Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΕ’ – Περὶ ἀφθάρτου ἐν φθαρτοῖς ἐκ καμάτων καὶ ἱδρώτων ἁγνείας καὶ σωφροσύνης
Προηγούμενο: ΛΟΓΟΣ ΙΓ’ – Περὶ ἀκηδίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΙΔ’ – Περὶ τῆς παμφίλου καὶ δεσποίνης πονηρᾶς γαστρὸς

Μέλλοντες περὶ γαστρὸς λέγειν ὡς ἐν ἅπασι, νῦν πλέον καθ’ ἑαυτῶν φιλοσοφεῖν προεθέμεθα. Θαυμάζω γὰρ εἰ μήτις τάφον οἰκήσας, ἐγένετο ταύτης ἐλεύθερος. Γαστριμαργία ἐστὶν κοιλίας ὑπόκρισις. Κεκορεσμένη γὰρ οὖσα ἔνδειαν ἀναβοᾷ, καὶ πεφορημένη καὶ ῥηγνυμένη πεινᾷν ἀνακράζει. Γαστριμαργία ἐστὶν καρυκείας δημιουργός, ἠδυτήτων πηγή. Κατήργησας τὴν φλέβα, καὶ ἄλλοθεν ἀνέκυψε καὶ ταύτην ἀποσφάξας, ἑτέρα ἡττήθης. Γαστριμαργία ἐστὶν ὀφθαλμῶν ἀπάτη. Μέτρια δεχομένη τἄδε σύμπαντα καταπίνειν ὑφὲν ὑποτιθεμένη. Κόρος βρωμάτων, πορνείας πατήρ. Θλίψις δὲ κοιλίας ἁγνείας πρόξενος. Λέοντα ὁ κολακεύσας, πολλάκις ἡμέρωσε. Σῶμα δὲ ὁ θεραπεύσας ἐπὶ πλείω ἠγρίωσε. Χαίρει Ἰουδαῖος Σαββάτῳ καὶ ἑορτῇ. Μοναχὸς γαστρίμαργος Σαββάτῳ καὶ Κυριακῇ. Πρὸ χρονοῦ τὸ Πάσχα ψηφίζει, καὶ πρὸ ἡμερῶν τὰ ἐδέσματα εὐτρεπίζει. Ψηφίζει κοιλιόδουλος ἐν ποίοις βρώμασιν ἑορτάσει. Ο δὲ θεόδουλος ἐν ποίοις χαρίσμασιν πλουτήσει. Ξένου ἐπιδημήσαντος εἰς ἀγάπην ὅλος ἐκ γαστριμαργίας κινεῖται. Καὶ παράκλησιν ἀδελφοῦ τὴν ἑαυτοῦ κατάλυσιν λογίζεται. Ἐπὶ παρουσίᾳ τινῶν τοῦ οἶνοι καταλύειν ἐσκέψατο. Καὶ ἀρετὴν δοκῶν κρύπτειν, πάθους δοῦλος ἐγένετο. Ἐχθραίνει πολλάκις κενοδοξία τῇ γαστριμαργία, καὶ ὡς ἐπὶ ὀνησίμῳ δούλῳ τῷ ἀθλίῳ μοναχῷ διαμάχονται. Ἡ μὲν καταλύει βιάζεται, ἡ δὲ τὴν ἑαυτοῦ ἀρετὴν θριαμβεύειν ὑποτίθεται. Σοφὸς μοναχὸς ἀμφοτέρων ἐκφεύξεται, ἐν οἰκείῳ καιρῷ τῇ ἑτέρᾳ τὴν ἑτέραν ἀποσειόμενος. Τῆς μὲν σαρκὸς σφριγώσης, ἐν παντὶ καιρῷ καὶ τόπῳ ταύτην τιμωρήσομεν. Ταύτης δὲ ἠρεμούσης, ὅπερ πρὸ τάφου οὐ πείθομαι, τὴν ἑαυτῶν ἐργασίαν ἀποκρύψομεν. Εἶδον πρεσβύτας ἱερεῖς ὑπὸ δαιμονῶν ἐμπαιζομένους. Καὶ τοὺς μὴ ὑποκειμένους αὐτοῖς νέοις ἐν συμποσίοις, τοῦ οἴνου καὶ τῶν λοιπῶν μετ’ εὐλογίας λύοντας. Εἰ μὲν ἐν Κυρίω μεμαρτυρημένοι ὑπάρχουσι, μετρίως λύσωμεν. Εἰ δὲ ἀμελεῖς, μηδὲν περὶ τῆς ἑαυτῶν εὐλογίας φροντίσωμεν. Καὶ μάλιστα εἴπερ τῷ πυρὶ μαχόμενοι τυγχάνομεν. Ἐδόκησεν ὁ θεήλατος Εὐάγριος τῷ σοφῶν σοφώτερος τῇ τε προφορᾷ καὶ τοῖς νοήμασι γενέσθαι. Ἀλλ’ ἐψεύσθη ὁ δείλαιος, τῶν ἀφρόνων φανεὶς ἀφρονέστερος. Ἐν πολλοῖς ἐν πλὴν καὶ ἐν τούτῳ. Φησὶ γάρ, ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἠμῶν ἡ ψυχή, ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι. Ὅμοιον δὲ τι προστέταχε τῷ εἰπόντι τῷ παιδὶ ἐν ἐνὶ βήμασι πᾶσαν ἀνελθεῖν τὴν κλίμακα τοίνυν ἀποτρέποντες αὐτοῦ τὸν ὄρον, ἡμεῖς φήσομεν. Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἠμῶν ἡ ψυχή, φύσεως ἴδιον ἐπιζητεῖ. Διὸ μηχανῇ πρὸς τὴν παμμήχανον χρησόμεθα. Εἴπερ μή, βαρύτατος παρέστη πόλεμος ἢ πτώματος εὐθύναι. Περικόψομεν τέως τὰ λιπαίνοντα. Εἴτα τὰ ἐκκαίοντα, εἶθ’ οὕτως τὰ ἡδύνοντα. Εἰ δυνατὸν δίδου τῇ σῇ κοιλίᾳ τροφὴν ἐμπιπλῶσαν καὶ εὔπεπτον. Ἴνα διὰ μὲν τῆς πλησμονῆς τὴν ἄπληστον αὐτῆς γνώμην ἀποστήσωμεν. Διὰ δὲ τῆς ταχείας διαπνεύσεως, τῆς πυρώσεως ὡς μάστιγος λυτρωθῶμεν. Ἐπισκεψώμεθα καὶ τὰ πλεῖστα τῶν πνευματούντων, καὶ κινοῦντα εὑρήσομεν. Γέλα ἐπὶ τῷ δαίμονι τῷ μετὰ τὸ δεῖπνον ὑπερθεσίμους σε ποιεῖν ὑποτιθεμένῳ. Τῆς γὰρ ἐννάτης τῇ ἐξῆς καταλαβούσης, ἠρνήσατο τὴν συνταγὴν τῆς προλαβούσης. Ἄλλη ἡ τοῖς ἀνευθύνοις, καὶ ἑτέρα τοῖς ὑπευθύνοις, ἁρμόζουσα ἐγκράτεια. Οἱ μὲν γὰρ τὴν τοῦ σώματος κίνησιν εἰς σημεῖον κέκτηνται. Οἱ δὲ μέχρι θανάτου καὶ τέλους πρὸς τοῦτο ἀπαρακλήτως καὶ ἀδιαλήκτως διάκεινται. Οἱ μὲν πρότεροι τὴν σύγκρασιν τοῦ νοὸς ἀεὶ φυλάττειν ἐθέλουσιν. Οἱ δὲ δεύτεροι διὰ τῆς ψυχικῆς σκυθρωπότητος καὶ τήξεως τὸν Θεὸν ἐξευμενίζονται. Καιρὸς εὐφροσύνης καὶ παρακλήσεως τῷ μὲν τελείῳ ἀμεριμνία ἐν πᾶσι. Τῷ δὲ ἀγωνιστῇ καιρὸς πάλης. Τῷ δὲ ἐμπαθεῖ ἑορτὴ ἑορτῶν καὶ πανήγυρις πανηγύρεων. Ἐνύπνια τροφῶν καὶ βρωμάτων ἐν καρδίᾳ γαστριμάργων, ἐνύπνια δὲ κολάσεων καὶ κρίσεως ἐν καρδίᾳ πενθούντων. Κράτει κοιλίας, πρὶν αὐτὴ σοῦ κρατήσει καὶ τότε μέλλεις μετ’ αἰσχύνης ἐγκρατεύεσθαι. Οἴδασι τὸ εἰρημένον οἱ τῷ ἀῤῥήτῳ περιπεσόντες βόθρῳ εὐνοῦχοι δὲ ἄνδρες ἀπείραστοι τούτου. Κοιλίαν περικόψωμεν ἐννοίᾳ πυρός. Ταύτῃ γὰρ ὑποκούσαντές τινες, ἔσχατον τὰ μέλη ἑαυτῶν ἐξέκοψαν καὶ διπλοῦν τεθνήκασι θάνατον. Ζητήσωμεν καὶ πάντως εὑρήσομεν τὰ παρι’ ἡμῖν ναυάγια ταύτην μόνην ἐργαζομένην. Νοῦς νηστευτοῦ προσεὔχεται νηφόντως. ὁ δὲ τοῦ ἀκρατοῦς εἰδώλων ἀκαθάρτων πεπλήρωται κοιλίας κόρος ἐξήρανε πηγὰς. Αὕτη δὲ ξηρανθεῖσα ἐγέννησεν ὕδατα. Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, ὅμοιός ἐστι τῷ μετὰ ἐλαιοῦ σβεννύοντι ἐμπρησμόν. Θλιβομένης κοιλίας ταπεινοῦται καρδία. Θεραπευομένης δὲ ταύτης γαυριᾷ λογισμός. Ψηλάφα σεαυτὸν περὶ τὴν μέσην, καὶ περὶ τὴν ἐσχάτην ὤραν πρὸ τῆς βρώσεως. Καὶ μαθήσῃ ἐξ αὐτοῦ τὴν τῆς νηστείας ὠφέλειαν. Σκιρτᾷ μὲν πρωΐας καὶ πελάζεται λογισμὸς. Τῆς ἕκτης καταλαβούσης, μικρὸν ὑπεχάλασε, τῆς δὲ ἡλίου δύσεως εἰς τέλος ἐταπεινώθη. Θλίβε κοιλίαν, καὶ πάντως κλείσεις καὶ στόμα. Νευροῦται γὰρ γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Πυκτεύων πύκτευε αὐτῇ, καὶ νήφων νῆφε αὐτῇ. Ἂν γὰρ μικρὸν πονήσῃς, εὐθέως καὶ ὁ Κύριος συνεργήσει. Μαλασσόμενοι ἀσκοὶ ἐπιδίδουσι τῇ χωρήσει, περιφρονούμενοι δὲ οὐ τοσοῦτον δέχονται. Ὁ καταναγκάζων γαστέρα αὐτοῦ, ἐπλάτυνεν ἔντερα. Ὁ δὲ ἀγωνιζόμενος πρὸς αὐτήν, συνέσφιγξε ταῦτα. Τούτων δὲ συσφιγχθέντων, οὐ πολλὰ δέξονται. Καὶ τότε λοιπὸν γινόμεθα φυσικῶς νηστεύοντες. Δίψα δίψαν πολλάκις κατέπαυσε. Πείνᾳ δὲ πεῖναν περικόψαι χαλεπὸν καὶ ἀμήχανον. Ὁπόταν νικήσῃ σε, ἐν πόνοις δάμαζε αὐτήν. Εἰ δὲ καὶ τοῦτο ἀδύνατον δι’ ἀσθένειαν, ἀγρυπνίᾳ πάλαισον πρὸς αὐτήν. Ὀφθαλμῶν βαρυνομένων ἐπιλαβοῦ ἐργοχείρου. Ὕπνου δὲ μὴ παρόντος, μὴ ἅψει αὐτοῦ. Ἀδύνατον γὰρ Θεῷ καὶ μαμωνᾷ, τοῦτ’ ἔστι Θεῷ καὶ ἐργοχείρῳ, παραστῆσαι τὸν νοῦν. Γίνωσκε, ὅτι περ πολλάκις ὁ δαίμων τῷ στομάχῳ καθέζεται, καὶ μὴ κορέννυσθαι τὸν ἄνθρωπον παρασκευάζει, κἂν πᾶσαν τὴν Αἴγυπτον φάγῃ καὶ τὸν Νεῖλον ποταμὸν πίῃ. Μετὰ τὴν τροφὴν ἀναχωρεῖ ὁ ἀνόσιος, καὶ τὸν τῆς πορνείας ἡμῖν ἀποστέλλει, ἀπαγγείλας αὐτῷ τὸ γενόμενον. Κατάλαβε, λέγων, θορύβησον αὐτόν. Τῆς κοιλίας γὰρ ἐμπεφορημένης κοπωθήσῃ. Ἐλθων ἐμειδίασε, καὶ τῷ ὕπνω δήσας ἡμῶν χεῖρας καὶ πόδας, πάντα λοιπὸν ὅσα ἠθέλησεν, ἐποίησεν. Τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν μολυσμοῖς, καὶ φαντασίαις, καὶ ἐκκρίσεσι καταμιάνας. Θαῦμα ἰδέσθαι νοῦν ἀσώματον ὑπὸ σώματος μολυνόμενον καὶ σκοτούμενον. Καὶ πάλιν διὰ πηλοῦ τὸ ἄϋλον ἀνακαθαιρόμενον καὶ λεπτυνόμενον. Ἐὰν τὴν στενὴν καὶ τεθλιμμένην ὀδὸν ὁδεύειν τῷ Χριστῷ συνετάξω, στένωσον τὴν γαστέρα. Ταύτης γὰρ θεραπευομένης καὶ πλατυνομένης, τὰς συνθήκας ἠθέτησας. Ἐπίσκεψαι, καὶ ἀκούσεις τοῦ λέγοντος, «Πλατεῖα καὶ εὐρύχωρος ἡ ὀδὸς τῆς κοιλίας, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν τῆς πορνείας». Καὶ «πολλοὶ εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς». Τὶ στενὴ πύλη καὶ τεθλιμμένη ὀδὸς τῆς νηστείας, ἡ εἰσάγουσα εἰς τὴν ζωὴν τῆς ἁγνείας, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι’ αὐτῆς. Ἄρχων δαιμόνων, ὁ πεσὼν ἑωσφόρος καὶ ἄρχων παθῶν ὁ λαιμὸς τῆς κολίας. Ἐν τραπέζῃ ἐδεσμάτων ἀνακλινόμενος, μνήμην θανάτου καὶ κρίσεως εἰς μέσον ἄγε. Μόλις γάρ, κἀν οὕτως μικρὸν παθὸς ἐμποδίσῃς. Τὸ πόμα πίνων, τοῦ ὄξους καὶ τῆς χολῆς τοῦ σοῦ Δεσπότου μὴ παύσῃ ἐννοῶν. Καὶ πάντως ἢ ἐγκρατεύσῃ, ἢ στενάξεις, ἢ καὶ ταπεινότερον ποιήσεις τὸ φρόνημα. Μὴ πλανῶ, οὐ μὴ τοῦ Φαραὼ ἐλευθερωθήσῃ, οὐδὲ τὸ ἄνω Πάσχα θεάση, ἂν οὐ πικρίδας καὶ ἄζυμα φάγῃς διὰ παντός. Πικρίδες ἐστὶν ἡ τῆς νηστείας βία καὶ πόνος. Ἄζυμα δέ, τὸ μὴ φυσώμενον φρόνημα. Τῇ σῂ ἀναπνοῇ συγκολληθήτω ὁ λόγος τοῦ λέγοντος. Ἐγὼ δὲ ἐν τῷ τοὺς δαίμονας «παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχὴν μου». Καὶ «ἡ προσευχὴ μου εἰς κόλπον ψυχῆς μου ἐνεκόλλητο». Νηστεία ἐστὶ βία φύσεως, καὶ περιτομὴ ἡδύτητος λάρυγγος, πυρώσεως ἐκτομή, πονηρῶν ἐννοιῶν ἐκκοπή, ἐνυπνιασμῶν ἐλευθερία, προσευχῆς καθαρότης, ψυχῆς φωστήρ, νοὸς φυλακή, πωρώσεως λῦσις, κατανύξεως θύρα, στεναγμὸς ταπεινός, συντριμμὸς ἱλαρός, πολυλογίας ἀργία, ἡσυχίας ἀφορμή, ὑπακοῆς φύλαξ, ὕπνου κουφισμός, ὑγεία σώματος, ἀπαθείας πρόξενος, ἁμαρτημάτων ἄφεσις, παραδείσου θύρα καὶ τρυφή. Ἀπαιτήσωμεν καὶ τοῦτον, μᾶλλον δὲ πρὸ πάντων τούτων τὸν προστάτην τῶν κακῶν ἡμῶν πολέμιον, τὴν θύραν τῶν παθῶν, τὴν πτῶσιν τοῦ Ἀδάμ, τὴν τοῦ Ἠσαῦ ἀπώλειαν, τῶν Ἰσραηλιτῶν τὸν ὄλεθρον, τὴν τοῦ Νῶε ἀσχημοθέαν, τὴν τῶν υἱῶν Ἠλεὶ τοῦ ἱερέως ἐξολόθρευσιν, τὴν τῶν μολυσμῶν χειραγωγόν. Πόθεν δὲ τίκτεται, καὶ τίνες οἱ ταύτης ἀπόγονοι; Τὶς τε ὁ συντρίβων αὐτήν; Καὶ τὶς ὁ ἀπολλύων αὐτὴν εἰς τέλος; Λέγε ἡμῖν, ὦ ἡ πάντων τῶν βροτῶν τυραννίς, ἡ πάντας ὠνησαμένη χρυσίῳ ἀπληστίας, πόθεν τὴν εἴσοδον ἐν ἡμῖν κέκτησαι; Καὶ τὶ μετὰ τὴν εἴσοδον τίκτειν πέφυκας; Καὶ τὶς ἡ σοῦ ἐξ ἡμῶν ἔξοδος; Ἡ δὲ ἐπὶ ταῖς ὕβρεσι πονήσασα, πρὸς ἠμᾶς τυραννικῶς ἡ μαιμάσσουσα, καὶ ἀγρία ἀπεκρίνετο. Τὶ με λοιδορίαις βάλλετε, οἱ ἐμοὶ ὑπεύθυνοι τυγχάνοντες; Πῶς δὲ μου χωρισθῆναι σπουδάζετε; Κάγώ τῇ φύσει συνδέδεμαι. Ἐμοῦ θύρα, φύσις βρωμάτων. Ἐμοῦ δὲ ἀπληστίαις συνήθεια αἴτιος. Ἐμοῦ δὲ πάθους ὑπόθεσις συνήθεια προλαβοῦσα, καὶ ἀναλγησία ψυχῆς, καὶ ἀμνημοσύνη θανάτου. Πῶς δὲ τῶν ἐμῶν ἀπογόνων τὰ ὀνόματα ζητεῖτε μαθεῖν; Ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Ὅμως τοὺς πρωτοτόκους μοὺ καὶ ἀγαπητοὺς ἀκούσατε τίνες προσαγορεύονται. Υἱός πρωτότοκός μου, πορνείας ὑπουργός, ἐκεινοῦ δὲ δεύτερος σκληρότης καρδίας. Ὁ ὕπνος τρίτος, θάλασσα λογισμῶν, κύματα μολυσμῶν, βυθὸς ἀγνώστων καὶ ἀῤῥήτων, ἀκαθαρσιῶν ἐξ ἐμοῦ ἐκπορεύονται. Ἐμοῦ θυγατέρες ὀκνηρία, πολυλογία, παῤῥησία, γελωτοποιΐα, εὐτραπελία, ἀντιλογία, σκληροτραχηλία, ἀνηκοΐα, ἀναισθησία, αἰχμαλωσία, μεγαλαυχία, θρασύτης, φιλοκοσμία, ἢν διαδέχεται προσευχὴ ῥυπαρά, καὶ ῥεμβασμοὶ λογισμῶν. Πολλάκις δὲ καὶ συμφοραὶ ἀνέλπιστοι καὶ ἀπροσδόκητοι, αἷς προσωμίλησε ἀνελπιστίαν ἡ πάντων χαλεπωτέρα. Ἐμὲ πολεμεῖ μέν, οὐ νικᾷ δὲ μνήμη πταισμάτων. Ἐχθραίνει μοὶ εἰς ἅπαν ἔννοια θανάτου, τὸ δὲ ἐμὲ καταργοῦν τελείως ἐν ἀνθρώποις οὐδέν. Ὁ κτησάμενος παράκλητο, τούτῳ ἐντυγχάνει κατ’ ἐμοῦ. Κἀκεῖνος δυσωπηθείς, ἐμπαθῶς οὐκ ἐᾷ με ἐνεργεῖν. Οἱ γὰρ ἐκείνου ἄγευστοι, διὰ τῆς ἐμῆς γλυκύτητος πάντως ἡδύνεσθαι ζητοῦσι.

Ἀνδρεία νικῇ. Ὁ ἰσχύσας δῆλος πρὸς ἀπάθειαν καὶ σωφροσύνην ἀκροτάτην ἐπειγόμενος.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΕ’ – Περὶ ἀφθάρτου ἐν φθαρτοῖς ἐκ καμάτων καὶ ἱδρώτων ἁγνείας καὶ σωφροσύνης
Προηγούμενο: ΛΟΓΟΣ ΙΓ’ – Περὶ ἀκηδίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος