Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ζ’ — Περὶ τοῦ χαροποιοῦ πένθους
Προηγούμενο: ΛΟΓΟΣ Ε’ — Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾗ καὶ βίος τῶν ἁγίων καταδίκων. Καὶ περὶ τῆς φυλακῆς
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ Ϛ’ — Περὶ μνήμης θανάτου

Παντὸς λόγου προηγεῖται ἔννοια. Μνήμη δὲ θανάτου καὶ πταισμάτων προηγεῖται κλαυθμοῦ καὶ πένθους. Διὸ κατὰ τὴν οἰκείαν τάξιν καὶ ἐν τῷ λόγῳ τέθειται. Μνήμη θανάτου ἐστὶ καθημερινὸς θάνατος, μνήμη δὲ ἐξόδου κάθωρος στεναγμός. Δειλία μὲν θανάτου ἐστὶν ἰδίωμα φύσεως ἐκ παρακοῆς προσγενόμενον, τρόμος δὲ θανάτου ἐστὶν ἀμετανοήτων πταισμάτων τεκμήριον. Δειλιᾷ Χριστὸς θάνατον, οὐ τρέμει, ἴνα τῶν δύο φυσέων τὰ ἰδιώματα σαφῶς ἐμφανίσῃ. Ὡς πασῶν τροφῶν ὁ ἄρτος ἀναγκαιότερος, οὕτως πασῶν ἐργασιῶν ἡ τοῦ θανάτου ἔννοια. Μνήμη θανάτου γεννᾷ ἐν μὲν τοῖς ἐν μέσῳ πόνους καὶ ἀδολεσχία, μᾶλλον δὲ ἀτιμίας ἡδύτητα. Παρὰ δὲ τοῖς ἐκτὸς θορύβου φροντίδων ἀπόθεσιν καὶ εὐχὴν διηνεκῆ, καὶ νοὸς φυλακήν. Αἰ αὐταὶ δὲ αὐτῆς καὶ μητέρες καὶ θυγατέρες κατεστήκασιν. Ὡς φανερὸς ὁ κασσίτερος παρὰ τὸν ἄργυρον, κἂν τὴν θεωρίαν ἔοικεν, οὕτως παρὰ τοῖς διακριτικοῖς φανερὰ καὶ δήλη ἡ φυσική, καὶ ἡ παρὰ φύσιν δειλία τῆς ἐξόδου. Τοῦτο ἀληθὲς τεκμήριον τῶν ἐν αἰσθήσει καρδίας μνημονευόντων τοῦ θανάτου, ἡ πρὸς πᾶσαν τὴν κτίσιν ἑκούσιος ἀπροσπάθεια, καὶ οὖ ἰδίου θελήματος παντελὴς ἐγκατάλειψης. Δόκιμος μέν, ὁ τοῦτον καθ’ ἡμέραν πάντως προσδεχόμενος. Ἄγιος δέ, ὁ τούτου καθ’ ὤραν ἐφιέμενος. Οὐ πᾶσα ἐπιθυμία θανάτου ἀγαθή. Εἰσὶ γὰρ οἱ διηνεκῶς βίᾳ ἕξεως πταίοντες, καὶ τοῦτον εὐχόμενοι μετὰ ταπεινώσεως. Καὶ εἰσιν αὖθις οἱ μετανοῆσαι μὴ βουλόμενοι, καὶ τὸν θάνατον ἐξ ἀπογνώσεως προσκαλούμενοι. Καὶ εἰσιν οἱ ἐξ οἰήσεως ἀπαθεῖς ἑαυτοὺς ἔχοντες, καὶ τοῦτον μὴ δειλαινόμενοι. Καὶ εἰσίν, εἴπερ καὶ νῦν ἆρα εἰσίν, οἱ δι’ ἐνεργείας Πνεύματος ἁγίου τὴν ἐκδημίαν ἐπιζητοῦντες τὴν ἑαυτῶν. Ζητούσὶ τινες καὶ διαποροῦσι, τίνος ἕνεκεν οὕτως εὐεργετούσης ἠμᾶς τῆς τοῦ θανάτου μνήμης, τὴν τούτου πρόγνωσιν ὁ Θεὸς ἐξ ἠμῶν ἀπέκρυψεν, μὴ γινώσκοντες ὅτι τὴν σωτηρίαν ἠμῶν ὁ Θεὸς διὰ τούτου εἰργάσατο θαυμαστῶς. Οὐδεὶς γὰρ τὸν ἑαυτοῦ θάνατον προγνοὺς πρὸ πολλοῦ χρόνου τῷ βαπτίσματι, ἢ τῇ μοναδικῇ πολιτείᾳ προσέτρεχεν. Ἁπάσας δὲ τὰς ἑαυτοῦ ἡμέρας ἐν ἀνομίαις διέτριβεν, καὶ ἐν αὐτῇ τῆς ἐξόδου εἰς τὸ βάπτισμα καὶ εἰς τὴν μετανοίαν προσήρχετο. Μηδέποτε πενθῶν ἀποδέξῃ, τὸν κύνα ἐκεῖνον τὸν φιλάνθρωπόν σοὶ τὸν Θεὸν ὑποβάλλοντα. Σκοπὸς γὰρ αὐτῶ, τὸ πένθος, καὶ τὸν φόβον τὸν ἄφοβον ἐκ σοῦ ἐξεώσασθαι, εἰ μὴ τὶ ἂν εἰς βαθεῖαν ἀπογνῶσιν ἴδῃ σεαυτὸν κατασυρόμενον. Ὁ μνήμην θανάτου, καὶ κρίσεως Θεοῦ ἐν ἑαυτῶ διὰ παντὸς κατέχειν βουλόμενος, καὶ φροντίσι καὶ περισπασμοῖς ὑλικοῖς ἑαυτὸν ἐκδιδούς, ὅμοιος ἐστι τῷ νηχομένῳ, καὶ τὰς ἑαυτοῦ χεῖρας κρατεῖν βουλομένω. Μνήμη θανάτου ἐναργὴς περιέκοψε βρώματα, βρωμάτων δὲ ἐν ταπεινώσει κοπέντων συνεξεκόπησαν πάθη. Ἀναλγησία καρδίας ἐπώρωσε νοῦν, βρωμάτων δὲ πλῆθος ἐξήρανε πηγάς. Δίψα καὶ ἀγρυπνίαν ἐξέθλιψαν καρδίαν. Καρδίας δὲ θλιβήσης ἀπεπήδησαν ὕδατα. Σκληρὰ μὲν γαστριμάργοις, ἄπιστα δὲ ῥᾳθύμοις τὰ εἰρημένα. Ἀνὴρ δὲ πρακτικὸς δοκιμάσει προθύμως. Ο πείρᾳ εὑρηκὼς μηδιάσει ἐπὶ τούτοις. Ὁ δὲ ἐπιζητῶν, σκυθρωπότερος ἔσται. Ὥσπερ τὴν τελείαν ἀγάπην οἱ Πατέρες ἄπτωτον εἶναι ὁρίζονται, οὕτως ἔγωγε τὴν τελείαν τοῦ θανάτου αἴσθησιν ἄφοβον εἶναι ἀποφαίνομαι. Πολλαὶ μὲν τοῦ νοὸς τοῦ πρακτικοῦ αἰ ἐργασίαι. Λέγω δὲ ἔννοια ἀγάπης, τῆς πρὸς Θεόν. Μνήμης θανάτου, μνήμης Θεοῦ, μνήμης βασιλείας, ζήλου τῶν ἀγίων μαρτύρων, μνήμης αὐτοῦ τοῦ Θεοῦ παρόντος, κατὰ τὸν εἰπόντα. «Προωρώμην τὸν Κυρίον». Μνήμης ἅγιων καὶ νοερῶν δυνάμεων. Μνήμης ἐξόδου, ἀπαντήσεως, κολάσεως, ἀποφάσεως. Ἐν μεγάλοις μὲν ἠρξάμεθα, ἀναπτώτοις δὲ κατελήξαμεν. Διηγήσατό μοὶ ποτε Αἰγύπτιος μοναχός, ὡς ὅτι μετὰ τὴν ἐν αἰσθήσει καρδίας τῆς τοῦ θανάτου μνήμης παγίωσιν, θελήσαντός μου χρείας καταλαβούσης μικρὸν τὸν πηλὸν παραμυθήσασθαι, ὕπο τῆς μνήμης, ὡς ὑπὸ δικαστοῦ κεκώλυμαι. Καὶ τὸ θαυμαστόν, ὅτιπερ καὶ βουληθεὶς οὐκ ἠδυνήθην ἀπώσασθαι. Ἕτερός τις οἰκῶν ἐνταῦθα ἐν τῷ λεγομένῳ Θολῷ τόπῳ, πολλάκις ἐκ τῆς τοιαύτης ἐννοίας ἐξίστατο, καὶ ὡς ὀλιγοθυμήσας, ἢ καὶ ἐπιληπτιάσας παρὰ τῶν εὐρισκομένων ἀδελφῶν, ἄπνους σχεδὸν ἐβαστάζετο. Οὐ σιωπήσω σοι καὶ τὸ τοῦ ἡσυχίου τοῦ Χωρηβίτου σημᾶναι διήγημα. Οὗτος ἀεὶ ἐν πάσῃ ἀμελείᾳ διέτριβε, τῆς ἑαυτοῦ ψυχῆς τὸ παράπαν μὴ ποιούμενος ἐπιμέλειαν. Ἀσθενήσας οὖν ἐσχάτως τοῦ σώματος, ὡς ἐπὶ ὤραν μίαν ἀκριβῶς ἐξεδήμησε. Καὶ εἰς αὐτὸν ἐπανελθὼν δυσωπεῖ μὲν ἠμᾶς πάντας εὐθέως ἀναχωρῆσαι. Καὶ τὴν θύραν τῆς κέλλης ἀνοικοδομήσας ἔμεινεν ἔνδον χρόνους δύο καὶ δεκὰ μηδενὶ τὸ παράπαν συντετυχηκὼς, οὐ μικρόν, οὐ μέγαν λόγον, οὐχ ἑτέρου τινός, ἀλλ’ ἢ ἄρτου καὶ ὕδατος ἀπογευόμενος. Μόνον δὲ καθήμενος καὶ πρὸς ἃ ἑώρακεν ἐν τῇ ἐκστάσει ἐξεστηκὼς σύννους, οὕτως, ὡς μηδέποτε ἐπὶ Κυρίου, τὸ ἴδιον ἦθος ἀλλοιώσας, ἀλλ’ ἔκνους ἀεί, καὶ δάκρυα θερμὰ ἀψοφητὶ καθ’ ὄλου προεχόμενος. Ὅτε δὲ ἤμελλεν τελευτᾷν, ἀναφράξαντες τὴν θύραν εἰσεληλύθαμεν, καὶ πολλὰ δυσωπήσαντες, τοῦτο καὶ μόνον παρ’ αὐτοῦ ἀκηκόαμεν. Συγχωρήσατε οὐδεὶς μνήμην θανάτου ἐγνωκώς, δυνήσεται ἁμαρτῆσαί ποτέ. Ἠμεῖς δὲ ἐθαμβούμεθα τὸν οὕτως πρώην ἀμελῆ ὁρῶντες, οὕτως ἀθρόον μεταμορφωθέντα τὴν μακαρίαν ἀλλοίωσιν καὶ μεταμόρφωσιν. Θάψαντες δὲ αὐτὸν ὁσίως ἐν τῷ κοιμητηρίῳ τῷ πλησίον τοῦ κάστρου μεθ’ ἡμέραν ἐπιζητήσαντες τὸ ἄγιον αὐτοῦ λείψανον, οὐχ εὕρομεν. Τοῦ Κυρίου καὶ ἐν τουτῶ τὴν μεμεριμνημένην αὐτοῦ καὶ ἀξιέπαινον μετάνοιαν πληροφορήσαντος, πάντας τοὺς βουλομένους, καὶ μετὰ πολλὴν ἀμέλειαν διορθώσασθαι ὡσπερ τὴν ἄβυσσον ἀπέρατον, τινὲς εἶναι ὁρίζονται. Τόπον γὰρ αὐτὴν καλοῦσιν ἀπύθμαντον. Οὕτως ἡ τοῦ θανάτου ἔννοια ἄφθαρτον καὶ τὴν ἁγνείαν καὶ τὴν ἐργασίαν κεκτῆται. Βεβαιοῦται δὲ τὸ εἰρημένον ὁ προειρημένος ὅσιος. Φόβῳ φόβον διηνεκῶς οἱ τοιοῦτοι προσλαμβάνοντες, οὐ παύονται ἄχρις ἂν καὶ αὕτη ἡ τῶν ὀστέων ἐκδαπανηθῇ δύναμις. Δῶρον Θεοῦ καὶ τοῦτο μετὰ πάντων ἀγαθῶν εἶναι ἑαυτοὺς πληροφορήσωμεν. Ἐπεὶ πως πολλάκις καὶ ἐν αὐτοῖς τοῖς μνήμασι παραγινόμενοι, ἀδάκρυτοί τινες καὶ σκληροὶ διαμένομεν. Ἐκτὸς δὲ τῆς τοιαύτης θεωρίας πλειστάκις κατανυσσώμεθα. Ὁ πάντων νεκρωθείς, οὗτος θανάτου ἐμνημόνευσεν. Ο δὲ ἔτι σχετικὸς, οὐ σχολάσει ἑαυτῶ ἀντεπίβουλος ὤν. Μὴ θέλε πάντας διὰ λόγον πληροφορεῖν τὴν πρὸς αὐτοὺς ἀγάπην. Μᾶλλον δὲ Θεὸν αἰτοῦ ταύτην αὐτοῖς ἀῤῥήτως ἐμφανίσαι. Εἰ δὲ μή, οὐκ ἐξαρκέσει σοι ὁ χρόνος πρὸς σχέσεις καὶ κατάνυξιν. Μὴ ἀπατῶ, ἄφρον ἐργάτα, χρόνῳ χρόνον ἀναπληροῦν. Οὐ γὰρ ἐξαρκεῖ ἡ ἡμέρα οὐδὲ τὸ ἑαυτῆς χρέος τῷ Δεσπότῃ ἀνελλιπῶς πληρῶσαι. Παρὰ ἀνθρώποις οὐκ ἐστί, φησίν, οὐκ ἐστὶ τὴν ἐνστῶσαν ἡμέραν εὐσεβῶς διεξιέναι, εἰ μὴ αὐτὴν ἐσχάτην παντὸς τοῦ ὤιου λογισώμεθα. Καὶ θαῦμα ὄντως πῶς καὶ Ἕλληνες τι τοιοῦτον ἐφθέγξαντο, ἐπεὶ καὶ φιλοσοφίαν τοῦτο εἶναι ὁρίζονται, μελέτην θανάτου.



Ἑπόμενο: ΛΟΓΟΣ Ζ’ — Περὶ τοῦ χαροποιοῦ πένθους
Προηγούμενο: ΛΟΓΟΣ Ε’ — Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾗ καὶ βίος τῶν ἁγίων καταδίκων. Καὶ περὶ τῆς φυλακῆς
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος