Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙϚ’ – Περὶ φιλαργυρίας
Προηγούμενο: ΛΟΓΟΣ ΙΔ’ – Περὶ τῆς παμφίλου καὶ δεσποίνης πονηρᾶς γαστρὸς
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΙΕ’ – Περὶ ἀφθάρτου ἐν φθαρτοῖς ἐκ καμάτων καὶ ἱδρώτων ἁγνείας καὶ σωφροσύνης

Ἁγνεία ἐστὶν ἀσωμάτου φύσεως οἰκείωσις. Ἁγνεία ἐστὶν φύσεως ὑπὲρ φύσιν ὑπερφυὴς ἄρνησις καὶ ἀσωμάτων σώματος θνητοῦ καὶ φθαρτοῦ παράδοξος ὄντως ἅμιλλα. Ἁγνὸς ἐστιν ο ἔρωτι ἔρωτα διακρουσάμενος, καὶ πῦρ πυρὶ ἀΰλῳ ἀποσβέσας. Σωφροσύνη ἐστὶν καθολικὴ πασῶν τῶν ἀρετῶν ἐπωνυμία. Σώφρων ἐστὶν ὁ ἐν αὐτοῖς τοῖ ὕπνοις μηδεμίαν κίνησιν τῆς προσούσης αὐτῷ καταστάσεως αἰσθόμενος. Σώφρων ἐστίν, ὁ τελείαν ἀναισθησίαν ἐπὶ διαφορᾷ σωμάτων διὰ παντὸς κτησάμενος. Οὗτος κανὼν καὶ ὄρος τῆς τελείας καὶ παναγνοῦ ἁγνείας, τὸ ὠσαύτως ἐπ’ ἐμψύχοις τε καὶ ἀψύχοις, λογικοῖς τε καὶ ἀλόγοις διακεῖσθαι. Μηδεὶς τῶν ἁγνείαν ἐξησκηκότων ἑαυτῷ τὴν ταύτης κτῆσιν λογίσοιτο τὴν γὰρ φύσιν αὐτὴν νικῆσαι τῶν οὐκ ἐνδεχομένων ἐστίν. Ὅπου φύσεως ἧττα γέγονεν, ἐκεῖ τοῦ ὑπὲρ φύσιν παρουσία ἐπέγνωται. Χωρὶς γὰρ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος καταργεῖται. Ἀρχὴ μὲν ἁγνείας ἀσυγκατάθετος λογισμός, καὶ ἀνείδωλοι διὰ χρόνων ἐκκρίσεις. Μεσότης ἁγνείας, φυσικαὶ κινήσεις ἐπὶ πλήθει βρωμάτων, καὶ μόνων ἀνειδώλως συνιστάμεναι, καὶ ῥεύσεως ἀπηλλαγμέναι. Τέλος δέ, νέκρωσις σώματος προθανόντων λογισμῶν. Μακάριος ἀληθῶς, ὃς ἐν παντὶ σώματι, καὶ χρώματι, καὶ ὤρᾳ τελείαν ἀναισθησίαν ἐκτήσατο. Οὐχ ὁ τὴν πηλὸν ἄῤῥυπον φυλάξας, οὗτος ἀγνός, ἀλλ’ ὁ τὰ μέλη ταύτης τῇ ψυχῇ ὑποτάξας τελείως. Μέγας μὲν ὁ ἐπὶ ἀφῇ διαμένων ἀπαθὴς διαμείνας ἄτρωτος, καὶ νικήσας πυρὸς θέαν ἐννοίᾳ κἄλλους τῶν ἄνω. Ο μὲν εὐχῇ τὸν κύνα ἀπωθούμενος, τῷ μαχομένῳ προσέοικε λέοντι. Ο δὲ ἀντιῤῥήσει τοῦτον ἀνατρέπων, τῷ καταδιώκοντι ἔτι τὸν ἐχθρὸν αὐτοῦ. Ο δὲ τὴν τούτου προσβολὴν εἰς ἅπαξ ἐξουθενήσας, εἰ καὶ ἐν σαρκὶ ἐστιν, ἀλλὰ γε τῆς σοροῦ ἀνέστη. Εἰ τοῦτο ἀληθοῦς ἁγνείας τεκμήριον, τὸ ἀκίνητον εἶναι ἐν τοῖς καθ’ ὕπνον φαντάσμασιν. Τοῦτο πάντως ὄρος λαγνείας, τὸ ῥύσιν ὑπομένειν γρηγοροῦντα τοῖς ἐνθυμήμασιν. Ὁ μὲν ἐξ ἱδρώτων καὶ μοχθῶν πολεμῶν τούτῳ τῷ ἀντιδίκῳ τῷ καταδήσαντι βρυλλίῳ τὸν ἐχθρὸν ἑαυτοῦ ἔοικεν. Ο δὲ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας τῷ κλοιὰ τοῦτον περιβαλόντι. Ο δὲ διὰ ταπεινοφροσύνης, καὶ ἀοργησίας, καὶ διψῆς, τῷ ἀποκτείναντι τὸν πολέμιον, καὶ ἐν ψάμμῳ κρύψαντι. Ψάμμον νοήσεις τὴν ταπείνωσιν. Οὐ γὰρ τρέφει παθῶν βοσκήν, ἀλλ’ ἔστι γῆ καὶ σποδός. Ἕτερος ὁ ἐξ ἀγώνων, καὶ ἕτερος ὁ ἐκ ταπεινώσεως. Καὶ ἄλλος, ὁ θείᾳ ἀποκαλύψει τὸν τύραννον δεδεμένον ἔχων. Ὁ μὲν τῷ ἑωσφόρῳ, ὁ δὲ τῷ λαμπρῷ ἠλίῳ προσεοίκασιν. Ἀμφότεροι δὲ ἐν οὐρανοῖς τὸ πολίτευμα κέκτηνται. Ἐκ μὲν αὐγῆς φῶς, ἐκ φωτὸς δὲ ἀνέτειλε ἥλιος. Ὣς καὶ ἐπὶ τῶν εἰρημένων ἔστι νοῆσαι καὶ εὑρεῖν. Ὑποκρίνεται μὲν ἀλώπηξ ὕπνον, δαίμων δὲ καὶ σωφροσύνην. Ἀλλ’ ἡ μέν, ἴνα ὄρνιν ἀπατήσῃ ὁ δὲ ἴνα ψυχὴν ἀπολέσῃ. Μὴ πιστεύσης τῇ πηλῶ ἐν τῇ ζωῇ σου, καὶ μὴ θαῤῥήσῃς αὐτῇ ἄχρι Χριστῷ ὑπαντήσεις. Μὴ θάρσει ἐξ ἐγκρατείας μὴ πίπτειν. Μηδὲ γὰρ ἐσθίων τις ἐξ οὐρανοῦ ἐῤῥίφη. Ἀποταγὴν τινες γνωστικοὶ καλῶς ὡρίσαντο λέγοντες ταύτην ἔχθραν πρὸς σῶμα, καὶ μάχην πρὸς κοιλίαν. ἐν μὲν τοῖς εἰσαγωγικοῖς, ἐκ τρυφῆς τὰ πτώματα ἐπίπαν πεφύκασι γίνεσθαι τὰ τοῦ σώματος. Ἐν δὲ μέσοις, καὶ ἐξ ὑψηλοφροσύνης, πλὴν ὅτι καὶ ἐν εἰσαγωγικοῖς. Ἐν τοῖς δὲ τῇ τελειότητι προσεγγίζουσι, καὶ ἐκ τοῦ κατακρίνειν τὸν πλησίον καὶ μόνον.

Τινὲς μεμακαρίκασι τοὺς φύσει εὐνούχους εὐνούχους ἀποτεχθέντας, ὡς τῆς τοῦ σώματος τυραννίδος λελυτρωμένους. Ἐγὼ δὲ μεμακάρικα τοὺς καθημερινοὺς εὐνούχους οἵτινες λογισμῷ ὥσπερ μαχαίρᾳ ἑαυτοὺς ἀκρωτηριάζειν πεφύκασιν. Ἑώρακα ἀκουσίως πεσόντας, καὶ ἑώρακα ἑκουσίως πίπτειν βουλομένους μέν, μὴ δυναμένους δέ, καὶ τῶν καθ’ ἡμέραν πιπτόντων αὐτοὺς μᾶλλον ἐταλάνισα, ὡς καὶ μὴ δυναμένους τῆς δυσωδίας ἐφίεσθαι. Ἐλεεινὸς ὁ πίπτων, ἐλεεινότερος δὲ ὁ καὶ ἑτέρω τοῦτο προξενῶν. Διότι τῶν δύο πτωμάτων καὶ τῆς ἑτέρου ἡδονῆς αὐτὸς τὸ βάρος ἐπισύρεται. Μὴ θέλε δικαιολογίαις καὶ ἀντιῤῥήσεσιν ἀνατρέπειν τὸν τῆς πορνείας δαίμονα διότι ἐκεῖνος τὰ εὔλογα κέκτηται ὡς φυσικῶς ἡμῖν μαχόμενος. Ὁ τὴν ἑαυτοῦ σάρκα βουληθεὶς πολεμῆσαι, ἢ νικῆσαι ἐξ ἑαυτοῦ, εἰς μάτην τρέχει. Ἐὰν γὰρ μὴ Κύριος καταλύσῃς οἶκον σαρκός, καὶ οἰκοδομήσῃ οἶκον ψυχῆς, εἰς μάτην ἠγρύπνησε, καὶ ἐνήστευσεν ὁ καταλύων. Ἀνάθου Κυρίῳ τὴν τῆς φύσεως ἀσθένειαν, ἐπιγνοὺς εἰς ἅπαν τὴν οἰκείαν ἀδυναμίαν, καὶ λήψῃ χάρισμα σωφροσύνης ἀνεπαισθήτως. Ἔστιν ἐν τοῖς ἠδυπαθέσιν, ὢ μοὶ τις αὐτῶν ἐν πείρᾳ γεγονὼς μετὰ τὴν ἔκνηψιν διηγήσατο αἴσθησίς τινος σωμάτων ἔρωτος, καὶ πνεῦμα ἀναιδὲς καὶ ἀπάνθρωπον αὐτῇ τῆς καρδίας αἰσθήσει ἐναργῶς ἐγκαθήμενον, καὶ σωματικοῦ καρδίας πόνου δίκην ἐκ πυρὸς καμίνου, τῷ πολεμουμένῳ αἰσθέσθαι παρασκευάζον, Θεὸν μὲν μὴ φοβούμενον, μνήμην κολάσεως ὡς οὐδὲν καταφρονῶν, εὐχὴν βδελυσσόμενον, καὶ ἐπ’ αὐτῇ τῇ πράξει σχεδὸν ἐπιτελουμένῃ νεκρῶν λειψάνων ὡς ἀψύχων λίθων τὴν θεωρίαν λογιζόμενον ἔκνουν τινά, καὶ ἐξεστηκότα τὸν πάσχοντα ἀπεργαζόμενον λογικῆς καὶ ἀλόγου οὐσίας ἐν ἐφέσει διηνεκεῖ μεμεθυσμένον. Οὖ εἰ μὴ ἐκολοβώθησαν αἰ ἡμέραι, οὐκ ἂν ἐσώσθη πᾶσα ψυχή, τὴν πηλὸν ταύτην τὴν αἵματι καὶ χυμῷ ῥυπαρῷ συγκεκραμένην, ἠμφιεσμένη. Πὼς γάρ; Διότι πᾶν τὸ γεγονὸς, τῆς συγγενείας τῆς ἑαυτοῦ ἐμφίεται ἀπλήστως. Τὸ αἷμα αἵματος, καὶ ὁ σκώληξ σκώληκος, καὶ ἡ πηλὸς πηλοῦ. Οὐκ οὖν καὶ ἡ σὰρξ σαρκός; Κἂν μεθοδείαις αὐτὴν τὴν ἀπατεῶνα ἀπατᾷν δοκιμάζωμεν, οἱ τῆς φύσεως καὶ τῆς βασιλείας βιασταὶ καὶ ἐπιθυμηταὶ τοῦ μὲν προειρημένου πολέμου, οἱ μὴ πειρασθέντες, μακάριοι. Εὐξώμεθα εἰς ἅπαν τῆς αὐτοῦ τοιαύτης λυτρωθῆναι πείρας. Οἱ γὰρ ἐν τῷ προειρημένῳ κατολισθήσαντες βόθρῳ τῶν ἐκείνη τῇ κλίμακι ἀνερχομένων, καὶ κατερχομένων μακρὰν ἀποπίπτουσι, καὶ πρὸς τὴν ἐκεῖθεν ἀναβᾶσιν ἱδρώτων πολλῶν μετὰ λιμοῦ δέονται ἀκροτάτου. Σκοπήσωμεν μήπως ἐπὶ τῶν νοερῶν ἐχθρῶν ἠμῶν, ὥσπερ ἐν αἰσθητῷ πολέμῳ, ἐν τῇ παρατάξει αὐτῶν τῇ πρὸς ἠμᾶς οἰκείαν τινά ἕκαστος αὐτῶν τὴν ἐγχείρησιν μετέρχεσθαι τέτακται. Ὅπερ θαῦμα ἐπεσημηνάμην ἐν τοῖς πειραζομένοις. Καὶ ἑώρακα πτώματα πτωμάτων χαλεπώτερα καὶ ἔχων νοῦν ἀκούειν ἀκουέτω.

Εἴθισται τῷ δαίμονι καὶ μάλιστα ἐν τοῖς ἀγωνιζομένοις, καὶ τὸν μονήρη βίον μετερχομένοις πολλάκις πᾶσαν αὐτοῦ τὴν ὁρμήν, καὶ τὴν σπουδὴν καὶ μηχανήν, καὶ πανουργίαν, καὶ ἐπίνοιαν, ἐν τοῖς παρὰ φύσιν μόνον, καὶ οὐκ ἐν τοῖς κατὰ φύσιν αὐτοὺς παρακευάζειν πολεμείσθαι. Ὅθεν καὶ πολλάκις τῷ θήλει συνδιάγοντες, πρὸς αὐτὸ εἰς ἐπιθυμίαν, ἢ ἔννοιαν ὅλως μὴ πολεμούμενοι, ἑαυτοὺς μεμακαρίκασιν, ἀγνοήσαντες οἱ τάλανες ὅτι ὅπου μείζων ὁ ὄλεθρος, ἐκεῖ τοῦ ἐλάττονος χρεία οὐ καθέστηκεν. Οἶμαι δυοῖν τούτων αἰτιῶν οἱ φόνιοι ἡμᾶς τοὺς ἀθλίους οἱ πανάθλιοι ἐν τοῖς παρὰ φύσιν ἐκπορθεῖν πεφύκασιν, ὡς τῆς ὕλης τοῦ πτώματος πανταχοῦ ἠμῶν εὐπορούντων. Καὶ ὡς μείζονα τὴν τιμωρίαν κεκτημένων. Οἵδε τὸ εἰρημένον ὁ τῆς ὀνάγροις πρώην μὲν ἐπιτρέπων. Ἔσχατον δὲ ὑπὸ τῶν ἀγρίων ὀνάγρων ἐλεεινῶς ἐπιτραπεὶς καὶ ἐμπαιχθείς, καὶ οὐρανίῳ τρεφόμενος ἄρτῳ, ὕστερον δὲ τοῦ καλοῦ στερηθείς, καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ μετὰ μετάνοιαν στύλος μὲν μέγας ἔπεσεν, Ἀντώνιος. Τὸν δὲ τρόπον τῆς πτώσεως ὁ σοφὸς ἀπέκρυψεν. Ἐγίνωσκε γὰρ εἶναι πορνείαν σωματικῶς, καὶ ἐκτὸς ἑτέρου σώματος. Ἔστι τις θάνατος ἐν ἡμῖν καὶ ἀπώλεια πτώματος ἐν ἡμῖν, καὶ μεθ’ ἡμῶν ἀεὶ συμπεριφερόμενος, ἐν νεότητι μάλιστα. Ὂν ἔγωγε γραφῇ παραδοῦναι οὐ τετόλμηκα ἐπέσχε γὰρ μου τὴν χεῖρα ὁ εἰρηκὼς. «Τὰ γὰρ κρυφῇ γινόμενα ὑπὸ τινων, αἰσχρὸν ἐστι καὶ λέγειν, καὶ γράφειν καὶ ἀκούειν». Τὴν μὲν ἐμὴν ταύτην καὶ οὐκ ἐμὴν ἐχθρὰν φίλην σάρκα, Παῦλος μὲν θάνατον προσηγόρευσε. «Τὶς με γάρ, φησί, ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Ἕτερος δὲ θεολόγος ἐμπαθῆ καὶ δούλην καὶ νυκτερινὴν τινὸς δέ, τινὸς χάριν τοιαύταις πρὸς αὐτὴν προσηγορίαις ἐχρήσαντο, μαθεῖν ἐδίψων. Εἰ θάνατος, ὡς προλέλεκται, σὰρξ ὁ ταύτην νικήσας πάντως οὐ ἀποθνήσκει. Καὶ τὶς ἔστιν ἄρα ὁ ἄνθρωπος ἐκεῖνος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον μολυσμοῦ σαρκὸς αὐτοῦ; Ζητετέον δυσωπῶ, τὶς μείζων. Ὁ θανὼν καὶ ἀναστάς, ἢ ὁ μηδ’ ὅλως θανών. Καὶ ὁ μὲν τὸν δεύτερον μακαρίσας, ἔψευσται θανὼν γὰρ ὁ Χριστὸς ἀνέστη. Ὁ δὲ τὸν πρῶτον, μηδεμίαν παρὰ τοῖς θνήσκουσι, μᾶλλον δὲ πίπτουσι τὴν ἀπόγνωσιν εἶναι δυσωπεῖ. Φιλάνθρωπον γὰρ τὸν Θεὸν ὁ ἀπάνθρωπος ἐχθρὸς ὁ τῆς πορνείας προστάτης λέγει. Καὶ τὴν πολλὴν συγγνώμην τῷ πάθει τούτῳ ὡς φυσικῷ παρέχοντα. Ἐπιτηρήσωμεν δὲ δόλους δαιμόνων, καὶ μετὰ τὴν πρᾶξιν δικαιοκρίτην αὐτόν, καὶ ἀσυγχώρητον εὑρήσομεν αὐτοὺς ὀνομάζοντας. Ἐκεῖ μὲν γὰρ ἴνα ἐπὶ τὴν ἁμαρτίαν προτρέψωνται, οὕτως ἐχρήσαντο. Νῦν δὲ λοιπόν, ἴνα ἐπὶ τὴν ἀπόγνωσιν ἡμᾶς καταποντίσωσι. Τῆς μὲν λύπης καὶ ἀπογνώσεως συνισταμένης, ἑαυτοὺς ἐπὶ τῷ πταίσματι ἐκδιδόναι πάλιν οὐ πεφύκαμεν. Ταύτης δὲ κατασβεσθείσης, πάλιν ὁ τῆς φιλανθρωπίας ἡμᾶς τύραννος διαδέχεται. Καθόσον ἄφθαρτος καὶ ἀσώματος ὁ Κύριος, κατὰ τοσοῦτον τῇ ἀγνείᾳ καὶ τῇ ἀφθαρσίᾳ τοῦ σώματος ἡμῶν εὐφραίνεται, οὐδενὶ οὕτως ἐτέρῳ ὡς τῇ δυσωδίᾳ τῆς πορνείας τινὲς φασιν ἐπιχαίρειν τοὺς δαίμονας. Οὐκ οὖν οὐδὲ πάρει ἑτέρῳ, ὡς τῷ τοῦ σώματος μολυσμῷ.

Ἁγνεία Θεοῦ οἰκείωσις καὶ ὁμοίωσις κατὰ τὸ δυνατὸν ἀνθρώποις. Μήτηρ μὲν γλυκύτητος, γῆ καὶ δρόσος. Μητὴρ δὲ ἁγνείας ἡσυχία οὑν ὑπακοῇ. Ἡ μὲν ἐξ ἡσυχίας κατορθουμένη τοῦ σώματος ἀπάθεια, κόσμω πολλάκις πλησιάζουσα οὐκ ἀσάλευτος διέμεινεν. Ἡ δὲ ἐξ ὑποκοῆς προσγινομένη, πανταχοῦ δόκιμος καὶ ἀκράδαντος. Εἶδον ὑπερηφανίαν ταπεινοφροσύνης πρόξενον, καὶ τοῦ λέγοντος ἐμνημόνευσα, «Τὶς ἔγνω νοῦν Κυρίου;» Λάκκος καὶ κύημα τύφου, πτῶμα. Πτῶμα δὲ πολλάκις ἐν τοῖς βουλομένοις ταπεινοφροσύνης ὑπόθεσις. Ὁ μετὰ γαστριμαργίας καὶ κόρου τὸν τῆς πορνείας νικῆσαι βουλόμενος δαίμονα, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν. Ὁ μετὰ ἐγκρατείας καὶ μόνης πόλεμον δοκιμάσας καταπαῦσαι ὅμοιός ἐστι τῷ μιᾷ χειρὶ νηχομένῳ, καὶ πελάγους λυτροῦσθαι φιλονεικοῦντι. Σύζευξον ἐγκρατείᾳ ταπείνωσιν. Ἕκτος γὰρ τῆς δευτέρας ἡ προτέρα ἀνωφελὴς εὑρίσκεται. Ὅστις ἑαυτὸν ὑπὸ τινος πάθους πλεονεκτούμενον θεάσεται, κατ’ αὐτοῦ καὶ μόνου πρὸ πάντων ὀπλισάτω ἑαυτόν, καὶ μάλιστα τοῦ ἐμφυλίου ἐχθροῦ. Τούτου γὰρ μὴ καθαιρεθέντος, οὐδὲν ἐκ τῆς τοῦτον, καὶ ἠμεῖς πατάξαντες πάντως ἐν τῇ βατῷ τῆς ταπεινώσεως τὸν Θεὸν ὀψόμεθα. Ἠσθόμην ἐγὼ πειραζόμενος τὸν λύκον τοῦτον, χαρὰν ἄλογον, καὶ δάκρυα, καὶ παράκλησιν τῇ ψυχῇ ἀπατηλῶς ποιοῦντα, καὶ ἐδόκουν νηπιώδης καρπὸν καὶ οὐ φθορὰν κατέχειν. Εἰ πᾶσα ἁμαρτία ἢν ἂν ποιήση ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, πάντως διὰ τοῦτο, ἐπειδὴ αὐτὴν τὴν τῆς σαρκὸς οὐσίαν μολύνειν τῇ ῥοῇ πεφύκαμεν. Ὅπερ ἐπ’ ἄλλης ἁμαρτίας γίνεσθαι ἀδύνατον. Ζητῶ δὲ ἐγὼ πῶς ἐπὶ πάσης ἁμαρτίας σφαλλομένους τοὺς ἀνθρώπους καὶ μόνον, σεσυνηθίκαμεν λέγειν. Ἐπὰν δὲ τινα πεπορνευκότα ἀκούσωμεν, ὀδυνηρῶς λέγομεν. Ο δεῖνα πέπτωκεν. Φεύγει ἄγκιστρον ἰχθὺς ὀξέως, καὶ φιλήδονος ψυχὴ ἀποστρέφεται ἡσυχίαν. Ὅταν πρὸς ἀλλήλους τινὰς ὁ διάβολος δεσμὸν αἰσχρὸν δῆσαι βούλεται, τὰ ἑκάτερα μέρη δοκιμάσας, ἐκεῖθεν τοῦ πυρὸς ἄρχεται. Πολλάκις οἱ περὶ τὸ φιλήδονον ῥέποντες, συμπαθεῖς καὶ ἐλεήμονες, καὶ συνδάκρυες, καὶ κόλακες εἶναι τὰ τοιάδε κέκτηται. Γνωστικὸς με ἀνὴρ φοβερὸν ἐπηρώτησε πρόβλημα. Ποία, φήσας, ἁμαρτία, φόνου καὶ ἀρνήσεως χωρίς, βαρυτέρα πάντων καθέστηκε; Κἀμοῦ, τὸ εἰς αἵρεσιν πεσεῖν εἰρηκότος. Καὶ πῶς, φησίν, αἱρετικοὺς ἐκκλησία μὲν καθολικὴ δεχομένη σὺν τῷ γνησίῳ τῆς οἰκείας αἱρέσεως ἀναθεματισμῷ τῆς τῶν μυστηρίων αὐτοὺς ἀξιοῖ μεταλήψεως. Τὸν δὲ πεπορνευκότα ἐξομολογούμενον, καὶ τῆς ἁμαρτίας παυόμενον εἰσδεχομένη ἐπὶ χρόνους αὐτὸν τῶν ἀχράντων μυστηρίων ἀφορίζειν παρὰ τῶν ἀποστολικῶν ὑποτρέπεται κανόνων; Κἀμοῦ τῇ ἀπορίᾳ καταπλαγέντος, τὸ ἄτοπον μεμένηκεν ἄπορον καὶ ἀδιάλυτον. Ἐρευνήσωμεν καὶ μετρήσωμεν, καὶ τηρήσωμεν ποία μὲν ἐν τῇ ψαλμωδίᾳ ἐκ τοῦ τῆς πορνείας δαίμονος ἡδύτης ἡμῖν προσγίνεται. Ποία δὲ ἐκ τῶν λόγων τοῦ Πνεύματος καὶ τῆς ἐν αὐτοῖς ὑπαρχούσης χάριτος καὶ δυνάμεως.

Μὴ λάθῃς σεαυτόν, ὦ νέε. Εἶδον γὰρ ἐκ ψυχῆς τινας τοῖς ἑαυτῶν προσφιλέσι προσευχομένους, καὶ ἐκ πορνείας κινούμενοι, ἐδόκουν μνήμην καὶ θεσμὸν ἀγάπης ἐκτελεῖν. Ἔστι δι’ ἀφῆς σωματικῶς μολύνεσθαι. Οὐδὲν γὰρ βαρύτερον ταύτης τῆς αἰσθήσεως. Μέμνησο τοῦ συμπλέξαντος τῇ χειρὶ τὸ θέριστρον, καὶ νάρκα χεῖρα ἐπὶ φυσικῶν, καὶ οὐ φυσικῶν, οἰκείου τε καὶ ἀλλοτρίου σώματος. Οἶμαι μὴ λέγεσθαί τινα τὸ παράπαν ἄγιον φερωνύμως, εἰ μὴ πρότερον τὴν γῆν ταύτην εἰς ἁγιασμὸν μεταποιήσῃ, εἴπερ καὶ ἔνεστι μεταμορφῶσαι. Ἐν τῇ στρωμνῇ ἀναπεσόντες, τότε νήψωμεν. Διότι ὁ νοῦς τότε χωρὶς τοῦ σώματος συμπαλαίει τοῖς δαίμοσι κἂν εὑρεθῇ φιλήδονος, προδότης ἠδέως γίνεται. Μνήμη θανάτου πάντως συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι, καὶ μονολόγιστος Ἰησοῦ εὐχή. Οὐδὲν γὰρ ὡς ταῦτα ἐν τῷ ὕπνω εὑρησεῖς βοηθήματα. Τινὲς ἐκ βρωμάτων μόνων τοὺς πολέμους καὶ τὰς ἐκκρίσεις εἶναι δοκιμάζουσιν. Ἐγὼ δὲ ἐσχάτως νοσοῦντας, καὶ εἰς ἄκρον νηστεύοντας, ταύταις ἰσχυρῶς μολυνομένους τεθέαμαι. Ἠρώτησά ποτὲ τινα περὶ τούτων τῶν δοκιμωτάτων διακριτικῶν μοναχῶν. Καὶ ἐδίδαξεν ὁ μακάριος μάλα σαφῶς. Ἔστι, φησὶν ὁ ἀοίδιμος καθ’ ὕπνους ἔκκρισις ἐκ πλήθους βρωμάτων καὶ ἀνέσεως. Ἑτέρα ἐξ ὑπερηφανίας, ὅταν ἐν τῇ χρονίᾳ ἡμῶν τυφώμεθα ἀῤῥευστίᾳ. Καὶ ἔστιν ἐκ τοῦ τὸν πλησίον κατακρίνειν καὶ αἰ μὲν δύο, φησί, δύνανται καὶ τοῖς ἀσθενοῦσι ἐπισυμβαίνειν. Νομίζω δὲ καὶ αἰ τρεῖς. Εἰ δὲ τις ἑαυτὸν πασῶν τῶν προειρημένων αἰτιῶν καθαρεύοντα ψηλαφήσειε, μακάριος τῆς τοιαύτης ἀπαθείας ἐργάτης, ἐκ φθόνου δαιμόνων, καὶ μόνον τὸ συμβὰν πεπονθὼς τοῦτο τοῦ Θεοῦ ἐν αὐτῷ συγχωρήσαντος γενέσθαι ἐκ χρόνου, ἴνα δι’ ἀναμαρτήτου συμφορᾶς ὑψηλοτάτην κτήσηται τὴν ταπείνωσιν. Μηδεὶς τὰ καθ’ ὕπνους φαντάσματα πρὸς ἑαυτὸν μεθ’ ἡμέραν λογίζεσθαι θελήσειεν. Σκοπὸς γὰρ καὶ οὗτος τοῖς δαίμοσιν, ἴνα ἐξ ἐνυπνίων γρηγοροῦντας ἠμᾶς μολύνωσιν. Ἀκούσωμεν καὶ ἄλλην τῶν ἐχθρῶν ἡμῶν πανουργίαν. Ὥσπερ τὰ τὸ σῶμα βλάπτοντα βρώματα μετὰ χρόνον, ἢ ἡμέραν τὴν νόσον ἡμῖν ποιεῖν πεφύκασιν, οὕτω πολλάκις καὶ ἐπὶ τῶν τὴν ψυχὴν μολυνόντων αἰτίων ἑώρακα τρυφῶντας, καὶ παραυτίκα μὴ πολεμουμένους. Καὶ ἑώρακα γυναιξὶ συνεσθίοντας, καὶ συνδιατρίβοντας καὶ μηδεμίαν πονηρὰν ἔννοιαν παρ’ αὐτὰ λογιζομένους. Καὶ μέντοι θαῤῥήσαντες οἱ ἀπατώμενοι, ὅταν ἔδοξαν εἰρήνην καὶ ἀσφάλειαν ἔχειν, ἐν τῇ ἑαυτῶν κέλλῃ αἰφνίδιον ἔπαθον ὄλεθρον. Τὶς δὲ ὁ ὄλεθρος, ὁ κατὰ μόνας μόνοις ἡμῖν σωματικῶς καὶ ψυχικῶς γινόμενος. Ο μὲν πειρασθεὶς ἐπίσταται, ὁ δὲ μὴ πειρασθείς, γνῶναι οὐ δεῖται. Τῷ καιρῷ ἐκείνῳ καλὸν ἡμῖν βοήθημα σάκκος, σποδός, στάσις παννύχιος, ἐπιθυμία ἄρτου, γλῶσσα φλεγομένη, καὶ μετρίως δροσιζομένη, σορῶν οἴκησις, καὶ πρὸ πάντων ταπείνωσις καρδίας, καὶ εἰ δυνατόν, πατήρ, ἢ ἀδελφὸς σπουδαῖος, γηραιὸς τῷ φρονήματι εἰς βοήθειαν. Θαυμάζω γὰρ εἰ μόνος τὶς ἐκ πελάγους ναῦν διασῶσαι δύναται. Τὸ αὐτὸ πτῶμα πολλάκις ἑκατονταπλάσιον τοῦ ἑτέρου πραχθέντος κρῖμα κεκτῆται, ἐκ τρόπου, ἐκ τόπου, ἐκ προκοπῆς, καὶ ἐξ ἄλλων πολλῶν. Παράδοξόν μοὶ τις καὶ ἀκρότατον ἁγνείας ὄρον ὑφηγήσατο.

Κάλλος γάρ, φησίν, τὶς θεασάμενος, τὸν Ποιητὴν μεγάλως ἐξ ἐκείνου ἐδόξασε καὶ ἀπὸ μόνης τῆς θέας εἰς ἀγάπην Θεοῦ καὶ δακρύων πηγὴν κατεφέρετο. Καὶ ἦν θαμβὸς ἰδέσθαι τὸν ἑτέρου βόθρον, ἄλλῳ στέφανον γενόμενον ὑπὲρ φύσιν. Εἰ πάντοτε ὁ τοιοῦτος ἐν τοῖς τοιούτοις αἴσθησιν καὶ ἐργασίαν κέκτηται, ἀνέστη ἄφθαρτος πρὸ τῆς κοινῆς ἀναστάσεως. Τῷ αὐτῷ κανόνι, καὶ ἐπὶ τῶν μελῳδικῶν καὶ ᾀσμάτων χρησόμεθα. Οἱ μὲν γὰρ φιλόθεοι, εἰς ἱλαρότητα καὶ θείαν ἀγάπην, καὶ δάκρυα, καὶ ἐκ τῶν ἔξωθεν, καὶ ἐκ τῶν πνευματικῶν ᾠδῶν κινεῖσθαι πεφύκασιν. Οἱ δὲ φιλήδονοι, τὸ ἐναντίον. Τινές, καθὼς καὶ φθάσαντες εἴπομεν, ἐν τοῖς ἠσυχαστικοῖς τόποις, πολλῷ πλέον πολεμεῖσθαι πεφύκασι. Καὶ οὐ θαῦμα, φιλοχωροῦσι γὰρ ἐκεῖ πολλῷ πλέον οἱ δαίμονες ὑπὸ τοῦ Κυρίου ἐν ταῖς ἐρήμοις, καὶ ἐν τῇ ἀβύσσῳ ἐξορισθέντες πρὸς σωτηρίαν ἠμῶν. Πολεμοῦσιν ἡσυχαστῇ χαλεπῶς οἱ τῆς πορνείας δαίμονες ἴνα ὡς μηδὲν ὠφελούμενον ἐκ τῆς ἐρήμου πρὸς τὸν κόσμον διώξωσιν. Ἀναχωροῦσιν ἐξ ἠμῶν ἐν τῷ κόσμῳ διαγόντων, ἴνα σὼ μὴ πολεμούμενοι τοῖς κοσμικοῖς συναπομείνωμεν. Ὅπου πολεμούμεθα, ἐκεῖ πάντως τῷ ἐχθρῷ χαλεπῷς πολεμοῦμεν. Μὴ πολεμούμενος γὰρ ἐξ ἠμῶν, φίλος ἐχθρῶν καὶ αὐτὸς εὑρίσκεται. Σκεπόμεθα τῇ χειρὶ τοῦ Κυρίου ἐν τῷ κόσμῳ κατὰ τινα χρείαν διάγοντες, ἴσως ἐξ εὐχῆς τοῦ πατρὸς πολλάκις, ἴνα μὴ καὶ ὁ Κύριος βλασφημηθῇ δι’ ἠμᾶς. Ἔστι δὲ ὅτε καὶ ἐξ ἀναλγησίας, καὶ τοῦ ἐν πολλῇ πείρᾳ καὶ κόρῳ, τῶν θεωμένων, καὶ λαλουμένων προϋπάρχειν. Ἢ καὶ τῶν δαιμόνων ὑποχωρούντων ἑκουσίως, καὶ καταλιμπανόντων ἡμῖν τὸν τῆς οἰήσεως δαίμονα τὸν τόπον πάντων ἀναπληροῦντα. Ἀκούσατε τοῦ ἀπατεῶνος τούτου μηχανὴν καὶ πανουργίαν, πάντες οἱ ἁγνείαν ἐξασκεῖν προαιρούμενοι, καὶ φυλάξασθε.

Διηγήσατό μοὶ τις τῶν ἐν πείρᾳ τοῦ δόλου γεγονότων, ὡς πλειστάκις ὁ τῶν σωμάτων δαίμων ὑποστέλλει ἑαυτὸν εἰς τέλος, εὐλάβειαν ἀκροτάτην τῷ μοναχῷ ὑποτιθέμενος, καὶ δακρύων ἴσως πηγὴν κατὰ τὸν καιρὸν ἡνίκα γυναιξὶ συγκάθηται, ἢ διαλέγεται περὶ μνήμης τε θανάτου, καὶ κρίσεως, καὶ σωφροσύνης, αὐτὸν ταύτας νουθετεῖν ὑποβάλλων, ἴνα διὰ τοῦ λογού, καὶ τῆς ἐπιπλάστου εὐλαβείας προσδράμωσιν ὡς ποιμένι τῷ λύκῳ αἰ ἄθλιαι, καὶ συνηθείας, καὶ παῤῥησίας λοιπὸν γενομένης, τότε τὸ πτῶμα ὁ πανάθλιος ὑποστήσεται. Φεύγοντες φεύγωμεν τοῦ μὴ βλέπειν, μηδὲ ἀκούειν καρποῦ οὖ μὴ γεύσασθαι λοιπὸν συνεταξάμεθα. Θαυμάζω γὰρ τοῦ Δαυῒδ τοῦ προφήτου ἰσχυροτέρους ἑαυτοὺς λογιζόμεθα, ὅπερ ἀμήχανον. Οὕτως ὑψηλὸν καὶ μέγα τὸ της ἁγνείας ἐγκώμιον, ὡς τολμῆσαί τινας τῶν Πατέρων ἀπάθειαν αὐτὴν προσαγορεῦσαι. Τινὲς φασιν ἀμήχανον λοιπὸν μετὰ γεῦσιν ἁμαρτίας, ἁγνὸν ὀνομάζεσθαι. Ἐγὼ δὲ αὐτοὺς ἀνατρέπων ἔφασκον. Δυνατὸν καὶ ῥᾴδιον τῷ βουλομένω ἀγριέλαιον εἰς καλλιέλαιον μετεγκεντρίσαι. Εἰ μὲν παρθένῳ τῷ σώματι αἰ κλεῖς τῶν ἄνω ἐπιστεύθησαν, δίκαια ἴσως οἱ προλεχθέντες ἐδογμάτιζον. Αἰσχυνέτω αὐτοὺς ὁ πενθερὰν κτησάμενος, καὶ ἁγνὸς γενόμενος, καὶ τὰς κλεῖς τῆς βασιλείας ἐπιφερόμενος. Πολύμορφος ὁ τῶν σωμάτων ὄφις. Τοῖς μὲν ἀπείροις ἐνσπείρων τὸ ἐν πείρᾳ καὶ γενέσθαι, καὶ παύσασθαι, τοῖς δὲ ἐμπείροις ἐκ τῆς μνήμης πρὸς τὴν πεῖραν αὖθις προτρέπεται ὁ δείλαιος. Πολλοὶ τῶν προτέρων ἐκ τῆς τοῦ κακοῦ ἀγνωσίας ἀπολέμητοι ὑπάρχουσι. Τῶν δὲ δευτέρων ὡς ἐν πείρᾳ τοῦ μύσους τούτου γεγονότες, ὀχλήσεις λοιπόν, καὶ πολέμους ὑφίστανται πλὴν καὶ τοὐναντίον πολλάκις ἐστίν.

Ὅτε ἐκ τῶν ὕπνων ἀγαθοὶ καὶ εἰρηνικοὶ τινες ἀνιστάμεθα, ὑπὸ ἀγίων ἀγγέλων τοῦτο λεληθότως ὑπομένομεν, καὶ μάλιστα ὅταν μετὰ πολλῆς εὐχῆς καὶ νήψεως κοιμηθέντες τυγχάνωμεν. Ἔστι δὲ ὅτε καὶ οὐκ ἀγαθοὶ τῶν ὕπνων ἀνιστάμεθα, ὑπὸ πονηρῶν ἐνυπνίων τοῦτο παθόντες. «Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον, καὶ ταρασσόμενον, καὶ μαινόμενον ἐν ἐμοί», ὡς τὰ κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον δι’ ἐγκρατείας καὶ ἰδοὺ οὐκ ἦν ὡς τὸ πρὶν ὁ θυμὸς αὐτοῦ. Καὶ ἐζήτησα αὐτὸν ταπεινώσας μου τὸν λογισμόν, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ὁ τόπος αὐτοῦ, ἢ τὸ ἴχνος αὐτοῦ. Ὅστις σῶμα ἐνίκησεν, οὗτος φύσιν ἐνίκησεν. Ὁ δὲ τὴν φύσιν νικήσας, πάντως ὑπὲρ φύσιν ἐγένετο. Ὁ δὲ οὕτος γενόμενος ἠλαττώθη βραχὺ τι παρ’ ἀγγέλοις, ἴνα μὴ εἴπω, οὐδέν. Οὐ θαῦμα τῷ ἀΰλῳ τὸν ἀϋλον μάχεσθαι. Θαῦμα δέ, ὄντως θαῦμα, τὸ ἔνυλον κατὰ τῆς ἐχθρᾶς ταύτης καὶ ἐπιβούλου ὕλης τοὺς ἀΰλους ἐχθροὺς τροπώσασθαι. Πολλὴν περὶ ἡμᾶς ὁ ἀγαθὸς Κύριος ποιούμενος καὶ ἐν τούτῳ τὴν ἐπιμέλειαν, τὴν τοῦ θήλεος ἀναισχυντίαν, ὥσπερ χαλινῷ τινι τῇ αἰδοῖ ἐπεστόμισεν. Εἰ γὰρ ἐκεῖνο πρὸς τὸ ἄῤῥεν ηὐτομόλει, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Ἄλλο προσβολή, καὶ ἄλλο συνδυασμός, καὶ ἄλλο συγκατάθεσις, καὶ ἄλλο αἰχμαλωσία, καὶ ἕτερον πάλῃ, καὶ ἄλλο τὸ λεγόμενον πάθος ἐπὶ τῆς ψυχῆς, παρὰ τοῖς τῶν πατέρων διακριτικοῖς εἶναι ὁρίζεται. Προσβολὴν μὲν γὰρ οἱ μακάριου εἶναι ὁρίζονται λόγον ψιλόν, ἢ εἰκόνα τοῦ τυχόντος νεοφανῶς ἐν τῇ καρδίᾳ ἐμφερομένην. Συνδυασμὸν δέ, τὸ συλλαλῆσαι τῷ φανέντι μετὰ πάθους, ἢ ἀπαθῶς. Συγκατάθεσιν δὲ νεῦσιν ἐνήδονον τῆς ψυχῆς πρὸς τὸ ὀφθὲν γινομένην. Αἰχμαλωσίαν δὲ βιαίαν καὶ ἀκούσιον τῆς καρδίας ἀπαγωγήν, ἢ ἐπίμονον καὶ τῆς ἀρίστης ἠμῶν καταστάσεως ἀφανιστικὴν συνουσίαν πρὸς τὸ τυχόν. Πάλην δὲ ὁρίζονται εἶναι ἰσοσθενῆ πρὸς τὸν μαχόμενον δύναμιν, ἑκουσίως ἢ νικῶσαν, ἢ τὴν ἧτταν ὑπομένουσαν. Πάθος δὲ κυρίως εἶναι λέγουσιν τὸ χρόνῳ μακρῷ ἐν τῇ ψυχῇ ἐμπαθῶς ἐμφωλεῦον, καὶ ὥσπερ εἰς ἔξιν αὐτὴν λοιπὸν ἐν τῇ πρὸς αὐτὸ συνηθείᾳ ἀγαγόν, καὶ αὐθαιρέτως λοιπὸν ἐν αὐτῷ καὶ οἰκείως αὐτομολοῦσαν.

Τούτων πάντων τὸ μὲν πρῶτον ἀναμάρτητον, τὸ δὲ δεύτερον οὐ πάντως, τὸ δὲ τρίτον πρὸς τὴν τοῦ ἀγωνιζομένου κατάστασιν. Ἡ δὲ πάλη ἢ στεφάνων, ἢ τιμωριῶν αἴτιος. Ἡ γὰρ αἰχμαλωσία ἑτέρως ἐν καιρῷ προσευχῆς, καὶ ἑτέρως ἐν ἑτέρῳ καιρῷ καὶ ἄλλως ἐπὶ μέσοις, καὶ ἄλλως ἐπὶ πονηροῖς ἐνθυμήμασι κρίνεται. Τὸ δὲ πάθος ἀναμφιβόλως ἐν πᾶσιν, ἢ ἀντιζύγῳ μετανοίᾳ, ἢ τῇ μελλούσῃ κολάσει ὑπόκειται. Ὁ τοίνυν τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, πάντα τὰ ἔσχατα ὑφ’ ἓν περιέκοψεν. Ἔστι παρὰ τοῖς ἀκριβεστάτοις τῶν γνωστικῶν Πατέρων, καὶ ἑτέρα τισ τούτων λεπτοτέρα ἔννοια, ὅπερ παραῤῥιπισμὸν νοὸς τινες ὀνομάζεσθαι λέγουσιν, ὅστις χρόνου χωρὶς, καὶ λόγου καὶ εἰκόνος ὀξυτέρως τὸ πάθος τῷ πάσχοντι σημαίνειν πέφυκε, μνήμῃ ψιλῇ καὶ ἀσυνδιάστῳ ἀχρόνῳ τε καὶ ἀφράστῳ, παρὰ τισι σε καὶ ἀγνώστῳ τὴν ἑαυτοῦ ἐν τῇ ψυχῇ παρουσίαν ποιοῦντος. Εἲ τις τοίνυν τὴν τοιαύτην αὐτοῦ λεπτότητα διὰ πένθους καταλαβεῖν ἠδυνήθη, οὗτος ἡμᾶς διδάξαι δύναται, πῶς τὲ ἐστι καὶ οφθαλμῷ μόνῳ ψιλῇ τε θέᾳ καὶ ἀφῇ χειρός, καὶ μέλους ἀκροάσει ἐκτὸς πάσης ἐννοίας, καὶ λογισμοῦ πορνεύων ψυχὴν ἐμπαθῶς. Τινὲς φασιν ἐκ τῶν λογισμῶν τῆς καρδίας τὸ σῶμα εἰς πάθη ἔρχεσθαι. Τινὲς δὲ πάλιν τὸ ἔμπαλιν, ἐκ τῶν τοῦ σώματος αἰσθήσεων τοὺς πονηροὺς ἀποτίκτεσθαι λογισμούς. Καὶ οἱ μὲν πρότεροί φασιν, ἐὰν μὴ ὁ νοῦς προδράμῃ, οὐκ ἂν τὸ σῶμα ἐπακολουθήσειν. Οἱ δὲ δεύτεροι τὴν τοῦ σωματικοῦ πάθους κακουργίαν εἰς οἰκείαν συνηγορίαν φέρουσι λέγοντες. Πολλάκις ἐξ ἡδίστης ὄψεως ἢ χειρὸς ἁφῆς, ἢ εὐώδους ὀσφρήσεως, ἢ ἀκοῆς ἡδυφωνίας οἱ λογισμοὶ ἐν τῇ καρδία τὴν εἴσοδον λαμβάνουσιν. Περὶ τούτων ὁ δυνάμενος ἐν Κυρίῳ διδάξει. Πάνυ γὰρ τὰ τοιαῦτα τοῖς διὰ γνώσεως τὴν πρακτικὴν μετερχομένοις ἀναγκαῖα καὶ ὠφέλιμα. Τοῖς γὰρ ἐν ἁπλότητι καρδίας ἐργάταις τούτων λόγος οὐδείς. Οὐ γὰρ πάντων ἡ γνῶσις, οὐδὲ πάντων ἡ μακαρία ἁπλότης, ὁ θώραξ πρὸς τοῦ τῶν πονηρῶν δόλους. Ἔνια μὲν τῶν παθῶν ἐκ τῶν ἔντος ἐπὶ τὸ σῶμα προέρχονται. Τινὰ δὲ πάλιν τὸ ἔμπαλιν καὶ ἐν τοῖς μὲν ἐν κόσμω τὸ δεύτερον. Ἐν δὲ τοῖς μονήρη βίον μετιοῦσι τὸ πρότερον διὰ τὴν τῶν ὑλῶν ἀπορίαν. Ἐγὼ δὲ περὶ τούτου ἐκεῖνο λέγω. Ζητήσεις παρὰ κακοῖς σύνεσιν, καὶ οὐχ εὑρήσεις. Ὅταν πολλὰ πρὸς τὸν ἐκ πηλοῦ σύζυγον δαίμονα ἀγωνισάμενοι, τοῦτον ἐκ τῆς ἡμετέρας καρδίας διὰ λίθων νηστείας, καὶ ξίφους ταπεινώσεως βασανίσαντες ἐξελάσωμεν, τότε λοιπὸν ἐν τῷ σώματι ὥσπερ σκώληξ τις ἐγκαθήμενος εἰς ἀλόγους τινὰς κινήσεις καὶ ἀκαίρους ἡμᾶς γαργαλίζων ὁ δείλαιος μολύνειν βιάζεται. Τοῦτο δὲ μάλιστα πάσχειν εἰώθασι οἱ τῷ τῆς κενοδοξίας δαίμονι πειθόμενοι, διότι ἐν καρδίᾳ μηκέτι λογισμοὺς πορνικοὺς συνεχῶς λογιζόμενοι, τῇ κενοδοξίᾳ προσεπέλασεν. Καὶ ὅτι τὸ εἰρημένον ἀψευδὲς, ὁπόταν ἡσυχίας τινὸς οὗτοι ἐπιλάβωνται, νουνεχῶς ἑαυτοὺς ἀνακρινάτωσαν. Καὶ πάντως εὑρίσκουσι λογισμὸν τινα κατὰ βάθους τῆς καρδίας αὐτῶν, ὥσπερ τινὰ ὄφιν ἐν κόπρῳ κρυπτόμενον, καὶ ἐξ οἰκείας σπουδῆς καὶ προθυμίας τὸ κατόρθωμα τὸ τῆς καρδιακῆς ποσῶς ἁγνείας κατορθωκότας ὑποτιθέμενον, μὴ νοοῦντες οἱ τάλανες τό, «Τὶ γὰρ ἔξεις ὃ οὐκ ἔλαβες δωρεάν», ἢ ἐκ Θεοῦ, ἢ ἐξ ἑτέρων συνεργίας καὶ εὐχῆς; Σκοπείτωσαν τοίνυν, καὶ πάσῃ σπουδῇ τὸν προειρημένον ὄφιν τῆς ἑαυτῶν καρδίας διὰ ταπεινοφροσύνης πολλῆς νεκρώσαντες ἀποπεμπέσθωσαν, ὅπως τούτου ἀπαλλοτριωθέντες, δυνήσωνται ἴσως ποτὲ καὶ οὗτοι τοὺς δερματίνους χιτῶνας ἐκδύσασθαι, καὶ τὸν ἐπινίκιον τῆς ἁγνείας, εἲς ποτε τὰ ἁγνὰ νήπια, ὕμνον τῷ Κυρίῳ ᾆσαι. Εἴπερ ἐκδυσάμενοι οὐ γυμνοὶ τῆς ἐκείνων ἀκακίας καὶ ταπεινώσεως φυσικῆς εὑρεθήσονται. Ἐπιτηρεῖ καὶ αὐτοὺς οὗτος ὁ δαίμων, καὶ πολλῷ πλέον τῶν ἄλλων τοὺς καιρούς, ὅταν μάλιστα οὐ δυνάμεθα σωματικῶς κατ’ αὐτοῦ εὔξασθαι. Καὶ τότε πολεμεῖν ἡμᾶς δοκιμάζει ὁ ἀνόσιος. Συνέρχεται τοῖς μήπω κεκτημένοις προσευχὴν καρδίας ἀληθῆ ὁ ἐν τῇ σωματικῇ εὐχῇ σκυλμός, λέγω δή, ἔκτασις χειρῶν, στήθους τύψις, εἰς οὐρανοὺς εἰλικρινὴς ἀνάβλεψις, στεναγμῶν θόρυβος, γονάτων συνεχὴς κλίσις, ἅπερ ποιεῖν διὰ τοὺς παρόντας οὐ δύναται πολλάκις. Διόπερ τότε πολεμεῖν οἱ δαίμονες δοκιμάζουσιν. Οἱ δὲ μὴ ἰσχύοντες ἀκμὴν τῇ τοῦ νοὸς ἐμβριθείᾳ, καὶ ἀοράτῳ δυνάμει προσευχῆς ἀνθίστασθαι ἐξ ἀνάγκης ἴσως ὑποχαλῶσι τοῖς πολεμοῦσιν αὐτούς. Ἀποπήδησον, εἰ δυνατόν, συντόμως, ἀποκρύβητι μικρὸν ἀγνώστως. Ἀνάνευσον ὄμματι, εἰ δυνατὸν ψυχικῷ. Εἰ δὲ μή, κἂν ἐξωτικῷ, σταύρωσον χεῖρας ἀκινήτως, ἴνα δὴ διὰ τοῦ τυποῦ τὸν Ἀμαλὴκ αἰσχύνῃς καὶ νικήσῃς. Βοῆσον πρὸς τὸν δυνάμενον σῶσαι, μὴ ἐν σεσοφισμένοις ῥήμασιν, ἀλλ’ ἐν ταπεινοῖς φθέγμασι πρὸ πάντων. «Ἐλέησόν με, ὅτι ἀσθενὴς εἰμι», προοιμιαζόμενος. Τότε πειρασθήσῃ Ὑψίστου δυνάμεως καὶ ἀοράτως ἀοράτους διώξεις δι’ ἀοράτου βοηθείας. Ο οὕτως σεσυνηθικὼς πολεμεῖν, ταχέως καὶ τῇ ψυχῇ μόνῃ τοὺς ἐχθροὺς ἐκδιώκειν ἄρξεται. Ἀντίδωρον γὰρ τοῦ προτέρου τὸ δεύτερον παρὰ Θεοῦ τοῖς ἐργάταις, καὶ δικαίως. Ἐν συναθροίσει που εὑρεθείς, ἐπεσημηνάμην σπουδαῖον ἀδελφὸν ὑπὸ πονηρῶν λογισμῶν ὀχληθέντα. Καὶ τόπου ἁρμοδίου μὺ εὑρεθέντος εἰς ἀπόκρυφον προσευχῆς, εἰς τὴν τῆς γαστρὸς χρείαν εἰσπεπηδηκὼς ὡς ὑπ’ αὐτῆς νενυγμένος, εὐτόνῳ εὐχῇ κατὰ τῶν πολεμίων ἐχρήσατο. Ἐμοῦ δὲ ἐπὶ τῇ τοῦ τόπου ἀνοικειότητι αὐτὸν ἐπιμεμψαμένου, ὑπὲρ ἀκαθάρτων φησίν, λογισμῶν διώξεως ἐν ἀκαθάρτῳ τόπῳ προσηυξάμην καθαρισθῆναι ῥύπου. Πάντες μὲν οἱ σκοτοῦν τὸν νοῦν δοκιμάζουσιν εἰθ’ οὕτως, τὰ αὐτοῖς φίλα ὑποβάλλουσιν. Εἰ μὴ γὰρ ἐκεῖνος καμμύσει, οὐ συληθήσεται ὁ θησαυρός. Ο δὲ τῆς πορνείας πολλῷ πλέον πάντων. Οὗτος πολλάκις τὸν ἡγεμόνα νοῦν συλλήσας, καὶ ἐπὶ ἀνθρώπων ποιεῖν προτρέπεται, καὶ παρασκευάζει, ἅπερ οἱ ἐξεστηκότες μόνοι ἐργάζονται. Ὅθεν μετὰ καιρὸν τοῦ νοὸς ἐκνήφοντος οὐ μόνον τοὺς θεασαμένους, ἀλλὰ καὶ ἑαυτοὺς ἐπὶ ταῖς ἑαυτῶν ἀσέμνοις πράξεσι, καὶ ὁμιλίαις ἢ σχήμασιν αἰσχυνόμεθα, καὶ τὴν πρώτην ἠμῶν πώρωσιν ἐκθαμβούμεθα. Τοίνυν τινὲς πολλάκις ἐκ τῆς τοιαύτης διακρίσεως τοῦ κακοῦ ἐπαύσαντο. Ἀποστρέφου τὸν πολέμιον τὸν μετὰ τὴν πρᾶξιν προσεύχεσθαί σε, ἢ θεοσεβεῖν, ἢ ἀγρυπνεῖν ἀνακόπτοντα, μνημονεύων τοῦ εἰπόντος. Διὰ τὸ τοὺς κόπου μοι παρέχειν τὴν ὑπὸ τῶν προλήψεων τυραννουμένην ψυχήν, ποιήσω τὴν ἐκδίκησιν αὐτῆς ἐκ τῶν ἐχθρῶν αὐτῆς. Τὶς σῶμα ἐνίκησεν; Ὅστις καρδίαν συνέτριψεν. Τὶς δὲ καρδίαν συνέτριψεν; Ὃς ἑαυτὸν ἠρνήσατο. Πῶς γὰρ οὐ συνετρίβη, ὃς θελήματι τέθνηκεν; Ἔστιν ἐμπαθὴς ἐμπαθοῦς ἐμπαθέστερος, καὶ αὐτὴν τὴν τῶν ἑαυτοῦ μολυσμῶν ἐξαγόρευσιν μετὰ ἡδυπαθείας ἐνηδόνως ποιούμενος. Οἱ ἐν καρδίᾳ ἀκάθαρτοι καὶ αἰσχροὶ λόγοι ἐκ τοῦ ἀπατεῶνος τῆς καρδίας τοῦ τῆς πορνείας δαίμονος πεφύκασι τίκτεσθαι. Οὓς ἰᾶται ἐγκράτεια καὶ τὸ τούτους εἰς οὐδὲν ὅλως λογίζεσθαι. Ποίῳ δὲ ἐγὼ ἤθει καὶ τρόπῳ τὸν ἐμὸν τοῦτον φίλον δήσας κατὰ τὴν ἀκολουθίαν τῶν λοιπῶν δικάσω, οὐκ ἐπίσταμαι. Πρὶν γὰρ δήσω, λύεται. Καὶ πρὶν δικάσω, διαλλάσσομαι. Καὶ πρὶν τιμωρήσω, κατακάμπτομαι. Πὼς μισήσω ὂν φύσει ἀγαπᾷν πέφυκα; Πῶς ἐλευθερωθῶ ᾦ εἰς αἰῶνας συνδέδεμαι; Πῶς καταργήσω τὸ καὶ σὺν ἐμοὶ ἀνιστάμενον; Πῶς δείξω ἄφθαρτον τὸ φθαρτὴν εἰληφὸς φύσιν; Τὶ εὔλογον εἴπω τῷ τὰ εὔλογα κεκτημένῳ διὰ τῆς φύσεως; Ἂν δήσω νηστείᾳ τοῦτον, κατακρίνας τὸν πλησίον, αὐτῷ πάλιν παραδίδομαι. Ἂν τὸ κρίνειν παύσας τοῦτον νικήσω, ὑψωθεὶς τῇ καρδίᾳ κατηνέχθην ἐν τούτῳ. Καὶ γὰρ κεἰ συνεργὸς ἐστι καὶ πολέμιος, καὶ βοηθὸς καὶ ἀντίδικος, καὶ ἀντιλήπτωρ καὶ ἐπίβουλος. Θεραπευόμενος πολεμεῖ, καὶ τηκόμενος ἀτονεῖ, ἀναπαυόμενος ἀτακτεῖ, καὶ σαινόμενος οὐ φέρει. Ἂν λυπήσω, ὅλως κινδυνεύσω. Ἂν πλήξω, οὐκ ἔχω διὰ τίνος τὰς ἀρετὰς κτήσομαι. Τὸν αὐτὸν καὶ ἀποστρέφομαι καὶ περιπτύσσομαι. Τὶ τὸ περὶ ἐμὲ μυστήριον; Τὶς ὁ λόγος τῆς ἐμῆς συγκράσεως; Πῶς ἑαυτῷ ἐχθρὸς καὶ φίλος καθέστηκα; Λέγε μοι σύ, λέγε μοι, ὦ ἡ ἐμὴ σύζυγος, ὦ ἡ ἐμὴ φύσις. Οὐ γὰρ παρ’ ἄλλου μαθεῖν πὲρ σοὺ δεήσομαι. Πῶς ἐκ σοῦ μείνω ἄτρωτος; Πῶς δυνηθῶ τὸν φυσικὸν ἐκφυγεῖν κίνδυνον, ἐπειδὴ λοιπὸν ἐχθραίνειν πρὸς σε Χριστῷ συντέταγμαι; Πῶς σου τὴν τυραννίδα νικήσω, ἐπειδὴ βιαστὴς σου γενέσθαι προῄρηται; Ἡ δὲ πρὸς τὴν ἑαυτῆς ψυχὴν ἀποκρινομένη ἔλεγεν. Οὐ μὴ σοι μέντοι φράσω, ὃ καὶ σὺ οὐκ ἐπίστασαι, ἀλλ’ ὃ ἄμα τῇ γνώσει κατέχομεν. Ἐγὼ ἐν ἐμοὶ ἀγάπησιν πατέρα ἔχω, τῆς μὲν ἔξωθεν πυρώσεως τὴν ἐμὴν θεραπείαν καὶ καθολικῶς ἄνεσιν, τῆς δὲ ἔσωθεν κινήσεως ἐκ προλαβούσης ἀνέσεως, καὶ γεγονότων πράξεων. Ἐγὼ συλλαβοῦσα τίκτω πτώματα. Ἐκεῖνα δὲ τεχθέντα πάλιν θάνατον δι’ ἀπογνώσεως τίκτουσιν. Ἂν γνῷς τὴν ἐμὴν καὶ σὴν ἐναργῆ καὶ βαθεῖαν ἀσθένειαν, ἔδησάς μου τὰς χεῖρας. Ἂν τὸν λαιμὸν βασανίσῃς, ἔδησάς μοι τούς πόδας τοῦ μὴ πόῤῥω βαδίζειν. Ἂν ζευχθῇς ὑπακοῇ, ἐμοῦ ἀπεζεύχθης. Ἂν κτήσῃ ταπείνωσιν, ἐμοῦ τὴν κεφαλὴν ἀπέκοψας.

Πεντεκαιδέκατον ἔπαθλον, ὁ ἐν σαρκὶ ὤν, καὶ τοῦτο εἰληφὼς ἀπέθανε, καὶ ἀνέστη καὶ τῆς μελλούσης ἀφθαρσίας τὸ προοίμιον ἤδη ἀπ’ ἐντεῦθεν ἐγνώρισεν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙϚ’ – Περὶ φιλαργυρίας
Προηγούμενο: ΛΟΓΟΣ ΙΔ’ – Περὶ τῆς παμφίλου καὶ δεσποίνης πονηρᾶς γαστρὸς
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος