Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ϛ’ — Περὶ μνήμης θανάτου
Προηγούμενο: Λόγος Δ' – Περὶ τῆς μακαρίας, καὶ ἀειμνήστου ὑπακοῆς
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ Ε’ — Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾗ καὶ βίος τῶν ἁγίων καταδίκων. Καὶ περὶ τῆς φυλακῆς

.

Μετάνοια ἐστὶν ἀνάκλησις βαπτίσματος. Μετάνοια ἐστὶ συνθήκη πρὸς Θεὸν δευτέρου βίου. Μετάνοιά ἐστι ταπεινώσεως ἀγοραστής. Μετάνοιά ἐστὶ σωματικῆς κατακλήσεως διηνεκὴς ἀνελπιστία. Μετάνοια ἐστι αὐτοματόκριτος λογισμός, καὶ ἀμέριμνος αὐτομέριμνος. Μετάνοιὰ ἐστι θυγάτηρ ἐλπίδος, καὶ ἄρνησις ἀνελπιστίας. Μετανοῶν ἐστι κατάδικος ἀκαταίσχυντος. Μετάνοια ἐστι διαλλαγὴ Κυρίου, διὰ τῆς τῶν ἐναντίων τοῖς πταίσμασιν ἀγαθῶν ἐργασίας. Μετάνοια ἐστι συνειδότος καθαρισμός. Μετάνοια ἑκούσιος πάντων τῶν θλιβερῶν ὑπομονή. Μετανοῶν ἐστι δημιουργὸς οἰκειῶν κολάσεων. Μετάνοιά ἐστι θλῖψις γαστρὸς ἰσχυρά, καὶ ψυχῆς πλῆξις ἐν αἰσθήσει κραταιᾷ. Συνδράμετε, προσέλθετε, δεῦτε καὶ ἀκούσετε, καὶ διηγήσομαι ὑμῖν. Πάντες οἱ τὸν Θεὸν παροργίσαντες, ἀθροισθῆτε καὶ ἴδετε, ὅσα πρὸς οἰκοδομὴν ὑπέδειξε τῇ ψυχῇ μου. Προτάξων καὶ προτιμήσωμεν τετιμημένων ἄτιμων ἐργατῶν διήγησιν. Ἀκούσωμεν καὶ φυλάξωμεν, καὶ ποιήσωμεν, ὅσοι τι ἀδόκιμον πτῶμα πεπόνθαμεν. Ἀναστῆτε καὶ καθιστᾶτε, οἱ διὰ τῶν πτωμάτων κατακείμενοι. Προσέχετε, ἀδελφοὶ μου, τούτῳ τῷ λόγῳ μου. Κλίνατε τὸ οὓς ὑμῶν οἱ τὸ Θεὸν πάλιν ἑαυτοῖς δι’ ἐπιστροφῆς ἀληθοῦς διαλλάξαι βουλόμενοι. Ἄκουσας ἐγὼ ὁ ἀσθενὴς μεγάλην τινὰ καὶ ξένην εἶναι τὴν κατάστασιν καὶ τὴν ταπείνωσιν τῶν ἐν τῇ μονῇ τῇ ἰδιαζούσῃ τῇ λεγομένη φυλακῇ, τῇ ὑποκειμένῃ τῷ προμνημονευθέντι φωστῆρι ἐκείνῳ τῶν φωστήρων, ἐκεῖσέ μου ἔτι ὄντος, ἱκέτευσα τὸν δίκαιον παραγενέσθαι με ἐκεῖσε. Καὶ δὴ εἶξεν ὁ μέγας, μηδ’ ὅλως ποτὲ ψυχὴν λυπῆσαι θέλων. Παραγενόμενος οὖν ἐγὼ ἐπὶ τῇ τῶν μετανοούντων μονῇ, καὶ ὄντως πενθούντων χώρᾳ, ἑώρακα ἀληθῶς, εἰ μὴ τολμηρὸν εἰπεῖν, ἃ ὡς ἔτυχεν ὀφθαλμὸς ἀνθρώπου ἀμελοῦς οὐκ εἶδε, καὶ οὖς ῥᾳθύμου οὐ δέχεται, καὶ ἐπὶ καρδίαν ὀκνηροῦ οὐκ ἀνέβη. Πράγματα καὶ ῥήματα τὸν Θεὸν δυναμένα βιάσασθαι, ἐπιτηδεύματά τε καὶ σχήματα τὴν αὐτοῦ φιλανθρωπίαν συντόμως κατακάμπτοντα. Τοὺς μὲν τῶν ὑπευθύνων ἐκείνων τῶν ἀνευθύνων παννυχὶ μέχρι πρωΐας ἱσταμένους αἰθρίους, τοὺς πόδας ἀκινήτους ἔχοντας, καὶ τῷ ὕπνῳ ἐλεεινῶς κατακλωμένους τῇ βίᾳ ταύτης τῆς φύσεως, καὶ μηδεμίαν ἀνάπαυσιν αὐτοῖς χαριζομένους. Ἀλλ’ ἑαυτοὺς ἐπιπλήσσοντας καὶ ἀτιμίαις καὶ ὕβρεσι διυπνίζοντας. Ἄλλους εἰς οὐρανὸν ἀτενίζοντας, καὶ τὴν ἐκεῖθεν βοήθειαν μέτ’ ὀδυρμῶν καὶ βοῶν ἐπικαλουμένους. Ἑτέρους ἐν προσευχῇ παρισταμένους, καὶ ὄπισθεν ἑαυτῶν καταδίκων δίκην τὰς χεῖρας συνδήσαντας, εἰς γῆν τε τὸ σκοτεινὸν αὐτῶν πρόσωπον κλίναντας, καὶ ἀναξίους ἑαυτοὺς τῆς εἰς οὐρανὸν ἀναβλέψεως καταδικάσαντας, μηδὲ τὶ εἰπεῖν, ἢ φθέγξασθαι, ἢ εὔξασθαι πρὸς Θεόν, ὑπὸ τῆς τῶν λογισμῶν καὶ τοῦ συνειδότος ἀτιμίας εὐποροῦντας, μηδὲ πῶς ἢ πόθεν τὴν ἱκεσίαν ποιήσασθαι εὑρίσκοντας, μόνην ψυχὴν ἄλογον, καὶ νοῦν ἄφωνον τῷ Θεῷ παριστῶντας, σκοτίας πεπληρωμένους, καὶ ψιλῆς ἀπογνώσεως. Ἄλλους ἐν τῷ ἐδάφει ἐπὶ σάκκου καὶ σποδοῦ καθημένους, καὶ τὸ πρόσωπον τοῖς γόνασι καλύπτοντας, καὶ τὸ μέτωπον εἰς γῆν τύπτοντας. Ἕτερους τὸ στῆθος διαπαντὸς τύπτοντας, καὶ τὴν ἑαυτῶν ψυχὴν καὶ ζωὴν ἀνακαλουμένους. Οἱ μὲν ἐν ἐκείνοις τὸ ἔδαφος τοῖς δάκρυσιν ἔβρεχον. Οἱ δὲ δακρύων ἀποροῦντες ἑαυτοὺς κατέκοπτον. Οἱ μὲν ὡς ἐπὶ ταῖς ἑαυτῶν ψυχαῖς ὠλόλυζον, τὴν συνοχὴν τῆς καρδιᾶς φέρειν μὴ ἰσχύοντες. Οἱ δὲ τῇ καρδίᾳ ἔβρυχον, καὶ τῷ στόματι τὸν τοῦ ὀδυρμοῦ ψόφον διεκώλυον. Ἔστι δὲ ὅτε μηκέτι κρατεῖν ἰσχύοντες αἰφνιδίως ἀνεκράζον. Εἶδον ἐγὼ ἐκεῖ τινὰς ὥσπερ ἑαυτῶν ἐξεστηκότας τῷ ἤθει καὶ τῇ συννοίᾳ ἐννεοὺς τινας τῇ πολλῇ ἀδημονίᾳ γεγονότας ὅλους ἐσκοτισμένους, καὶ ὥσπερ ἀναισθήτους πρὸς πάντα τὰ τοῦ βιοῦ τυγχάνοντας, τῷ νοῒ λοιπὸν ἐν τῇ ἀβύσσῳ τῆς ταπεινώσεως καταδύσαντας, καὶ τῷ πυρὶ τῆς ἀθυμίας τὰ τῶν ὀφθαλμῶν δάκρυα ἀποτηγανίσαντας. Ἄλλους καθημένους σύννους εἰς γῆν νενευκότας, καὶ τὴν ἑαυτῶν κεφαλὴν ἀδιαλείπτως κινοῦντας, καὶ δίκην λεόντων καρδίας καὶ ὀνύχων βρύχοντας καὶ στένοντας. Οἱ μὲν ἐν ἐκείνοις ἄφεσιν εὐελπίστως παντελῆ ἐπεζήτουν καὶ ηὔχοντο. Ἕτεροι ἀναξίους ἑαυτοὺς τῆς ἀφέσεως ἐκ ταπεινώσεως ἀφάτου κατεδίκαζον, καὶ μὴ ἰσχύειν ἀπολογήσασθαι τῷ Θεῷ ἀνεκράζον. Τινὲς μὲν ἐνταῦθα κολασθῆναι, κἀκεῖ ἐλεηθῆναι ἐδυσώπουν τὸν Κύριον. Ἕτεροι συντετριμμένοι ὑπὸ τοῦ βάρους τοῦ συνειδότος ὑπάρχοντες, μήτε κολασθῆναι, μήτε τῆς βασιλείας ἀξιωθῆναι εἰλικρινῶς ἔλεγον. Καὶ ἀρκετὸν ἡμῖν, φασίν, ἔστιν. Ἑώρακα ἐκεῖ ψυχὰς ταπεινὰς καὶ συντετριμμένας, καὶ κατακαμπτομένας ὑπὸ τοῦ βάρους τοῦ φορτιοῦ ὑπαρχούσας, καὶ αὐτὴν τὴν τῶν λίθων αἴσθησιν κατανύξαι δυναμένας, ἐπὶ ταῖς πάρ’ αὐτῶν πρὸς Θεὸν βοωμέναις φωναῖς καὶ ῥήμασιν. Ἔλεγον γὰρ κάτω εἰς τὴν γῆν νενευκότες. Οὕτως οἴδαμεν, οἴδαμεν ὅτι ἄξιοι λοιπὸν πάσης τιμωρίας καὶ κολάσεως ἐσμέν, καὶ δικαίως. Οὐδὲ γὰρ ἐξαρκοῦμεν λοιπὸν πρὸς ἀπολογίαν τοῦ πλήθους τοῦ ἡμετέρου χρέους, οὐδ’ ἂν πᾶσαν τὴν οἰκουμένην ὕπερ ἡμῶν πενθοῦσαν συγκαλέσωμεν. Ἐκεῖνο δὲ μόνον ἐρωτῶμεν, ἐκεῖνο δυσωποῦμεν, ἐκεῖνο ἱκετεύομεν λοιπόν. «Μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς». Ἀλλὰ φειδομένως, καὶ ἀρκετὸν ἡμῖν τῆς πολλῆς σου ἀπειλῆς, καὶ βασάνων ἀνωνύμων καὶ ἀποκρυφῶν ἐλευθερωθῆναι. Εἰς τέλος γὰρ ἄφεσιν αἰτήσασθαι, οὐ τολμῶμεν. Πῶς γὰρ οἱ τὸ ἑαυτῶν ἐπαγγελάμενον μὴ φυλάξαντες ἄμωμον, ἀλλὰ τοῦτο μετὰ τὴν προτέραν φιλανθρωπίαν, καὶ ἄφεσιν ῥυπώσαντες; Ἦν ἐκεῖ τὰ τοῦ Δαυῒδ ἐναργῶς θεάσασθαι ῥήματα, ταλαιπωροῦντας ἰδέσθαι, κατακαμπτομένους ἕως τέλους τῆς ἑαυτῶν ζωῆς. Ὅλην τὴν ἡμέραν σκυθρωπάζοντας πορευομένους. Προσόζοντας καὶ σεσημμένους σώματος μώλωπας, καὶ ἀνεπιμελήτους ὑπάρχοντας, ἐπιλανθανομένους τοῦ φαγεῖν τὸν ἄρτον αὐτῶν. Τὸ τὲ πόμα τοῦ ὕδατος μετὰ κλαυθμοῦ κιρνῶντας. Καὶ σποδὸν καὶ τέφραν ἀντὶ ἄρτου ἐσθίοντας. Καὶ κεκολλημένα ἔχοντας τὰ ὀστᾶ τῇ σαρκί. Καὶ αὐτοὺς ὤσει χόρτος ἐξηραμμένους. Οὐδὲν ἦν ἕτερον πάρ’ αὐτοῖς ἀκούειν, εἰ μὴ ταῦτα τὰ ῥήματα. Οὐαί, οὐαί, οἴμοι, οἴμοι, δικαίως, δικαίως, φεῖσαι, φεῖσαι, Δέσποτα. Οἱ μὲν ἔλεγον. Ἐλέησον, ἐλέησον. Οἱ δὲ πάλιν ἔτι ἐλεεινότερον. Συγχώρησον, Δέσποτα, συγχώρησον ἔαν ἐνδέχεται. Ἦν ἐν ἐκείνοις γλώσσας φλεγομένας ἰδέσθαι, καὶ δίκην κυνῶν τοῦ στόματος προβαλλομένας. Οἱ μὲν ἐν τῷ καύσωνι ἑαυτοὺς ἐτιμώρουν. Οἱ δὲ ἐν τῷ ψύχει ἑαυτοὺς ἐβασάνιζον. Ἔνιοι μὲν μικρὸν τοῦ ὕδατος ἀπογευόμενοι, ἐπαύοντο, ὅσον μόνον μὴ ἐκ δίψης ἀποθνῄσκειν. Οἱ δὲ τοῦ ἄρτου μικρὸν μεταλαμβάνοντες, τοῦτον τῇ χειρὶ μακρὰν ἀπέῤῥιπτον, ἀναξίους ἑαυτοὺς λέγοντες λογικῆς βρώσεως ὡς τὰ τῶν ἄλογων διαπραξαμένους. Ποῦ ἐν ἐκείνοις γέλωτος ἐμφάνεια; Ποῦ ἀργολογία; Ποῦ θυμός; Ποῦ ὀργή; Οὐδὲ εἰ ἔστιν ὀργῇ πάρ’ ἀνθρώποις λοιπὸν ἠπίσταντο. Τοῦ πένθους εἰς τέλος τὸν θυμὸν ἀπολέσαντος. Ποῦ ἀντιλογία; Ποῦ ἑορτῇ; Ποῦ παῤῥησία; Ποῦ θεραπεία σώματος; Ποῦ ἴχνος κενοδοξίας; Ποῦ τρυφῆς λοιπὸν ἐλπίς; Ποῦ οἴνου ἔννοια; Ποῦ ὀπώρας γεῦσις; Ποῦ χύτρας παράκλησις; Ποῦ λάρυγγος γλυκασμός; Πάντων γὰρ τούτων λοιπὸν ἐν τῷ νῦν αἰῶνι ἡ ἐλπὶς πάρ’ ἐκείνοις ἐσβέσθη. Ποῦ ἐν ἐκείνοις μέριμνα ἐπιγείου τινός; Ποῦ κρῖναί τινα ἄνθρωπον; Οὐδαμοῦ. Ταῦτα ἦν πάρ’ ἐκείνοις διηνεκῶς τὰ λεγομένα καὶ βοώμενα πρὸς Κύριον. Οἱ μὲν τὸ στῆθος ἰσχυρῶς κρούοντες, ὥσπερ ἐν τῇ τοῦ οὐρανοῦ πύλῃ ἱστάμενοι πρὸς Θεὸν ἔλεγον. Ἄνοιξον ἡμῖν, δικαστά, ἄνοιξον ἡμῖν, ἐπειδὴ ἁμαρτίαις ἐκλείσαμεν ἑαυτοῖς, ἄνοιξον ἡμῖν. Οἱ δὲ ἔλεγον. «Ἐπίφανον τὸ πρόσωπόν σοῦ μόνον, καὶ σωθησόμεθα. Ἄλλος πάλιν. Ἐπίφανον τοῖς ἐν σκοτεῖ καὶ σκιᾷ θανάτου καθημένοις ταπεινοῖς». Ἕτερος. «Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοὶ σοῦ, Κύριε, ὅτι ἀπολώλαμεν, ὅτι ἀπεγνώκαμεν, ὅτι ἐξελείπομεν σφόδρα». Οἱ μὲν ἔλεγον. «Εἰ ἆρα ἐπιφάνοι Κύριος τοῦ λοιποῦ ἐφ’ ἡμᾶς». Ἕτεροι δέ. «Ἆρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ χρέος τὸ ἀνυπόστατον;» Ἄλλος. «Ἆρα παρακληθήσεται Κύριος τοῦ λοιποῦ ἐφ’ ἡμᾶς; Ἆρα ἀκουσόμεθα αὐτοῦ λέγοντος ἡμῖν τοῖς ἐν δεσμοῖς ἀλύτοις. Ἐξέλθετε καὶ τοῖς ἐν τῷ ᾅδῃ τῆς μετανοίας, συγχωρήθητε; Ἆρα εἰσῆλθεν ἡ κραυγὴ ἡμῶν εἰς τὰ ὦτα Κυρίου»; Πάντες δὲ ἐκάθηντο ἀεὶ ὀφθαλμοῖς αὐτῶν ὁρῶντες τὸν θάνατον, καὶ λέγοντες. Ἆρα τὶ τὸ ἀποβησόμενον; Ἆρα τὶς ἡ ἀπόφασις; Ἆρα τὶ τὸ τέλος; Ἆρα ἔστιν ἀνάκλησις; Ἆρα ἔστι συγχώρησις τοῖς σκοτεινοῖς, τοῖς ταπεινοῖς, τοῖς καταδίκοις; Ἆρα ἴσχυσεν ἡμῶν ἡ δέησις εἰσελθεῖν ἐνωπίον Κυρίου; Ἢ ἀπεστράφη δικαίως τεταπεινωμένη καὶ κατῃσχυμμένη; Ἆρα δὲ εἰσελθοῦσα, πόσον ἐξευμενίσατο; Πόσον ἤνυσεν; Πόσον ὠφέλησε; Πόσον ἐνήργησεν; Ἐπειδὴ ἐξ ἀκαθάρτων στομάτων καὶ σωμάτων ἀνεπέμφθη, καὶ οὐ πολλὴν τὴν ἰσχὺν κέκτηται. Ἆρα εἰς τέλος διήλλαξε τὸν κριτήν; Ἆρα μερικῶς; Ἆρα κατὰ τὸ ἥμισυ τῶν μωλώπων; Μεγάλοι γὰρ οὗτοι ὄντως, καὶ πολλῶν ἱδρώτων καὶ μόχθων δεόμενοι. Ἆρα ἐπλησίασαν ἡμῖν οἱ ἡμῶν φύλακες, ἢ ἔτι πόῤῥω ἀφ’ ἡμῶν ὑπάρχουσιν; Ἐκείνων γὰρ μὴ ἐγγιζόντων πρὸς ἡμᾶς, πᾶς ὁ κόπος ἡμῶν ἀνωφελὴς καὶ ἀνόητος. Οὐ γὰρ ἔχει δύναμιν παῤῥησίας ἡ προσευχὴ ἡμῶν, οὐδὲ πτερὸν καθαρότητος εἰσελθεῖν πρὸς Κύριον, εἰ μὴ τὶ γε οἱ ἄγγελοι ἡμῶν προσεγγίσαντες ἡμῖν, ταύτην λαβόντες Κυρίῳ προσενέγκωσιν. Οἷα δὲ πολλάκις καὶ πρὸς ἀλλήλους διηπόρουν, καὶ ἔλεγον. Ἆρα, ἀδελφοί, ἀνύομεν; Ἆρα τυγχάνομεν τῆς αἰτήσεως; Ἆρα δέχεται πάλιν; Ἆρα ἀνοίγει; Οἱ δὲ ἕτεροι πρὸς ταῦτα ἀπεκρίναντο. Τὶς οἶδεν, ὡς εἶπον οἱ ἀδελφοὶ ἡμῶν οἱ Νινευΐται. Μὴ πῶς μεταμεληθήσεται Κύριος; Καὶ κἂν τῆς πολλῆς κολάσεως λυτρώσηται ἡμᾶς, ὅμως ἡμᾶς τὸ ἐφ’ ἡμῖν ποιήσωμεν. Καὶ ἐὰν ἀνοίξῃ, εὖ καὶ καλῶς. Ἐπεὶ εὐλογητὸς Κύριος ὁ Θεός, ὁ ἀποκλείσας ἡμῖν δικαίως. Πλὴν ἐπιμείνωμεν κρούοντες, ἕως τέλους τῆς ζωῆς ἡμῶν. Ἴσως τῇ πολλῇ ἡμῶν ἀναιδείᾳ ἀνοίξει ἡμῖν. Διὸ καὶ διεγείροντες, ἔλεγον. Δράμωμεν, ἀδελφοί, δράμωμεν. Δρόμου γὰρ χρεία καὶ δρόμου, ἐπειδὴ τῆς καλῆς ἡμῶν συνοδίας ἀπελείφθημεν. Δράμωμεν μὴ φειδόμενοι ταύτης τῆς ῥυπαρᾶς καὶ μοχθηρᾶς σαρκὸς ἡμῶν. Ἀλλ’ ἀποκτείνωμεν αὐτήν, ὡς ἀπέκτεινεν ἡμᾶς, ὥσπερ καὶ ἐποιοῦν οἱ μακάριοι ὑπεύθυνοι. Ἐν ἐκείνοις ἑωρᾶτο γόνατα ἐπισκληκότα τῷ πλήθει τῶν μετανοιῶν. Οἱ ὀφθαλμοὶ ἐκτακέντες καὶ ἔσω ποῦ εἰς βάθος δεδυκότες τριχῶν ἀπεστερημένοι, παρειὰς κεκτημένοι πεπληγμένας, καὶ περιπεφλεγμένας τῇ ζέσει τῶν πολλῶν δακρύων. Πρόσωπα καταμεμαρασμένα καὶ ὠχρά, μηδὲν ἐν συγκρίσει νεκρῶν διαφέροντα. Στήθη ταῖς πληγαῖς ἀλγοῦντα καὶ αἱμάτων πτύελοι ἐκ τῶν ἐν τῷ στηθεῖ πυγμῶν ἐκπεμπόμενοι. Ποῦ ἦν ἐκεῖ στρωμνῆς κατάστασις; Ποῦ ἐνδύματος καθαρότης ἢ στερεότης; Ἀλλὰ διεῤῥηγμένα καὶ ῥυπῶντα, καὶ ὑπὸ τοῦ φθειρὸς ἐπικεκαλυμμένα. Τὶ πρὸς ἐκείνοις ἡ τῶν διαμονώντων κακοπάθεια; Τὶ ἡ τῶν νεκροὺς πενθούντων; Τὶ ἡ τῶν ἐν ἐξορίᾳ διαγόντων; Τὶ ἡ τῶν ἐπὶ φόνοις καταδίκων; Οὐδὲν ὄντως ἡ ἐκείνων βάσανος, καὶ τιμωρίᾳ ἀκούσιος, πρὸς τὴν τούτων ἑκούσιον. Καὶ μὴ μύθους τὰ εἰρημένα λογίσησθε, ἐρωτῶ, ἀδελφοί. Ἐδυσώπουν πολλάκις τὸν κριτὴν τὸν μέγαν ἐκεῖνον, τὸν ποιμένα λέγω, τὸν ἄγγελον ἐν ἀνθρώποις καὶ παρεκάλουν σίδηρα καὶ κλοιὰ ἐν χερσὶ καὶ τραχήλῳ περιθέσθαι καὶ τοὺς πόδας ἐν τῷ τῶν πασχόντων κατασφαλισθῆναι ξύλῳ καὶ μὴ πρότερον ἐκεῖθεν λυθῆναι, ἄχρι λοιπὸν τὸ μνῆμα διαδέξεται, πλὴν οὐδὲ τὸ μνῆμα. Οὐ μὴ γὰρ οὐ μὴ κρύψω οὐδὲ ταύτην αὐτῶν τῶν μακαρίων ὄντως ἠλεημένην ταπείνωσιν, καὶ συντετριμμένην πρὸς Θεὸν ἀγαπῆν καὶ μετάνοιαν. Μέλλοντες τοίνυν πρὸς Κύριον πορεύεσθαι, καὶ τῷ ἀδεκάστῳ βήματα παρίστασθαι, καλοὶ ἐκεῖνοι τῆς χώρας τῆς μετανοίας πολῖται, ὁπηνίκα τὶς αὐτῶν ἐν τῷ παντὶ ἐθεώρει ἑαυτόν, τοῦτο διὰ τοῦ προεστῶτος αὐτῶν ἐδυσώπει μεθ’ ὅρκων τὸν μέγαν, τοῦ μὴ καταξιωθῆναι αὐτὸν ἀνθρωπίνης ταφῆς, ἀλλὰ ἀλόγου, ἢ ἐν τῷ ῥείθρῳ τοῦ ποταμοῦ, ἢ ἐν τῷ ἀγρῷ τοῖς θηρίοις παραδοθῆναι. Ὅπερ πολλάκις καὶ ὑπήκουσεν ὁ τῆς διακρίσεως λύχνος, ψαλμῳδίας τὲ πάσης καὶ τιμῆς ἐστερημένους ἐξοδιάζεσθαι κελεύων. Οἷον δὲ καὶ τὸ θέαμα φοβερὸν καὶ ἐλεεινὸν τῆς ἐκείνων ἐσχάτης ὥρας. Ὁπόταν γὰρ οἱ συγκατάδικοι τὸν προπορευόμενον τελειοῦσθαι μέλλοντα ἦσθοντο, ἔτι τοῦ νοὸς ἐῤῥωμένου περιεκύκλουν καὶ διψῶντες, καὶ πενθοῦντες ἐλεεινοτάτῳ ἤθει καὶ σκυθρωπῷ λόγῳ τὴν κεφαλὴν σείοντες τὴν ἑαυτῶν, ἠρώτων τὸν ἐκλείποντα καὶ καιόμενοι τῇ συμπαθείᾳ τῇ πρὸς αὐτὸν ἔλεγον. Τὶ ἐστίν, ἄδελφε καὶ συγκατάδικε, πῶς; Τὶ λέγεις; Τὶ ἐλπίζεις; Τὶ ὑπολαμβάνεις; Ἤνυσας ἐκ τοῦ κόπου τὸ ζητούμενον, ἢ οὐκ ἴσχυσας; Ἤνοιξας, ἢ ὑπεύθυνος ἔτι ὑπάρχεις; Ἔφθασας, ἢ οὐκ ἐπέτυχες; Ἔλαβές τινὰ πληροφορίαν, ἢ ἄδηλον ἔχεις τὴν ἐλπίδα; Εἴληφας ἐλευθερίαν, ἢ κλονεῖται καὶ ἀμφιβάλλει ἔτι ὁ λογισμός; Ἤσθου τινὸς ἐν τῇ καρδίᾳ φωτισμοῦ, ἢ ἐσκοτισμένῃ ἔτι καὶ ἠτιμωμένη ὑπάρχει; Ἐγένετό τις ἐν σοὶ φωνὴ λεγούσα ἔνδον. «Ἴδε ὑγιὴς γέγονας», ἤ, «ἀφεωνταὶ σου οἱ ἁμαρτίαι», ἤ, «ἡ πίστις σου σέσωκέ σέ»; Ἢ ἆρα ἔτι ἐκείνης ἀκούεις τῆς λεγούσης. «Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην», καί, «δήσατε χεῖρας καὶ πόδας», καί, «Ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου»; Τὶ λέγεις ἁπλῶς ἀδελφέ; Εἰπὲ ἡμῖν, δυσωποῦμεν, ἵνα καὶ ἡμεῖς γνῶμεν, ἐν ποίοις μέλλομεν ἔσεσθαι. Σοῦ γὰρ λοιπὸν ὁ καιρὸς ἐκλείσθη, καὶ ἄλλον οὐχ εὑρησεῖς ἔτι εἰς τὸν αἰῶνα. Πρὸς ταῦτα, οἱ μὲν τῶν κοιμωμένων, «Εὐλογητὸς Κύριος, ἀπεκρίναντο, ὃς οὐκ ἀπέστησε τὴν προσευχὴν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἄπ’ ἐμοῦ». Οἱ δὲ πάλιν, «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν». Οἱ δὲ ἐκεῖνο ἐνωδύνως ἔλεγον. «Ἆρα διέλθῃ ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τῶν πνευμάτων τοῦ ἀέρος τὸν ἀνυπόστατον»; Μὴ θαῤῥοῦντες ἀκμήν, ἀλλὰ ἀποσκοποῦντες τὶ ἐν τῷ λογοθεσίῳ ἐκείνῳ γίνεται. Ἕτεροι δὲ τούτου ἐνωδυνηρότερον ἄλλο ἀπεκρίναντο, καὶ ἔλεγον. «Οὐαὶ ψυχῇ, τῇ μὴ φυλαξάσῃ τὸ ἐπάγγελμα ἄμωμον, ἐν τῇ ὥρᾳ ταύτῃ καὶ μόνη γνῶσεται τὶ αὐτῇ ἡτοίμασται». Ἐγὼ δὲ ταῦτα ἑωρακὼς τε πάρ’ ἐκείνοις καὶ ἀκηκοώς, μικροῦ δεῖν ἑαυτοῦ ἀπογινώσκειν ἔμελλον, ὁρῶν τὴν ἑαυτοῦ ἀδιαφορίαν, καὶ συγκρίνων ταύτην πρὸς τὴν ἐκείνων κακοπάθειαν. Οἷα γὰρ ἦν καὶ αὐτῇ ἡ τοῦ τόπου κατάστασις καὶ κατοίκησις; Ὅλη σκοτεινή, ὅλη δυσώδης, ὅλη ῥυπῶσα καὶ αὐχμηρᾷ. Φυλακῇ γὰρ καὶ καταδίκῃ εὐλόγως προσωνόμασται. Ὡς καὶ αὐτὴν τὴν τοῦ χώρου θέαν μετανοίας πάσης καὶ πένθους ὑπάρχειν διδάσκαλον. Ἀλλὰ τὰ ἑτέροις δυσχερῆ καὶ ἀκατάδεκτα, τοῖς ἐξ ἀρετῆς καὶ πνευματικοῦ πλούτου ἐκπεπτωκόσι προσηνῆ καὶ εὐπαράδεκτα τυγχάνουσι. Ψυχὴ γὰρ παῤῥησίας προτέρας ἐστερημένη, καὶ ἐλπίδος ἀπαθείας ἐκπεσοῦσα, καὶ σφραγῖδα ἁγνείας διανοίξασα, καὶ πλούτου χαρισμάτων συληθεῖσα, θείας τὲ παρακλήσεως ἀλλοτριωθεῖσα, καὶ συνταγὴν Κυρίου ἀθετήσασα, πυρὸς καλοῦ δακρύων ψυχικῶν ἀποσβεσθεῖσα, καὶ τῇ τούτου μνήμῃ πληττομένη, καὶ ἐνωδύνως νυσσομένη, οὐ μόνον τοὺς προειρημένους πόνους μετὰ πάσης καταδέξεται προθυμίας, ἀλλὰ καὶ ἑαυτὴν ἀναιρεῖν εὐσεβῶς δι’ ἀσκήσεως ἐπιτηδεύει. Εἰ ἆρα καὶ ἔστιν ἐν αὐτῇ ἐγκατάλειμμα σπινθῆρος ἀγάπης, ἢ φόβου Κυρίου. Οἷοι ὄντως ὑπῆρχον οἱ μακάριοι οὗτοι ταῦτα γὰρ ἐν νῷ ἔχοντες, καὶ ὕψος οὗ ἐκπεπτώκασιν εἰς νοῦν λαμβάνοντες, ἔλεγον. «Ἐμνήσθημεν ἡμερῶν ἀρχαίων, τοῦ πυρὸς ἐκείνου τῆς ἡμετέρας σπουδῆς». Ἄλλοι πρὸς τὸν Θεὸν ἐβόων. «Ποῦ εἰσὶ τὰ ἐλέη σοῦ τὰ ἀρχαῖα, Κύριε, ἃ ἔδειξας τῇ ψυχῇ ἡμῶν ἐν τῇ ἀληθείᾳ σου; Μνήσθητι τοῦ ὀνειδισμοῦ καὶ τῶν μόχθων τῶν δούλων σου». Ἕτερος, «Τὶς ἂν μὲ θείη κατὰ μῆνας ἡμερῶν τῶν ἔμπροσθεν, ὧν με ἐφύλαττεν ὁ Θεός, ὅτε ἠὔγει ὁ λύχνος τοῦ φωτὸς αὐτοῦ ὑπὲρ κεφαλῆς τῆς καρδίας μου»; Πῶς τε τῶν προτέρων αὐτῶν ἐμνημόνευον κατορθωμάτων, καὶ ταῦτα δίκην νηπίων τεθνηκότων ἀπωδύροντο, καὶ ἔλεγον. Ποῦ ἡ τῆς προσευχῆς καθαρότης; Ποῦ ἡ ταύτης παῤῥησία; Ποῦ τὸ γλυκὺ ἀντὶ πικροῦ δάκρυον; Ποῦ ἐλπὶς τῆς παντελοῦς ἁγνείας καὶ καθάρσεως; Ποῦ ἡ προσδοκίᾳ τῆς μακαρίας ἀπάθειας; Ποῦ ἡ πρὸς τὸν ποιμένα πίστις; Ποῦ ἡ τῆς αὐτοῦ προσευχῆς ἐν ἡμῖν εὐεργεσίᾳ; Ἀπόλωλε ταῦτα πάντα. Καὶ ὥσπερ μὴ φανέντα, ἐκλέλοιπεν. Καὶ ὡς μὴ ὑπάρξαντα, ἠφανίσθησαν καὶ ᾤχετο. Ταῦτα μὲν λέγοντες καὶ θρηνοῦντες, καὶ μέν, δαιμονᾶν ηὔχοντο. Οἱ δὲ τῇ ἱερᾷ περιπεσεῖν νόσῳ, ἐδυσώπουν τὸν κύριον. Οἱ μὲν τὰς ὄψεις ἀποβάλλειν, καὶ ἐλεεινὸν προκεῖσθαι θέαμα. Οἱ δὲ πάρετοι γενέσθαι, καὶ μόνον τῶν ἐκεῖ μοχθηρῶν μὴ πειρασθῆναι. Ἐγὼ δέ, ᾧ φιλοῖ, λέληθα ἐμαυτὸν ἐν τῷ ἐκείνῳ ἐμφιλοχωρῶν πένθει, καὶ ὅλος τῷ νοῒ συνηρπάγην, κατέχειν ἐμαυτὸν μὴ δυνάμενος. Ἀλλ’ ἐπανακτέον τὸν λόγον. Τοίνυν προσμείνας ἐν τῇ φρουρᾷ ἐπὶ ἡμέρας τριάκοντα, ἐπανέρχομαι ὁ ἀνυπομόνητος εἰς τὸ μέγα κοινόβιον πρὸς τὸν μέγαν. Ὁ Δὲ θεασάμενός με, ὥσπερ ἠλλοιωμένον ὅλον καὶ ἐξεστηκότα ἔγνω ὁ πάνσοφος ἀλλοιώσεως τὸν τροπόν. Καὶ φησί. Τὶ ἐστί, Πάτερ Ἰωάννῃ; Ἑώρακας τοὺς τῶν καμνόντων ἄθλους; Ἐγὼ δὲ ἔφην. Καὶ ἑώρακα, Πάτερ, καὶ τεθαύμακα, καὶ μεμακάρικα ἔγωγε τοὺς πεπτωκότας, καὶ πενθοῦντας, ὑπὲρ τοὺς μὴ πεπτωκότας, καὶ ἑαυτοὺς μὴ πενθοῦντας. Ὅτι διὰ πτώσεως ἀνέστησαν ἀνάστασιν ἀκίνδυνον. Ὁ δέ, οὕτως ἔχει, φησί. Καὶ διηγήσατο ἡ ἀψευδὴς αὐτοῦ γλῶττα. Ὅτιπερ, φησί, πρὸ δέκα χρόνων, εἶχον ὧδε ἀδελφὸν πάνυ σπουδαῖον καὶ ἐργάτην, καὶ τοιοῦτον ὥστε με ὁρῶντα αὐτὸν, οὕτως τῷ πνεύματι ζέοντα, τρέμειν ὑπὲρ αὐτοῦ τὸν τοῦ διαβόλου φθόνον, μὴ πως τῷ πολλῷ δρόμῳ προσκόψῃ πρὸς λίθον τὸν πόδα, ὅπερ τοῖς ὀξέως βαδίζουσι πέφυκεν ὅπερ καὶ γεγόνεν. Εἶτα ἀνέρχεται πρὸς με, ἑσπέρας βαθείας, δείκνυσι τὸ τραῦμα γυμνόν. Ζητεῖ ἔμπλαστρον, αἰτεῖται καυτῆρα, θορυβεῖται σφοδρῶς. Εἶτα ἐπεὶ ἄξιος συμπαθείας ἦν, ὁρᾷ μὴ πάνυ αὐτῷ αὐστηρᾷ τομῇ τὸν ἰατρὸν χρήσασθαι βουλόμενον, ῥίπτων ἑαυτὸν εἰς τὸ ἔδαφος, ἐπιλαμβάνεται τῶν ποδῶν, λούει ἱκανῶς τούτοις τοῖς δάκρυσιν. Αἰτεῖται καταδίκην ἐν ᾗ ἑώρακας φρουρᾷ ἀδύνατον ἐβόα μὴ ἐκεῖ με πορευθῆναι. Εἶτα βιάζεται εὐσπλαγχνίαν ἰατροῦ μετενεγκεῖν εἰς ἀποτομίαν, τὸ σπάνιον ἐν νοσοῦσι καὶ παραδοξότατον. Καταλαμβάνει θᾶττον τοὺς μετανοοῦντας, γίνεται κοινωνὸς καὶ συναλγός. Πληγεὶς οὖν τὴν καρδίαν ὡς ὑπὸ ξίφους τῆς δι’ ἀγάπην Θεοῦ λύπης, τῇ ὀγδόῃ ἡμέρᾳ ἐκδημεῖ πρὸς Κύριον, αἰτησάμενος ταφῆς μὴ τυχεῖν. Ἐγὼ δὲ αὐτὸν καὶ ἐνταῦθα ἐνήνοχα, καὶ τοῖς πατράσι συντέταφα ὡς ἄξιον. Διὸ καὶ μετὰ τὴν ἑβδόμην δουλικήν, τῇ ὀγδόῃ λύεται ἐλεύθερος ἡμέρᾳ. Ἔστι δὲ τις ἐκεῖνο γνοὺς ἐναργῶς, μὴ πρότερον αὐτὸν τῶν εὐτελῶν καὶ ῥυπαρῶν μου ποδῶν ἀναστῆναι, πρὶν Θεὸν ἐξευμενίσασθαι. Καὶ οὐ θαῦμα. Πίστιν γὰρ ἐν καρδίᾳ τῆς πόρνης ἐκείνης ἀναλαβῶν, τοιαύτῃ καὶ αὐτὸς πληροφορίᾳ τοὺς ἐμοὺς ταπεινοὺς πόδας κατέβρεξε. «Πάντα δὲ δυνατὰ τῷ πιστεύοντι», ὁ Κύριος εἴρηκεν. Εἶδον ἀκαθάρτους ψυχὰς περὶ ἔρωτας σωμάτων ἐμμανῶς μαινομένας. Καὶ δὴ σκέψιν μετανοίας προσλαβοῦσαι, ἐκ πείρας ἔρωτος, τὸν αὐτὸν πρὸς Κύριον μετενηνόχασιν ἔρωτα. Καὶ πάντα φόβον ὑπερπηδήσασαι, ἀπλήστως εἰς ἀγάπην Θεοῦ ἐνεκεντρίσθησαν. Διὰ τοῦτο καὶ ὁ Κύριος τῇ σώφρονι ἐκείνῃ πόρνῃ οὐ λέγει, ὅτι ἐφοβήθη, ἀλλ’ «Ὅτι ἠγάπησε πολύ», καὶ ἐδυνήθη εὐχερῶς ἔρωτι ἔρωτα διακρούσασθαι. Οὐκ ἀγνοῶ δὲ ἐγώ, ᾧ θαυμάσιοι, ὅτι τοῖσιν μὲν ἄπιστα, ἑτέροις δὲ ἀνέλπιστα. Ἄλλοις δὲ ἀπογνῶσιν τίκτοντα φαίνονται, ἅπερ διηγησάμην, ἔπαθλα. Ἀνὴρ δὲ ἀνδρεῖος ἐκ τούτων προσελάβετο κέντρον, καὶ βέλος πυρός, καὶ ζῆλον ἐν καρδίᾳ ἀπῆλθε βαστάζων. Ὁ τούτου ὑποβεβηκώς, ἐπέγνω τὴν οἰκείαν ἀσθένειαν, καὶ ταπεινοφροσύνην εὐχερῶς κτησάμενος διὰ τῆς ἑαυτοῦ μέμψεως τὸ πρῶτον κατέδραμεν, ἀγνοῶ δὲ εἰ καὶ κατέλαβεν. Ἀνὴρ δὲ ἀμελὴς μὴ προσψαύσῃ τοῖς εἰρημένοις, μήπως καὶ αὐτὸ ὃ ἐργάζεται, ἀπογνοὺς σκορπίσῃ. Καὶ γενηταὶ καὶ ἐπ’ αὐτῷ τὸ φάσκον λογίον. Ἀπὸ δὲ τοῦ μὴ ἔχοντος προθυμίαν, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἄπ’ αὐτοῦ. Οὐκ ἔστιν ἡμᾶς ἐν τῷ λάκκῳ τῶν ἀνομιῶν πεπτωκότας, καὶ μὴ εἰς τὴν ἄβυσσον τῆς ταπεινώσεως τῶν μετανοούντων καταδύσαντας, ἐκεῖθεν ἑλκυσθῆναι. Ἄλλη ἡ τῶν μετανοούντων σκυθρωπὴ ταπείνωσις, καὶ ἑτέρα τῶν ἔτι ἁμαρτανόντων τοῦ συνειδότος κατάγνωσις. Καὶ ἄλλη ἡ τοῖς τελειοῖς δι’ ἐνεργείας Θεοῦ προσγινομένη μακαρία πλουτοταπείνωσις. Μὴ σκευάσωμεν τὴν τρίτην λόγοις εὑρεῖν, μάτην γὰρ δραμούμεθα. Τῆς δὲ δευτέρας σημεῖον, ὑπομονῇ ἀτιμίας παντελὴς τυραννεῖ ἡ πρόληψις καὶ τὸν πενθοῦντα πολλάκις. Καὶ οὐ θαῦμα, ὁ περὶ κριμάτων καὶ πτωμάτων λόγος σκοτεινός, καὶ πάντη ψυχῇ ἀκατάληπτος. Ποῖα μὲν τὰ δι’ ἀμελείας, ποῖα δὲ δι’ ἐγκατάλειψιν οἰκονομικήν. Ποῖα δὲ δι’ ἀποστροφὴν Θεοῦ συμβαίνοντα ἡμῖν πτώματα. Πλὴν ἐκεῖνό μοὶ τις διηγήσατο, ὅτιπερ τὰ κάτ’ οἰκονομίαν ἡμῖν συμβαίνοντα, ταχεῖαν τὴν ἐξ αὐτῶν ἀποστροφὴν κέκτηνται. Οὐ γὰρ συγχωρεῖ ὁ παραδούς, ἐπεὶ πολὺ κρατεῖσθαι ἡμᾶς τὸ τῆς λύπης δαίμονι. Οἱ πεσόντες πρὸ πάντων μαχησώμεθα πρὸς αὐτόν. Αὐτὸς γὰρ παρὰ τὸν καιρὸν τῆς προσευχῆς ἡμῶν παριστάμενος, καὶ τῆς προτέρας ἡμῶν παῤῥησίας ὑπομιμνήσκων καταργῆσαι ἡμᾶς τῆς εὐχῆς βούλεται. Μὴ θαμβηθῇς καθ’ ἡμέραν πίπτων, μηδὲ ἀποπήδα, ἀλλὰ στῆθι ἀνδρείως, καὶ πάντως αἰδεσθήσεταί σοῦ τὴν ὑπομονὴν ὁ φυλάσσων σε ἄγγελος. Ὡς νεαρὸν καὶ ζέον τὸ τραῦμα εὐΐατον εἶναι πέφυκε. Τὰ γὰρ χρόνια καὶ ἠμελημένα καὶ κεχερσωμένα δυσίατα, καὶ πολλοῦ τοῦ κόπου, καὶ σιδήρου καὶ ξηρίου, καὶ τοῦ πυρὸς ἐνταῦθα πρὸς ἰατρείαν δεόμενα. Πολλὰ τῷ χρόνῳ ἀνίατα, παρὰ δὲ Θεῷ πάντα δυνατά. Πρὸ μὲν τοῦ πτώματος, φιλάνθρωπον, μετὰ δὲ τὸ πτῶμα ἀπότομον τὸν Θεὸν λέγουσιν οἱ δαίμονες. Μὴ πείθου τῷ λέγοντι μετὰ τὸ πτῶμα ἐπὶ τοῖς μικροῖς ἐλαττώμασιν, εἴθε τόδε μὴ ἐποίησας. Τοῦτο γὰρ οὐδὲν ἐστι. Πολλάκις γὰρ μικρὰ δῶρα πολὺν θυμὸν κριτοῦ κατέπαυσαν. Ὁ ἐν ἀληθείᾳ εὐθύνας διδούς, πᾶσαν ἡμέραν ἐν ᾗ οὐ πενθεῖ, ὡς ἀπολέσας ταύτην λογίζεται. Κἂν ὁποῖα ἀγαθὰ πεποίηκεν ἐν αὐτῇ. Μηδεὶς τῶν θρηνούντων ἐν ἐξόδῳ τὴν πληροφορίαν ἐκδέξηται. Τὸ γὰρ ἄδηλον οὐ βέβαιον. Ἄνες μοι διὰ πληροφορίας, ἵνα ἀναψύξω πρὸ τοῦ μὲ ἀπελθεῖν ἐντεῦθεν ἀπληροφόρητον. Ὅπου πνεῦμα Κυρίου, ὁ δεσμὸς λέλυται. Ὅπου ταπείνωσις ἀνείκαστος, ὁ δεσμὸς λέλυται. Οἱ γὰρ τῶν δύο τούτων χωρίς, μὴ πλανηθῶσι, δέδενται γάρ. Οἱ ἐν κόσμῳ καὶ μόνοι τούτων ὑπάρχουσι ξένοι τῶν πληροφοριῶν, καὶ μάλιστα τῆς προτέρας, δι’ ἐλεημοσύνης δὲ τινες τρέχουσιν ἐν ἐξόδῳ τὸ ἑαυτῶν κέρδος γνωρίζοντες. Οὐ γνώσεται ὁ ἑαυτῶν θρηνῶν, θρῆνον, ἢ πτῶμα ἄλλου, ἢ μέμψιν. Ὑπὸ θηρὸς δεχθεὶς κύων, ἐπὶ πλέον ἐθυμώθη κατ’ αὐτοῦ, τῷ πόνῳ τῆς πληγῆς πρὸς αὐτὸν ἀσυγχωρήτως μαινόμενος. Πρόσχωμεν, μήπως οὐκ ἐκ καθαρότητος, ἀλλὰ περικακῆσαν ὥσπερ, τοῦ ἐλέγχειν τὸ συνειδὸς ἐπαύσατο. Σημεῖον τῆς ἐν πτώματι λύσεως, τὸ διὰ παντὸς χρεώστην λογίζεσθαι. Οὐδὲν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν ἴσον, ἢ μεῖζον ὑπάρχει. Διὸ ὁ ἀπογινώσκων ἑαυτὸν ἔσφαξε. Σημεῖον μεμεριμνημένης μετανοίας πασῶν τῶν συμβαινουσιῶν ὁρατῶν καὶ ἀοράτων θλίψεων ἀξίους ἑαυτοὺς λογίζεσθαι καὶ τούτων πλειόνων. Μωϋσῆς μετὰ τὸν Θεὸν ἐν τῇ βάτῳ ἰδέσθαι, πάλιν εἰς Αἴγυπτον, ἤγουν σκοτασμὸν πρὸς τὴν πλινθουργίαν τοῦ νοητοῦ ἴσως Φαραὼ ὑπέστρεψεν. Ἀλλὰ πάλιν ἀνέρχεται ἐν τῇ βάτῳ. Καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐν τῷ ὄρει. Ὁ γνοὺς τὸ θεώρημα, οὐδὲ ποτὲ ἑαυτοῦ ἀπογινώσκει. Πτωχεύει ὁ μέγας Ἰώβ, ἀλλὰ πάλιν διπλῶς ἐπλούτησεν. Ἐν τοῖς ῥᾳθύμοις, χαλεπὰ τὰ μετὰ τὴν κλῆσιν πτώματα, τὴν ἐλπίδα τῆς ἀπαθείας ῥαπίσαντα καὶ εἰς μακάριον ἡγεῖσθαι πείθοντα λογιζομένους, κἂν τὴν τοῦ βόθρου ἀνάστασιν. Ὅρα, οὐ γὰρ πάντως δι’ ἧς ὁδοῦ ἐπλανήθημεν, ἐπιστρέφομεν. Ἀλλὰ δι’ ἑτέρας συντόμου. Εἶδον δύο ὁμοτρόπως καὶ ὁμοχρόνως πρὸς Κύριον βαδίζοντας. Καὶ ὁ μὲν τούτων γηραιὸς ἦν, καὶ προὔχων ἐν πόνοις. Ὁ δὲ ἄλλος, μαθητής, καὶ προέδραμε τάχιον τοῦ γέροντος. Καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον τῆς ταπεινώσεως. Πρόσχωμεν, πάντες, ἐπὶ πλείω δὲ οἱ πεπτωκότες, μὴ νοῆσαι ἐν καρδίᾳ τὴν τοῦ Ὠριγένους τοῦ ἀθέου νόσον. Τὴν γὰρ Θεοῦ φιλανθρωπίαν, ἡ μιαρὰ προβαλλομένη, εὐπαράδεκτος ἐν τοῖς φιληδόνοις γίνεται. Ἐν τῇ μελέτῃ μου, μᾶλλον δὲ ἐν τῇ μετανοίᾳ μου ἐκκαυθήσεται πῦρ προσευχῆς καιούσης ὕλην. Ὄρος σοι, καὶ τύπος, καὶ ὑπογραμμός, καὶ εἰκὼν πρὸς μετάνοιαν ἔστωσαν οἱ προμνημονευθεύντες ἅγιοι κατάδικοι, καὶ οὐ μὴ δεηθήσῃ βιβλίου ὅλως ἐν τῇ ζωῇ σου πάσῃ, ἕως οὗ ἐπιφαύσῃ σοι ὁ Χριστὸς ὁ Ὑιὸς τοῦ Θεοῦ, καὶ Θεὸς ἐν τῇ ἀναστάσει τῆς μεμεριμνημένης μετανοίας. Ἄμην.



Ἑπόμενο: ΛΟΓΟΣ Ϛ’ — Περὶ μνήμης θανάτου
Προηγούμενο: Λόγος Δ' – Περὶ τῆς μακαρίας, καὶ ἀειμνήστου ὑπακοῆς
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος