Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΓ’ – Περὶ ἀκηδίας
Προηγούμενο: ΛΟΓΟΣ ΙΑ’ – Περὶ πολυλογίας καὶ σιωπῆς
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΙΒ’ – Περὶ ψεύδους

Γέννημα μὲν σιδήρου καὶ λίθου πῦρ. Γέννημα δὲ πολυλογίας καὶ εὐτραπελίας ψεῦδος. Ψεῦδός ἐστιν ἀγάπη, ἀφανισμός. Ἐπιορκία δέ, Θεοῦ ἄρνησις. Μηδεὶς τῶν εὐφρονούντων μικρὰν τινα τὴν τοῦ ψεύδους ἁμαρτίαν εἶναι ὑπονοήσει. Φοβερᾷ γὰρ ὑπὲρ παντᾶ ἀποφάσει κατὰ τούτου τὸ πανάγιον Πνεῦμα ἐχρήσατο. Εἰ «ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος», ὣς φησιν ὁ Δαυῒδ πρὸς τὸν Θεόν, τὶ λοιπὸν πείσονται οἱ μεθ’ ὅρκων τὸ ψεῦδος συῤῥάπτοντες; Εἶδόν τινας ἐπὶ ψεύδει σεμνυνομένους, καὶ δι’ εὐτραπελίας, καὶ ἀργολογίας γελοῖα ἐξυφαίνοντας. Καὶ τὰ τῶν προσακροωμένων πένθη ἐλεεινῶς ἐξαφανίζοντας ὁπόταν οἱ δαίμονες ἴδωσιν ἠμᾶς ὡς ἐκ λοιμικῆς νόσου τῆς τῶν ἀστείων ἀκροάσεως μετὰ τὴν προκάταρξιν τοῦ χαλεποῦ ὑφήγητοῦ ἀναχωρεῖν δοκιμάζοντας, τότε λοιπὸν δυσὶν ἠμᾶς δελεάζειν ἐπιχειροῦσι λογισμοῖς. Μὴ λυπήσῃς τὸν ἐξηγητήν, ὑποβάλλοντες ἡμῖν. Ἢ μὴ φανερώσῃς σεαυτὸν φιλοθεώτερον τῶν παρόντων ἀποπήδᾳ, μὴ χρονίσῃς. Εἰ δὲ μή, ἐν τῇ προσευχῇ σου ἔννοιαν γελοίων ἀνατυπώσεις. Μὴ μόνον φεῦγε, ἀλλὰ καὶ τὸν πονηρὸν συνακτήριον εὐσεβῶς διάλυε, θανάτου καὶ κρίσεως εἰς μέσον ὑπόμνησιν προβαλλόμενος. Ἄμεινον σε γὰρ ἐκ τούτου ἴσως καὶ μικρᾷ κενῇ δόξῃ ῥαντισθῆναι, καὶ μόνον πᾶσι πρόξενον ὠφελείας εὑρεθῆναι. Ὑπόκρισις μήτηρ ψεύδους πολλάκις, καὶ ὑπόθεσις. Οὐδὲν γὰρ τινες ὑπόκρισιν ὁρίζονται, ἀλλ’ ἢ ψεύδους μελέτην καὶ δημιουργὸν κεκολασμένον καὶ συμπεπλεγμένον. Ο φόβον Κυρίου κτησάμενος, ἐξενίτευσε ψεύδους, δικαστὴν ἀδέκαστον ἔχων τὴν ἰδίαν συνείδησιν. Ὥσπερ ἐν πᾶσι τοῖς πάθεσι διαφορὰν βλάβης γνωρίζομεν, οὕτως καὶ ἐπὶ τοῦ ψεύδους. Ἄλλο μὲν γὰρ τὸ κρῖμα τοῦ δαὶ φόβον κολάσεως ψευδομένου καὶ ἕτερον τὸ κινδύνου μὴ προκειμένου ψεύδεσθαι. Ἄλλος διὰ τρυφὴν ἐψεύσατο, ἕτερος διὰ φιληδονίαν. Ἄλλος ἴνα τοῖς παροῦσι προξενήσῃ γέλωτα, ἕτερος δὲ ἴνα τῷ ἀδελφῷ ἐπιβουλεύσῃ, καὶ τοῦτον κακοποιήσῃ. Ἐκ βασάνων ἀρχόντων ἐξαλείφεται ψεῦδος. Ἐκ δὲ δακρύων πλήθους εἰς τέλος ἀπόλλυται προφασίζεται οἰκονομίας ὁ ψεύδους προβολεύς, καὶ δικαιοσύνας πολλάκις λογίζεται τὰς ψυχῆς ἀπωλείας. Τῆς Ῥαὰβ μιμητὴν ἑαυτὸν τεκμαίρεσθαι ψευδοπλάστης ἀνήρ, καὶ δι’ ἀπωλείας οἰκείας τὴν ἑτέραν σωτηρίαν λέγει πραγματεύεσθαι. Ὁπόταν ψεύδους εἰς ἅπαν καθαρεύσωμεν, τότε αὐτὸ μετὰ φόβου καὶ καιροῦ καλοῦντος ὑπέλθωμεν. Οὐκ οἶδεν νήπιον ψεῦδος. Οὐδὲ ψυχῇ πονηρίας ἐστερημένη. Ὁ οἴνῳ εὐφρανθεὶς ἀκουσίως ἀληθεύσῃ εἰς πάντα. Καὶ ὁ μεθυσθεὶς κατανύξει οὖ δυνήσεται ψεύσασθαι.

Ἀνάβασις δωδεκάτη. Ὁ ἐπιβεβηκὼς ῥίζαν τῶν καλῶν κέκτηται.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΓ’ – Περὶ ἀκηδίας
Προηγούμενο: ΛΟΓΟΣ ΙΑ’ – Περὶ πολυλογίας καὶ σιωπῆς
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος