Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Θ’ – Περὶ μνησικακίας
Προηγούμενο: ΛΟΓΟΣ Ζ’ — Περὶ τοῦ χαροποιοῦ πένθους
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΌΓΟΣ Η’ — Περὶ ἀοργησίας καὶ πραότητος

Ὡσπερ ὕδατος ἐν φλογὶ κατὰ μικρὸν προστιθεμένου, τελείως ἡ φλὸξ ἀποσβέννυται, οὕτω καὶ τοῦ ἀληθινοῦ πένθους τὸ δάκρυον πᾶσαν τὴν φλόγα τοῦ θυμοῦ καὶ ὀξυχολίας ἀποκτείνειν πέφυκε. Διὸ αὐτὸ καὶ ἀκολούθως τετάχαμεν. Ἀοργησία τοίνυν ἐστὶν ἔφεσις ἀτιμίας ἀκόρεστος, ὡς ἐν τοῖς κενοδόξοις εὐφημία ἀπέραντος. Ἀοργησία ἐστὶ φύσεως ἧττα, ἐν ἀναισθησίαις ὕβρεων ἐξ ἀγώνων καὶ ἱδρώτων προσγινομένη. Πραότης ἐστὶν ἀκίνητος ψυχῆς κατάστασις, ἐν ἀτιμίαις καὶ εὐφημίαις ὠσαύτως ἔχουσα. Ἀρχὴ μὲν ἀοργησίας, σιωπῇ χειλέων ἐν ταραχῇ καρδίας. Μεσότης δὲ σιωπὴ λογισμῶν ἐν ψιλῇ ταραχῇ ψυχῆς. Τέλος τὲ πεπηγμένη γαλήνη ἐν πνοῇ ἀνέμων ἀκαθάρτων. Ὀργὴ ἐστιν ὑπόμνησις κεκρυμμένου μίσους, ἤγουν μνησικακίας. Ὀργὴ ἐστιν ἐπιθυμία κακώσεως τοῦ παροξύνοντος. Ὀξυχολία ἐστὶν ἀνήδονος κίνησις ἐν ψυχῇ γινομένη. Πικρία ἐστὶν ἀνήδονος κινήσις ἐν ψυχῇ συγκαθημένη. Θυμὸς ἐστιν εὐμετάβολος κίνησις ἠθῶν, καὶ ψυχῆς ἀσχημοσύνη. Ὡς φωτὸς φανέντος ὑποχωρεῖ τὸ σκότος. Οὕτως καὶ ἐξ ὀσμῆς ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται. Τινὲς εὐμετάβλητοι ἐκ θυμοῦ ὑπάρχοντες, ἀμελῶς περὶ τὴν τούτου θεραπείαν καὶ ἐπιμέλειαν διάκεινται, μὴ ἐννοῦντες οἱ τάλανες τοῦ εἰπόντος. «Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῶ». Ἔστι κίνησις μύλου ὀξεῖα ἐν μιᾷ ῥοπῇ ὕπερ τὴν τοῦ ἑτέρου ἡμέραν, σῖτον ψυχῆς, καὶ καρπὸν συντρίβουσα καὶ ἐξαφανίζουσα· διὸ προσεκτέον νουνεχῶς. Ἔστι φλογὸς ἔξαψις συντόμως ὑπὸ σφοδροῦ πνεύματος ἀναπτομένη, καὶ ὕπερ φλόγα χρονίζουσαν τὸν ἀγρὸν τῆς καρδίας ἀνεμπιπρῶσα, καὶ ἀπολλύουσα. Οὐδὲ τοῦτο ἠμᾶς λανθάνειν ὀφείλει, ὦ φίλοι, ὅτι περ εν καιρῷ οἱ πονηροὶ δαίμονες ἑαυτοὺς συντόμως ὑποστέλλουσιν, ἵν’ ὡς μικρῶν τῶν μεγάλων παθῶν ἀμελήσαντες, ἀνίατα λοιπὸν νοσήσωμεν. Ὥσπερ λίθος ὀξύγωνος, καὶ ἀπόκροτος ἑτέροις λίθοις συγκρουόμενος καὶ συνδαιρόμενος, ἅπασαν αὐτοῦ τὴν ὀξύγωνον καὶ ἀπόκροτον καὶ στεῤῥὰν διάπλασιν διαθρύπτεται, καὶ στρογγυλοειδῆ ἀπεργάζεται, οὕτως καὶ ψυχῇ ὀξεῖα καὶ ἀπότομος συμμιγνυμένη καὶ συνδιάγουσα σκληροῖς τισι, δυεῖν θἄτερον ὑπομένει. Ἢ ἐκ τῆς ὑπομονῆς τὸ ἴδιον τραῦμα θεραπεύσει, ἢ ὑποχωρήσασα τὴν ἰδίαν πάντως ἀσθένειαν γνωρίσει τῆς φυγῆς τῆς δειλάνδρου ταύτην αὐτῇ ὥσπερ ἔσοπτρον φανερωσάσης. Θυμώδης ἐστὶν ἐπιληπτικὸς ἑκούσιος, ἐξ ἀκουσίου προλήψεως, καταῤῥηγνύμενος καὶ ῥασσόμενος. Οὐδὲν οὕτω τοῖς μετανοοῦσιν ἀνοίκειον ὡς θυμὸς ταρασσόμενος, εἴπερ ἡ ἐπιστροφὴ πολλῆς δεῖται τῆς ταπεινώσεως. Ο δὲ πάσης οἰήσεως ὑπάρχει τεκμήριον. Εἰ τοῦτο ὄρος ἀκροτάτης πραότητος, τὸ καὶ παρόντος τοῦ ἐρεθίζοντος γαληνῶς τῇ καρδίᾳ καὶ ἀγαπητικῶς πρὸς αὐτὸν διακεῖσθαι, πάντως τοῦτο ὄρος ἀκροτάτου θυμοῦ, τὶ καὶ καθ’ ἑαυτὸν διάγοντα μόνον, λόγοις καὶ σχήμασι πρὸς τὸν λυπήσαντα διαμάχεσθαι, καὶ θηριοῦσθαι. Εἰ τὸ πνεῦμα τὸ ἄγιον εἰρήνη ψυχῆς καὶ ὁρίζεται, καὶ ὑπάρχει, ἡ δὲ ὀργή, ταραχὴ καρδίας καὶ ὑπάρχει καὶ λέγεται. Οὐκ οὖν οὐδὲν οὕτω τὴν αὐτοῦ παρουσίαν ἐν ἠμῖν, ὡς θυμὸς ὑποτειχίζειν πέφυκε.

Πάμπολλα καὶ χαλεπὰ αὐτοῦ τὰ γεννήματα γνωρίζοντες, ἔνα καὶ μόνον ἀκούσιον ἀπόγονον, εἰ καὶ νόθον, ὅμως ὠφέλιμον ἐπεγνώκαμεν. Εἶδον μανικῶς ἐξαφθέντας, καὶ τὴν χρονίαν καὶ ἐναπόθετον μνησικακίαν ἐμέσαντας, καὶ διὰ πάθους, πάθους ἀπαλλαγέντας· περὶ τῆς χρονίου λύπης ἢ μετάνοιαν, ἢ πληροφορίαν ἐκ τοῦ λελυπηκότος κομισαμένους. Καὶ εἶδον τὸ δοκεῖν μακροθυμήσαντας ἀλόγως, καὶ ἐκ τῆς σιωπῆς μνησικακίαν ἔνδον ἀποθεμένους, καὶ τῶν μαινομένων μᾶλλον αὐτοὺς ἐταλάνισα, ὡς διὰ μέλανος τὸ τῆς περιστερᾶς λευκὸν ἀφανίσαντας. Πολλῆς ἡμῖν πρὸς τὸν ὄφιν δεῖ τοῦτον τῆς ἐπιμελείας. Τὴν γὰρ φύσιν καὶ αὐτός, ὡς καὶ ὁ τῶν σωμάτων συνεργοῦσαν αὐτῷ, κεκτῆται. Εἶδον ὀργισθέντας, καὶ ἐν πικρίας τὴν τροφὴν ἀπωσαμένους, καὶ μέντοι ἰὸν ἰῷ διὰ τῆς ἀλόγου ἐγκρατείας προσελάβοντο. Καὶ εἶδον ἑτέρους ἀφορμῆς δῆθεν εὐλόγου τοῦ θυμοῦ δραξαμένους, καὶ γαστριμαργίᾳ ἑαυτοὺς μεθοδεύσαντας, καὶ ἐκ βοθύνου εἰς κρημνὸν περιπεσόντας. Ἑτέρους δὲ ἐχέφρονας τεθέαμαι, ὡς καλοὺς ἰατροὺς ἀμφότερα συγκεράσαντας, καὶ τὰ μέγιστα ἐκ τῆς συμμέτρου παρακλήσεως ὠφεληθέντας. Ποτὲ μὲν ἡ μελῳδία τὸν θυμὸν ἀρίστως διαλύει, ἡ σύμμετρος· ποτὲ δὲ τῇ φιληδονίᾳ συνέρχεται, ἤγε ἄμετρος καὶ ἄκαιρος. Τοὺς οὖν καιροὺς κανονίζοντες, οὕτως ἐχρησάμεθα. Ἤκουσα παρακαθήμενος ἔξω κατὰ τινα χρείαν ἀνδρῶν ἡσυχαζόντων, ὡς περδίκων ἐν τῇ κέλλῃ, ἐκ πικρίας καὶ θυμοῦ καθ’ ἑαυτοὺς κλοβομαχούντων, τῷ προσώπῳ δὲ ὡς παρόντος τοῦ λελυπηκότος ἐπίπηδώντων· οἶς ἔγωγε τὸ μὴ ἀπιδιάζειν εὐσεβῶς συμβεμούλευκα, ἴνα μὴ ἐξ ἀνθρώπων δαίμονες κατασταθῶσι. Καὶ τεθέαμαι πάλιν λάγνους καὶ βρωμώδεις καρδίας, πράους τινὰς καὶ κόλακας, καὶ φιλαδέλφους, καὶ φιλοκαλλιπροσώπους ὑπάρχοντας, οὕς τὴν ἡσυχίαν ὡς ξύριον μισόλαγνον, καὶ μισόβρωμον μετιέναι παρεσκεύασα, ἴνα μὴ ἐκ λογικῆς εἰς ἄλογον φύσιν ἐλεεινῶς μετατεθῶσιν. Ἐπεὶ δὲ μοὶ τινες ἐν ἀμφοτέροις ἑαυτοὺς ἔλεγον οἰκτίστως ἐκφέρεσθαι, τούτους ἔγωγε πάντη αὐτεξουσίως πορεύεσθαι κεκώλυκα. Τοῖς μέντοι αὐτῶν ἐπιστατοῦσι τοῦτο φιλικῶς ὑποθέμενος. Ποτὲ μὲν αὐτοῖς τοῦ χρόνου ταύτην, ποτὲ δὲ ἐκείνην τὴν τάξιν ἐπιτρέπειν μετέρχεσθαι. Ὅμως τὸ πᾶν τῷ κρατοῦντι τὸν αὐχένα δοὺς. Ὁ μὲν φιλήδονος ἑαυτόν, ἴσως δὲ καὶ ἕτερον ἔνα φιλομύστην αὐτοῦ λυμαίνεσθαι πέφυκεν. Ὁ δὲ θυμώδης ὥσπερ λύκος πᾶσαν πολλάκις τὴν ποίμνην διετάραξε, καὶ πολλὰς ψυχὰς ταπεινώσας διέθλιψε. Χαλεπὸν μὲν τὸν τῆς καρδίας ὀφθαλμὸν ἐκ θυμοῦ ταράξαι, κατὰ τὸν εἰπόντα, «Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμὸς μου», χαλεπώτερον δὲ τὸ διὰ χειλέων τὴν τῆς ψυχῆς ὀρμὴν ἐνδείξασθαι. Τὸ διὰ χειρῶν πάντη που τῆς μοναδικῆς, καὶ ἀγγελικῆς, καὶ θεΐκῆς πολιτείας ἐχθρὸν καὶ ἀλλότριον. Εἰ κάρφος ἑτέρου ἰάσασθαι θέλεις, μᾶλλον δὲ νομίζεις μὴ ἀντὶ μήλης δοκῷ τοῦτον ἀποχρίσης, ἢ ἀποστύψης. Δοκὸς βαρὺς λόγος, σχήματα ἀπρεπῆ. Τὸ δὲ ἕτερον ἐπιεικὴς διδασκαλία, καὶ μακρόθυμος ἐπιτιμία. Ἔλεγξον, φησίν, ἐπιτίμησον, παρακάλεσον οὐ μέντοι καὶ τύψον. Εἰ δὲ καὶ τοῦτο δέοι σπανίως καὶ οὐ δι’ ἑαυτοῦ. Ἐπισκεψώμεθα καὶ ἐν τοῖς πολλοῖς τῶν θυμικῶν τὴν ἀγρυπνίαν προθύμως, καὶ τὴν νηστείαν καὶ ἡσυχίαν ἐπιτελουμένην θεασόμεθα. Σκοπὸς γὰρ τῷ δαίμονι τὰς αὐξητικὰς τοῦ πάθους ὕλας, προφάσει δῆθεν μετανοίας, καὶ πένθους αὐτοῖς ὑποτίθεσθαι. Εἰ εἶς λύκος, ὡς προέφημεν, δύναται ἐκταράξαι ποίμνην, δαίμονα συνεργὸν κεκτημένος, πάντως καὶ εἶς ἀδελφὸς σοφώτατος, ὥσπερ ἀσκὸς χρηστὸς ἐλαίου μεστὸς τὸ κῦμα παρενέγκαι καὶ γαληνιάσαι ποιεῖν τὴν ὁλκάδα, ἄγγελον συνεργὸν κεκτημένος, κατὰ τὸ μέγεθος τοῦ προτέρου κρίματος, οὗτος ἐκ Θεοῦ μισθὸν κομισόμενος, καὶ τύπος ὠφελείας πᾶσι γινόμενος. Ἀρχὴ τῆς μακαριᾶς ἀνεξικακίας ἐν πικρία καὶ ὀδύνῃ ψυχῆς τὰς ἀτιμίας καταδέχεσθαι. Μεσότης δὲ ἀλύπως ἐν ταύταις διακεῖσθαι. Τελείωσις δέ, εἴπερ καὶ ἔστιν, ὡς εὐφημίας ταύτας λογίζεσθαι. Χαίροις ὁ πρότερος, ἔῤῥωσο ὁ δεύτερος, μακάριος ἐν Κυρίῳ καὶ ἀγαλλιῶ ὁ τρίτος· ἐλεεινὸν ἐπεσημηνάμην ἐν ὀργίλοις θέαμα, ἐξ οἰήσεως λεληθότως αὐτοῖς συμβαῖνον, ὀργιζόμενοι γὰρ διὰ τὴν ἧτταν, πάλιν ὠργίζοντο. Καὶ πτώματι πτῶμα ἐκδιωκόμενον ὀρῶν ἐθαύμαζον. Καὶ ἁμαρτίαν ἁμαρτίᾳ διεκδικοῦντας ἠλέουν θεώμενος, καὶ δαιμόνων πανουργίαν ἐκπληττόμενος, τῆς αὐτοῦ ζωῆς μικροῦ δεῖν ἀπεγίνωσκον. Εἲ τις ἑαυτὸν ἄπο οἰήσεως καὶ ὀξυχολίας, πονηρίας τε καὶ ὑποκρίσεως εὐχερῶς ἡττώμενον θεάσοιτο, καὶ οὕτως τὴν μαχαιρᾶν τῆς πραότητος καὶ ἀνεξικακίας δίστομον κατ’ αὐτῶν ἐσκέψατο σπάθασθαι, οὗτος πορευθεὶς παραγένηται, ὥσπερ ἐν κναφείῳ σωτηρίας, ἐν ἀδελφῶν, καὶ μάλιστα σκληροτάτων, εἴπερ αὐτὰ τελείως ἐδκύσασθαι βούλεται, ἴνα ἐκεῖσε ἐξ ὕβρεων καὶ ἀτιμιῶν, καὶ τρικυμιῶν τῶν ἀδελφῶν τεινόμενος, καὶ νοερῶς τυπτόμενος, ἢ τάχα που καὶ αἰσθητῶς ξεόμενος, καὶ πατούμενος καὶ λακτιζόμενος, τὸν ῥύπον τὸν ἐνυπάρχοντα αὐτοῦ τῇ αἰσθήσει τῆς ψυχῆς ἀποπλύνῃ. Αὐτὴ σε ἡ δημώδης φωνὴ πεισάτω πλυντήριον τὸν ὀνειδισμὸν τῶν τῆς ψυχῆς παθῶν καθίστασθαι. Φασὶ γὰρ τινες τῶν ἐν τῷ κόσμῳ ἡνίκα τινὰ κατὰ πρόσωπον ἀτιμίας περιβάλλουσι, καυχώμενοι πρὸς ἑτέρους, ὅτι τὸν δεῖνα ἀπέπλυνα. Ὃ τι καὶ ἄληθες καθέστηκεν. Ἄλλη ἐστὶν ἡ ἐκ πένθους ἐν τοῖς εἰσαγωγικοῖς ἀοργησία, καὶ ἑτέρα, ᾑ τοῖς τελείοις ὑπάρχουσα ἀκινησία καὶ ἡ μέν, ὥσπερ χαλινῷ τινι τῷ δακρύῳ δέδεται. Ἡ δέ, ὥσπερ ὄφις ὕπο τῆς ἀπαθείας, ὡς ὕπο μαχαίρας, τεθανάτωται. Τρεῖς ἔγωγε ὁμοθυμαδὸν ἑώρακα μοναχοὺς ἀτιμασθέντας. Καὶ ὁ μὲν δέδηκται, κεἰ ἐσιώπησεν. Ο δὲ ἐχάρη ἑαυτοῦ χάριν, λελύπηται δὲ περὶ τοῦ λοιδορήσαντος. Ο δὲ τρίτος τὴν τοῦ πλησίον βλάβην ἀνατυπώσας ἐδάκρυσε θερμῶς. Καὶ ἦν ἰδεῖν φοβοῦ, καὶ μισθοῦ, καὶ ἀγάπης ἐργάτας. Ὥσπερ ὁ τῶν σωμάτων πυρετός, εἶς μὲν ἐστι, πολλὰς δὲ καὶ οὐ μίαν τῆς αὐτοῦ ζέσεως τὴν ἀφορμὴν κέκτηται. Οὕτως καὶ ἡ τοῦ θυμοῦ ζέσις, καὶ κίνησις, καὶ τῶν λοιπῶν ἡμῶν παθῶν πολλὰς καὶ διαφόρους αἰτίας ἔχουσα καθεστήκασι. Διὸ καὶ ἀδύνατον κατὰ τούτων μονοτρόπως ὁρίσασθαι. Γνώμην δὲ δίδωμι μᾶλλον ἐν ἑκάστου λοιπὸν τῶν νοσούντων μεμεριμνημένῃ σπουδῇ τῆς ἰατρείας τὴν θεραπείαν ἐπιζητεῖν. Πρώτη δ’ ἂν εἴη θεραπεία, τῆς αὐτοῦ ἀλγηδόνος τὴν αἰτίαν ἐπιγνῶναι, ἴνα τῆς αἰτίας εὑρεθείσης πρὸς αὐτήν, καὶ τὴν ἔμπλαστρον ἐκ προνοίας Θεοῦ καὶ ἰατρῶν πνευματικῶν λήψεται, ὡς ἐν ὑποδείγμασιν οἱ βουλόμενοι ἡμῖν ἐν Κυρίῳ εἰς τὸ νοερὸν καὶ προβεβλημένον δικαστήριον συνεισελθεῖν, συνεισελθέτωσαν, καὶ ἀμυδρῶς πως περὶ τῶν προειρημένων παθῶν ἢ αἰτιῶν βασανίσωμεν. Δεθήτω λοιπὸν θυμὸς ὡς τύραννος ἐν δεσμοῖς πραότητος, καὶ τυπτόμενος ὕπο μακροθυμίας ἐκσυρόμενός τε ὑπὸ τῆς ἁγίας ἀγάπης ἐν τῷ βήματι τούτῳ τοῦ λόγου παραστὰς τὰ προσήκοντα ἐξεταζέσθω. Λέγε ἡμῖν, ὦ παράφρον καὶ ἄσεμνε, τὴν τε τοῦ γεγεννηκότος προσηγορίαν, καὶ τῆς κακῶς τεκούσης σε προσωνυμίαν, τῶν σῶν τε ὑιῶν καὶ θυγατέρων μιαρῶν τὰ ὀνόματα. Οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν πολεμούντων καὶ ἀποκτεινόντων σε τὰς σημασίας. Ὁ δὲ πρὸς ἠμᾶς ἀποκρινόμενος ἔλεγεν. Αἰ ἐμὲ γεννήσασαι πολλαί, κεἰ ὁ ἐμὸς πατὴρ οὐχ εἶς. Αἰ δὲ μητέρες μου κενοδοξία, φιλαργυρία, γαστριμαργία. Ἔστι δὲ ὅτε καὶ πορνεία. Ὁ ἐμὲ γεγεννηκὼς προσηγορεύεται τῦφος. Αἰ δὲ ἐμαὶ θυγατέρες μνησικακίαι, μῖσος, ἔχθρα, δικαιολογία. Αἰ ἐμοῦ δὲ ἀντίδικοι, ὑφ’ ὦν νῦν περιέχομαι δέσμιος, αἰ τούτων ἀντικείμεναι, ἀοργησία καὶ πραότης. Ἡ δὲ ἐμὴ ἐπίβουλος, ταπεινοφροσύνη προσαγορεύεται. Τὶς δὲ ὁ τετοκὼς ἐκείνην, ἐν ἰδίῳ καιρῷ αὐτὴν ἐρωτήσατε.

Ἐν ὀγδόῳ βαθμῷ ὁ τῆς ἀοργησίας κεῖται στέφανος, καὶ ὁ μὲν ἐκ φύσεως τούτων περικείμενος, ἴσω οὐ περίκειται ἕτερον. Ὁ δὲ ἐξ ἱδρώτων, εἰς ἅπαν τοὺς ὀκτὼ νενίκηκεν.



Ἑπόμενο: ΛΟΓΟΣ Θ’ – Περὶ μνησικακίας
Προηγούμενο: ΛΟΓΟΣ Ζ’ — Περὶ τοῦ χαροποιοῦ πένθους
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος