Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΖ’ – Περὶ ἀκτημοσύνης, τῆς οὐρανοδρόμου
Προηγούμενο: ΛΟΓΟΣ ΙΕ’ – Περὶ ἀφθάρτου ἐν φθαρτοῖς ἐκ καμάτων καὶ ἱδρώτων ἁγνείας καὶ σωφροσύνης
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΙϚ’ – Περὶ φιλαργυρίας

Πλεῖστοι ὅσοι τῶν σοφῶν διδασκάλων πεφύκασι μετὰ τὸν προγεγραμμένον τύραννον τὸν παρόντα μυριοκέφαλον δαίμονα φιλαργυρίας ἐντάττειν. Ἴνα μὴ οὖν τὴν τάξιν τῶν σοφῶν οἱ ἄσοφοι ἡμεῖς ἐναλλάξαιμεν, τούτῳ όρῳ καὶ κανόνι ἐξηκολουθήσαμεν. Διὸ περὶ τῆς νόσου, εἰ δοκεῖ, μικρά, εἶθ’ οὕτως περὶ τῆς ὑγέιας βραχέα διαλάβωμεν. Φιλαργυρία ἐστὶν εἰδώλων προσκύνησις, ἀπιστίας θυγάτηρ, ἀσθενειῶν προφασιστρία, γήρως μάντις, λιμῶν προμηνυτίς, ἀβροχίας ὑποβολεύς. Φιλάργυρός ἐστιν Εὐαγελίων μυκτηριστὴς, καὶ ἑκούσιος παραβάτης. Ὁ κτησάμενος ἀγάπην, διεσκόρπισε χρήματα. Ὁ δὲ τοῖς δύο λέγων συζῇν, ἑαυτὸν ἠπάτησεν. Ο πενθῶν ἑαυτὸν καὶ τὸ σῶμα ἠρνήσατο καὶ καιροῦ καλοῦντος, οὐδὲ τούτου ἐφείσατο. Μὺ λέγε συνάγειν τῶν πτωχῶν ἕνεκα δύο γὰρ λεπτὰ τὴν βασιλείαν ἠγόρασαν. Φιλόξενος καὶ φιλάργυρος ἑαυτοῖς ὑπήντησαν. Ὁ δὲ δεύτερος τὸν πρότερον ἀδιάκριτον ὠνόμασεν. Ο νικήσας τὸ πάθος, μερίμνας περιέκοψεν. Ο δὲ δεδεμένος οὐδέποτε καθαρῶς προσεύξεται. Ἀρχὴ φιλαργυρίας ὑπόθεσις ἐλεημοσύνης, τέλος δὲ ταύτης μῖσος πρὸς πένητας. Ἕως οὖ συνάξῃ, ἐλεήμων γίνεται. Τῶν χρημάτων δὲ παρόντων, τὰς χεῖρας ἀπέσφιγξεν. Εἶδον πένητας τοῖς χρήμασιν ἐν τῇ τῶν πτωχῶν τῷ πνεύματι πολιτείᾳ πλουτήσαντας. Καὶ γε τῆς προτέρας αὐτῶν πενίας ἐπελάθοντο. Φιλοχρήμων μοναχὸς ἀκηδίας ἀλλότριος, τοῦ ἀποστολικοῦ λογοὺ καθ’ ὤραν μνημονεύων. «Ὁ ἀργὸς μηδὲ ἐσθιέτω». Καί, «Αἰ χεῖρές μου διηκόνησαν ἐμοί, καὶ τοῖς σὺν ἐμοί».

Ἑκκαιδεκάτη πάλη ἢν ὂν νικήσας ἢ ἀγαπῆν κέκτηται, ἢ μέριμναν περιέκοψεν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΖ’ – Περὶ ἀκτημοσύνης, τῆς οὐρανοδρόμου
Προηγούμενο: ΛΟΓΟΣ ΙΕ’ – Περὶ ἀφθάρτου ἐν φθαρτοῖς ἐκ καμάτων καὶ ἱδρώτων ἁγνείας καὶ σωφροσύνης
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος