Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ι’ – Περὶ καταλαλιᾶς
Προηγούμενο: ΛΌΓΟΣ Η’ — Περὶ ἀοργησίας καὶ πραότητος
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ Θ’ – Περὶ μνησικακίας

Αἰ μὲν ὅσιαι ἀρεταί, τῇ τοῦ Ἰακὼβ κλίμακι περεοίκασιν, αἰ δὲ ἀνόσιοι κακίαι, τῇ ἀλύσει τῇ ἐκπεσούσῃ ἐκ Πέτρου τοῦ κορυφαῖοι. Διὸ αἰ μὲν μία τῇ μιᾷ συνδεθεῖσαι εἰς οὐρανὸν τὸν προαιρούμενον ἀναφέρουσιν. Αἰ δὲ ἑτέρα τὴν ἑτέραν γεννᾷν καὶ συσφίγγειν πεφύκασιν. Διὸ καὶ ἠκούσαμεν νῦν τοῦ ἀσυνέτου θυμοῦ γέννημα αὐτοῦ οἰκεῖον τὴν μνησικακίαν ὑπάρχειν φήσαντος, ὅθεν καὶ καιροῦ νῦν καλοῦντος ἀρτίως περὶ αὐτῆς εἴπωμεν. Μνησικακία ἐστὶ θυμοῦ κατάληξις, ἁμαρτημάτων φύλαξ, δικαιοσύνης μῖσος, ἀρετῶν ἀπώλεια, ἰὸς ψυχῆς, σκώληξ νοός, προσευχῆς αἰσχύνη δεήσεως ἐκκοπή, ἀγάπης ἀλλοτρίωσις, ψυχῆς ἦλος πεπηγώς, ἀνώδυνος αἴσθησις ἐν ἡδύτητι πικρίας ἀγαπωμένη, διηνεκὴς ἁμαρτία, ἄϋπνος παρανομία, κάθωρος κακία. Ἒν καὶ τοῦτο σκοτεινόν, καὶ ἀηδὲς παθός, λέγω δὴ τὸ τῆς μνησικακίας τῶν γεννωμένων καὶ οὐ γεννώντων ἢ καὶ γεννώντων καθέστηκεν. Ὅθεν περὶ αὐτοῦ οὐ πλεῖστα λέγειν βουλόμεθα. Ο παύσας ὀργὴν ἀνεῖλε μνησικακίαν. Τοῦ γὰρ πατρὸς ζῶντος τεκνογονία γίνεται. Ὁ κτησάμενος ἀγάπην, ἐξενίτευσε μήνιδος. Ο δὲ ἐχθραίνων, κόπου ἀκαίρους ἑαυτῷ συναθροίζει. Τράπεζα ἀπρόσεκτος μητὴρ παῤῥησίας καὶ διὰ θυρίδος ἀγάπης εἰσπηδήσει γαστριμαργία. Εἶδον μῖσος πορνείας δεσμὸν χρόνιον διαῤῥηξαν, καὶ μνησικακίαν ἐκεῖ ἄδεσμον αὐτὸν τοῦ λοιποῦ παραδόξως διατηρήσασαν. Θαυμαστὸν ὅραμα, δαίμονα τὸν δαίμονα ἰώμενον. Τοῦτο δὲ ἴσως ἔργον Θεοῦ οἰκονομικῶς, καὶ οὐ δαιμόνων καθέστηκε. Μακρὰν ἄπο ἀγάπης στεῤῥᾶς φυσικῆς μνησικακία, εὐχερῶς δὲ πορνεία πλησιάζει αὐτῇ καὶ λεληθότως ὁρᾷς ἐν περιστερᾷ φθεῖραν. Μνησικακῶν μνησικάκει δαίμοσι, καὶ ἐχθραίνων ἔχθραινε τῷ σώματι διὰ παντός. Ἀγνώμων καὶ δόλως φίλος ἡ σάρξ. Καὶ θεραπευομένη, μειζόνως ἀδικεῖ. Γραφικὸς ὑφηγητὴς μνησικακία. Πρὸς τὴν ἰδίαν εἴδησιν τὰ τοῦ Πνεύματος λόγια ἀλληγορῶν. Αἰσχυνέτω αὐτὸν Ἰησοῦ ἡ προσευχή, ἢν λέγειν σὺν αὐτῷ οὐ δυνάμεθα. Ὁπόταν πολλὰ πυκτεύσας τὸ σκῶλον διαλῦσαι εἰς τέλος οὐ δύνασαι, μετανόει τῷ ἐχθρῷ, κἀν τῷ στόματι, ἴν’ ἐπὶ πολὺ ὑπόκρισην τὴν πρὸς αὐτὸν αἰδεσθείς, τελείως ἀποδέξῃ ὕπο τοῦ συνειδότος, ὡς ὑπὸ πυρὸς νυττόμενος. Τότε γνώσῃ ἑαυτὸν τῆς σεπηδόνος ταύτης ἀπαλλαγέντα. Οὐχ ὅταν ὕπερ τοῦ λυπήσαντος εὔξῃ. Οὐδ’ ὅταν ἐπὶ τράπεζαν ἄγῃς. Ἀλλ’ ὅταν αὐτὸν ἢ ἐν τοῖς κατὰ ψυχήν, ἢ σωματικὴν συμφορὰν δεξάμενον ἀκούσης. Καὶ ὡς ἐφ’ ἑαυτῷ ὀδυνηθῇς καὶ δακρύσῃς. Μνησίκακος ἡσυχαστὴς ἐμφωλεύουσα ἀσπίς, ἰὸν θανατηφόρον ἐν ἑαυτῇ περιφέρουσα. Μνῆμα παθημάτων Ἰησοῦ ἰάσεται μνησικακίαν ἐκ τῆς αὐτοῦ ἀνεξικακίας ἰσχυρῶς αἰσχυνομένην. Ξύλῳ σαθρῷ ἔνδοθεν ἐναποτίκτονται σκώληκας. Καὶ πραοτάτοις καὶ ἡσυχίοις νόθοις συγκολλᾶται μῆνις. Ο ἀποβάλλων αὐτὴν εὗρεν ἄφεσιν, ὁ δὲ προσκολλώμενος αὐτῇ ἐστερήθη οἰκτιρμῶν. Εἰς πόνους καὶ ἱδρῶτα δαὶ συγχώρησιν ἑαυτοὺς τινες ἐκδεδώκασιν. Ἀμνησίκακος δὲ ἀνὴρ προτατελάβετο τούτους. Εἴπερ «Ἄφετε συντόμως, καὶ ἀφεθήσεται ἠμῖν πλουσίως». Τῆς γνησίας ἡ ἀμνησικακία τεκμήριον. Ὁ δὲ ταύτην κατέχων, καὶ μετανοεῖν δοκῶν, ὅμοιός ἐστι τῷ καθ’ ὕπνους τρέχειν δοκοῦντι. Εἶδον μνησικάκους πὲρ ἀμνησικακίας. Ἄλλοις μνησικάκοις παραινέσαντες καὶ τοὺς οἰκείους λόγους ἐντραπέντες, τοῦ πάθους ἐπαύσαντο. Μηδεὶς ψιλὸν πάθον τὴν ἐσκοτισμένην ταύτην ὑπονοήσοιτο. Πέφυκε γὰρ πολλάκις καὶ μέχρι τῶν πνευματικῶν ἀνδρῶν ἐπεκτείνεσθαι.

Βαθμὸς ἔννατος ὁ κτησάμενος παῤῥησίᾳ λοιπὸν τὴν λύσιν τῶν πταισμάτων αἰτείτω παρὰ τοῦ Σωτῆρος Ἰησοῦ.



Ἑπόμενο: ΛΟΓΟΣ Ι’ – Περὶ καταλαλιᾶς
Προηγούμενο: ΛΌΓΟΣ Η’ — Περὶ ἀοργησίας καὶ πραότητος
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος