρου τῆς πόλεως ἐν τῷ εἰρημένῳ κοινοβίῳ, πρὸ τούτων τῶν χρόνων ἀπετάξατο, ὃν κἀγὼ ἐκεῖσε ἔτι κατέλαβον. Τοῦτον δεξάμενος ὁ πανόσιος ἐκεῖνος ποιμὴν κακεντρεχῆ πάνυ, καὶ ὠμόν, δεινὸν τε, καὶ ἀγέρωχον θεασάμενος, σοφίζεται ὁ πάνσοφος δαιμόνων πανουργίαν δι’ ἀνθρωπίνης ἐπινοίας, καὶ φησι πρὸς τὸν Ἰσίδωρον. Εἰ ἄρα τὸν τοῦ Χριστοῦ ζυγὸν ἆραι προῄρησας ὑπακοὴν σε ἀσκεῖν πρὸ πάντων βούλομαι. Ὁ δὲ φησιν· Ὡς σίδηρος χαλκεῖ, οὕτως ἁγιώτατε, ὑποτάσσεσθαι ἑαυτὸν δέδωκα. Ὁ δὲ μέγας καὶ ἐπ’ αὐτῷ τῷ παραδείγματι θεραπευθείς, διδῶσιν εὐθέως τὸ γυμνάσιον τῷ σιδηρῷ Ἰσιδώρῳ καὶ φησίν. Βούλομαί σε, ᾧ ἄδελφε, τῇ φύσει, ἐν τῷ πυλῶνι τῆς μονῆς παρίστασθαι· καὶ πάσῃ ψυχῇ εἰσιούσῃ τε, καὶ ἐξιούσῃ ποιεῖν γονυκλισίαν λέγοντα. Εὖξαι ὕπερ ἐμοῦ, πάτερ, ὅτι ἐπιληπτικὸς εἰμι. Ὑπήκουσε δὲ οὗτος, ὡς ἄγγελος Κυρίῳ. Ἑπταετίαν δὲ αὐτοῦ ἐκεῖσε πεποιηκότος, καὶ εἰς βαθυτάτην ταπείνωσιν, καὶ κατάνυξιν ἐληλακότος, ἠβουλήθη ὁ ἀοίδιμος μετὰ τὴν νομικὴν ἑπταετίαν, καὶ τὴν τοῦ ἀνδρὸς ἀνείκαστον ὑπομονήν, τοῦτον, ὡς ὑπεράξιον, τοῖς ἀδελφοῖς συναριθμῆσαι, καὶ χειροτονίας ἀξιῶσαι. Ὁ δὲ πλείστας καὶ δι’ ἑτέρων, καὶ δι’ ἐμοῦ τοῦ ἀσθενοῦς ἱκεσίας πεποίηκε τῷ ποιμένι, ἐκεῖσε αὐτὸν ὡσαύτως διάγοντα τελειῶσαι τὸν δρόμον, αἰνιξάμενος, καὶ ἀμυδρῶς πῶς τῷ λόγῳ τὸ τέλος, καὶ τὴν αὐτοῦ κλῆσιν πλησιάζουσαν, ὅπερ καὶ γέγονεν. Ἐάσαντος γὰρ αὐτὸν ἐν τῇ αὐτῇ τάξει τοῦ διδασκάλου, μετὰ δεκάτην ἡμέραν πρὸς Κυρίον δι’ ἀδοξίας ἐνδόξως ἐξεδήμησε, τῇ ἑβδόμῃ ἡμέρᾳ τῆς αὐτοῦ κοιμήσεως, καὶ τὸν θυρωρὸν τῆς μονῆς πρὸς Κύριον προσλαβόμενος. Ἦν γὰρ αὐτῷ εἰρηκὼς ὁ μακάριος, ὅτιπερ, ἔαν τύχω παῤῥησίας πρὸς Κυρίον, ἀχώριστος μου γενήσῃ κἀκεῖ διὰ τάχος. Ὅπερ καὶ γεγόνεν, εἰς μεγίστην πληροφορίαν τῆς ἀκαταίσχυντου αὐτοῦ ὑπακοῆς, καὶ ταπεινώσεως θεομιμήτου. Ἠρώτησα ἔτι περιόντα τὸν μέγαν τοῦτον Ἰσίδωρον, ποιὰν ἐργασίαν αὐτοῦ ὁ νοῦς ἐν τῷ πυλῶνι διάγοντος ἐκέκτητο. Καὶ οὐκ ἔκρυψεν ὠφελῆσαι μὲ θέλων ὁ ἀείμνηστος. Ἐν ἀρχαῖς μὲν γὰρ τοῦτο φησίν, ἐλογιζόμην, ὅτιπερ ὕπερ τῶν ἁμαρτιῶν μοὺ ἐπράθην. Ὅθεν καὶ μετὰ πικρίας πάσης, καὶ βιᾶς, καὶ αἵματος τὴν μετανοίαν ἔβαλλον. Ἐνιαυτοῦ δὲ πληρωθέντος ἀλύπως λοιπὸν διεκείμην τὴν καρδίαν, μισθὸν πάρ’ αὐτοῦ Θεοῦ ὑπομονῆς προσδεχόμενος. Περαιωθέντος δὲ ἑτέρου ἑνὸς χρόνου, ἀναξίον ἑαυτὸν λοιπὸν ἐλογιζόμην σὺν αἰσθήσει καρδιᾶς, καὶ τῆς ἐν τῇ μονῇ διατριβῆς, καὶ τῆς τῶν Πατέρων θέας, καὶ συντυχίας, καὶ τῆς τῶν μυστηρίων μεταλήψεως, καὶ τῆς ἐν προσώπῳ τινὸς θεωρίας. Κάτω δὲ νεύων τῷ ὄμματι, καὶ κατωτέρῳ φρονήματι τοὺς εἰσιόντας καὶ ἐξιόντας εἰλικρινῶς λοιπὸν ὕπερ εὐχῆς ἱκέτευον.

Ἐν τῇ τραπέζῃ ποτὲ συγκαθημένῳ μοὶ τῷ μεγάλῳ ἐπιστάτῃ, πρὸς τὸ ἐμὸν οὓς κεκλικὼς τὸ ἅγιον αὐτοῦ στόμα φησί. Βούλει σοὶ δείξω ἐν πολιᾷ βαθυτάτῃ θεϊκὸν φρόνημα; Ἐμοῦ δὲ ἱκετεύσαντος, ὁ δίκαιος ἐκ τῆς δευτέρας τραπέζης Λαυρέντιον τοὔνομα περὶ τὰ τεσσαράκοντα ὀκτὼ ἔτη ἐν τῇ μονῇ ἔχοντα, καὶ δεύτερον τοῦ ἱερατείου πρεσβύτερον ὑπάρχοντα. Ἐλθόντα, οὖν, καὶ βαλόντα τῷ ἡγουμένῳ γονυκλισίαν, εὐλογεῖται μὲν πάρ’ αὐτοῦ. Ἀναστάντι δὲ οὕδεν τὸ σύνολον εἴρηκεν· ἀλλ’ εἴασεν αὐτὸν πρὸ τῆς τραπέζης ἑστῶτα, καὶ μὴ ἐσθίοντα· ἦν δὲ τοῦ ἀρίστου ἡ εἴσοδος· ὥστε ποιῆσαι περὶ ὥραν μεγάλην, ἦν καὶ δύο ἱστάμενον· ὡς ἐμὲ λοιπὸν αἰδεῖσθαι κἂν εἰς πρόσωπον τοῦ ἐργάτου ἀτενίσαι. Ἦν γὰρ ὀλοπόλιος, ὀγδοηκοστὸν ἄγων χρόνον. Ἀναποκρίτου τε ἄχρι τῆς πληρώσεως τῆς ἑστιάσεως μείνοντος· ἀναστάντων ἤμων πέμπεται ὑπὸ τοῦ ὅσιου εἰπεῖν τῷ προμνημονευθέντι μεγάλῳ Ἰσιδώρῳ τὴν τοῦ τριακοστοῦ ἑννάτου ψαλμοῦ γέροντα πειρᾶσαι· ἐρωτήσαντος δὲ μοὺ τὶ ἄρα παριστάμενος τῇ τραπεζῇ ἐλογίζετο. Τοῦ Χριστοῦ, ἔφη, τὴν εἰκόνα τῷ ποιμένι περιθέμενος, οὐδ’ ὅλως ποτὲ ἐξ αὐτοῦ ἐπιτάσσεσθαι λελόγισμαι, ἀλλ’ ἐκ Θεοῦ. Ὅθεν, πάτερ Ἰωάννῃ, οὐχ ὡς ἐνωπίον τραπέζης ἀνθρώπων, ἀλλ’ ὡς ἐνωπίον θυσιαστηρίου Θεοῦ, καὶ Θεῷ ἱστάμην προσευχόμενος· οὐδ’ ὅλως ἔννοιάν τινα πρὸς τὸν ποιμένα πονηρὰν λογισάμενος, ἐκ τῆς πρὸς αὐτὸν μοὺ πίστεως καὶ ἀγάπης. Εἴρηκε γὰρ τίς, ὅτι Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν. Πλὴν κἀκεῖνο γίνωσκε, Πάτερ· ὅτι ἐπὰν τις εἰς ἁπλότητα καὶ ἑκουσίαν ἀκακίαν ἐκδῷ, οὐκ ἔτι ἔκει ὁ πονηρὸς χώραν ἢ ὥραν ἀναλαμβάνει. Κύριος ὁ δίκαιος, οἷος καὶ ἦν ὁ τῶν λογικῶν θρεμμάτων σωτὴρ διὰ τοῦ Θεοῦ ἐκεῖνος, τοιοῦτον αὐτῷ καὶ οἰκονομοῦντα τὰ τὴν μονὴν ἄλλον πέπομφε. Ἦν γὰρ σώφρων εἰ κεῖ τις ἄλλος, πρᾶος, ὡς πάνυ ὀλιγοῖ. Τούτῳ πρὸς τὴν τῶν λοιπῶν ὠφέλειαν ἐπηνέχθη ὁ γερῶν ὁ μέγας εἰ ἐπὶ τοῦ Κυριακοῦ διωχθῆναι αὐτὸν κελεύσας ἀκαίρως. Ἐγὼ δὲ ἐγνωκὼς ἄμεμπτον αὐτὸν εἶναι ἐφ’ ᾧ ἐγκλήματι πρὸς αὐτὸν ἔλεγεν ὁ ποιμήν, κατ’ ἰδίαν ὕπερ τοῦ οἰκονόμου ἀπολογίαν ἐποιούμην πρὸς τὸν μέγαν. Ὁ δὲ σοφὸς φησί. Κἀγὼ ἔγνωκα, πάτερ, ἀλλ’ ὥσπερ οὐ δίκαιον, ἀλλ’ ἐλεεινὸν ἐκλιμώττοντος νηπίου τὸν ἄρτον ἐκ στόματος ἀφαρπάσαι· οὕτως καὶ ἑαυτόν, καὶ τὸν ἐργάτην ὁ ψυχῶν προεστηκώς, μὴ βλάπτει προξενῶν αὐτῷ στέφανον, ὅσους καὶ γινώσκει αὐτὸν ὑπομένειν, κατὰ πᾶσαν ὥραν. Εἴτε δι’ ὕβρεων, εἴτε δι’ ἀτιμιῶν, δι’ ἐξουδενώσεως, δι’ ἐμπαιγμῶν· τριὰ γὰρ μεγίστα ἀδικεῖται. Πρωτὸν μὲν στερούμενος αὐτὸν τοῦ ἐκ τῆς ἐπιτιμήσεως μισθοῦ· δεύτερον δὲ ὅτι καὶ ἄλλους ὠφελεῖν ἐκ τῆς ἕτερου ἀρετῆς δυνάμενος, οὐκ ἐποίησε· τρίτον, ὃ καὶ βαρύτατον, ὅτι πολλάκις καὶ αὐτοὶ οἱ δοκοῦντες φερέπονοι, καὶ ὑπομονητικοὶ ὑπάρχειν, ἐπὶ χρόνον ἀμεληθέντες, καὶ ὡς δῆθεν ἐνάρετοι, λοιπὸν ὑπὸ τοῦ προεστῶτος μὴ ἐλεγχόμενοι, ἢ ὀνειδιζόμενοι, τῆς προσούσης αὐτοῖς πραότητος, καὶ ὑπομονῆς ἐστερήθησαν. Κἂν γὰρ καλὴ καὶ καρποφόρος καὶ πίων ἐστὶν ἡ γῆ, ἀλλ’ οἶδεν λεῖψις ὕδατος ἀτιμίας ὑλομανοῦσαν αὐτὴν ποεῖν, καὶ ἀκάνθας τύφου, καὶ πορνείας, καὶ ἀφοβίας ἐν αὐτῇ βλαστῆσαι. Τοῦτο γινώσκων ὁ μέγας ἐκεῖνος Ἀπόστολος τῷ Τιμοθέῳ ἐπέστελλεν. Ἐπίστηθι· ἐπενέχθητι· ἐπίπληξον αὐτοὺς εὐκαίρως, ἀκαίρως. Ἐμοῦ δὲ πρὸς τὸν ὁδηγὸν ὄντως ἐκεῖνον ἀντιφιλονεικοῦντος, καὶ τὴν ἀσθένειαν τῆς καθ’ ἡμᾶς γενεὰς προβαλλομένου, καὶ ὡς πολλοὶ ἴσως ἐκ τῆς εἰκῆ, τάχα δὲ καὶ οὐκ εἰκῇ ἐπιπλήξεως τῆς ποίμνης ἀποῤῥήγνηνται· πάλιν ὁ τῆς σοφίας οἶκος ἔλεγε. Ψυχὴ δεθεῖσα διὰ Χριστὸν ἀγάπῃ ποιμένος, καὶ πίστει, μέχρις αἵματος οὐκ ἀφίσταται· μάλιστα εἰ καὶ εὐεργετηθεῖσα ἐπὶ μώλωψί ποτε τυγχάνει πάρ’ αὐτοῦ· μνημονεύουσα τοῦ φάσκοντος. Οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, οὔτε τὶς κτίσις ἕτερα χωρίσαι ἧμας ἄπο τῆς ἀγαπῆς τοῦ Χριστοῦ δεδύνηται. Ἡ δὲ μὴ οὕτως δεθεῖσα, καὶ παγεῖσα, καὶ κολληθεῖσα, θαυμάζω, εἰ οὐκ εἰκῆ τὴν ἐν τῷ τόπῳ διατριβὴν διαπεραίνει, ἐπιπλάστῳ, καὶ ἠπατημένη ὑποταγῇ συνημμένη οὐκ ἔψευσται δὲ ἑαυτὸν ἀληθῶς ὁ μέγας· ἀλλὰ καὶ κεκράτηκε, καὶ ὠδήγηκε, καὶ τετελείωκε, καὶ προσενήνοχε Χριστῷ ἄμωμα θύματα. Ἀκούσωμεν σοφίαν Θεοῦ, καὶ θαυμάσωμεν ἐν ὀστρακίνοις σκεύεσιν εὑρημένην.

Ἀγάμενος ἐγὼ ἐκεῖσε παρὼν τὴν τινων τῶν νεοπαγῶν πίστιν, καὶ ὑπομονήν, καὶ ἀδάμαστον καρτερίαν ἐπὶ ταῖς τοῦ προεστῶτος, ἀλλὰ καὶ τῶν λίαν ὑποβεβηκότων· ἠρώτων, οἰκοδομῆς χάριν, τινὰ τῶν ἀδελφῶν πέντε καὶ δεκὰ ἔτη ἐν τῇ μονῇ ἔχοντα, ὀνόματι Ἀββάκυρον, ὃν καὶ μάλιστα ὕπο πάντων σχεδὸν ἀδικούμενον, ἔσθ’ ὅτε καθ’ ἡμέραν, τῆς τραπέζης ἐκ τῶν ὑπηρετῶν διωκόμενον ἔβλεπον· ἦν γὰρ ἐκ φύσεως μικρὸν πάνυ περὶ τὴν γλῶσσαν ἀκράτητος ἀδελφός. Καὶ πρὸς αὐτὸν ἔλεγον· ἄδελφε Ἀββάκυρε, διὰ τὶ τῆς τραπέζης καθ’ ἡμέραν ἐλαυνόμενον σε θεωρῶ, καὶ ἄδειπνον πολλάκις κοιμώμενον; Καὶ φησί· Πίστευσόν μοί, πάτερ, ὅτι δοκιμάζουσί μὲ οἱ πατέρες μου, ἐὰν ποιῶ μοναχόν, ἐπεῖ οὐκ ἐν ἀληθείᾳ τοῦτο ποιοῦσι· κἀγὼ λοιπὸν γινώσκων τὸν σκοπὸν τοῦ μεγάλου, καὶ αὐτῶν, ὑπομενῶ πάντα ἀβαρῶς. Καὶ ἰδοὺ δεκαπέντε ἔτη ἔχων τοῦτο λογιζόμενος, καθὼς μοι καὶ αὐτοὶ ἐν τῇ ἐμῇ εἰσόδῳ ἔφησαν· ὅτι ἄχρι τῆς τριακονταετίας δοκιμάζουσι τοὺς ἀποτασσομένους· καὶ δικαίως, πάτερ Ἰωάννῃ. Χωρὶς γὰρ δοκιμῆς ὁ χρυσὸς οὐ τελειοῦται. Ἐπιμείνας οὖν ὁ γενναῖος οὗτος Ἀββάκυρος μετὰ τὴν ἕμην ἄφιξιν τῷ μοναστηρίῳ διετῆ χρόνον, πρὸς Κύριον ἀπεδήμησε, τοῦτο εἰπὼν τοῖς πατράσιν ἐν τῷ μέλλειν ἐκλείπειν. «Εὐχαριστῶ, εὐχαριστῶ τῷ Κυρίῳ, καὶ ὑμῖν, ἔμεινα ἐκ δαίμονος ἀπείραστος ἰδοὺ δεκαεπτὰ ἔτη». Ὃν καὶ ὡς ὀμολογητην μετὰ τῶν ἐκεῖσε κατακειμένων ἁγίων ἀξίως ὁ δικαιοκρίτης ποιμὴν κατατεθῆναι ἐκέλευσεν.

Ἀδικῶ πάντας τοὖς ζηλωτὰς τῶν καλῶν, εἴπερ σιωπῆς μνήματι θάψω τὸ Μακεδονίου τοῦ πρώτου τὸν ἐκεῖσε διακονῶν κατόρθωμα καὶ ἆθλον οὗτος ὁ μεμελημένος Κυρίῳ ποτὲ τῆς τῶν ἁγίων Θεοφανίων ἑορτῆς καταλαβούσης, λιπαρεῖ τὸν ποιμένα, πρὸ δύο ἡμερῶν ἐν τῇ πολεῖ Ἀλεξανδρείᾳ, εἰσελθεῖν οἰκείας χρείας χάριν τινός, ὑποσχόμενος μέντοι θᾶττον ἐξέρχεσθαι τῆς πόλεως, διὰ τὴν τῆς ἑορτῆς ἀκολουθίαν τὲ καὶ ἑτοιμασίαν. Ὁ οὖν μισόκαλος διάβολος ἐμπόδιον πεποιηκὼς τῷ ἀρχιδιακόνῳ πεποίηκεν τῇ ἅγια ἑορτῇ ἐν τῇ μονῇ κατὰ τὸν ὅρον, ὃν ἦν ἐκ τοῦ προεστῶτος κομισάμενος. Μεθ’ ἡμέραν οὖν καταλαβόντα, ἀφορίζει ὁ ποιμὴν τῆς διακονίας, καὶ ἐν τῷ ἔσχατων ἀρχαρίων κατατάττει χορῷ· δέχεται ὁ καλὸς τῆς ὑπομονῆς διάκονος καὶ τῆς καρτερίας ἀρχιδιάκονος, τὸν τοῦ Πατρὸς ὅρον, καὶ ἀλύπως οὕτως, ὡς ἑτέρου ἐπιτιμηθέντος, καὶ οὐκ αὐτοῦ· πεποιηκότα τοίνυν αὐτὸν ἐν τῇ τοιαύτη τάξει τεσσαράκοντα ἡμέρας, πάλιν ἐπὶ τὸν ἴδιον βαθμὸν ἀνήγαγε ὁ σοφός· καὶ τῇ μετὰ μίαν ἡμέραν δυσωπεῖται ὑπὸ τοῦ ἀρχιδιακόνου πάλιν ἐν τῇ ἐπιτιμίᾳ, καὶ τῇ πρωὴν ἀτιμίᾳ καταστῆναι, φήσας αὐτῷ, ὅτι πὲρ ἀσυγχώρητόν τι ἐν τῇ πόλει ἔπταισα. Γνοὺς δὲ ὁ ὅσιος ἀληθῆ μὴ λέγειν αὐτῷ, ἀλλὰ ταπεινώσεως χάριν τοῦτο ἐπιζητεῖν, εἶξε τῇ καλῇ ἐπιθυμίᾳ τοῦ ἐργάτου· καὶ ἦν ἴδεν πολιὰν αἰδέσιμον ἐν τῇ τῶν ἀρχαρίων διάγουσαν τάξει· καὶ πάντας δυσωποῦσαν εἰλικρινῶς ὑπὲρ αὐτοῦ εὔχεσθαι. Ἐπειδή, φησίν, εἰς πορνείαν παρακοῆς πέπτωκα, ἐμοὶ δὲ τῷ ταπεινῷ τεθάῤῥηκεν ὁ μέγας οὗτος Μακεδόνιος, τίνος χάριν τῇ τοιαύτῃ τεταπεινωμένῃ διαγωγὴ ἑκουσίως προσέδραμεν· οὐδέποτε γὰρ κουφισμὸν οὕτως πολεμοῦ παντός, καὶ φωτὸς θειοῦ γλυκασμὸν ἐν ἑαυτῷ ὡς νῦν τεθέαμαι. Ἀγγέλων, φησί, τὸ μὴ πίπτειν, ἴσως καὶ μὴ δυναμένων, ὧς φασὶ τινές· ἀνθρώπων δὲ τὸ πίπτειν, καὶ θᾶττον ἀνίστασθαι· ὁσάκις τοῦτο καὶ συμβαίη· δαιμονῶν δὲ καὶ μόνον, τὸ πεσόντας μὴ ἐγείρεσθαι.

Ὁ τὴν διακονίαν τῆς μονῆς πεπιστευμένος τεθάῤῥηκε. Νέου μου ὄντος, φησί, καὶ ἐν τῇ τῶν ἄλογων φροντίδι διάγοντος, συνέβη πτῶμα κατενεχθῆναι βαρύτατον ψυχῆς· ἐμοῦ δὲ σεσυνηθότος μηδέποτε κρύπτειν ὄφιν ἐν φωλεῷ καρδίας, τῷ ἰατρῷ τοῦτον τῆς κέρκου κρατήσας ἐστηλίτευσε· κέρκον δὲ λέγω τὸ τέλος τῆς πράξεως· ὁ δὲ μειδιῶν τῷ προσώπῳ φησὶν πρὸς με. Παίσας μου τὴν σιαγόνα μετρίως, ἄπιθι, τέκνον, ἔχου τῆς διακονίας σου, ὡς τὸ πρίν, μηδὲν τὸ παράπαν δεδιώς. Ἐγὼ δὲ πίστει διαπύρῳ πεισθεὶς ἐν βραχείαις ἡμέραις τῆς ἰάσεως πληροφορίαν εἰληφώς, ἔτρεχον τὴν ὁδὸν μου χαίρων ἅμα καὶ τρέμων.

Κεκτῆται πᾶσα τάξις κτιστῶν, ὣς φασὶ τινες, διαφορᾶς διαφερόντων. Ἔπει οὖν ἦσαν καὶ παρὰ τῇ συνόδῳ τῶν ἀδελφῶν προκοπῶν καὶ γνωμῶν διαφοραί· ἐπὰν τινὰς τούτων ὁ ἰατρὸς φιλενδείκτας ἐπὶ ταῖς τῶν κατὰ κόσμον ἐν τῇ μονῇ ἐπιδημίαις ἐσημειοῦτο, καὶ τούτους ἐπὶ τούτων ἐσχάταις ὕβρεσι, καὶ διακονίαις ἀτιμοτέραις ἐνώπιον ἐκείνων περιέβαλλεν· ὥστε λοιπὸν δρομαίως ὑποχωρεῖν, ἥνικα δ’ ἂν τινῶν τῶν κατὰ κόσμον ἐπιδημίαν ἔβλεπον· καὶ ἣν ἰδέσθαι ὑπερφυὲς τὸ γινόμενον, αὐτὴν τὴν κενοδοξίαν ἑαυτὴν ἐκδιώκουσαν, καὶ τῶν ἀνθρώπων ἀποκρύπτουσαν. Μὴ στερῆσαί με Κύριος ὅσιου Πατρὸς εὐχῆς βουλόμενος, πρὸ μιᾶς ἑβδομάδος τῆς ἐμῆς τοῦ ὅσιου τόπου ἐξελεύσεως, προσελάβετο τὸν τὰ δευτέρᾳ τοῦ ποιμένος διέποντα ἄνδρα θαυμαστόν, Μηνᾶν τοὔνομα, πεντήκοντα ἐννέα ἔτη ἔχοντα ἐν τῷ κοινοβίῳ, λοιπὸν διακονήσαντα πᾶσαν διακονίαν. Τῇ οὖν ἡμέρᾳ τῇ τρίτῃ, ἤμων τὸν συνήθη κανόνα τῆς τοῦ ὅσιου κοιμήσεως ἐπιτελούντων, ἐξαίφνης εὐωδιάζεται ὅλος ὁ χῶρος, ἐν ᾧ ὁ ὅσιος κατέκειτο. Ἐπέτρεψεν οὖν ὁ μέγας τήν, ἐν ᾗ κατετέθη, θήκην ὁ ὅσιος ἀποσκεπάσαι ἡμᾶς· καὶ τούτου γενομένου, ὁρῶμεν πάντες ἐκ τῶν αὐτοῦ τιμίων πελμάτων δίκην δύο πηγῶν τὴν τοῦ μυροῦ εὐωδίαν ἐκπορευομένων. Τότε, φησὶν ὁ διδάσκαλος πρὸς πάντας, ὁρᾶτε; Ἰδοὺ οἱ τὸν ποδῶν αὐτοῦ, καὶ κοπῶν ἵδρωτες μύρον Θεῷ προσηνέχθησαν. Καὶ ἀληθῶς. Καὶ ἄλλα τε πλεῖστα ἡμῖν περὶ αὐτοῦ τοῦ πανόσιου Μηνᾶ, οἱ τοῦ τόπου πατέρες κατορθώματα ἀπήγγειλαν, ἐν οἷς καὶ τοῦτο ἔλεγον. Ὅτι φασὶ ποτε ὁ προεστὼς τὴν αὐτοῦ θεοδώρητον ὑπομονὴν δοκιμάσαι βουλόμενος, ἀνελθόντα αὐτὸν ἐν τῷ ἡγουμενείῳ, καὶ βαλόντα μετανοίαν ἑσπέρας τῷ ἡγουμένῳ, παράθεσίν τε λαβεῖν συνήθως ἱκετεύοντα, εἴασεν αὐτὸν οὕτως χαμαὶ κείμενον ἄχρι τοῦ κανόνος ὥρας· τότε λοιπὸν αὐτὸν εὐλογήσας, καὶ λοιδορήσας ὡς φιλενδείκτην καὶ ἀνυπομόνητον ἀνέστησεν. Ἐγίνωσκε γὰρ ὁ ὅσιος, ὅτι ὑποφέρει γενναίως· διὸ καὶ τὸ δρᾶμα πρὸς οἰκοδομὴν πᾶσι πεποίηκεν. Ὁ δὲ τούτου ἡμᾶς τοῦ ὁσίου Μηνᾶ μαθητὴς ἐπληροφόρει ἡμᾶς τὰ κατὰ τὸν ἐπιστάτην. Διὸ καί, φησίν, ἐμοῦ πολυπραγμονήσαντος αὐτόν, εἰ ἄρα ἐν τῇ τοιαύτῃ πρὸς τὸν ἡγούμενον γονυκλισίᾳ ὕπνῳ κατηνέχθη, ἐπληροφόρει, φησίν, ὡς ἅπαν τὸ Ψαλτήριον χαμαὶ κείμενον ἀποστηθίσαι. Οὐ παρίδω ἐγὼ ἐγκαλλωπίσαι τὸν τοῦ λόγου στέφανον καὶ τῷ παρόντι σμαράγδῳ.

Κεκίνηκα ποτε περὶ ἡσυχίας λόγον τισὶ τῶν ἀνδρειωτάτων γερόντων ἐκείνων· οἱ δὲ μειδιῶντι τῷ προσώπῳ, καὶ ἱλαρῷ ἤθει ἀστείως φασὶ πρὸς με. Ἡμεῖς, ᾧ πάτερ Ἰωάννη, ὑλικοὶ ὄντες ὑλικωτέραν καὶ ἀγωγὴν μετερχόμεθα· ἐκεῖνο προκρίναντες, κατὰ τὸ μέτρον τῆς ἑαυτῶν ἀσθενείας καὶ τὸν πόλεμον ὑπελθεῖν· ἄμεινον λογισάμενοι ἀνθρώποις παλαίειν, τοῖς ποτὲ μὲν ἠγριωμένοις, ποτὲ δὲ μετανοοῦσι, καὶ μὴ δαίμοσι διὰ παντὸς πρὸς ἧμας μαινομένοις καὶ ὁπλιζομένοις. Ἕτερος δὲ αὖθις τῶν ἀειμνήστων, πολλὴν πρὸς με τὴν κατὰ Θεὸν ἀγάπην καὶ παῤῥησίαν κεκτημένος, φησὶ μοι μέτ’ εὐμενίας. Εἰ ἄρα σοι πρόσεστι, πάνσοφε, ἡ τοῦ εἰπόντος ἐν αἰσθήσει ψυχῆς ἐνεργείᾳ, ὅτι Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι με Χριστῷ· εἰ Πνεῦμα ἅγιον δρόσου ἁγνείας κατὰ τὴν Παρθένον ἐπῆλθεν ἐπὶ σε· εἰ δυνάμις Ὕψιστου ὑπομονῆς ἐπεσκίασέ σοι· ζῶσαι ὥσπερ ἀνὴρ (Χριστὸς ὁ Θεός) τὴν ὀσφὺν σοῦ λεντίῳ ὑποκοῆς, καὶ ἀναστὰς ἐκ τοῦ δείπνου τῆς ἡσυχίας νίψον πόδας ἀδελφῶν ἐν συντετριμμένῳ πνεύματι. Μᾶλλον δὲ κυλίου ὑπὸ πόδας συνοδίας ἐν καταβεβλημένῳ φρονήματι. Στῆσον πυλωροὺς ἀποτόμους, καὶ ἀΰπνους ἐν πύλῃ καρδίας σου· κράτει νοῦν ἀκράτητον ἐν περισπωμένῳ σώματι· ἄσκει νοερὰν ἡσυχίαν ἐν κινουμένοις καὶ σαλευομένοις μέλεσι. Τὸ πάντων παραδοξότατον, γίνου ἀπτόητος ψυχῇ μεταξὺ τῶν θορύβων· ἄγχε γλῶτταν προπηδᾷν ἐν ἀντιλογίαις μαινομένην· πάλαιε τῇ δεσποίνῃ ταύτῃ ἑβδομηκοντάκις ἔπτα τῆς ἡμέρας· πῆξον ἐν ξύλῳ ψυχῆς σταυρῷ νοῦν ἄκμονα δι’ ἀλλεπαλλήλων σφυρῶν καὶ κτυπῶν τυπτόμενον, ἐμπαιζόμενον, λοιδορούμενον, χλευαζόμενον, ἀδικούμενον, καὶ μηδαμῶς ἐκλυόμενον, μηδὲ θραῦσιν ὑπομένοντα· ἀλλ’ ὅλον λεῖον καὶ ἀκίνητον ὑπάρχοντα. Ἀποδῦσαι θελημὰ ὡς αἰσχυνῆς περιβολήν, καὶ γυμνὸς τούτου ἐν τῷ σκάμματι εἴσελθε. Τὸ σπάνιον, καὶ δυσεύρετον ἔνδυσαι πίστεως θώρακα, ὕπο ἀπιστίας πρὸς τὸν ἀγωνοθέτην μὴ διαλυόμενον, μηδὲ τιτρωσκόμενον κράτει χαλινῷ σωφροσύνης ἁφὴν ἀναιδῶς προπηδῶσαν· ἄγχε ὀφθαλμὸν μελέτῃ θανάτου, μεγέθη καὶ ὥραν σωματῶν περιεργάζεσθαι καθ’ ὥραν βουλόμενον· φιμοῦ νοῦν περιέργον ἐν οἰκεῖα μερίμνῃ τὸν ἀδελφὸν κατακρινεῖν ἐν ἀμέλεια βουλόμενον ἔγρων· καὶ πᾶσαν ἀγάπην, καὶ συμπάθειαν πρὸς τὸν πλησίον ἀπλανῶς ἐμφανίζοντα. Γνώσονται πάντες ἀληθῶς ἐν τουτῶ, ᾧ προσφιλέστατε πάτερ, ὅτι Χριστοῦ μαθητὴς ὑπάρχεις τότε, ἔαν ἐν συνοδίᾳ ἀγάπην ἔχωμεν ἐν ἀλλήλοις. Δεῦρο, δεῦρο, πάλιν ἔλεγεν ὁ καλὸς φίλος, δεῦρο συναυλίσθητι. Πίε μυκτηρισμὸν καθ’ ὥραν, ὥσπερ ὕδωρ ζῶν, ἐπειδὴ πάντα τὰ τερπνὰ ὑπὸ τὸν οὐρανὸν ὁ Δαβὶδ ἐξερευνήσας, ἔσχατον πάντων διαπορῶν ἔλεγεν. Ἰδοὺ δὴ τὶ καλόν, καὶ τὶ τερπνόν; Οὕδεν ἄλλο ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Εἰ δὲ οὔπω τοῦ ἀγαθοῦ τῆς τοιαύτης ὑπομονῆς καὶ ὑποκοῆς ἠξιώθημεν, καλὸν λοιπὸν κἂν τὴν οἰκείαν ἀσθένειαν ἐπεγνωκότας, κατὰ μόνας πόῤῥω τοῦ ἀθλητικοῦ σταδίου ἱσταμένους τοὺς ἀθλοῦντας μακαρίζειν, καὶ τούτοις ὑπομονὴν εὔχεσθαι. Ἡττήθην ἐγὼ καλῷ πατρί, καὶ διδασκάλῳ ἀρίστῳ εὐαγγελικῶς ἡμῖν καὶ προφητικῶς μαχησαμένῳ· μᾶλλον δὲ φιλικῶς, καὶ τὰ βραβεῖα τῇ μακαρίᾳ ὑπακοῇ δοῦναι ἀναμφιβόλως τεθελήκαμεν. Μιᾶς δὲ ἔτι ὀνησιφόρου τῶν μακαριῶν τούτων ἀρετῆς ἐπιμνησθείς, ὥσπερ ἐκ παραδείσου ἐξιών, πάλιν τὰ ἀκαλλῆ, καὶ ἀνησιφόρα ὑμῖν ἀκανθολογήματα παραθήσομαι.

Ἐν τῇ εὐχῇ πολλάκις ἡμῶν παρισταμένων, συντυχίας τινὰς ποιήσαντας ἐσημειώσατο ὁ μακάριος ποιμήν· οὓς ἐπὶ ἐβδοματιαῖον χρόνον πρὸ τῆς ἐκκλησιᾶς στήσας, πᾶσι μετανοίαν ποιεῖν παρεκέλευσε τοῖς εἰσιοῦσί τε καὶ ἐξιοῦσι· καὶ τὸ δὴ θαυμαστότερον, καίτοιγε κληρικοὺς ὑπάρχοντας τοῦτ’ ἔστι πρεσβυτέρους. Τινὰ τῶν ἀδελφῶν ὁρῶν σὺν αἰσθήσει καρδιᾶς πλέω τῶν πολλῶν ἐν τῇ ψαλμῳδίᾳ περιστάμενον· καὶ μάλιστα ἐν τῇ πρωτολογίᾳ τῶν ὕμνων πρὸς τινας τοῖς ἑαυτοῦ ἤθεσι, καὶ τῷ προσώπῳ διαλεγόμενον, ἠρώτων τοῦ ἤθους τοῦ μακαρίου τὴν ἔννοιαν μαθεῖν. Ὁ δὲ γνοὺς ἵνα μὴ κρύπτειν ὠφελεῖσαι, φησί. Τοὖς λογισμοὺς μου, πάτερ Ἰωάννῃ, καὶ τὸν νοῦν σὺν τῇ ψυχῇ εἴωθα ἐκ προοιμίων ἐπισυνάγειν, καὶ συγκαλῶν κράζειν τούτοις. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Τὸν δὲ ἑστιάτορα τοῦτο ποιοῦντα κατέλαβον πολυπραγμονήσας· μικρὸν γὰρ πτυχίον ἐν τῇ ζώνῃ κρεμάμενον ἔχοντα ὁρῶν, ἔμαθον ὡς τοὺς ἑαυτοῦ καθ’ ἡμέραν σημειούμενος λογισμούς, τούτους πάντας τῷ ποιμένι ἐξαγγέλλει. Οὐ μόνον δέ, ἀλλὰ καὶ ἑτέρους πλείστους τῶν αὐτόθι τοῦτο ποιοῦντας ἐθεώμην· ἦν δὲ καὶ αὕτη ἐντολὴ τοῦ μεγάλου ὡς ἀκήκοα. Ἐδιώχθη τὶς πάρ’ αὐτοῦ ποτὲ τῶν ἀδελφῶν τὸν πλησίον πρὸς αὐτὸν διαβαλὼν ὡς φλύαρον καὶ λάλον. Ὁ δὲ προσκαρτέρησε τῷ πυλῶνι τῆς μονῆς ἐβδομαδιαῖον χρόνον δυσωπῶν εἰσόδου, καὶ συγχωρήσεως τυχεῖν· ὡς δὲ τοῦτο ἔμαθεν ὁ φιλόψυχος, περιεργασάμενος αὐτόν, μηδὲν βεβρωκέναι ἐν ταῖς ἓξ ἡμέραις τὸ παράπαν, δηλοῖ αὐτῷ. Εἰ ὅλως ἐν τῇ μονῇ τὴν οἴκησιν ποιήσασθαι βούλει, ἐν τῇ τῶν μετανοούντων τάξει σε κατάξω. Ὡς δὲ ἀσμένως τοῦτο ἐδέξατο μετανοῶν, ἐκέλευσεν αὐτὸν ὁ ποιμὴν ἐν τῇ μονῇ τῇ ἰδιαζούσῃ τῶν ἐπὶ πτώμασι πενθούντων ἐπενεχθῆναι, ὅπερ καὶ γεγόνεν. Ἐπεὶ δὲ τῆς εἰρημένης ἐμνήσθημεν μονῆς, διὰ βραχεῶν περὶ αὐτῆς εἴπωμεν. Τόπος μὲν ἦν ἀπὸ σημειοῦ ἑνὸς τῆς μεγάλης μονῆς, φυλακῇ λεγομένη, ἀπαράκλητος· οὐκ ἦν ἐκεῖσε πώποτε καπνὸν ὀφθῆναι, οὐκ οἶνον, οὐκ ἔλαιον εἰς βρῶσιν, οὐχ ἕτερόν τὶ ἄλλο, ἢ ἄρτον, καὶ λεπτὰ λαχανά. Ἐν τούτῳ τοὺς μετὰ τὴν κλῆσιν συμποδιζομένους ἀπροΐτους κατέκλειεν· οὐχ ἅμα, ἀλλ’ ἰδίᾳ, καὶ χωρίς, ἢ καὶ δύο τὸ πολύ, ἕως οὗ ὁ κύριος αὐτὸν περὶ ἕκαστου ἐπληροφόρει· κατέστησε δὲ αὐτοῖς, καὶ τοποποιὸν μέγαν Ἰσαὰκ ὀνόματι, ὃς ἀπῄτει τὴν προσευχὴν ἀδιάλειπτον σχεδὸν τοὺς αὐτῷ παραδιδομένους· εἶχον δὲ καὶ θαλλοὺς πλείστους εἰς ἀκηδίας ἐμπόδιον.

Οὗτος ὁ βιός, αὕτη ἢ κατάστασις αὕτη ἡ διαγωγὴ τῶν ὄντως ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ· τὸ μὲν θαυμάζειν τοὺς ἅγιων πόνους καλόν· τὸ δὲ ζηλοῦν σωτηρίας πρόξενον· τὸ δὲ ὑφ’ ἓν τὴν ἐκείνων μιμεῖσθαι θέλειν πολιτείαν, ἄλογον καὶ ἀμήχανον. Δακνόμενοι μὲν ἐπὶ τοῖς ἐλέγχοις τῶν ἡμετέρων ἁμαρτημάτων μνημονεύσωμεν, ἄχρις οὗ ὁ Κύριος τὴν βίαν ἡμῶν τῶν βιαστῶν αὐτοῦ ὁρῶν ἁμαρτίας ταύτας ἐξαλείψει, καὶ τὴν δάκνουσαν ἡμᾶς ἐν τῇ καρδίᾳ ὀδύνην εἰς χαρὰν μεταποιήσει. Κατὰ γὰρ τὸ πλῆθος τῶν ὀδυνῶν μου, ἐν τῇ καρδίᾳ μου, φησὶν (κατὰ τοσοῦτον), αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχὴν μου. Ἐν τῷ ἰδίῳ καιρῷ μὴ ἐπιλαθώμεθα τοῦ λέγοντος πρὸς Κυρίον· Ὅσας ἔδειξας μοι θλίψεις πολλάς, καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησας με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς μετὰ τὸ πεσεῖν πάλιν ἀνήγαγές με. Μακάριος ὃς διὰ Θεὸν καθ’ ἡμέρας λοιδορούμενος, καὶ ἐξουδενούμενος ἑαυτὸν ἐβιάσατο. Μετὰ μαρτύρων χορεύσει οὗτος, καὶ μετὰ ἀγγέλων παῤῥησιάσεται. Μακάριος μοναχός, ὃς πάσης ἀτιμίας καὶ ἐξουδενώσεως ἑαυτὸν ἄξιον καθ’ ὥραν λογίζεται· μακάριος ὃς τὸ ἑαυτοῦ θέλημα εἰς τέλος ἐνέκρωσε, καὶ τῷ ἐν κυρίῳ διδασκάλῳ τὴν ἑαυτοῦ ἐκδέδωκεν ἐπιμέλειαν· ἐκ δεξιῶν γὰρ τοῦ σταυρωθέντος σταθήσεται. Εἰ τις ἔλεγχον δίκαιον, ἢ ἄδικον ἓξ ἑαυτοῦ ἀπεῤῥιψατο, οὗτος τὴν ἑαυτοῦ σωτηρίαν ἠρνήσατο. Εἰ δὲ τις τοῦτον μετὰ πόνου, ἢ καὶ ἀπόνως κατεδέξατο, ταχέως τῆς τῶν ἑαυτοῦ πταισμάτων ἀφέσεως τεύξεται. Θεῷ νοερῶς πρὸς τὸν σὸν πατέρα πίστιν, καὶ ἀγάπην εἰλικρινῶς ὑποδείκνυε, κἀκεῖνος ἀγνώστως τοῦτον λοιπὸν πληροφορήσει κατὰ τὴν σὴν πρὸς αὐτὸν διάθεσιν προστεθῆναι, καὶ οἰκειωθῆναί σοί· ὁ πάντα ὄφιν στηλιτεύων πίστιν ἐναργῆ ἔδειξεν. Ὁ δὲ ἀποκρύπτων, εἰς ἀνοδίας ἔτι πεπλάνηται. Τότε τὴν ἑαυτοῦ φιλαδελφίαν, καὶ κυρίως ἀγάπην ἐπιγνώσεταί τις, ὅταν ἑαυτὸν πενθοῦντα ἐπὶ τοῖς τοῦ ἀδελφοῦ σφάλμασιν ὄψεται· καὶ ὅταν ἀγαλλόμενον ἐπὶ ταῖς ἐκεινοῦ προκοπαῖς, καὶ χαρίσμασιν. Ὁ ἐν διαλέξει τὸν ἑαυτοῦ λόγον, κἂν ἀληθῆ λέγει, συστῆσαι θέλων καὶ βουλόμενος, γινωσκέτω τὸ τοῦ διαβόλου νόσον νοσεῖν. Καἰ εἰ μὲν ἐν τῇ πρὸς τοὺς ἴσους συλλαλιᾷ τοῦτο ἐργάζεται, ἴσως ἔστιν αὐτὸν ἰαθῆναι ἐκ τῆς τῶν μειζόνων ἐπιτιμίας. Εἰ δὲ καὶ πρὸς τοὺς μείζονας ἢ σοφωτέρους οὕτως διακεῖται παρὰ ἀνθρώπων τοῦτο ἀνίατον. Ὁ λόγῳ μὴ ὑποβεβηκώς, δῆλον ὅτι οὐδὲ ἔργῳ. Ὁ γὰρ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν ἔργῳ ἄκλιτός ἐστι, μάτην κοπιῶν, καὶ τῆς ὅσιας ὑποταγῆς οὕδεν, εἰ κρίμα ἑαυτῷ, κομιζόμενος. Εἶ τὶς τὸ ἑαυτοῦ συνειδὸς καθαρὸν εἰς ἄκρον εἰς τὴν παρὰ τοῦ πατρὸς ὑποταγὴν ἐκτήσατο. Οὗτος λοιπὸν τὸν θάνατον ὥσπερ ὕπνον, μᾶλλον δὲ ζωήν, καθ’ ἡμέραν ἐκδεχόμενος οὐ πτοεῖται γινώσκων ἐν βεβαίῳ, ὡς οὐκ αὐτὸς ἐν καιρῷ τοῦ χωρισμοῦ, ἀλλὰ προεστὼς λογοτηθήσεται. Εἰ τὶς ἐν Κυρίῳ ἀβιάστως ἐκ τοῦ πατρὸς ἐγχείρημα διακονιᾶς εἰληφώς, ἀδόκητόν τι πέπονθεν ἐν αὐτῇ πρόσκομμα, μὴ τῷ δεδωκότι τὸ ὅπλον, ἀλλὰ τῷ δεξαμένῳ τὴν αἰτίαν ἐπιγράφοιτο. Εἴληφεν γὰρ ὅπλον πρὸς μάχην ἐχθροῦ, προσήνεγκε δὲ αὐτὸ τῇ ἑαυτοῦ καρδίᾳ. Εἰ δὲ βεβίακεν ἑαυτὸν διὰ Κυρίον, καὶ τὴν ἑαυτοῦ ἀσθένειαν τῷ διδόντι προεῖπεν, θαρσείτω· κἂν γὰρ πέπτωκεν, οὐκ ἀπέθανε. Λέληθα ὑμῖν, ᾧ φίλοι, καὶ τοῦτον παραθεῖναι τὸν ἡδὺν τῆς ἀρετῆς ἄρτον, ὡς ἑώρακα ἐν Κυρίῳ ὑπηκόους ταῖς ὕβρεσιν ἑαυτοὺς ἐκτρίβοντας κατὰ Θεὸν ἀτιμάζοντας, ἵνα ἐπὶ ταῖς ἔξωθεν προσφερομέναις αὐτοῖς προπαρασκευασμένοι τυγχάνωσιν ἐπ’ ἀτιμίαις μὴ πτύρεσθαι ψυχὴ ἐξαγόρευσιν ἐννοουμένῃ, ὡς ὑπὸ χαλινοῦ, ὑπὸ ταύτης κατέχεται μὴ ἁμαρτάνειν. Τἂ γὰρ ἀνεξαγόρευτα ὡς ἐν σκοτεῖ ἀδεῶς λοιπὸν πράττομεν. Ὅταν τοῦ προεστῶτος ἀπόντος, τὸ αὐτοῦ πρόσωπον ἐξεικονίζοντες, τοῦτον παρίστασθαι ἡμῖν νομίζωμεν, καὶ πᾶσαν συντυχίαν, ἢ λόγον, ἢ βρῶσιν, ἢ ὕπνον, ἢ ἄλλο τι πρὸς ὃ ὑπειλήφαμειν ἀηδῶς αὐτὸν ἔχειν ἐν ἥμιν ἀποστρεφώμεθα τότε ἀληθῶς ἐγνώκαμεν ὑπακοὴν ἀνόθευτον. Οἱ μὲν νόθοι τῶν παιδῶν χαρὰν τὴν τοῦ διδασκάλου ἀπουσίαν· οἱ δὲ γνήσιοι ζημίαν ταύτην λογίζονται.

Ἠρώτησά ποτὲ τινα τῶν δοκιμωτάτων δυσωπῶν, πῶς ἡ ὑπακοὴ τὴν ταπεινοσύνην κεκτῆται· ὁ δὲ φησί· «Κἂν νεκροὺς ὁ εὐγνώμων ὑπήκοος ἀναστήσῃ, κἂν δακρῦον κτήσεται, κἂν ἀπαλλαγὴν πολέμων λογίζεται πάντως, ὅτι ἢ τοῦ πνευματικοῦ πατρὸς εὐχῇ τοῦτο ἐποίησε καὶ μένει αὐτὸς ἐκ τῆς ματαίας οἰκήσεως ξένος, καὶ ἀλλότριος». Πῶς γὰρ ἂν καὶ ὑψωθήσεται ἐπ’ ἐκεῖνο, ὁ ἓξ ἑτέρας βοηθείας λέγει, πεποιηκέναι, καὶ οὐκ ἐκ τῆς αὐτοῦ σπουδῆς· οὐκ οἶδεν ἡσυχαστὴς τὴν τῶν προειρημένων ἐργασίαν τὰ δίκαι γὰρ πρὸς αὐτὸν ἢ οἴησις κεκτῆται ἰδίᾳ σπουδῇ τὰ κατορθώματα αὐτῷ ὑποβάλλουσα ἐπιτελεῖν. Δύο νενικηκὼς ὁ ὧν ἐν ὑποταγῇ δόλους, μένει λοιπὸν δοῦλος Χριστοῦ αἰώνιος ὑπήκοος· πυκτεύει ὁ δαίμων τοὺς ὑπηκόους, ποτὲ μὲν μολυσμοῖς μολύνειν καὶ σκληροκαρδίους ἐργάζεσθαι, τούτους ταραχώδεις παρὰ συνήθειαν γίνεσθαι ἐκμοχλεύων, ποτὲ δε ξηροὺς τινάς, καὶ ἄκαρπους, καὶ περὶ τὴν προσευχὴν ὀκνηροτέρους, ὑπνώδείς τε καὶ ἐσκοτισμένους, ἴν’ ὡς μηδὲν ἐκ τῆς ὑποταγῆς ὠφεληθέντας, ἀλλὰ καὶ κατόπιν βαδίσαντας, τῆς ἀθλήσεως ἀποσπάσῃ. Οὐ γὰρ συγχωρεῖ αὐτοῖς ἐννοεῖν, ὅτι πολλάκις ἡ τῶν δοκούντων ἐν ἡμῖν ἀγαθῶν οἰκονομικὴ ἀφαίρεσις βαθυτάτης ταπεινοφροσύνης γίνεται πρόξενος. Ἀπεκρούσθη δι’ ὑπομονῆς πολλάκις παρὰ τισιν ὁ προλεχθεὶς ἀπατεών. Εἶτα ἔτι τούτου λαλοῦντος, ἕτερος ἄγγελος παραστὰς μέτ’ ὀλίγον ἑτέρῳ τρόπῳ ἀπατᾷν ἡμᾶς δοκιμάζει. Εἶδον ὑποκόους εὐκατανύκτους, προσηνεῖς, ἐγκρατεῖς, σπουδαίους, ἀπολεμήτους, θερμοὺς ἐκ τῆς τοῦ πατρὸς σκεπῆς γεγονότας οἷς οἱ δαίμονες ἐπιστάντες δυνατοὺς εἶναι λοιπὸν πρὸς ἡσυχίαν ὑπέσπειραν, ὡς πρὸς τελεῖον ἔπαθλον, καὶ πρὸς ἀπάθειαν δι’ ἐκείνης καταντῆσαι ἰσχύοντας. Καἰ μέντοι ἀπατηθέντες τοῦ λιμένος ἐπὶ τὸ πέλαγος χωρήσαντες, ζάλης αὐτῆς καταλαβούσης, κυβερνητῶν μὴ εὐπορήσαντες, ἐλεεινῶς ὑπὸ τῆς θαλάσσης ταύτης τῆς ῥυπαρᾶς καὶ ἁλμυρᾶς ἐκινδύνευσαν. Ἀνάγκη τὴν θάλασσαν ταραχθῆναι καὶ ἀγριωθῆναι, ἵνα τότε τὴν ὕλην, ἥνπερ οἱ ποταμοὶ τῶν παθῶν, καὶ τὸν χόρτον, καὶ πᾶσαν σαπρίαν ἐν αὐτῇ κατήγαγον, δι’ αὐτῶν πάλιν ἐν τῇ γῇ ἀποῤῥίψηται. Ἐπισκεψώμεθα, καὶ εὑρήσομεν μετὰ τὴν ἐν τῇ θαλάσσῃ ζάλην βαθεῖαν γινομένην γαλήνην. Ὁ ποτὲ μὲν ὑποκούων, ποτὲ τε παρακούων τοῦ πατρός, ὅμοιός ἐστι ἀνδρὶ τῷ ποτὲ μὲν κολλούριον, ποτὲ δὲ ἄσβεστον τῷ ἑαυτοῦ ὀφθαλμῷ προσάγοντι. «Εἰς γάρ, φησὶν οἰκοδομῶν, καὶ εἷς καταλύων, τὶ ὠφέλησεν, ἀλλ’ ἢ κόπους»; Μὴ ἀπατῶ, ᾧ υἱὲ ὑπάκουε Κυρίου, πνεύματι οἰήσεως, καὶ ὡς ἐξ ἕτερου δῆθεν προσώπου τὰ σὰ πλημμελήματα τῷ διδασκάλῳ ἀπάγγελε. Οὐ γὰρ ἐστιν, ἕκτος αἰσχύνης, αἰσχύνης ἀπαλλαγῆναι. Γύμνου σὸν μώλωπα τῷ ἰατρῷ· εἰπέ, καὶ μὴ αἰσχυνθῇς. Ἐμὸν τὸ τραῦμα, πάτερ, ἐμὴ ἡ πληγὴ ἐξ οἰκείας ῥᾳθυμίας, καὶ οὐκ ἐξ ἑτέρου προσγενομένη, οὐδεὶς ταύτης αἴτιος· οὐκ ἄνθρωπος, οὐ πνεῦμα, οὐ σῶμα, οὐ τι ἕτερον, ἀλλ’ ἡ ἐμὴ ἀμέλεια. Γίνου καὶ τῷ εἴδη καὶ τῷ λογισμῷ ὡς κατάδικος ἐπὶ τῇ ἐξομολογήσει εἰς γῆν νενευκώς, καὶ εἰ δυνατόν, τοὺς τοῦ κριτοῦ καὶ ἰατροῦ πόδας, ὡς τοῦ Χριστοῦ, δάκρυσι βρέχων. Ἔθος πολλάκις τοῖς δαίμοσιν, ἢ μὴ ἐξομολογεῖσθαι ἡμᾶς ὑποβάλλειν ἢ ὡς ἐκ προσώπου ἑτέρου τοῦτο ποιεῖν ἢ τινὰς ἐπὶ τῇ ἑαυτῶν ἁμαρτίᾳ καταμέμφεσθαι ὡς αἴτιους.

Εἰ πάντα συνηθείᾳ ἤρτηνται, καὶ ἐπακολουθοῦσι, πολλῷ πλέον πάντως τὰ ἀγαθά, ὡς μέγαν συνεργὸν ἔχοντα τὸν Θεόν. Οὐ κοπιάσεις, υἱέ, ἐν πολλοῖς ἔτεσιν εὑρεῖν ἐν σοὶ τὴν μακαρίαν ἀνάπαυσιν, ἐὰν ἐν ἀρχαῖς ὁλοψύχως ἑαυτὸν ἀτιμίαις ἐκδώσης. Μὴ ἀπαξίωσης ὡς Θεῷ τῷ βοηθῷ ἐν καταβεβλημένῳ ἤθει τὴν ἐξομολογίαν ποιήσασθαι. Εἶδον γὰρ καταδίκους ἐλεεινοτάτῳ ἤθει, καὶ σφοδροτέρᾳ ἐξομολογήσει, καὶ ἱκεσίᾳ ἀποτομίαν δικαστοῦ μαλάξαντας, καὶ τὸν θυμὸν αὐτοῦ εἰς εὐσπλαγχνίαν μεταμορφώσαντας. Διὰ τοῦτο καὶ Ἰωάννης ὁ πρόδρομος τὴν ἐξομολόγησιν πρὸ τοῦ βαπτίσματος ἐπεζήτει παρὰ τῶν προσερχομένων, οὐκ αὐτὸς ταύτης δεόμενος, ἀλλὰ τὴν τῶν προσερχομένων σωτηρίαν πραγματευόμενος. Μὴ θαμβηθῶμεν καὶ μέτ’ ἐξομολόγησιν πολεμούμενοι. Ἄμεινον γὰρ μολυσμοῖς, καὶ μὴ οἰήσει παλαίειν. Μὴ πρόστρεχε, μηδὲ συνεπαίρου ἐπὶ διηγήμασιν ἡσυχαστῶν, καὶ ἀναχωρητῶν πατέρων τῇ γὰρ τοῦ πρωτομάρτυρος στρατείᾳ βαδίζων ὑπάρχεις. Μηδὲ πίπτων ὑποχώρει τοῦ σκάμματος. Τότε γὰρ μάλιστα ἰατροῦ πολλῷ πλέον δεόμεθα. Ὁ μετὰ βοηθείας εἰς λίθον τὸν πόδα προσκόψας, ὁ ἐκτὸς βοηθείας ὑπαρχῶν, πάντως οὐ προσκόπτειν μόνον, ἀλλ’ ἀποθνῄσκειν ἤμελλεν. Ὅταν κατενεχθῶμεν, θᾶττον οἱ δαίμονες ἐπιστάντες ἀφορμοῖς εὔλογου, μᾶλλον δὲ ἄλογου δραξάμενοι τὴν ἡσυχίαν ἡμῖν ὑποτίθενται σκοποῖς δὲ τοῖς ἐχθροῖς ἡμῶν τραῦμα ἐπὶ πτώματι προσθεῖναι ἐφ’ ἡμᾶς ὅταν ὁ ἰατρὸς ἀδυναμίαν προβάλληται, τότε ἀνάγκῃ ἐφ’ ἕτερον πορεύεσθαι. Χωρὶς γὰρ ἰατροῦ σπάνιοι οἱ θεραπευόμενοι. Τὶς ἄρα ὁ δοκῶν ἀντιλέγειν ἡμῖν ὁρίζουσιν; Ὅτι πᾶσα ναῦς κυβερνήτην ἔμπειρον κεκτημένη, καὶ ναυαγίῳ περιπεσοῦσα, ἕκτος κυβερνήτου, πάντως ἀπολλύσθαι ἤμελλεν. Ἐξ ὑποκοῆς ταπείνωσις, ἐκ ταπεινώσεως ἀπάθεια. Εἴπερ «ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν», οὐκ οὐδὲν τὸ κωλῦον εἰπεῖν, ὅτι ἐξ ὑποκοῆς ἀπάθεια, δι’ ἧς τὸ τέλος τῆς ταπεινώσεως γίνεται. Ἄρχεται μὲν γὰρ ἐκείνης αὕτη, ὡς Μωυσῆς νόμου. Τελειοῖ δὲ ἡ θυγάτηρ τὴν μητέρα, ὡς Μαρία τὴν συναγωγήν. Τιμωρίας ἁπάσης ἄξιοι παρὰ Θεῷ οἱ νοσοῦντες, καὶ μετὰ τὴν τοῦ ἰατροῦ πεῖραν, καὶ τὴν ἐξ αὐτοῦ ὠφέλειαν τοῦτον ἐφ’ ἑτέρου προκρίσει καταλιμπάνοντες πρὸ τελείας ἰάσεως. Μὴ φεῦγε χεῖρας τοῦ τῷ Κυρίῳ σὲ προσενέγκαντος, οὐκ αἰδεσθήσῃ γὰρ ὡς αὐτὸν ἐν τῇ ζωῇ σου τινά. Οὐκ ἀσφαλὲς τῷ ἀπείρῳ ἐκ τοῦ πλήθους τῶν στρατιωτῶν, πρὸς μονομαχίαν ἑαυτὸν ἀποχωρίσαι, καὶ οὐκ ἀκίνδυνον τῷ μοναχῷ πρὸ πείρας καὶ γυμνασίας πολλῆς τῶν ψυχικῶν παθῶν ἐπὶ τὴν ἡσυχίαν χωρῆσαι. Πέφυκε ὁ μὲν γὰρ σωματικῶς, ὁ δὲ ψυχικῶς κινδυνεύειν. «Ἀγαθοί, φησὶν ἡ Γραφή, οἱ δύο ὕπερ τὸν ἕνα». Τοῦτ’ ἔστιν, ἀγαθὸν ὑιῷ μετὰ πατρὸς δι’ ἐνεργείας θείου Πνεύματος πρὸς τὰς προλήψεις ἀγωνίζεσθαι. Ὁ ἀποστερῶν τυφλὸν ὁδηγοῦ, καὶ ποίμνης ποιμένος, τὸν πελαζόμενον χειραγωγοῦ, τὸν νήπιον τοῦ ἑαυτοῦ πατρός, τοῦ ἰατροῦ τὸν νοσοῦντα, τὸ πλοῖον τοῦ κυβερνήτου, ἀμφοτέροις κίνδυνον προξενεῖ. Ὁ δὲ ἀβοηθήτως πνεύμασι προσπαλαίειν ἐπιχειρῶν, θανατοῦται ὕπ’ αὐτῶν. Οἱ μὲν ἐν ἰατρείῳ ἐν ἀρχαῖς παραγενόμενοι, τὰς ὀδύνας τὰς ἑαυτῶν σημειούσθωσαν. Οἱ δὲ ἐν ὑποταγῇ τὴν προσοῦσαν αὐτοῖς ταπείνωσιν. Τοῖς μὲν γὰρ ὁ τῶν ὀδυνῶν κουφισμός, τοῖς δὲ ἡ τῆς ἑαυτῶν κατεγνώσεως προσθήκη σημεῖον ἀπλανὲς τῆς ὑγείας, ὡς οὐχ ἕτερόν τι φανήσεται. Τὸ συνειδὸς σοι ἔσοπτρον τῆς ὑποταγῆς ἔστω, καὶ ἀρκετὸν ἐστιν.

Οἱ μὲν καθ’ ἡσυχίαν πατρὶ ὑποτασσόμενοι, δαίμονας, καὶ μόνον τοὖς ἀντιπράσσοντας κέκτηνται· οἱ δὲ ἐν συνοδίᾳ ὑπάρχοντες δαίμοσι καὶ ἀνθρώποις ὁμοῦ προσπαλαίουσι. Καὶ οἱ μὲν πρότεροι διὰ τῆς διηνεκοῦς τοῦ διδασκάλου θέας ἀκριβεστέρας τὰς πάρ’ αὐτοῦ φυλάττουσιν ἐντολές. Οἱ δὲ δεύτεροι πολλάκις διὰ τῆς ἀπουσίας αὐτοῦ μικρὸν ταύτας παρατιτρώσκουσι. Πλὴν ἐὰν σπουδαῖοι τινες καὶ φιλόπονοι γίνωνται, διὰ τῆς τῶν προσκρούσεων ὑπομονῆς ὑπεραναπληροῦσι τὴν ἔλλειψιν καὶ διπλοῦς τοὺς στεφάνους κομίζονται. Πάσῃ φυλακῇ τηροῦντες ἑαυτοὺς τηρήσωμεν. Λιμὴν γὰρ πλοίων ἀνάπλεως εὐχερῶς ταῦτα συντρίβειν πεφύκεν, καὶ μάλιστα τὰ ὑπὸ θυμοῦ, ὥσπερ ὑπὸ σκώληκός τινος τετριμμένα λεληθότως σιωπὴν ἐσχάτην καὶ ἄγνοιαν ἐπὶ τοῦ προεστῶτος ἀσκήσωμεν· ἀνὴρ γὰρ σιωπηλὸς φιλοσοφίας υἱὸς γνῶσιν πολλὴν πάντοτε κτώμενος. Εἶδον ὑποτακτικὸν τὴν διήγησιν ἐκ στόματος τοῦ προεστῶτος ἁρπάσαντα, καὶ τὴν ἐκεινοῦ ὑποταγὴν ἀπέγνωκε, ὑπερηφανίαν καὶ οὐ ταπείνωσιν βλέπων αὐτὸν ἐκ ταύτης προσλαμβανόμενον. Πάσῃ νήψει νήψωμεν, καὶ τηρήσει τηρήσωμεν, καὶ φυλακῇ φυλαξώμεθα, ποτὲ καὶ πῶς ἡ διακονία τῆς προσευχῆς ὀφειλεῖ προκρίνεσθαι. Οὐ γὰρ πάντοτε πάντως πρόσεχε σεαυτῷ τοῖς ἀδελφοῖς σου παρών, καὶ μὴ σπεῦδε δικαιότερος αὐτῶν φαίνεσθαι τὸ παράπαν ἓν τινι. Δύο γὰρ ἐργάσῃ κακά, ἐκείνους μὲν διὰ τῆς σῆς ψευδεπιπλάστου σπουδῆς πλήξας ἑαυτῷ δὲ ἐκ παντὸς τροποῦ ὑψηλοφροσύνην προξενήσας. Γίνου σπουδαῖος ψυχῇ, μηδόλως σώματι τοῦτο ἐμφαίνων, μὴ σχήματι, μὴ λόγῳ, μὴ αἰνίγματι καὶ τοῦτο εἴπερ τοῦ ἐξουθενεῖν τὸν πλησίον πέπαυσαι. Εἰ δὲ πρόχειρος εἰς τοῦτο καθέστηκας, γίνου τοῖς ἀδελφοῖς σοῦ ὅμοιος, καὶ μὴ τῇ οἰήσει ἀνόμοιος. Εἶδον ἀδόκιμον μαθητὴν ἐπὶ τοῖς τοῦ διδασκάλου κατορθώμασιν ἐπὶ τινῶν ἀνθρώπων καυχώμενον, καὶ μέντοι δοκῶν δόξαν ἑαυτῷ ἐκ τοῦ ἀλλοτρίου σιτοῦ περιποιήσασθαι, ἀτιμίαν μᾶλλον ἑαυτῷ προξένησε, πάντων πρὸς αὐτὸν εἰρηκότων· καὶ πῶς δένδρον καλόν, κλάδον ἄκαρπον ἤνεγκεν; Οὐχ ὅτε τὸν τοῦ πατρὸς μυκτηρισμὸν γενναίως ὑπενέγκωμεν, ὑπομονητικοὶ κρινόμεθα, ἀλλ’ ὅταν παρὰ παντὸς ἀνθρώπου καταφρονώμεθα καὶ πλησσώμεθα· τὸν γὰρ πατέρα καὶ αἰδούμενοι καὶ χρεωστοῦντες βαστάζομεν. Πίνε προθυμῶς μυκτηρισμὸν ὡς ὕδωρ ζωῆς παρὰ παντὸς ἀνθρώπου, ποτίζειν σὲ τὸ καθαρτήριον τῆς λαγνείας ζητοῦντος· τότε γὰρ ἀνατελεῖ ἁγνείᾳ βαθεῖα ἐν τῇ ψυχῇ σοῦ, καὶ φῶς Θεοῦ οὐκ ἐκλείψει ἐκ τῆς καρδίας σοῦ. Μηδεὶς ὑφ’ ἑαυτοῦ ἀναπαυόμενον ὁρῶν σύλλογον ἀδελφότητος, ἓν τῇ διανοίᾳ καυχάσθω. Οἱ γὰρ κλέπται πέριξ. Μνημονεύων μνημονεύω τοῦ λέγοντος. «Ὅταν πάντα ποιήσητε τὰ προστεταγμένα, λέγετε, ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν». Τὸ κρίμα τῶν κοπῶν ἐν καιρῷ ἐξόδου γνωσόμεθα. Κοινόβιόν ἐστιν ἐπίγειος οὐρανός· Διὸ ὡς Κυρίῳ λειτουργοῦντες ἄγγελοι, οὕτω πείσωμεν διακεῖσθαι τὴν καρδίαν ἡμῶν. Ποτὲ μὲν οἱ ἐν τῷ οὐρανῷ τούτῳ ὄντες τῇ καρδίᾳ ὡς λιθώδεις διάκεινται· ποτὲ δὲ πάλιν διὰ τῆς κατανύξεως παρακαλοῦνται, ἵνα καὶ τὴν οἴησιν ἐκφύγωσι, καὶ τοὺς κόπους διὰ τῶν δακρύων παραμυθήσονται. Μικρὸν πῦρ κηρὸν πολὺν κατεμάλαξε, καὶ μικρὰ ἀτιμία πολλάκις ἐπισυμβᾶσα, ἅπασαν τὴν τῆς καρδιᾶς ἀγριότητα καὶ ἀναισθησίαν καὶ πώρωσιν αἰφνιδίως κατεμάλαξε, καὶ κατεγλύκανε, καὶ ἐξήλειψεν. Εἶδόν ποτε δύο λεληθότως παρακαθημένους, καὶ τοὺς τῶν ἀγωνιζομένων στεναγμοὺς καὶ καμάτους ἐπιτηροῦντας, καὶ προσακροωμένους· ἀλλ’ ὁ μέν, ἵνα ζηλώσῃ, ὁ δὲ ἵνα καιροῦ καλοῦντος, ὀνειδιστικῶς ταῦτα θριάμβευση, καὶ τὸν τοῦ Θεοῦ ἐργάτην τῆς καλῆς ἐργασίας ἀνακόψῃ. Μὴ γίνου ἄλογος σιωπητικός, ἑτέροις ταραχὴν καὶ πικρίαν προξενῶν, μηδὲ νωθρὸς τῷ ἤθει καὶ τῷ βήματι σπουδάζειν ἐπιτρεπόμενος· εἰ δὲ μή, τῶν μαινομένων καὶ ταραχωδῶν χειρῶν καθέστηκας. Ἑώρακα τοιαῦτα, καθὼς φησὶν ὁ Ἰώβ, πολλάκις ἤθους νωθρότητι, ἔστι δ’ ὅτε καὶ ἐπιτηδειότητι ψυχὰς ὀδυνηθείσας· καὶ ἐθαύμασα πῶς ποικίλη ἡ κακία. Ὁ ἐν τῷ μέσῳ, οὐ τοσοῦτον ἐκ τῆς ψαλμῳδίας, ὅσον ἐκ τῆς εὐχῆς κερδαίνειν δυναταί· ἡ γὰρ σύγχυσις, ψαλμοῦ διάλυσις. Πάλαιε ἐννοίᾳ ἀδιαλείπτως, ταύτην ῥεμβομένην ἐπισυνάγων πρὸς ἑαυτόν. Οὐ γὰρ ἀρέμβαστον ὁ Θεὸς τοὺς ὑπηκόους ἀπαιτεῖ προσευχήν· μὴ ἀθυμεῖ κλεπτόμενος, ἀλλ’ ἀθυμεῖ, τὸν νοῦν ἀεὶ ἀνακαλούμενος. Ὁ πεπεικὼς ἑαυτὸν λεληθότως, μὴ τοῦ παλαίσματος ἀναχωρεῖν ἄχρις ὕστατης ἀναπνοῆς, καὶ χιλιῶν θανάτων, καὶ σώματος, καὶ ψυχῆς μὴ ὑποχωρεῖν, ἐν οὐδενὶ ῥᾳδίως τῶν τοιούτων πεσεῖται· δισταγμὸς γὰρ καρδίας, καὶ ἀπιστία τόπων, τὰς προκόψεις ἀεὶ καὶ τὰς συμφορὰς ποιεῖν πεφύκεν. Οἱ εὐχερεῖς πρὸς μετάβασιν πάντη ἀδόκιμοι· οὕδεν γὰρ οὕτως τὴν ἀκαρπίαν, ὡς ἀνυπομονησία ἐργάζεται. Εἰ μὲν ἐν ἀγνώστῳ ἰατρῷ καὶ ἰατρείῳ κατήντησας, γίνου ὡς παριών, καὶ λεληθότως τὴν ἀπαντῶν πεῖραν τῶν αὐτόθι λαμβάνων. Ἐπὰν δὲ καὶ ἐκ τῶν τεχνιτῶν καὶ ὑπουργῶν ὠφελείας ἐν ταῖς σαῖς νόσοις αἰσθάνῃ, καὶ μάλιστα ἐν τῇ ὀγκώσει τῆς ψυχῆς τὸ ζητούμενον, τότε καὶ πρόσελθε λοιπόν, καὶ πιπράσκου χρυσίῳ ταπεινώσεως, καὶ χάρτῃ ὑποκοῆς, καὶ γράμμασι διακονίας, καὶ μάρτυσιν ἀγγέλοις, διαῤῥήστων ἐπὶ τούτων διάῤῥηξον τὸν τοῦ οἰκειοῦ θελήματος χάρτην· περριὼν γὰρ ἀνατρέπειν τὴν ὠνὴν πέφυκας, ᾗ σὲ λοιπὸν Χριστὸς ἐξωνήσατο. Μνῆμα σοι πρὸ μνήματος ὁ τόπος ἔστω. Οὐδεὶς γὰρ ἀπὸ μνήματος ἐξέρχεται ἄχρι τῆς κοινῆς ἀναστάσεως· εἰ δὲ καὶ τινες ἐξῆλθον, ὅρα ὅτι ἀπέθανον· ὅπερ μὴ παθεῖν ἡμᾶς, τὸν Κύριον δυσωπήσωμεν.

Ὅτε μὲν αἰσθάνονται βαρέα τὰ ἐπιτάγματα εἶναι οἱ ὀκνηρότεροι, τότε τὴν προσευχὴν μᾶλλον προκρίνειν ἐπιχειροῦσιν· ὅτε δὲ κουφοτέρα, ἐκ ταύτης ὡς ἀπὸ πυρὸς ἀποφεύγουσιν. Ἔστιν ὁ ἐγχείρημα μετερχόμενος διακονίας, καὶ πρὸς ἀνάπαυσιν ἄλλου ἀδελφοῦ αἰτηθεὶς τοῦτο καταλιμπάνων αὐτό· καὶ ἔστιν ὁ ἐξ ὀκνηρίας τοῦτο καταλιμπάνων· καὶ ἔστιν καὶ αὖθις ὁ ἐκ κενοδοξίας τοῦτο καταλιμπάνων· καὶ ἔστιν ὁ ἐκ προθυμίας. Εἰ συνηρπάγης ἐν ταῖς συνθήκαις, καὶ ἀπρόκοπον ὁρᾷς τὸ τῆς ψυχῆς ὄμμα, μὴ παραιτήσῃ τὴν διάταξιν. Πλὴν ὁ δόκιμος πανταχοῦ δόκιμος· ὥσπερ καὶ τὸ ἔμπαλιν. Λοιδορίαι κατὰ κόσμον πολλοὺς χωρισμοὺς πεποιήκασιν· γαστριμαργίαι δὲ ἐν συνοδίαις πάντα τὰ πτώματα καὶ τὰς ἀθετήσεις ἐργάζονται. Ἐὰν τῆς δεσποίνης ἄρξῃς, πᾶν σοι κάθισμα προξενήσει ἀπάθειαν· ἐκείνης δὲ ἀρχούσης, ἕκτος μνήματος πανταχοῦ κινδυνεύσεις. Κύριος μὲν σοφοῖ τυφλοὺς τοὺς τῶν ὑπηκόων ὀφθαλμοὺς ἐν ταῖς τοῦ διδασκάλου ἀρεταῖς, ἐν δὲ ταῖς ἐλλείψεσι σκοτοῖ· ὁ δὲ μισόκαλος τοὐναντίον. Τύπος ἡμῖν, ᾧ οὗτοι, ἄριστης ὑποταγῆς ὁ λεγόμενος ὑδρώδης ἄργυρος ἔστω· ὑποκάτω γὰρ κυλινδούμενος πάντων, παντὸς ῥυπουμένου μένει ἀνεπίμικτος. Οἱ σπουδαῖοι μᾶλλον ἑαυτοῖς προσεχέτωσαν, ἵνα μὴ διὰ τοῦ κρινεῖν τοὺς ῥαθύμους, ἐκείνων πλεῖον κατακριθῶσιν. Διὰ τοῦτο, οἶμαι, ὁ Λὼτ δεδικαίωται, ὅτι μέσος ὑπαρχῶν τοιούτων, οὐδ’ ὅλως ἐφάνη τούτους κατακρίνων ποτέ. Πάντοτε μέν, ἐπὶ πλεῖον δὲ ἐν ταῖς ὑμνῳδίαις, τὸ ἡσυχίον καὶ ἀτάραχον τηρήσωμεν. Σκοπὸς γὰρ τοῖς δαίμοσι διὰ ταραχῶν τὴν προσευχὴν ἀφανίζειν. Διακονῶν ἐστι, σώματι μὲν ἀνθρώποις παρεστώς, νοῒ δὲ ἐν οὐρανοῖς διὰ προσευχῆς κρούων. Ἃ μὲν ὕβρεις καὶ ἐξουδενώσεις, καὶ τὰ τοιαῦτα ἐν τῇ ψυχῇ τοῦ ὑπηκόου ἀψινθίου πικρότητι παρεικάζονται· οἱ δὲ ἔπαινοι, τιμαὶ τε καὶ εὐφημίαι μέλιτος δίκην ἐν τοῖς ἠδυπάθεσιν ἡδύτητα πᾶσαν ἀποτίκτουσι. Προσκοπήσωμεν τοίνυν πῶς ἡ φύσις τῶν ἑκατέρων, ἡ μὲν καθαίρειν ἅπαντα τὰ ἔντος ὑλώδη, ἡ δὲ αὔξειν εἴωθε τὴν χολήν. Πιστευτέον ἀμερίμνως τοῖς ἐν Κυρίῳ τὴν ἡμῶν ἀναδεξαμένοις ἐπιμέλειαν, κἂν ἐναντία τινὰ τῷ δοκεῖν καὶ τῇ σωτηρία ἡμῶν ἐναντιούμενα ἐπιτάττωσι· τότε γὰρ ἡ πρὸς αὐτοὺς ἡμῶν πίστις, ὡς ἐν χωνευτηρίῳ ταπεινώσεως δοκιμάζεται· τοῦτο γὰρ πίστεως ἀληθεστάτης γνώρισμα, τὸ τὰ ἐναντία τῶν ἐλπιζομένων γινόμενα θεωροῦντας, τοῖς προστάττουσι πείθεσθαι ἀδιστάκτως. Ἐξ ὑπακοῆς ταπείνωσις, ὡς καὶ ἤδη φθάσαντες εἴπομεν· ἐκ ταπεινώσεως διάκρισις, ὡς καὶ τῷ μεγάλῳ Κασσιανῷ ἐν τῷ Περὶ Διακρίσεως αὐτοῦ λόγῳ πεφιλοσόφηται καλλίστα τε καὶ ὑψηλότατα. Ἐκ διακρίσεως διόρασις· ἐκ δὲ ταύτης, προόρασις. Καὶ τὶς ἄρα μὴ δράμῃ ἐν τῷ καλῷ τουτῶ τῆς ὑπακοῆς δρόμῳ τοιούτων ἀγαθῶν ἑτοιμασίας ὁρῶν ἔμπροσθεν αὐτοῦ; Περὶ ταύτης τῆς μεγάλης ἔλεγεν ὁ καλὸς Ψάλτης ἐκεῖνος. «Ἡτοίμασας ἐν τῇ χρηστότητί σοῦ τῷ πτωχῷ ὑπηκόῳ, ὁ Θεός, τὴν σὴν παρουσίαν ἐν καρδιὰ αὐτοῦ». Μὴ ἐπιλάθῃ ἐν τῇ ζωῇ σου πάσῃ τοῦ ἀθλητοῦ τοῦ μεγάλου ἐκεινοῦ, ὃς ἐν ὅλοις δεκαοκτὼ ἔτεσιν οὐκ ἀκήκοε τοῖς ἔξωθεν ὠσί, παρὰ τοῦ ἐπιστάτου. Σωθείης· τοῖς δὲ ἔνδον καθ’ ἡμέραν ἤκουεν παρὰ τοῦ Κυριοῦ, οὐ, Σωθείης, (τοῦτο γὰρ εὐκτικὸν ἐστι καὶ ἄδηλον), ἀλλ’, Ἐσώθης, ὅπερ ὁριστικὸν καὶ βέβαιον καθέστηκεν. Ἔλαθον ἑαυτοὺς τῶν ὑπηκόων τινὲς τὸ εὐπειθὲς καὶ συγκαταβατικὸν τοῦ προεστῶτος αἰσθόμενοι· καὶ πρὸς τὰς ἑαυτῶν θελήσεις τὰς ἐπιτροπὰς αἰτούμενοι· κομισάμενοι δὲ γινωσκέτωσαν ἐκπεπτωκέναι πάντη τοῦ τῆς ὁμολογίας στεφανοῦ· ὑπακοὴ γὰρ ἐστιν ὑποκρίσεως καὶ ἐφέσεως οἰκείας ξενισμός. Ἔστιν ὁ ἐπιταγὴν κομισάμενος, καὶ τὸν σκοπὸν τοῦ ἐπιτάξαντος αἰσθόμενος μὴ ἡδέως τὴν τοῦ ἐπιταχθέντος περαίωσιν ἔχοντα ταύτην παραιτησάμενος· καὶ ἔστιν ὁ αἰσθόμενος καὶ ἀναμφιβόλως ὑπακούσας. Ζητητέον τὶς αὐτῶν εὐσεβεστέρως ἐποίησε. Τῶν οὐκ ἐνδεχομένων ἐστὶ τῷ ἑαυτοῦ θελήματι τὸν διάβολον ἀντιστῆναι καὶ πειθέτωσάν σε οἱ ἐν ἀμελείᾳ ζῶντες, καὶ ἐν ἑνὶ ἠσυχαστηρίῳ κεκαρτερηκότες, ἢ κοινοβίῳ. Γενέσθω ἡμῖν ἡ ἐκ τῶν τόπων πολεμουμένη ἀναχώρησις τῆς ἡμετέρας ἐκεῖσε εὐαρεστήσεως ἀποδείξις. Εἴπερ τὸ πολεμεῖσθαι, σημεῖον τοῦ πολεμεῖν, οὐ γενήσομαι κρύπτης, ἄδικος, καὶ πλεονέκτης ἀπάνθρωπος σκοπῶν ὑμῖν, ἃ σιγᾶσθαι μὴ θεμῶ. Ἰωάννης μοὶ ὁ πάνυ, ὁ Σαβαΐτης ἀξιάκουστα διηγήσατο πράγματα· ὅτι δὲ ἀπαθὴς ὁ ἀνήρ, καὶ παντὸς ψεύδους καὶ λογοὺ καὶ ἔργου πονηροῦ καθαρός, ἐκ τῆς αὐτοῦ πειρὰς ἐπιστᾶσαι, ὅσιε. Οὗτος μοι διηγήσατο.

Ὅτιπερ ἐν τῇ μονῇ μου τῇ εἰς Ἀσίαν (ἐκεῖθεν γὰρ ὁ δίκαιος ὥρμητο), γέρων τις πάνυ ἀμελὴς καὶ ἀκόλαστος· λέγω γὰρ μὴ κρίνων, ἵνα φανῶ ἀληθεύων· οὗτος, οὐκ οἰδ’ ὅπως, ἐκτήσατο μαθητὴν νεώτερον, τῷ ὀνόματι Ἀκάκιον, ἁπλοῦν τινα τῇ γνώμῃ φρόνιμον δὲ τῷ λογισμῷ. Ὃς τοσαῦτα παρὰ τοῦ τοιούτου γέροντος ὑπέμενεν, ὅσα καὶ τοῖς πολλοῖς ἄπιστα ἴσως καὶ δόξει. Οὐ μόνο γὰρ ὕβρεσι καὶ ἀτιμίαις αὐτόν, ἀλλὰ καὶ πληγαῖς καθ’ ἡμέραν ἀνεβασάνιζεν. Ἦν ἡ ὑπομονῇ αὐτοῦ οὐκ ἄλογος. Ὅρων οὖν αὐτὸν ἐγὼ καθ’ ἡμέραν ὡς ὠνητὸν δοῦλον ἐσχάτως ταλαιπωροῦντα, ἐν ἀπαντήσει πολλάκις ἔλεγον πρὸς αὐτόν. Τὶ ἐστίν, ἀδελφὲ Ἀκάκιε; Πῶς ἡ σήμερον; Καὶ εὐθὺς ἐκεῖνος, ποτὲ μὲν ὀφθαλμὸν πεπελιδνωμένον, ποτὲ δὲ τὸν τράχηλον, ἄλλοτε δὲ τὴν κεφαλὴν πεπληγμένην μοὶ ὑπεδείκνυε. Γινώσκων οὖν ἐγώ, ὅτι ἐργάτης ἐστίν, ἔλεγον αὐτῷ. Καλῶς, καλῶς, ὑπόμεινον, καὶ ὠφεληθήσῃ. Ποιήσας οὖν ὑπὸ τὸν γέροντα τὸν ἀνελεῆ ἐκεῖνον ἐννεὰ χρόνους ἐπορεύθη πρὸ Κυρίον. Ταφέντος οὖν αὐτοῦ ἐν τῷ κοιμητηρίῳ τῶν Πατέρων, μετὰ πέντε ἡμέρας ἀπῆλθε πρὸς τινα γέροντα μέγαν τῶν αὐτόθι ὁ τοῦ Ἀκακίου ἐπιστάτης, καὶ λέγει αὐτῷ. Πάτερ, ὁ ἀδελφὸς Ἄκακος ἀπέθανεν. Ὡς δὲ ἤκουσεν ὁ γερῶν, λέγει τῷ εἰπόντι· Πίστευσον, γέρον, οὐ πείθομαι. Ὁ δὲ φησίν. Ἔρχου καὶ ἴδε. Ἀνέστη ὁ γερῶν τάχιστα, καὶ καταλαμβάνει τὸ κοιμητήριον σὺν τῷ ἐπιστάτῃ τοῦ μακαρίου πύκτου. Καὶ βοᾷ ὡς ζῶντι πρὸς τὸν ἀληθῶς ἐν κοιμήσει ζῶντα, καὶ λέγει. Ἀδελφὲ Ἀκάκιε, ἀπέθανες; Ὁ δὲ εὐγνώμων ὑπήκοος, καὶ μετὰ θάνατον τὴν ὑπακοὴν ἐνδεικνύμενος, ἀπεκρίνατο πρὸς τὸν μέγαν. Πῶς, Πάτερ, ἀποθανεῖν δυνατὸν ἄνθρωπον ὑπακοῆς ἐργάτην; τότε ὁ γερῶν ὁ πρωὴν αὐτοῦ ἐπιστάτης ἔμφοβος γενόμενος, ἐπὶ πρόσωπον σὺν δάκρυσι ἔπεσε, καὶ αἰτησάμενος τὸν τῆς λαύρας ἡγούμενον πλησίον τοῦ μνήματος κελλίον, ἔκει σωφρόνως λοιπὸν ἔζησε, λέγων ἀεὶ τοῖς Πατράσιν, ὅτι φόνον πεποίηκα. Ἐμοὶ δοκεῖ, Πάτερ Ἰωάννῃ, τὸν μέγαν τοῦτον Ἰωάννην εἶναι τὸν τῷ νεκρῷ λαλήσαντα. Καὶ ἕτερον γὰρ μοι ὡς περὶ ἄλλου τινὸς διηγήσατο ἡ μακαρία αὐτοῦ ψυχή. Ἦν δὲ αὐτός, ὡς ὕστερον ἀκριβῶς μαθεῖν ἠδυνήθην.

Ἐμαθήτευσε, φησίν, ἕτερός τις ἐν τῇ αὕτη μονῇ τῆς Ἀσίας μοναχῷ τινι πράῳ καὶ ἐπιεικεῖ, καὶ ἡσυχίῳ· καὶ ὅρων ἑαυτὸν ὑπὸ τοῦ γέροντος ὡς τιμώμενον καὶ περιφρουρούμενον, σκέπτεται καλῶς ὅπερ πολλοῖς σφαλερόν, καὶ δυσωπεῖ τὸν γέροντα ἀπολῦσαι αὐτόν. Εἶχε γὰρ καὶ ἕτερον μαθητήν, καὶ οὐ πάνυ ἦν τὸ γινόμενον λυπηρόν. Ἐξέρχεται οὖν ἐξ αὐτοῦ καὶ καθιστᾷ ἑαυτὸν δι’ ἐπιστολῆς τοῦ ἐπιστάτου ἓν τινι τῶν κατὰ τὸν Πόντον κοινοβίων. Καὶ τῇ πρώτῃ νυκτί, καθ’ ἦν εἰσῆλθεν εἰς τὸ κοινόβιον, ὁρᾷ κατὰ τοὺς ὕπνους ἑαυτὸν ὑπὸ τινων λογοθετούμενον, καὶ μετὰ τὸ τέλος τοῦ φοβερωτάτου ἐκεινοῦ λογοθεσίου, λοιπαζόμενον καὶ χρεωστοῦντα χρυσίου λίτρας ἑκατόν. Διυπνισθεῖς οὖν ἔκρινε τὸ ὀραθέν, καὶ εἶπε. Ταπεινὲ Ἀντίοχε (τοῦτο γὰρ ἦν τὸ ὄνομα αὐτῷ), ὄντως πολλὰ λοιπαζόμεθα τοῦ χρέους ἡμῶν. Ὡς οὖν ἔμεινα, φησίν, ἐν τῷ κοινοβίῳ χρόνους τρεῖς ἐν ἀδιακρίτῳ ὑπακοῇ, ὑπὸ πάντων ὡς ξένος εὐτελιζομενος καὶ θλιβόμενος (οὐ γὰρ ἦν ἐκεῖσε ἄλλος μοναχὸς ξένος), θεωρῶ πάλιν κατὰ τοὺς ὕπνους τινὰ δόντα μοι ἀπόδειξιν δεκὰ λιτρῶν τοῦ χρέους μού. Διυπνεισθεὶς οὖν, ἔγνων τὸ ὅραμα, καὶ λέγω· Ἀκμὴν δέκα, καὶ ποτὲ ἄρα μελλὼ ἀποπληρῶσαι;Τότε λέγω ἐμαυτῷ· Ταπεινὲ Ἀντίοχε, περισσοτέρου κόπου καὶ ἀτιμίας χρεία. Ἐκ τότε οὖν ἠρξάμην τὸν ἔξηχον ὑποκρίνεσθαι μὴ μέντοι ἀργῶν τῆς διακονίας τὸ σύνολον. Ὅθεν ὁρῶντές μὲ ἐν τῇ αὐτῇ τάξει καὶ προθυμίᾳ οἱ ἀνελεήμονες Πατέρες, παντᾶ τὰ τῆς μονῆς μοι βαρέα ἔργα ἐπέταττον. Ἐπιμείνας οὖν τῇ τοιαύτη διαγωγὴ ἐπὶ δεκατρία ἔτη, εἶδον τοὺς πρώην ὀφθέντας μοι ἐλθόντας αὖθις, καὶ τελείαν ἀμεριμνίαν τοῦ χρέους μοι γράψαντας. Ὅτε οὖν εἰ ἔθλιβόν με, τῆς μονῆς ἓν τινι τοῦ χρέους μου ὑπομιμνησκόμενος, γενναίως ὑπέφερον, ταῦτά μοι ὁ πάνσοφος Ἰωάννης, Πάτερ Ἰωάννῃ, ὡς ἐκ προσώπου δῆθεν ἄλλου διηγήσατο. Διὸ καὶ Ἀντιόχον ἑαυτὸν μετωνόμασεν. Οὗτος δὲ ἦν ὡς ἀληθῶς ὁ τὸ χειρόγραφον δι’ ὑπομονῆς διαῤῥήξας γενναίως· οἷος δὲ καὶ γέγονε διακριτικὸς ὁ ὅσιος ἐκ τῆς ἄκρας αὐτοῦ ὑποκοῆς, ἀκούσωμεν.

Καθεζομένῳ τοῦτῳ ἐν τῇ μονῇ τοῦ ἁγίου Σάββα προσῆλθον τρεῖς νεώτεροι μονάζοι μαθητεῦσαι αὐτῷ βουλόμενοι· οὓς ὑποδεξάμενος παραυτίκα ἐφιλοξένησεν, ἀσμενῶς τῶν τῆς ὁδοιπορίας κόπων ἀναψύξαι βουλόμενος. Μετὰ τρίτην οὖν ἡμέραν λέγει αὐτοῖς ὁ γερῶν. Φύσει, ἀδελφοὶ, ἄνθρωπος πόρνος εἰμὶ, καὶ οὐ δύναμαι δέξασθαὶ τινας ἐξ ὑμῶν. Ἐκεῖνοι δὲ οὐκ ἐσκανδαλίσθησαν, ἐγίνωσκον γὰρ τὴν ἐργασίαν τοῦ γέροντος. Ὡς οὖν πολλὰ παρακαλέσαντες αὐτόν, πεῖσαι ὅλως οὐκ ἴσχυσαν, τότε ῥιπτοῦσιν ἑαυτοὺς εἰς τοὺς πόδα αὐτοῦ δυσωποῦντες κἂν κανονισθῆναι πάρ’ αὐτοῦ, ὅπως τε καὶ ὅπου καθίσαι ὀφειλοῦσιν. Εἴξας οὖν ὁ γερῶν, καὶ γνοὺς ὅτι μετὰ ταπεινώσεως καὶ ὑπακοῆς δέχονται, λέγει τῷ ἑνί. Βούλεταί σε ὁ Κύριος, τέκνον, ἐν ἡσυχαστικῷ τόπῳ μετὰ πατρὸς ἐν ὑποταγῇ καθεσθῆναι. Λέγει καὶ τῷ δευτέρῳ. Ἀπελθὼν πώλησον σοῦ τὰ θελήματα, καὶ δὸς Θεῷ καὶ ἆρον τὸν σταυρὸν σοῦ, καὶ καρτερεῖ ἐν συνοδίᾳ καὶ κοινοβίῳ ἀδελφῶν καὶ πάντως ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Εἶτα καὶ τῷ τρίτῳ λέγει. Ἀναλαβοῦ σὺν τῇ πνοῇ σοῦ ἀχωρίστως τὸν λόγον τὸν φάσκοντα. «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται». Καὶ ἄπελθε, εἰ δυνατόν, μὴ ἐάσῃς ἐν ἀνθρώπων φύσει ἐπιπληκτικώτερον, ἢ ἀποτομώτερον τοῦ σοῦ ἐν Κυρίῳ γυμναστοῦ, καὶ καρτερήσας καθ’ ἡμέραν πίνε ὤσει μέλι καὶ γάλα μυκτηρισμὸν καὶ χλευασμόν. Ὁ δὲ ἀδελφὸς φησὶ πρὸς τὸν μέγαν Ἰωάννην. Κἂν ἂν ἀμέλεια, Πάτερ, ὁ τοιοῦτος παρέχετε τί; Ὁ δὲ γερῶν· Κἂν πορνεύοντα αὐτὸν θεάση, μὴ ἀποστῇς ἀλλὰ λέγε καθ’ ἑαυτόν. Ἑταῖρε ἐφ’ ᾧ πάρει; τότε ὄψει ἐκ σοῦ ἀφανιζομένην φυσίωσιν καὶ μαραινομένην πύρωσιν. Ἀγωνιζόμεθα δυνάμει πασῇ πάντες οἱ τὸν Κύριον φοβηθῆναι βουλόμενοι, ἵνα μὴ ἐν τῷ τῆς ἀρετῆς γυμνασίῳ, ἐκεῖσε πονηρίαν ἑαυτοῖς μᾶλλον καὶ κακίαν, δεινότητά τὲ καὶ πανουργίαν, κακεντρέχειαν, καὶ ὀργὴν ἐπικτησώμεθα. Γίνεται γάρ, καὶ οὐ θαῦμα. Ἕως μὲν γὰρ ἰδιώτης ἐστίν, ἢ ναυτικός, ἢ γηπόνος ἄνθρωπος, οὐ τοσοῦτον κάτ’ αὐτοῦ οἱ τοῦ βασιλέως ἐχθροὶ ὁπλίζονται. Ἐπὰν δὲ αὐτὸν τὴν σφραγῖδα λαβόντα καὶ τὴν ἀσπίδα, καὶ τὴν μάχαιραν καὶ τὴν ῥομφαίαν, καὶ τὸ τόξον, καὶ τοῦ στρατιώτου τὸ ἔνδυμα ἠμφιεσμένον θεάσωνται, τότε καὶ αὐτοὶ τοὺς ὀδόντας κάτ’ αὐτοῦ βρύχουσι, καὶ πάντως ἀνελεῖν αὐτὸν δοκιμάζουσι. Διόπερ μὴ ὑπνώσωμεν. Ἑώρακα ἄκαιρα καὶ καλλίστα νηπία ἐν σχολῇ διὰ σοφίαν, καὶ παιδιάν, καὶ ὠφέλειαν παραγενόμενα καὶ μηδὲν ἐκεῖσε εἰ μὴ δεινότητα καὶ κακίαν παιδευθέντα ἐκ τῆς τῶν λοιπῶν συνδιατριβῆς. Ὁ νοῦν ἔχων νοήσει. Ἀδύνατον τοὺς τέχνην μανθάνοντας ὁλοψύχως μὴ καθ’ ἡμέραν προκόπτειν ἐν αὐτῇ. Ἀλλ’ οἱ μὲν τὴν προκοπὴν ἐπιγινώσκουσιν οἱ δὲ οἰκονομικῶς ἀγνοοῦσιν. Ἄριστος τραπεζίτης καθ’ ἑσπέραν τὸ τῆς ἡμέρας κέρδος ἢ ζημίαν πάντως ψηφίζει. Οὐ δύναται δὲ σαφῶς γνῶναι, εἰ μὴ καθ’ ὥραν ἐν τῷ πινακιδίῳ σημειοῦται. Τὰ γὰρ καθ’ ὥραν λογοθέσια τὸ καθημερινὸν φωτίζουσι. Ὅταν ὀνειδιζόμενος, ἢ κατακρινόμενος ὁ ἄφρων δάκνηται, καὶ ἀντιλέγειν δοκιμάζει, ἢ συντόμως τῷ ἐπιπλήττοντι μετανοίαν δέδωκεν, οὐ ταπεινώσεως χάριν, ἀλλὰ τοὺς ὀνειδισμοὺς παῦσαι βουλόμενος. Τυπτόμενος σιωπά, καὶ καταδέχου ψυχῆς καυστῆρας, μᾶλλον δὲ ἁγνείας φωστῆρας. Παυσαμένου τοῦ ἰατροῦ, τότε τούτῳ μετανοεῖ. Ἐν τῷ θυμῷ γὰρ ἴσως οὐδὲ τὴν μετανοίαν δέχεται.

Πρὸς πάντα, μέν, πλὴν ἴσως πρὸς τὰ δύο ταῦτα πάθη οἱ ἐν συνοδίαις καθ’ ὥραν ἀγωνισώμεθα. Πρὸς τὴν κοιλομανίαν, καὶ τὴν ὀξυχολίαν τῶν οἰκειῶν γὰρ ὑλῶν ἐν τῷ ὄχλῳ εὐποροῦσι. Τοῖς ἐν ὑποταγῇ ὁ διάβολος ἀδυνάτων αὐτοῖς ἀρετῶν ἐπιθυμίαν ἐμβάλλει, ὁμοίως καὶ τοῖς ἐν ἡσυχίᾳ τὰ ἀνοίκεια ὑποτίθεται. Ἀνάπτυξον ὑποτακτικῶν ἀδοκίμων διάνοιαν, καὶ εὑρησεῖς ἐκεῖ πεπλανημένην ἔννοιαν, ἐπιθυμίαν ἡσυχίας, νηστείας ἀκροτάτης, προσευχῆς ἀρεμβάστου, ἀκενοδοξίας ἄκρας, μνήμης ἀνεπιλήστου ἐξόδου, διηνεκοῦς κατανύξεως, ἀοργησίας παντελοῦς, σιωπῆς βαθείας, ἁγνείας ὑπερβαλλούσης. Ὧνπερ κάτ’ οἰκονομίαν ἐν προοιμίοις ἀποροῦντες, εἰκῆ μετεπήδησαν ἀπατηθέντες. Πρὸ γὰρ καιροῦ ζητῆσαι αὐτούς, ὁ ἐχθρὸς ταῦτα πεποίηκεν, ἵνα μὴ ὑπομείναντες ἐν τῷ καιρῷ τούτων ἐπιτύχωσι. Μακαρίζει πάρ’ ἡσυχασταῖς ὁ ἀπατεὼν τῶν ὑπηκόων τὴν φιλοξενίαν, τὴν διακονίαν, τὴν φιλαδελφίαν, καὶ συνδιαγωγήν, τὴν τῶν νοσούντων ὑπηρεσίαν, ἵνα κἀκείνους ἀνυπομονήτους κατὰ τοὺς προτέρους ἀπεργάσηται ὁ πλάνος. Σπανιῶν μὲν γάρ, ὡς ἀληθῶς τὸ λόγῳ τῆς ἡσυχίας μετέρχεσθαι. Κἀκείνων μονῶν τῶν τὴν θείαν παράκλησιν πρὸς τὴν τῶν πονῶν παραμυθίαν, καὶ πολεμῶν συνεργείαν κτησαμένων. Πρὸς τὰς ποιότητας ἡμῶν τῶν παθῶν, καὶ τὰς ὑποταγὰς διακρινῶμεν, καὶ ἐκλεξώμεθα πρεπόντως. Ἔστω σοι περὶ τὸ λάγνον ἀκρατῶς ἔχοντι καὶ ῥέποντι γυμναστής, ἀσκητής, καὶ ἀπαράκλητος πρὸς τροφήν, καὶ μὴ μᾶλλον θαυματοποιός, καὶ ἕτοιμος παντὶ εἰς ὑποδοχὴν καὶ τράπεζαν. Ἔστω σοι ὑψαύχενι ὄντι ὀξὺς καὶ ἀπαραχώρητος, καὶ μὴ πρᾶος καὶ φιλάνθρωπος. Μὴ ζητῶμεν προγνώστας, μηδὲ προβλέπτας. Ἀλλὰ πρὸ πάντων πάντως ταπεινόφρονας, καὶ τῇ ἐν ἡμῖν νόσῳ ἁρμοδίους ἐκ τροποῦ καὶ τοῦ καθίσματος. Ἔστω σοι κατὰ τὸν Ἀββάκυρον τὸν προμνημονευθέντα δίκαιον, καὶ οὗτος καλὸς πρὸς ὑπακοὴν ὁ τρόπος, τὸ ἀεὶ λογίζεσθαι, ὅτι πειράζει σε ὁ προεστώς, καὶ οὐ μὴ ἀστοχήσεις ποτέ. Ὅταν ἐπιπλήσσοντος ἀπαύστως, πλείονα τὴν πρὸς αὐτὸν πίστιν καὶ ἀγάπην προσλαμβάνῃς, Πνεῦμα ἅγιον ἀοράτως ἐν τῇ ψυχῇ σου ἐνῴκησε, καὶ δυνάμις Ὕψιστου ἐπεσκίασέ σοι, γίνωσκε. Πλὴν μὴ καυχῶ, μηδὲ χαῖρε, γενναίως ὑποφέρων τὰς ὕβρεις καὶ τὰς ἀτιμίας. Ἄλλα μᾶλλον θρήνει, ὅτι ὅλως ἄξιόν τι ὕβρεως διεπράξω, καὶ ἐτάραξας ψυχὴν κατὰ σοῦ. Μὴ θαμβηθῇς, ἐφ’ ᾧ μέλλω λέγειν. Μωϋσὴν γὰρ ἔχω συνήγορον. Συμφέρον εἰς Θεόν, καὶ μὴ εἰς πατέρα ἡμῶν ἁμαρτῆσαι. Θεοῦ μὲν γὰρ παροργισθέντος, ὁ ἡμῶν ὁδηγὸς καταλλάξαι αὐτὸν πρὸς ὑμᾶς δυναταί, τούτου δὲ ὑφ’ ἡμῶν παραχθέντος, τινὰ τὸν ἐξιλεούμενον λοιπὸν ὑπὲρ ἡμῶν οὐκ ἔχομεν. Ἐμοὶ δὲ δοκεῖ εἰς μίαν δόξαν ἀνατρέχειν τὰ ἀμφοτέρα. Σκοπήσωμεν καὶ διακρίνωμεν, καὶ νήψωμεν. Ποτὲ μὲν κατηγορούμενοι πρὸς τὸν ποιμένα εὐχαρίστως ὑπομένειν, καὶ ἡσυχίως ὀφείλομεν. Ποτὲ δὲ πρὸς αὐτὸν πληροφορίαν ποιήσασθαι. Ἐμοὶ δοκεῖ ἐπὶ πᾶσι μὲν τοῖς ἀτιμίαν ἡμῖν προξενοῦσι σιωπᾷν. Κέρδους γὰρ ὥρᾳ ἐστίν. Ἐπὶ δὲ τοῖς εἰς πρόσωπον ἑτέρου ἀνατρέχουσιν ἀπολογεῖσθαι, διὰ τὸν σύνδεσμον τῆς ἀγαπῆς, καὶ τῆς ἀλύτου εἰρήνης. Ὅσοι ἐξ ὑποκοῆς ἀπεπήδησαν, οὗτοί σοι ἀναγγελοῦσι τὴν ταύτης ὠφέλειαν. Τότε γὰρ ἔγνωσαν ἐν ποίῳ οὐρανῷ ἵστανται. Ὁ πρὸς τὴν ἀπάθειαν καὶ πρὸς τὸν Θεὸν τρέχων, πᾶσαν ἡμέραν, ἐν ᾗ οὐ λοιδορεῖται, πολλὴν ζημίαν λογίζεται, ὥσπερ τὰ δένδρα ὑπὸ τῶν ἀνεμῶν σειόμενα, βαθείας ῥίζας καταβάλλουσιν· οὕτω καὶ οἱ ἐν ὑπακοῇ διατρίβοντες ἰσχυρᾶς καὶ ἀσαλεύτους ψυχὰς κέκτηνται. Ὅστις καθ’ ἡσυχίαν καθήμενος, ἐπέγνω τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ μετελθὼν πέπρακεν ὑπακοῇ οὗτος τυφλὸς ὤν, ἀκόπως πρὸς Χριστὸν ἀνέβλεψε. Στῆτε, στῆτε, καὶ πάλιν ἐρῶ, στῆτε τρέχοντες, ἀδελφοὶ ἀθληταί, ἀκούοντες περὶ ὑμῶν τοῦ σοφοῦ ἐκεινοῦ βοῶντος. Ὡς χρυσὸν ὁ Κύριος ἐν χωνευτηρίῳ, μᾶλλον δὲ ἐν κοινοβίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκαύτωμα θυσίας προσεδέξατο αὐτοὺς ἐν τοῖς κόλποις αὐτοῦ. Ὦ ἡ δόξα, καὶ τὸ κρατὸς αἰώνιον σὺν Πατρὶ ἀνάρχῳ καὶ Πνεύματι Ἁγίῳ καὶ προσκυνητῷ. Ἀμήν.

Ἰσάριθμος εὐαγγελιστῶν βαθμός. Ὁ ἀθλητὴς στῆκε, τρέχων ἀφόβως. Προέδραμέ ποτὲ Πέτρου Ἰωάννης. Προτέτακται δὲ νῦν ὑπακοὴ μετανοίας. Ὁ μὲν γὰρ προλαβὼν ὑποκοῆς, ὁ δὲ ἕτερος περὶ μετανοίας τύπον καθέστηκεν.



Ἑπόμενο: ΛΟΓΟΣ Ε’ — Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾗ καὶ βίος τῶν ἁγίων καταδίκων. Καὶ περὶ τῆς φυλακῆς
Προηγούμενο: Περὶ ἐνυπνίων ἀκολουθούντων εἰσαγωσικοῖς.
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος