Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Κ’ – Περὶ ἀγρυπνίας σωματικῆς, πῶς διὰ ταύτης γίνεται ἡ τοῦ πνεύματος, καὶ πῶς δεῖ ταύτην μετιέναι
Προηγούμενο: ΛΟΓΟΣ ΙΗ’ – Περὶ ἀναισθησίας ἤγουν νεκρώσεως ψυχῆς, καὶ θανάτου νοὸς πρὸ θανάτου σώματος
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΙΘ’ – Περὶ ὕπνου καὶ προσευχῆς, καὶ τῆς ἐν συνοδίᾳ ψαλμῳδίας

Ὕπνος ἐστὶ φύσεως ποσῶς εἰκὼν θανάτου, αἰσθήσεων ἀργία. Εἶς μὲν ὁ ὕπνος, πλείστας δὲ τὰς ὑποθέσεις, ὡς καὶ ἡ ἐπιθυμία ἔχει. Λέγω δὲ ἐκ φύσεως, ἐκ βρωμάτων, ἐκ δαιμόνων, ἢ τάχα που καὶ ἐξ ἄκρας ἐπιτεταμένης νηστείας ἐξ ἦς ἐξασθενοῦσα ἡ σάρξ, δι’ ὕπνου λοιπὸν ἑαυτὴν παραμυθεῖσθαι βούλεται, ὥσπερ ἡ πολυποσία συνηθείᾳ ἤρτηται. Οὕτως καὶ ἡ πολυϋπνία. Διὸ ἐν ἀρχαῖς μάλιστα τῆς ὑποταγῆς κατ’ αὐτῆς ἀγωνισώμεθα. Χαλεπὸν γὰρ συνήθειαν μακρὰν ἰάσασθαι. Ἐπιτηρήσωμεν καὶ εὑρήσομεν τῆς πνευματικῆς σάλπιγγος σημαινούσης ὀρατῶς μὲν ἀθροιζομένους ἀδελφούς, ἀοράτως δὲ συναγομένους τοὺς ἐχθρούς. Διὸ ὁ μὲν ἐπὶ τὴν κλίνην ἐπιστάντες μετὰ τὴν ἀνέγερσιν, πάλιν ἡμᾶς ἐπὶ ταύτην ἀνακλιθῆναι ὑποτίθενται. Μεῖνον, λέγοντες, ἄχρι συμπληρώσεως τῶν προοιμιακῶν ὕμνων, εἴθ’ οὕτως ἐν τῆς ἐκκλησίᾳ πορεύσῃ. Οἱ δὲ ἐν τῇ προσευχῇ παρισταμένους τῷ ὕπνῳ καταβαπτίζουσιν. Ἕτεροι τὴν γαστέρα παρὰ τὴν συνήθειαν ἐπιτεταμένως νύττουσιν. Ἄλλοι συντυχίας ποιεῖν ἐν τῷ Κυριακῷ προτρέπονται. Ἄλλοι τὸν νοῦν εἰς λογισμοὺς αἰσχροὺς ὑποσύρουσιν. Ἕτεροι δὲ τῷ τοίχῳ ἠμᾶς, ὡς ἐξατενήσαντας ἀνακλίνουσιν. Τινὲς μὲν αὐτῶν γέλωτα πολλάκις ἐν τῷ τῆς προσευχῆς καιρῷ γενέσθαι ἐποίησαν, ἴνα δι’ ἐκείνου τὸν Θεὸν καθ’ ἠμῶν εἰς ἀγανάκτησιν διεγείρωσιν. Ἄλλοι σπεύδειν ἠμᾶς ἐν τῇ ἐκ ῥᾳθυμίας βιαζόνται. Ἄλλοι σχολαιότερον ψάλλειν ἐκ φιληδονίας προτρέπονται. Ἔστι δὲ ὅτε καὶ τῷ στόματι παρακαθήμενοι, κεκλεισμένον τοῦτο καὶ δυσάνοικτον ἀπεργάζονται.

Ὁ Θεῷ παρίστασθαι λογιζόμενος, ἐν αἰσθήσει καρδίας, ἐν προσευχῇ στῦλος ἀκίνητος εὑρεθήσεται, ὑπ’ οὐδενὸς τῶν προειρημένων ἐμπαιζόμενος. Ο ὄντως ὑπήκοος, πολλάκις ἐξαίφνης ἐπὶ προσευχὴν ὅλως φωτεινὸς καὶ ἀγαλλώμενος γίνεται. Προπαρασκευασμένος γὰρ ἦν διὰ τῆς ἀνοθεύτου διακονίας καὶ προπεπυρωμένος ὁ πύκτης. Πᾶσι μὲν δυνατὸν μετὰ πλήθους προσεύχεσθαι, τοῖς πολλοῖς δὲ ἁρμόδιον μεθ’ ὀμοψύχου μόνου. Ὀλίγων γὰρ λίαν ἡ μεμονωμένη προσευχή. Μετὰ πλήθους ὑμνῶν, οὐ δυνήσῃ ἀΰλως προσεύξασθαι. Ἔστω δὲ σοι εἰς ἐργασίαν νοὸς ἡ τῶν λεγομένων λογίων θεωρία, ἢ πάλιν ὡρισμένη εὐχὴ ἐν τῇ ἀναμονῇ τοῦ στίχου τοῦ πλησίον. Οὐδενὶ πρέπον ἐν προσευχῇ πάρεργον, μᾶλλον δὲ κάτεργον. Τοῦτο γὰρ σαφῶς ἐπαίδευσεν ὁ κατὰ τὸν μέγαν Ἀντώνιον ἄγγελος. Δοκιμάζει μὲν γὰρ κάμινος χρυσόν, προσευχῆς δὲ παράστασις σπουδὴν καὶ ἀγάπην πρὸς Θεὸν μοναχῶν.

Ἐπαινετὸν ἔργον ὁ κτησάμενος, καὶ Θεῷ πλησιάζει, καὶ δαίμονας δραπετεύει.



Ἑπόμενο: ΛΟΓΟΣ Κ’ – Περὶ ἀγρυπνίας σωματικῆς, πῶς διὰ ταύτης γίνεται ἡ τοῦ πνεύματος, καὶ πῶς δεῖ ταύτην μετιέναι
Προηγούμενο: ΛΟΓΟΣ ΙΗ’ – Περὶ ἀναισθησίας ἤγουν νεκρώσεως ψυχῆς, καὶ θανάτου νοὸς πρὸ θανάτου σώματος
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος