Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΘ’ – Περὶ ὕπνου καὶ προσευχῆς, καὶ τῆς ἐν συνοδίᾳ ψαλμῳδίας
Προηγούμενο: ΛΟΓΟΣ ΙΖ’ – Περὶ ἀκτημοσύνης, τῆς οὐρανοδρόμου
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΙΗ’ – Περὶ ἀναισθησίας ἤγουν νεκρώσεως ψυχῆς, καὶ θανάτου νοὸς πρὸ θανάτου σώματος

Ἀναισθησία καὶ ἐπὶ σωμάτων καὶ ἐπὶ πνευμάτων ἐστὶν νενεκρωμένη αἴσθησις, ἐκ χρονίας νόσου, καὶ ἀμελείας εἰς ἀναισθησίαν καταλήξασα. Ἀναλγησία ἐστὶ πεποιωμένη ἀμέλεια, ναρκῶσα ἔννοια, προλήψεως γέννημα, προθυμίας παγίς, ἀνδρείας βρόχος, κατανύξεως ἄγνοια, ἀπογνώσεως θύρα, λήθης μήτηρ, καὶ μετὰ τόκον μητρὸς οἰκείας μήτηρ, διάκρισις φόβου. Ἀνάλγητός ἐστιν ἄφρων φιλόσοφος αὐτοκατάκριτος ἐξηγητής, αὐτεναντίος φιλολόγος, τυφλὸς διδάσκαλος τοῦ βλέπειν. Περὶ τῆς τοῦ τραύματος ὑγείας διαλέγεται, καὶ τοῦτο ἐπικνήθων οὐ παύεται, κατὰ τοῦ πάθους φθέγγεται καὶ τὰ βλάπτοντα ἐσθίων οὐ παύεται. Κατ’ αὐτοῦ προσεύχεται, καὶ εὐθέως ἐπὶ τὴν αὐτοῦ ἐργασίαν πορεύεται. Ἐπὶ τῇ τούτου ἐργασίᾳ κατ’ αὐτοῦ ὀργίζεται καὶ τοὺς ἑαυτοῦ λόγους οὐκ αἰσχύνεται ὁ τάλας. Κακῶς πράττω, βοᾷ, καὶ προθύμως ἐπίκειται. Τὸ στόμα κατ’ αὐτοῦ προσεὔχεται, καὶ τὸ σῶμα ὑπὲρ αὐτοῦ ἀγωνίζεται. Περὶ θανάτου φιλοσοφεῖ, καὶ ὡς ἀθάνατος διάκειται. Περὶ χωρισμοῦ στενάζει, καὶ ὡς αἰώνιος νυστάζει. Περὶ ἐγκρατείας διαλέγεται, καὶ περὶ γαστριμαργίας ἀγωνίζεται. Περὶ κρίσεως ἀναγινώσκει, καὶ μειδιᾷν ἄρχεται περὶ κενοδοξίας καὶ ἐν αὐτῇ τῇ ἀναγνώσει κενοδοξεῖ. Περὶ ἀγρυπνίας ἐκστηθίζει, καὶ τῷ ὕπνῳ εὐθέως ἑαυτὸν καταβαπτίζει Τὴν προσευχὴν ἐγκωμιάζει, καὶ ὡς ἀπὸ μάστιγος ταύτης φεύγει. Τὴν ὑπακοὴν μακαρίζει, καὶ πρῶτος αὐτὸς παρακούει. Τοὺς ἀπροσπαθεῖς ἐπαινεῖ, καὶ διὰ ῥάκος μνησικακῶν, καὶ πολεμῶν οὐκ αἰσχύνεται. Ὀργιζόμενος πικραίνεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται, καὶ τῇ ἤττῃ ἧτταν προστιθεὶς οὐκ αἰσθάνεται. Κορεσθεὶς μεταμελεῖται, καὶ μικρὸν προβάς, πάλιν τῷ κόρῳ προσέθηκε. Τὴν σιωπὴν μακαρίζει, καὶ διὰ πολυλογίας αὐτὴν ἐγκωμιάζει. Περὶ πραότητος διδάσκει, καὶ ἐν αὐτῇ τῇ διδασκαλίᾳ πολλάκις ὀργίζεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται, ἀνανήψας ἐστέναξε, καὶ τὴν κεφαλὴν κινήσας πάλιν τοῦ πάθους ἔχεται. Τὸν γέλωτα ψέγει, καὶ μειδιῶν περὶ πένθους διδάσκει. Ἑαυτὸν ὡς κενόδοξον ἐπὶ τινων καταμέμφεται, καὶ δαὶ τοῦ ψόγου δόξαν ἑαυτῷ πραγματεύεται. Ἐμπαθῶς εἰς πρόσωπον βλέπει, καὶ περὶ σωφροσύνης διαλέγεται. Τοὺς ἡσυχάζοντας ἐν κόσμῳ διατρίβων ἐπαινεῖ, καὶ ἑαυτὸν αἰσχύνων οὐ κατανοεῖ. Τοὺς ἐλεήμονας δοξάζει, καὶ τοὺς πτωχοὺς ὀνειδίζει. Πάντοτε ἑαυτοῦ κατήγορος γίνεται, καὶ εἰς συναίσθησιν ἐλθεῖν οὐ βούλεται, ἴνα μὴ εἴπω οὐ δύναται.

Ἑώρακα ἐγὼ τοιούτους πολλοὺς περὶ ἐξόδου καὶ φοβερῶν κριτηρίων ἀκηκοότας καὶ δακρύοντας, καὶ ἔτι τῶν δακρύων ἐν ὀφθαλμοῖς ὑπαρχόντων σπουδαίως ἐπὶ τὴν τράπεζαν ἐβάδιζον. Καὶ τεθαύμακα πῶς καὶ πένθος αὕτη ἡ δέσποινα καὶ ὀζοθήκη τροπώσασθαι ἠδυνήθη ἐξ ἀναλγησίας πολλῆς κρατυνομένη. Κατὰ τὴν δύναμιν τὴν ψιλὴν τὴν προσοῦσάν μοι τῆς λιθῶδους ταύτης, καὶ ἀκροτόμου μαινάδος, καὶ μωρᾶς τοὺς δόλους, καὶ μώλωπας γεγύμνωκα. Ἐπὶ πολὺ γὰρ φιλολογεῖν πρὸς αὐτὴν οὐκ ἀνέχομαι. Ο δὲ δυνάμενος ἐν Κυρίῳ ἐκπειρασθῆναι τοῖς μώλωψι τὰ φάρμακα, μὴ κατοκνήσει. Οὐ γὰρ αἰσχύνομαι πρὸς ταῦτα ἀδυναμίαν προβαλλόμενος ὡς ὑπὸ ταύτης ἰσχυρῶς κατεχόμενος, οὐδὲ γε τοὺς δόλους αὐτῆς καὶ μηχανὰς ἐξ ἑαυτοῦ καταλαβέσθαι ἴσχυσα, εἰ μὴ γε αὐτὴν που κατειληφὼς βίᾳ κεκράτηκε. Καὶ τὰ προλεχθέντα βασανίσας αὐτὴν ὁμολογῆσαι πεποίηκα, μάστιγι φόβου Κυρίου, καὶ ἀδιαλείπτου προσευχῆς μαστιγώσας αὐτήν. Διὸ καὶ ἔλεγεν ἡ τυραννὶς καὶ κακοῦργος. Οἱ ἐμοὶ παριστάμενοι, λιθώδεις ὅλοι καὶ σκληροὶ καὶ σκοτεινοὶ τυγχάνουσι. Πρὸς τὴν ἱερὰν τράπεζαν παριστάμενοι ἀναισθητοῦσι τοῦ δώρου μεταλαμβάνοντες ὡς ψιλοῦ ἄρτου ἐπιγεύσει διάκεινται. Ἐγὼ κατανυσσομένους ὀρῶσα μυκτηρίζω. Πάντα τὰ τικτόμενα ἐξ ἀνδρείας καὶ πόθου ἀγαθὰ ἐγὼ ἀποκτείνειν ὑπὸ τοῦ ἐμὲ γεγεννηκότος πατρὸς μεμάθηκα. Ἐγὼ γέλωτος μήτηρ, ἐγὼ ὕπνου τροφός, ἐγὼ κόρου φίλη, ἐγὼ ψευδευλάβεία συμπλέκομαι. Ἐγὼ ἐλεγχομένη οὐ πονῶ. Ἐγὼ οὖν ὁ τάλας τῆς μαινάδος τὸ λόγιον θαμβηθείς, ἠρώτων τοῦ ταύτην γεγεννηκότος τὸ ὄνομα μανθάνειν θέλων. Ἡ δέ, γέννησιν μίαν οὐ κέκτημαι. Μικτὴ δὲ πως και ἄστατος ἡ ἐμὴ καθέστηκα κύησις. Ἐμὲ κρατύνει κόρος, ἐμὲ ηὔξησε χρόνος, ἐμὲ πεπαγίωκε συνήθεια πονηρά, ἐκείνην ὁ κατέχων οὐκ ἐλευθερωθήσεταί μου. Ἐπίμενε μελετῶν ἐν ἀγρυπνίᾳ πολλῇ κρίσιν αἰωνίαν, ἴσως μικρὸν ὑποχαλάσω σοι. Ὄρα τὴν ἐμὴν αἰτίαν πόθεν ἐν σοὶ τίκτομαι καὶ κατὰ τῆς ἐμῆς ἀγωνίζου μητρός. Οὐ γὰρ μίαν ἐν πᾶσι κέκτημαι. Ἐν σοροῖς προσεύχου πυκνά. Εἰκόνα τούτων ἀνεξάλειπτον ζωγραφῶν ἐν σῇ καρδίᾳ. Ταύτης γὰρ μὴ γραφείσης γραφείῳ νηστείας, οὐ μὴ μὲ νικήσῃς εἰς τὸν αἰῶνα.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΘ’ – Περὶ ὕπνου καὶ προσευχῆς, καὶ τῆς ἐν συνοδίᾳ ψαλμῳδίας
Προηγούμενο: ΛΟΓΟΣ ΙΖ’ – Περὶ ἀκτημοσύνης, τῆς οὐρανοδρόμου
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος